[ ] Att. — s. IV a.
1 Σύμμαχος Σίμωνος Χῖος.
πλεῖστα μὲν εὐφρανθεὶς βιότωι, λύπαις δὲ ἐλαχίσταις
χρησάμενος, γήρως τέρμα μολὼν πρὸς ἄκρον,
Χῖος μὲν γενεὰν βλαστών, πατρὸς δὲ Σίμωνος,
5 Σύμμαχος ἐν δαπέδοις Κεκροπίας ἐκλίθην.
ἡ μὲν καλλικόμοις πτόρθοις βοτρυώδεος οἴνης
Χῖος ἀγαλλομένη Συμμάχωι ἐστὶ πατρίς.
αἱ δὲ θεοῖσι μάλιστα φίλαι θνητοῖσί τε Ἀθῆναι
σῶμα σὸν ἐγ κόλποις κρύψαν ἀποφθίμενον.
Search Help
Contact Us