[ ] Att. — s. II/III p.
1           Κλαύδιος Χαρίτων Περίνθιος.
τίς πόθεν ὢν ἐνταῦθα ὑπὸ χθονὶ τῇδε τέθαψαι;
οὔνομα μὲν Χαρίτων, πάτρη δέ μοί ἐστι Πέρινθος.
πῶ<ς δ>ὲ καὶ ἐνταῦθ’ ἦλθες ἐπὶ πτολίεθρον Ἀθήνης;
5 εἵνεκεν εὐνοίης ξυντρόφῳ ἑσπόμενος.
τίς δέ σε ὠκυμόροιο φάους ἀπενόσφισε νοῦσος;
αἰφνίδιον φρεῖκος καὶ κρατερὸς πυρετός.
πόσσων δ’ ἦς ἐτέων ὅτ’ ἀπέφθισο τῇδ’ ἐνὶ γαίῃ;
πέμπτῳ κεἰκοστῷ μοῖραν ἔτλην στυγερήν.
10 ἆ δείλ’, οὐδ’ ἔφθης ἣν πατρίδα γαῖαν ἱκέσθαι;
τῇδε γὰρ ἐν γαίῃ μοῖραν ἔχρην τελέσαι.
σῆμα δέ σοι τί<ς> ἔτευξε <κ>αὶ τάρχυσεν σε θανόντα;
ξύντροφος ᾧ ἑπόμην ἐνθάδε ἐρχομένῳ.
τίς δέ σοι ἐν ζωοῖσι γένους ἀπολείπεται σῶος;
15 μοῦνος ἀδελφός μοι λείπεται ἐγ γενεῆς.
ἀλλ’ οὖν κἂν κεῖνόν γε θεοὶ σώζοιεν ἐς ἀεὶ
καὶ σὺ φιληγορίης ἄξια δῶρα λάβοις.
Search Help