[ ] Att. — 390-365
duae rosae
1 Τηλέμαχος
Σπουδοκράτος
Φλυεύς.
3a    vac.
4 ὢ τὸν ἀειμνήστου σ’ ἀρετᾶς παρὰ πᾶσι πολίταις
5 κλεινὸν ἔπαινον ἔχοντ’ ἄνδρα ποθεινότατον
παισὶ φίλει τε γυναικί· —— τάφο δ’ ἐπὶ δεξιά, μῆτερ,
κεῖμαι σῆς φιλίας οὐκ ἀπολειπόμενος.
7a                vac. 0.045
8 Ἱερόκλεια
Ὀψιάδου
10 ἐξ Οἴου.
Search Help
Contact Us