[ ]
Att. — init. s. III a.
1 | Νικίας |
Νικίου | |
Ἐρετριεύς. | |
σῆμα τόδ’ ἐν κενεᾶι κεῖται χθονί, σῶμα γὰρ ἕδρα | |
5 | Ὠρείου κρύπτει πυρκαιὴ φθιμένου, |
τὸν δ’ ἔτι παπταίνοντ’ ἐπὶ γούνασι παῖδα δεδορκώς, | |
Ἅιδης ὧι σκοτίας ἀμφέβαλεν πτέρυγας. | |
ἡ δ’ ὁσίαν στέρξασα λέχους Κύπριν εὔξατο ἄμμιν | |
χῶμα καὶ ἐν ξεστῶι γράμμ’ ἐτύπωσε πέτρωι. | |
10 | δηλοῖ δ’ οὔνομα πατρὸς ἐμὸν θ’ ὅδε τύμβος, ὁδῖται· |
ἀλλ’ ἴτε τέρμ’ ἀγαθῆς τ’ ἐξανύοιτε τρίβου. | |
vacat 0.12 |