[ ] Att. — post med. s. IV a.
1                     Ἀπολλοδώρου
               ἰσοτελοῦ  θυγάτηρ
                         Μέλιττα.
               τίτθη.
5 ἐνθάδε τὴν χρηστὴν τίτθην κατὰ γαῖα καλύπτ-
ει | Ἱπποστράτης· καὶ νῦν ποθεῖ σε. | καὶ ζῶσαν σ’ ἐφίλ-
ουν, τίτθη, καὶ νῦν σ’ ἔτι τιμῶ | οὖσαν καὶ κατὰ γῆς
καὶ τιμήσω σε ἄχρι ἂν ζῶ· | οἶδα δὲ σοὶ ὅτι καὶ κατὰ γ-
ῆς, εἴπερ χρηστοῖς γέρας ἐστίν, | πρώτει σοὶ τιμ-
10 αί, τίτθη, παρὰ Φερσεφόνει Πλούτωνί τε κεῖνται.
Search Help
Contact Us