[ ] Att. — stoich. 31 — 407/6 a.
1 [ἔδοχσεν τε͂ι βολε͂ι καὶ το͂]ι δέμοι· Ἀκα[μα]-
τὶς ἐπρυτάνευε, Φελ]λεὺς [ἐγρ]αμ[μ]άτ[ευ]-
[ε, Ἀντιγένες ἐ͂ρχε, Σιβ]ύρτιο[ς ἐ]πεστά[τε],
[Ἀλκιβιάδες εἶπε· ἐς τ]ὲν πο[ίε]σιν το͂ν [νε]-
5 [ο͂ν δανεῖσαι τὸς στρα]τεγὸς τ[ὸ]ς μετὰ Π[ε]-
[ρικλέος ἀργύριον παρ]ὰ το͂ν {τ̣[ο͂]ν} ὄντον ἀ-
[ποδεκτο͂ν τοῖς ναυπεγ]οῖς· ℎὸ δ’ ἂν δανεί-
[σοσιν, ἀποδόντον αὐτο]ῖς πάλιν ℎοι τρι-
[εροποιοί· τὸς δὲ τεταγ]μένος πλε͂ν ἐπὶ τ-
10 [ὲν πλέροσιν το͂ν νεο͂ν ℎ]ος τάχιστα ἀποσ-
[τελάντον ℎοι στρατεγ]οί· εἰ δὲ μέ, ἐσαγό-
[σθον προδοσίας ἐς τὸ δ]ικαστέριον· ℎο[ι]
[δὲ στρατεγοὶ περὶ το͂ μ]ὲ ἐθέλοντος ἀπι-
[έναι ἐσαγόντον· τε͂ς δ]ὲ κομιδε͂ς το͂ν νε[ο͂]-
15 [ν, ℎὰς ἂν ℎοι ναυπεγοὶ] ἐγ Μακεδόνιας στ̣-
[έλλοσι, τὲν βολὲν ἐπι]μελεθε͂ναι, ℎόπος
[ἂν σταλο͂σιν ℎος τάχισ]τα Ἀθέναζε καὶ π-
[λεροθο͂σι καὶ ἐπὶ Ἰονί]αν κομίζεται ℎε
[στρατιὰ φυλάχσοσα φυ]λακὲν τὲν ἀριστ-
20 [εν· ἐὰν δέ τις μὲ ποέσει] κατὰ ταῦτα, ὀφελ-
[εν μυρίας δραχμὰς αὐτὸ]ν ℎιερὰς τε͂ι Ἀθ-
[εναίαι· το͂ι δὲ πρότοι ἐλθ]όντι καὶ κομ[ι]-
[σαμένοι ναῦν δο͂ναι δορεὰν κ]αθάπ[ερ ἔδ]-
[οχσεν το͂ι δέμοι· ἐπειδὲ δὲ Ἀρχέλας καὶ]
25 [νῦν καὶ ἐν το͂ι πρόσθεν χρ]ό̣ν̣οι ἐσ[τὶν ἀν]-
[ὲρ ἀγαθὸς περὶ Ἀθεναί]ος τός τε ἐκπ[λεύ]-
[σαντας Ἀθεναίον ἀνέλ]α̣βεν καὶ ἐς τὸ [ἐπ]-
[ὶ Πύδνει στρατόπεδον] ἀ̣πέπεμφσεν κα[ὶ]
[εὖ ἐπόεσεν Ἀθεναίον τ]ὸ στρατόπεδον κ-
30 [αὶ ἔδοκεν αὐτοῖς χσύλ]α καὶ κοπέας καὶ
[ἄλλα ℎόσον ἐδέοντο παρ’] αὐτο͂ ἀγαθά, ἐπα-
[ινέσαι Ἀρχέλαι ℎος ὄν]τι ἀνδρὶ ἀγαθο͂ι
[καὶ προθύμοι ποιε͂ν ℎό τ]ι δύναται ἀγαθ-
[όν, καὶ ἀνθ’ ὁ͂ν εὐεργέτεκ]εν τέν τε πόλιν
35 [καὶ τὸν δε͂μον τὸν Ἀθεναί]ον ἀναγράφσα-
[ι αὐτὸν καὶ παῖδας προχσένο]ς καὶ ε[ὐερ]-
[γέτας ἐμ πόλει ἐστέλεν λιθίνε]ν κ[αὶ ἐπι]-
[μέλεσθαι αὐτο͂ν — — — — — — — — — — — — —]
Search Help