[ ]
Att. — s. II/III p.
1 | Κλαύδιος Χαρίτων Περίνθιος. |
τίς πόθεν ὢν ἐνταῦθα ὑπὸ χθονὶ τῇδε τέθαψαι; | |
οὔνομα μὲν Χαρίτων, πάτρη δέ μοί ἐστι Πέρινθος. | |
πῶ<ς δ>ὲ καὶ ἐνταῦθ’ ἦλθες ἐπὶ πτολίεθρον Ἀθήνης; | |
5 | εἵνεκεν εὐνοίης ξυντρόφῳ ἑσπόμενος. |
τίς δέ σε ὠκυμόροιο φάους ἀπενόσφισε νοῦσος; | |
αἰφνίδιον φρεῖκος καὶ κρατερὸς πυρετός. | |
πόσσων δ’ ἦς ἐτέων ὅτ’ ἀπέφθισο τῇδ’ ἐνὶ γαίῃ; | |
πέμπτῳ κεἰκοστῷ μοῖραν ἔτλην στυγερήν. | |
10 | ἆ δείλ’, οὐδ’ ἔφθης ἣν πατρίδα γαῖαν ἱκέσθαι; |
τῇδε γὰρ ἐν γαίῃ μοῖραν ἔχρην τελέσαι. | |
σῆμα δέ σοι τί<ς> ἔτευξε <κ>αὶ τάρχυσεν σε θανόντα; | |
ξύντροφος ᾧ ἑπόμην ἐνθάδε ἐρχομένῳ. | |
τίς δέ σοι ἐν ζωοῖσι γένους ἀπολείπεται σῶος; | |
15 | μοῦνος ἀδελφός μοι λείπεται ἐγ γενεῆς. |
ἀλλ’ οὖν κἂν κεῖνόν γε θεοὶ σώζοιεν ἐς ἀεὶ | |
καὶ σὺ φιληγορίης ἄξια δῶρα λάβοις. |