5 matches in 1 texts. |
5 | 0.0020% | Peloponnesos (IG IV-[VI]) |
- IG IV²,1 121
- Epidauria (IG IV²,1)
[ἐκέλετο αὐ]τὸν εἰπεῖν· ὁ δ’ ἔλεγε πάλιν· καὶ ἐκ τούτου ὑγιὴς ἐγέ-
[νετο. (VI) Πάνδαρ]ος Θεσσαλὸς στίγματα ἔχων ἐν τῶι μετώπωι. οὗτος
[ἐγκαθεύδων ὄ]ψιν εἶδε· ἐδόκει αὐτοῦ τα[ι]νίαι καταδῆσαι τὰ στί-
[γματα ὁ θεὸς κα]ὶ κέλεσθαί νιν, ἐπεί [κα ἔξω] γένηται τοῦ ἀβάτου,
[ἀφελόμενον τὰ]ν ταινίαν ἀνθέμε[ν εἰ]ς̣ τὸν ν̣αόν· ἁμέρας δὲ γενο-
[όν, ἔχουσαν τὰ γρ]άμματ[α] τ̣ὰ ἐκ τοῦ μετώ̣που. (VII) Ἐχέδωρος τὰ Π̣ανδά-
[ρου στίγματα ἔλ]αβε ποὶ τοῖς ὑπάρχουσιν. οὗτος λαβὼν πὰρ [Παν]-
[δάρου χρήματα], ὥστ’ ἀνθέμεν τῶι θεῶι εἰς Ἐπίδαυρον ὑπὲρ αὐ[τοῦ],
να γραψάμενος· μετὰ δὲ τοῦτο τὸν θεὸν τὰν τοῦ Πανδάρου ταινί-
αν περιδῆσαι περὶ τὰ στίγματά οὑ καὶ κέλεσθαί νιν, ἐπεί κα ἐξ-
έλθηι ἐκ τοῦ ἀβάτου, ἀφελόμενον τὰν ταινίαν ἀπονίψασθαι τὸ
τὰ γράμματα οὐκ ἔχουσαν· ἐγκαθιδὼν δὲ εἰς τὸ ὕδωρ ἑώρη τὸ αὐτοῦ
πρόσωπον ποὶ τοῖς ἰδίοις στίγμασιν καὶ τὰ τοῦ Πανδάρου γρά[μ]-
ματα λελαβηκός. v (VIII) Εὐφάνης Ἐπιδαύριος παῖς. οὗτος λιθιῶν ἐνε[κά]-