88 matches in 34 texts. |
20 | 0.0015% | Attica (IG I-III) |
4 | 0.0016% | Peloponnesos (IG IV-[VI]) |
30 | 0.0047% | Central Greece (IG VII-IX) |
7 | 0.0039% | Northern Greece (IG X) |
1 | 0.0005% | Thrace and the Lower Danube (IG X) |
1 | 0.0001% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
13 | 0.0011% | Asia Minor |
1 | 0.0034% | Cyprus ([IG XV]) |
6 | 0.0027% | Egypt, Nubia and Cyrenaïca |
5 | 0.0036% | Sicily, Italy, and the West (IG XIV) |
- IG II² 4473
- Attica
Δήλιον εὐφαρέτρα[ν ἑκατηβόλον — — — — — —]
εὔφρονι θυμῷ εὐφημ[εῖτε — — — ἰὴ Παιάν]
ἱκτῆρ[α] κλάδον ἐν παλά[μαισιν ἔχοντες — — — —]
τοῦ δ’ ἐγένοντο κόροι Ποδαλείριος ἠδὲ Μαχάων, Ἕλλη[σιν δύ’ ἀκέστορε]
λόγχης vac. ἰὴ Παιάν
ἠδ’ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια, Ἠπιόνης κ̣[οῦροι σὺν]
ἀριπρέπτῳ Ὑγιείᾳ, vac. ἰὴ Παιάν
χαῖρε, βροτοῖς μέγ’ ὄνειαρ, δαῖμον κλεινότατε, vac. [ἰὲ] ὦ [ἰὲ Παιάν]
Ἀσκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς αἰ[εὶ θ]άλλειν vac.
ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ, ἰὴ Παιά[ν]
σώζοις δ’ Ἀτθίδα Κεκροπίαν πόλιν αἰὲν ἐπερχόμ[εν]ος ἰὲ Παιάν
ἤπιος ἔσσο, μάκαρ, στυγερὰς δ’ ἀπέρυκε νούσους ἰὲ ὦ ἰὲ Παιάν.
- IG II² 4556
- Attica
σὴγ χάρ[ιν, ὦ βα]σιλεῦ Παιάν, ἑκατηβόλ’ Ἄπολ[λον],
Ἱπποκ[ράτης Χάρμου] παῖς ἀνέθηκε τόδε.
- Raubitschek, DAA 225
- Attica
DAA 225.1-4 (Peek, SEG 14.12):
[–⏑⏑ –⏑⏑ c.20 –⏑⏑ Παιά]ν, ὄρχαμε τ[όχσο].
[–⏑⏑ –⏑⏑ c.24 –⏑⏑ –⏑⏑]ε ∶ καλὸς [–⏑]
[–⏑ c.10 ⏑–]α[⏑⏑ –⏑ c.13 ⏑ –⏑⏑ θ]εκεν [ἄγαλμα]
[σοί ℎο͂ι?, Παι]άν, [ℎ]υγίεια[ν e.g. ἐν ἀνθρόποισι] δ̣[ιδοίες].
- SEG 23:126
- Attica
Δήλιον εὐφαρέτραν Ζηνὸς γόνον ὑμνεῖτ’ ἀργυρότ(οξον)
εὔφρονι θυμῷ εὐφήμῳ γλώσση̣ ἰὲ Παιάν
ἵκτηρ[α] κλάδον ἐν παλάμη̣ θέτε καλὸν ἐλαίνεον κ[αὶ]
ἀ[γλ]αὸν ἔρνος, κοῦροι Ἀθηναίων ἰὲ Παιάν
․․․․υρ․1-2․ ἄμε[μπ]τος ὕμνος ἀείδοι Λητοίδην ἑκατὸν
κλυτὸ̣ν ․․․․ον․6-7․․ ἰὴ Παιάν
ἐπιτάρροθον ὅγ ποτ[ε γεί]νατο νούσων καὶ βροτέας
δύης Ἀσκληπιὸν εὔφ[ρον]α κοῦρον ․c.3․τω ἰὲ Παιάν
τὸν δ’ ἀνὰ Πηλιάδας κορυφὰς ἐδίδαξε [τέ]χνη[ν] ᾗ(?) π̣α̣․c.3․
- SEG 28:225
- Attica
ζαθ[ε — — — — — — — — — — — — — — — — — — —]
Παιάν̣ [— — — — — — — — — — — — — — — — — —]
ἐμᾶς Ι̣[— — — — — — — — — — — — — — — — — —]
- SEG 30:166
- Attica
IG II(2) 4473, l. 10 (Peek):
[ἰ]ὲ ὦ ἰὲ Παιάν
[τ]έχνην πᾶ[σαν καὶ σο]-
φίαν Κένταυρος ἀλεξίπονον μερόπεσσιν [ἰὲ Παιάν]
IG II(2) 4473, l. 13 (Peek):
ἀνδράσι ... [ἰὲ Παιάν]
- SEG 39:209[c]
- Attica
ζαθ[ε— — — — — — — — — — — — — — — — — —]
Παιάν̣ [— — — — — — — — — — — — — — — — —]
ἐμᾶς Ι̣[— — — — — — — — — — — — — — — — —]
- IG IV²,1 125
- Epidauria (IG IV²,1)
ρῶν τε ἀκρατής· σὺ δέ,
Παι̣άν, | πεῖσάς με ἄρασθαι
τόνδε, ἄνοσον διάγειν.
- IG IV²,1 128
- Epidauria (IG IV²,1)
λίσσετο χεῖρ’ ὀρέγων, ἱκέτηι μύθωι σε προσαντῶν·
"ἄμμορός εἰμι τεῶν δώρων, Ἀσκληπιὲ Παιάν,
ἀλλά μ’ ἐποίκτειρον." τὺ δέ μοι τάδε ἔλεξας ἐναργῆ·
- IG VII 214
- Megaris, Oropia, and Boiotia (IG VII) : Aigosthena
[— —, Ἀπ]ολλ[— — —]Α[— —]Ν[—], Καλλι[— — — — — — — —],
[— — — — — — — — —], Παιάνιχο[ς — — —]έν[ους(?)] Ν[— —]
[— — — — — — — — —, Ἱ]ππόνικ[ος ․]Ν[—]ΤΟΥΝΑ[— — — —]
- BCH 19 (1895) 393
- Delphi : Phokis : Delphi
[ταῖσδ’] ἱεραῖς ἐν ὥραις·
εὐοῖ ὦ ἰὸ [Βάκχ, ὦ ἰὲ Παιά]ν·
ὅν Θήβαις ποτ’ ἐν εὐίαις
[βο]ιά τε καλλίκαρπος·
εὐοῖ ὦ ἰὸ Β[άκχ’, ὦ ἰὲ] Παιάν
πᾶσα δ’ ὑμνοβρυὴς χόρευ-
[Παρν]ασσοῦ πτύχας ἔστας·
ἰὲ Παιάν, ἴθι σω[τή]ρ
εὔφρων [τάνδε πόλ]ιν φύλασσ’
σῖνος ἀν’ [ἀνθεμώ]δεις·
εὐοῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰ[ὲ Παι]άν·
[ἔθνος ἔνθ’] ἅπαν Ἑλλάδος
ὦιξ[ας δ’ ὅρ]μον [ἄμοχθον]·
ἰὲ Παιάν, ἴθι σωτήρ,
ε[ὔφρων] τάνδε [πόλιν φύλα]σσ’
[Πιερ]ίαν τε κλειτάν·
εὐοῖ ὦ ἰὸ Βάκχ’, [ὦ ἰὲ Παι]άν·
Μοῦσαι [δ’] αὐτίκα παρθένοι
σαι, [κα]τᾶρξε δ’ Ἀπόλλων·
ἰὲ Παιά[ν, ἴθι σ]ωτήρ,
[εὔ]φρων τάνδε πόλιν φύλ[ασσ’]
μῆν’ ἱκέ[τας] κατάσχηι·
εὐοῖ ὦ [ἰὸ Β]άκχ’, ὦ ἰὲ Παιάν·
δε[ῖξαι] δ’ ἐγ ξενίοις ἐτεί-
πα[νδ]ήμοις ἱκετε[ί]αις·
ἰὲ Παιάν, ἴθι σωτήρ,
εὔ[φρ]ων τάνδε π[ό]λιν φύλασσ’
ναὸ[ν ἄ]ν̣ακ̣[τι] Φοίβωι,
εὐοῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰὲ Π[αιάν]·
χρύσεον χρυσέοις τύποις
[ἐν] δ’ αὐτόχθονι κόσμωι·
ἰὲ Παιάν, ἴθι [σωτήρ],
εὔφρων τάνδε πόλιν φύλασ[σ’]
[λῶν] κυκλίαν ἅμιλλαν·
εὐοί ὦ ἰ[ὸ] Βάκχ’, [ὦ ἰὲ Παι]άν·
τεύχειν, ἁλιοφεγγ[έ]σ[ι]ν
ξαι θεῶι πρέπον ἄντρον·
[ἰ]ὲ Παιά[ν, ἴθι σω]τήρ,
εὔφρων τάνδε πόλ[ιν φ]ύλασσ’
[κλήισκετε] κισσ[οχ]αίταις·
ε[ὐο]ῖ ὦ ἰὸ Βάκχ’, ὦ ἰὲ [Παιάν]·
πᾶσαν [Ἑλ]λάδ’ ἀν’ ὀ[λβί]αμ
[χαῖρ’ ἄ]ναξ̣ ὑγιείας·
ἰὲ Πα[ι]άν, [ἴ]θι σω[τήρ],
[εὔφρων] τάνδε πόλιν φύλασσ’
- FD III 2:191
- Delphi : Phokis : Delphi
δ ἀμφὶ πέτραν ἀεὶ θεσπιόμαντιν
ἕδραν. ἰὴ ἰὲ Παιάν,
Ἄπολλον, Κοίου τε κόρας Λατοῦς σε-
μνὸν ἄγαλμα καὶ Ζηνὸς ὑψίστου, μα-
κάρων βουλαῖς, ὢ ἰὲ Παιάν,
ἔνθ’ ἀπὸ τριπόδων θεοκτήτων, χλ[ω]-
ρότομον δάφναν σείων, μαντοσύ-
ναν ἐποιχνεῖς, ἰὴ ἰὲ Παιάν,
φρικώεντος ἐξ ἀδύτου μελλόν-
των θέμιν εὐσεβῆ χρησμοῖς εὐφθόν-
γου τε λύρας αὐδαῖς ὢ ἰὲ Παιάν.
Ἁγνισθεὶς ἐνὶ Τέμπεσιν βουλαῖς
Ζηνὸς ὑπειρόχου, ἐπεὶ Παλλὰς
ἔπεμψε Πυθῶδε, ἰὴ ἰὲ Παιάν,
πείσας Γαῖαν ἀνθοτρόφον Θέμιν
τ’ εὐπλόκαμον θεάν, αἰὲν εὐλιβάνους
ἕδρας ἔχεις, ὢ ἰὲ Παιάν.
ὅθεν Τριτογενῆ προναίαν ἐμ μαντεί-
οις ἁ[γί]οις σέβων ἀθανάτοις ἀμοι-
[β]αῖς, ἰὴ ἰὲ Παιάν, χάριν παλαιᾶν χαρί-
των τᾶν τότε ἀϊδίους ἔχων μνή-
μας, ὑψίσταις ἐφέπεις τιμαῖς, ὢ ἰὲ Παιάν.
δωροῦντ[αι] δέ σε ἀθάνατοι, Ποσει-
δῶν ἁγνοῖς δαπέδοις, Νύμφαι Κωρυκί-
οισιν ἄντροις, ἰὴ ἰὲ Παιάν,
τριετέσιν φαναῖς Βρόμιος· σεμνὰ
δὲ Ἄρτεμις εὐπόνοις κυνῶν ἐμ φυ-
λακαῖς ἔχεις τόπους, ὢ ἰὲ Παιάν.
ἀλλ’ ὦ Παρνασσοῦ γυάλων εὐδρό-
σοισι Κασταλίας νασμοῖς σὸν δέ-
μας ἐξαβρύνων, ἰὴ ἰὲ Παιάν,
χαρεὶς ὕμνοις ἡμετέροις, ὄλβον
ἐξ ὁσίων διδοὺς ἀεὶ καὶ σώιζων
ἐφέποις ἡμᾶς, ὢ ἰὲ Παιάν.
- SEG 27:193
- Thessaly (IG IX,2) : Perrhaibia : Chyretiai (Domeniko)
Παιαν̣[ίας] Παιάν̣[ιος](?) (LGPN) Σωσύλου τέκνο̣[ν].
- ArchEph (1916) 27,276
- Thessaly (IG IX,2) : Perrhaibia : Olosson
[Παι(?)ά]ν, ὁ ἀ[π]ελεύθερος Δαφναίου, ἔδω[κ]ε[ν τῆι]
[πόλει] δι(νάρια) β κβʹ (ἥμισυ)· καὶ Σ[ω]κ[λῆς(?) ὁ ἀπ]ε[λ]εύθε[ρος Δη]-
- Oikonomos, Epigraphai 4
- Macedonia : Dion : Karitsa
Παιᾶνα κλυτόμητιν ἀείσατε κοῦροι
Λητοΐδην Ἕκατον, ἰὲ ὢ ἰὲ Παιάν,
ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο
μειχθεὶς ἐν φιλότητι Κορωνίδι τῇ Φλεγύαο
ἰὴ Παιᾶνα Ἀσκληπιὸν δαίμονα κλεινότατον ἰὲ Παιάν.
τοῦ δὲ καὶ ἐξεγένοντο Μαχάων καὶ Ποδαλείριος
ἠδ’ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος, ὢ ἰὲ Παιάν,
Αἴγλη τ’ εὐῶπις Πανάκειά τε Ἠπιόνης παῖδες
σὺν ἀγακλυτῷ εὐαγῆ Ὑγείᾳ
ἰὴ Παιάν, Ἀσκληπιέ, δαῖμον κλεινότατε, ἰὲ Παιάν.
χαῖρέ μοι, εἵλαος δ’ ἐπινείσεο Δείων πόλιν
εὐρύχορον, ἰὲ ὢ ἰὲ ὢ ἰὲ Παιάν,
δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν φάος ἠελίου
ἰὴ Παιὰν Ἀσκληπιέ, δαῖμον σεμνότατε.
ἰὲ Παιάν.
- IGBulg III,1 920
- Thrace and Moesia Inferior
μνηστῆρσιν ὄλεθρον Ἁλιθέρσης ἔπε παρό[ντα]·
τ̣οὔνεκα σοί, Παιάν, χαριέστατα δῶρ’ ἀνέθηκα,
ὄφρα τις ὀψιγόνων ἐ̣[κ γῆς] ἀ̣πίης ἐσαθρήσας̣
- IC I xvii 21
- Crete : Crete, Ctr. : Lebena
λειπούσας πλήσηι νάματι τὰς πατέρος.
Παιάν, σοὶ δ’ εἴη κεχαρισμένα, καὶ δόμον αὔξοις
τοῦδε καὶ ὑψίσταν πατρίδα Γόρτυν ἀεί.
- Erythrai 1
- Ionia
[λον ․․․․․․․17․․․․․․․․]․4․․οις
[․․․․11․․․․․ ἰὴ] ἰὲ Παιάν.
[Παιᾶνα κλυτό]μητιν ἀείσατε| κοῦροι,
[Λατοΐδαν Ἕ]κ̣ατον, |ἰὲ Παιάν,| ὅς μέγα χάρ-
[μα βροτοῖσ]ιν ἐγείνατο| μιχθεὶς ἐμ φι-
[λότητι Κορ]ωνίδι |ἐν γᾶι τᾶι Φλεγυείαι,
[ἰὴ Παι]άν| Ἀσκλαπιόν,| δαίμονα κλεινό
[τατ]ον,| ἰὲ Παιάν.
[το]ῦ δὲ καὶ ἐξεγένοντο Μαχάων| καὶ Πο-
[δα]λείριος ἠδὲ Ιασώ,| ἰὲ Παιάν| Ἀἴγλα
[τ’] εὀῶπις Πανάκειά τε,| Ἠπιόνας παῖδες
σὺν ἀγακλυτῶι| εὀαγεῖ Ὑγιείαι·| ἰὴ Παι-
άν,| Ἀσκλαπιόν,| δαίμονα κλεινότατον
ἰὲ Παιάν.
χαῖρέ μοι, ἵλαος δε ἐπινίσεο τὰν ἀμὰν
πόλιν εὐρύχορον,| ἰὲ Παιάν,| δὸς δ’ ἡμᾶς
χαίροντας ὁρᾶν φάος
σὺν ἀγακλυτῶι| εὐαγεῖ Ὑγιείαι·|
ἰὴ Παι-
άν,| Ἀσκλαπιόν| δαίμονα κλεινότατον,
ἰὲ Παιάν.
ὑμνεῖτε ἐπὶ σπονδαῖς Ἀπόλλωνος κυανοπλοκάμου
- IvP II 324
- Mysia [Kaïkos], Pergamon
[οἴστρωι λυσσηέ]ντι κατα̣[σκήπτουσα πολίταις].
[ἀλλὰ σύ, κάρπιμε] Παιά̣[ν, — — — — — — — —]
- IvP III 131[1]
- Mysia [Kaïkos], Pergamon
[Ἐλπίδος ἱρὸν ἄ]γ̣[α]λμα̣ [τόδ’ ἄνθετο κόσμον ὁ δ]ᾶμος
[σῶ]ν ἀδύτων, Παιάν, σαῖσιν ἐφημοσύναις.
Ἐλπίδος, ὦ Παιάν, τὤγαλμα τὸ ἄγαλμα τεαῖσι μενοιναῖς
αὐτόχθων δᾶμος στᾶισεν ὑπὲρ πόλιος. vac.
- SEG 44:1279
- unspecified subregion
ονία καὶ ἐὼν? χθόνιαι καὶ ἀπάωνες χθόνιο̣ι̣ καὶ ἥρης χθονίου vv
καὶ Πα[ι]άν, Δημήτηρ χθονία καὶ Πλούτων χθόνιαι καὶ Περσεφό-
νη χ̣θονία καὶ νεκοίηα 〚χθόνιοι〛 κακο̣ὶ καὶ δέμ̣ο̣νης
- Bernand, Inscr. Métr. 167
- Egypt and Nubia
χρυσοχέλυ Παιάν, Μανδοῦλι, Ἀθηνᾶς ἀγάπημα, εἶ λίαν ἐπίσεμος,
Λατοῦς γόνη, χρησμοδέ λυροκτύπ[ε], Πύ[θ]ιε Ἄπολλων,
- Bernand, Inscr. Métr. 169
- Egypt and Nubia
πάντοτέ σε ὑμνήσω Λατο[ῦ]ς γόνε, Πύθιε Ἄπολλον,
ἀθανάτων προκαθάγεμα καὶ χρυσόχελυ Παιάν.
καὶ γὰρ ἐγὼ παρὰ σοῖς προθύροις ἦλθον· ἐπίνευσον
- Bernand, Inscr. Métr. 176
- Egypt and Nubia
θάλος ἀμβρόσιον | πάσηι τε ἀγανὸν κλέος Αἰγύπτωι. |
χαῖρέ μοι, ὦ Παιάν, ἐπ’ ἐμαῖς εὔφροσι ταῖσδ’ ἀοιδαῖς, |
χαῖρ’ ὦ Πύθι’ Ἄπολλον.
- IGR I,5 1154
- Egypt and Nubia
θάλος ἀμβρόσιον | πάσηι τε ἀγανὸν κλέος Αἰγύπτωι. |
χαῖρέ μοι, ὦ Παιάν, ἐπ’ ἐμαῖς εὔφροσι ταῖσδ’ ἀοιδαῖς, |
χαῖρ’ ὦ Πύθι’ Ἄπολλον.
- Temple de Kalabchah 246,16
- Egypt and Nubia
χρυσοχέλυ Παιάν, Μανδοῦλι, Ἀθηνᾶς ἀγάπημα, εἶ λίαν ἐπίσεμος,
Λατοῦς γόνη, χρησμοδέ λυροκτύπ[ε], Πύ[θ]ιε Ἄπολλων,
- Temple de Kalabchah 278,23
- Egypt and Nubia
πάντοτέ σε ὑμνήσω Λατο[ῦ]ς γόνε, Πύθιε Ἄπολλον,
ἀθανάτων προκαθάγεμα καὶ χρυσόχελυ Παιάν.
καὶ γὰρ ἐγὼ παρὰ σοῖς προθύροις ἦλθον· ἐπίνευσον
- IG XIV 421
- Sicily, Sardinia, and neighboring Islands
Θεόδωρος Σωσιπάτρου βʹ
[Π]αιάνιος Νικοδάμου.
ἐπὶ Σιμύλου
- IGUR I 149
- Italy, incl. Magna Graecia
νουσολύτα, κλυτόμητι, φερέσβ̣[ιε, δέσποτα Παιάν],
σὴ δύναμις κακόεργον ἀνακρο[ύει — — — — — —]
νῦν οὖν πάντα δόμον γενέτας̣ [τε καὶ ἀγλαὰ τέκνα]
σῷζε, μάκαρ Παιάν, ἀκεσώδυν[ε, δῶτορ ὑγείης].
Πατρωίνου.
- SEG 15:620
- Italy, incl. Magna Graecia
φρονι βουλῆι. Β
Μ̣ο̣υ̣σῶν Μν[η]μοσύνης πηγὴ Παιάνιε Νέστορ,
[σῶν ἐπ]έων ἀ[ρ]ετὴ πλείστους αἰῶνας ὁδεύσει.
- SEG 27:678
- Italy, incl. Magna Graecia
φρονι βουλῆι βʹ
Μ̣ο̣υ̣σῶν Μν[η]μοσύνης πηγή, Παιάνιε Νέστορ,
[σῶν ἐπ]έ̣ων ἀ[ρ]ετὴ πλείστους αἰῶνας ὁδεύσει.