| 74647 matches in 35819 texts. | 7401-7500 7501-7600 7601-7700 7701-7800 7801-7900 7901-8000 8001-8100 8101-8200 8201-8300 8301-8400 |
| 17522 | 1.3560% | Attica (IG I-III) |
| 1919 | 0.7657% | Peloponnesos (IG IV-[VI]) |
| 8908 | 1.3989% | Central Greece (IG VII-IX) |
| 2264 | 1.2723% | Northern Greece (IG X) |
| 2075 | 1.0213% | Thrace and the Lower Danube (IG X) |
| 705 | 0.8434% | North Shore of the Black Sea |
| 15744 | 1.3829% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 17362 | 1.4184% | Asia Minor |
| 822 | 2.7995% | Cyprus (IG XV) |
| 1678 | 2.7657% | Greater Syria and the East |
| 2922 | 1.3088% | Egypt, Nubia and Cyrenaïca |
| 107 | 0.6117% | North Africa |
| 2344 | 1.6982% | Sicily, Italy, and the West (IG XIV) |
| 275 | 1.1134% | Upper Danube |
- IG V,1 1336
- Lakonia and Messenia (IG V,1) : Lakonike
[καὶ κατὰ π]ᾶ̣ν [ἀκο]λ[ο]ύ̣θ̣[ω]ς τοῖς νόμοις, ὅσαι
[μὲν ἦσαν δ]ίκαι ὑπο̣τ̣[ίμ]η̣[τ]αι, τάσδε̣ καὶ διέλουσα[ν] διέλυσαν,
[ὅσας] δ̣ὲ [βα]ρ̣είας ἀνέλαβον, ἔκριναν καθὼς
καὶ ἐκγόνοις· ἀναγράψαι δ̣ὲ τοὺς ἐφόρους τοὺς̣
π̣ερὶ Φιλωνίδαν τὰν προξενίαν εἰς τὸ ἱερὸν τοῦ
Μαχάονος· γράψαι δὲ καὶ ἀντίγραφον τᾶς προ-
[π]όλιν τῶν Ἱππολαίων καὶ τοὺς ἐφόρους, ὅπω̣[ς]
[ἀ]ναγραφῆι εἰς τὸ ἱερὸν τοῦ Ποσιδᾶνος τοῦ [ἐ]-
[π]ὶ ἄκρωι.
- IG V,1 1574
- Lakonia and Messenia (IG V,1) : Lakonike
Πειℎι[ππ— —]
π̣ενατα[— — —] γ̣ενατα[—], ℎ̣ενατα[—]?
- IG V,1 1583
- Lakonia and Messenia (IG V,1) : Lakonike
Λυκοῦργος Λυκούργεου Λυκούργου
Ἀρχαγόρ̣α̣ Μ. Κ[λο]υβίου κα[ὶ] ΔαμοκΣΣ Αἰλίου ἱέρεια̣[ι].
- IG V,1 1353
- Lakonia and Messenia (IG V,1) : Messenia
εργέτιν, ἀρετᾶς ἕνεκεν καὶ εὐ-
νοίας, ἇς ἔχουσα διετέλεσε εἰς
αὐτούς.
- IG V,1 1359,A
- Lakonia and Messenia (IG V,1) : Messenia
[βα]σ̣τοῦ ἡμέρα· ἐπειδὴ Στεφανὶς Ἀγαθία ι τὸ ἐκ προγόνων ἔ[θος]
[διατηρεῖ] τοῖς προτέροις αἰεί τι προστιθεῖσα καινότερον Λ̣Λ̣Ι̣Λ̣Σ
[— — — — —] ἀδ̣ι̣ε̣ξ̣[ήγητον — — — — — — — — — — — — — — —]
- IG V,1 1360
- Lakonia and Messenia (IG V,1) : Messenia
․ ὑποτεταγμένοι τε τοῖς [— — — — — — — — — — — — — — — — —]
[κ]αρτεροῦντές τε ταῖς γυ[μνασίαις — — — — — — — — — — — — δι]-
[ε]τέλεσαν οὐδὲν παρ̣αλεί[ποντες τᾶς — — — — — — καὶ φιλοτιμί]-
[α]ς· εὐταξίαν δὲ καὶ ἀν[δρείαν — — — — (verbum) — — — — — — — —]
- IG V,1 1361
- Lakonia and Messenia (IG V,1) : Messenia
[Αὐτοκράτωρ Καῖσαρ θεοῦ Ἀντωνίνου υἱός, θεοῦ Ἁδριανοῦ υἱωνός, θεοῦ Τραϊανοῦ ἔγγονος]
[Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος Σεβαστὸς Γερμανικὸς Σαρματικός, ἀρχιερεὺς μέγιστος],
[δημαρχικῆς ἐξουσίας τὸ λαʹ, ὕπατος τὸ γʹ, π]α̣τ̣ὴρ̣ π̣ατ̣ρ̣ί̣[δος καὶ Αὐτοκράτωρ Καῖσαρ]
ανοῦ υἱωνός, θεοῦ Τραϊανοῦ Παρθικοῦ ἔγγο[νος Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος Σεβαστὸς]
Γερμανικὸς Σαρματικός, ἀρχιερεὺς μέγισ[τος, δημαρχικῆς ἐξουσίας τὸ λαʹ, ὕπατος]
τὸ γʹ, πατὴρ πατρίδος, καὶ Αὐτοκράτωρ Καῖ[σαρ Μ(άρκου) Ἀντωνίνου Σεβαστοῦ υἱός, θεοῦ Ἀντωνίνου]
- IG V,1 1370
- Lakonia and Messenia (IG V,1) : Messenia
․․․․․․․․․Ιῆναι ․․․․․․․ρο̣․․ο̣ ἐκ τῶν ἰδίων προθύμως ἀναλώσας κινδυνε[ύ]-
ουσαν ἀπόν̣[ω]ς σῴσ[ας κα]ὶ ἔ[ργ]ῳ ε̣ὔν̣[ο]ια̣ν πολλὴν περι[εποίη]σεν, αὐτὸς σπουδῇ
καὶ φροντίδι πολλῇ [ἐπὶ πάντ]ων ἀναλωμάτων χρησάμεν[ο]ς εἰς τὸ πε-
[φεισ]ά̣μενος χρημά[τ]ων φ․․․ κα̣ὶ πα̣ντά̣πασιν ἀκείνητα τὰ τῆς πόλεως ἡμῶν προσι․
․․Η․ΤΟ․ δ[ι]εφύλ[ατ]τε̣ ΙΧ․ [ἐ]δαν[είσα]τ̣ο δήμῳ [— —] τά̣λα̣ντ̣ο̣ν μεικροῦ δεῖν ἐν
․ΛϹΦΟϹΚΟΗΡΙ[— — — — —][— —] οὐκ συ[— — —]ση̣ς εν[—]․ω καὶ διὰ τοῦτ[ο]
․․τον καὶ πολλῶν Λ[—]ΡϹϹ․ναιω․ΙΟΙ․ΛΠΑΙΟ[— — — —] οὐ γὰρ Ἱπποθόου τοῦ
πατρίου πάντων ἡμῶν θεοῦ σα̣μ[εῖο]ν ὁρῶν [κατεσκεύασε] τ̣ὸ ἱε̣ρὸν [κ]α̣ὶ κατὰ
․․Ιηδ․ οὐκ ἦν ϹΙΛϹ[— — —]ΟΙ[— —] καὶ ειν[— — — — — —]υλ․σων δὲ τ[— —]
․․5․․σω[— — —]ΕϹΤϹΙ[— —]υπηΙ[— — — —] ἀρχῆς κα̣[τ]α̣σ[τ]ήσας καὶ μηδε․․․․․․
․․․․․․․η̣ οἰκείω[ν π]οικίλμ̣[ατο]ς χρημάτων εἰς τὸν κόσμον τοῦ ἱεροῦ ․․․․․․
․ναι [πεπ]ραμεν․ΙΟΟΙ․[— — — —]ου λο[— — —]Ϲν[—]χΟΙΙ[— —]ΛΝΛ[— — —]
- IG V,1 1374
- Lakonia and Messenia (IG V,1) : Messenia
Χάρτος Εὐθυκλέος ἱερεὺς Ἀρτέμιτος.
Θεοξενίδας Εὐθυκλέος [ἱε]ρε[ὺς Ἀρ]τέμιτος.
Νικήρατος Θέωνος. Στράτ[ων Σ]τράτ[ω]νος.
- IG V,1 1379
- Lakonia and Messenia (IG V,1) : Messenia
[νηται ἐν τῶι ․․․․․․․․]τωι μηνὶ ἀρεστόν, καθὼς καὶ τοὺς Λ̣ΙΑΙΤΟΝλ̣έντας ․․αρ̣ρ[— — —]
[— — — — — — — — — — —]δόντες ποιείσθων καὶ περὶ τούτο[υ] τὰς ποθ̣όδ̣ους καὶ ἀ[— — — —]
[— — — — — — — — —, καθ]ὼς ἐπάνω γέγραπται. εἰ δέ [κ]α μ̣[ὴ ․]ντεν․νδδ δόντων [— — —]
- IG V,1 1384
- Lakonia and Messenia (IG V,1) : Messenia
ἱερεὺς τᾶς Ἀθάνας Νίκων Νικοστρά[του]·
γυμνασίαρχος Σῖμος Σωσάνδρου· ὑπο[γυ]-
- IG V,1 1390
- Lakonia and Messenia (IG V,1) : Messenia
[περὶ ἱ]ε̣ρῶν καὶ ἱερᾶν. ὁ γραμματεὺς τῶν συνέδρων τοὺς γενηθέντας ἱεροὺς ὁρκιξάτω παραχρῆμα, ἂμ μήτις ἀρρωσ[τεῖ],
[ἱερῶ]ν καιομένων, αἷμα καὶ οἶνον σπένδοντας, τὸν ὅρκον τὸν ὑπογεγραμμένον· "ὀμνύω τοὺς θεούς, οἷς τὰ μυστήρια ἐπιτ[ε]-
[λε]ῖται, ἐπιμέλειαν ἕξειν, ὅπως γίνηται τὰ κατὰ τὰν τελετὰν θεοπρεπῶς καὶ ἀπὸ παντὸς τοῦ δικαίου, καὶ μήτε αὐ-
[τ]ὸς μηθὲν ἄσχημον μηδὲ ἄδικον ποιήσειν ἐπὶ καταλύσει τῶν μυστηρίων μηδὲ ἄλλωι ἐπιτρέψειν, ἀλλὰ κατακολου-
θήσειν τοῖς γεγραμμένοις, ἐξορκίσειν δὲ καὶ τὰς ἱερὰς καὶ τὸν ἱερῆ κατὰ τὸ διάγραμμα. εὐορκοῦντι μέν μοι εἴη, ἃ τοῖς εὐ-
σεβέοις, ἐφιορκοῦντι δὲ τἀναντία." ἂν δέ τις μὴ θέλει ὀμνύειν, ζαμιούτω δραχμαῖς χιλίαις καὶ ἄλλον ἀντὶ τούτου κλαρωσά-
τω ἐκ τᾶς αὐτᾶς φυλᾶς. τὰς δὲ ἱερὰς ὁρκιζέτω ὁ ἱερεὺς καὶ οἱ ἱεροὶ ἐν τῶι ἱερῶι τοῦ Καρνείου τᾶι πρότερον ἁμέραι τῶν μυστη-
ρίων τὸν αὐτὸν ὅρκον καὶ ποτεξορκιζόντω· "πεποίημαι δὲ καὶ ποτὶ τὸν ἄνδρα τὰν συμβίωσιν ὁσίως καὶ δικαίως." τὰν δὲ μ[ὴ]
θέλουσαν ὀμνύειν ζαμιούντω οἱ ἱεροὶ δραχμαῖς χιλίαις καὶ μὴ ἐπιτρεπόντω ἐπιτελεῖν τὰ κατὰ τὰς θυσίας μηδὲ μετ[έ]-
χειν τῶν μυστηρίων, αἱ δὲ ὀμόσασαι ἐπιτελούντω. ————— οἱ δὲ γεγενημένοι ἱεροὶ καὶ ἱεραὶ ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι
ἔτει ὀμοσάντω τὸν αὐτὸν ὅρκον ἐν τῶι ἑνδεκάτωι μηνὶ πρὸ τῶν μυστηρίων. παραδόσιος. τὰν δὲ κάμπτραν καὶ τὰ
βιβλία, ἃ δέδωκε Μνασίστρατος, παραδιδόντω οἱ ἱεροὶ τοῖς ἐπικατασταθέντοις, παραδιδόντω δὲ καὶ τὰ λοιπά, ὅσα
ἂν κατασκευασθεῖ χάριν τῶν μυστηρίων. στεφάνων. στεφάνους δὲ ἐχόντω οἱ μὲν ἱεροὶ καὶ αἱ ἱεραὶ πῖλον λευκόν,
τῶν δὲ τελουμένων οἱ πρωτομύσται στλεγγίδα. ὅταν δὲ οἱ ἱεροὶ παραγγείλωντι, τὰμ μὲν στλεγγίδα ἀποθέσθωσαν,
στεφανούσθωσαν δὲ πάντες δάφναι. εἱματισμοῦ. οἱ τελούμενοι τὰ μυστήρια ἀνυπόδετοι ἔστωσαν καὶ ἐχόντω τὸν
εἱματισμὸν λευκόν, αἱ δὲ γυναῖκες μὴ διαφανῆ μηδὲ τὰ σαμεῖα ἐν τοῖς εἱματίοις πλατύτερα ἡμιδακτυλίου, καὶ αἱ
μὲν ἰδιώτιες ἐχόντω χιτῶνα λίνεον καὶ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν, αἱ δὲ παῖδες καλάσηριν ἢ σιν-
δονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια μνᾶς, αἱ δὲ δοῦλαι καλάσηριν ἢ σινδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δρα-
χμᾶν πεντήκοντα. ————— αἱ δὲ ἱεραί, αἱ μὲν γυναῖκες καλάσηριν ἢ ὑπόδυμα μὴ ἔχον σκιὰς καὶ εἱμάτιον μὴ πλέονος ἄξια δύο
μνᾶν, αἱ δὲ [παῖδε]ς καλάσηριν ἢ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν. ————— ἐν δὲ τᾶι πομπᾶι αἱ μὲν ἱεραὶ γυναῖκες ὑποδύ-
ταν καὶ εἱμάτιον γυναικεῖον οὖλον, σαμεῖα ἔχον μὴ πλατύτερα ἡμιδακτυλίου, αἱ δὲ παῖδες καλάσηριν καὶ εἱμάτιον μὴ δια-
φανές· μὴ ἐχέτω δὲ μηδεμία χρυσία μηδὲ φῦκος μηδὲ ψιμίθιον μηδὲ ἀνάδεμα μηδὲ τὰς τρίχας ἀνπεπλεγμένας μηδὲ ὑπο-
δήματα εἰ μὴ πίλινα ἢ δερμάτινα ἱερόθυτα. δίφρους δὲ ἐχόντω αἱ ἱεραὶ εὐσυΐνους στρογγύλους καὶ ἐπ’ α̣ὐ̣τῶν ποτικεφάλαια
ἢ σπῖραν λευκά, μὴ ἔχοντα μήτε σκιὰν μητὲ πορφύραν. ὅσας δὲ δεῖ διασκευάζεσθαι εἰς θεῶν διάθεσιν, ἐχόντω τὸν εἱματισμόν,
καθ’ ὃ ἂν οἱ ἱεροὶ διατάξωντι. ————— ἂν δέ τις ἄλλω̣ς ἔχει τὸν εἱματισμὸν παρὰ τὸ διάγραμμα, ἢ ἄλλο τι τῶν κεκωλυμένων, μὴ ἐπιτρπέ-
τω ὁ γυναικονόμος καὶ ἐξουσίαν ἐχέτω λυμαίνεσθαι, καὶ ἔστω ἱερὰ τῶν θεῶν. ὅρκος γυναικονόμου. "οἱ δὲ ἱεροὶ ὅταν καὶ αὐτοὶ ὀμό-
σωντι, ὁρκιζόντω τὸν γυναικονόμον ἐπὶ τῶν αὐτῶν ἱερῶν, εἶ μὰν ἕξειν ἐπιμέλειαν περί τε τοῦ εἱματισμοῦ καὶ τῶν λοιπῶν τῶν
ἐπιτεταγμένων μοι ἐν τῶι διαγράμματι." πομπᾶς. ἐν δὲ τᾶι πομπᾶι ἁγείστω Μνασίστρατος, ἔπειτεν ὁ ἱερεὺς τῶν θεῶν, οἷς
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά-
χωντι, ἄγουσαι τὰ ἅρματα ἐπικείμενα ς κίστας ἐχούσας ἱερὰ μυστικά· εἶτεν ἁ θοιναρμόστρια ἁ εἰς Δάματρος καὶ αἱ ὑποθοιναρ-
μόστριαι αἱ ἐμβεβακυῖαι, εἶτεν ἁ ἱέρεα τᾶς Δάματρος τᾶς ἐφ’ ἱπποδρόμωι, εἶτεν ἁ τᾶς ἐν Αἰγίλᾳ· ἔπειτεν αἱ ἱεραὶ κατὰ μίαν, κα-
θώς κα λάχωντι, ἔπειτεν οἱ ἱεροί, καθώς κα οἱ δέκα διατάξωντι. ὁ δὲ γυναικονόμος κλαρούτω τάς τε ἱερὰς καὶ παρθένους καὶ ἐπιμέλειαν
ἐχέτω, ὅπως πομπεύωντι, καθώς κα λάχωντι. ἀγέσθω δὲ ἐν τᾶι πομπᾶι καὶ τὰ θύματα, καὶ θυσάντω τᾶι μὲν Δάματρι σῦν ἐπίτοκα, Ἑρμᾶ-
νι κριόν, Μεγάλοις Θεοῖς δάμαλιν σῦν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν. σκανᾶν. σκανὰν δὲ μὴ ἐπιτρεπόντω οἱ ἱεροὶ μηθένα ἔχειν ἐν
τετραγώνωι μείζω ποδῶν τριάκοντα, μηδὲ περιτιθέμεν ταῖς σκαναῖς μήτε δέρρεις μήτε αὐλείας, μηδέ, ἐν ὧι ἂν τόπωι περιστεμ-
ματώσωντι οἱ ἱεροί, μηθένα τῶν μὴ ὄντων ἱερῶν ἔχειν σκανάν. μηδὲ παρερπέτω μηθεὶς ἀμύητος εἰς τὸν τόπον, ὅν κα περιστεμμα-
τώσωντι. χωραξάντω δὲ καὶ ὕδρανας. ἀναγραψάντω δὲ καί, ἀφ’ ὧν δεῖ καθαρίζειν καὶ ἃ μὴ δεῖ ἔχοντας εἰσπορεύεσθαι. ἃ [μ]ὴ̣ δεῖ ἔχειν
ἐν ταῖς σκαναῖς. μηθεὶς κλίνας ἐχέτω ἐν τᾶι σκανᾶι μηδὲ ἀργυρώματα πλείονος ἄξια δραχμᾶν τριακοσιᾶν· εἰ δὲ μή, μὴ ἐπιτρεπόν-
τω οἱ ἱεροὶ, καὶ τὰ πλειονάζοντα ἱερὰ ἔστω τῶν θεῶν. ἀκοσμούντων. ὅταν δὲ αἱ θυσίαι καὶ τὰ μυστήρια συντελεῖται, εὐφαμεῖν πάν-
τας καὶ ἀκούειν τῶν παραγγελλομένων· τὸν δὲ ἀπειθοῦντα ἢ ἀπρεπῶς ἀναστρεφόμενον εἰς τὸ θεῖον μαστιγούντω οἱ ἱεροὶ
καὶ ἀποκωλυόντω τῶν μυστηρίων. ῥαβδοφόρων. ῥαβδοφόροι δὲ ἔστωσαν ἐκ τῶν ἱερῶν εἴκοσι καὶ πειθαρχούντω τοῖς ἐπιτελούν-
τοις τὰ μυστήρια καὶ ἐπιμέλειαν ἐχόντω, ὅπως εὐσχημόνως καὶ εὐτάκτως ὑπὸ τῶν παραγεγενημένων πάντα γίνηται, καθὼς ἂν
παραγγέλλωντι οἱ ἐπὶ τούτων τεταγμένοι· τοὺς δὲ ἀπειθοῦντας ἢ ἀπρεπῶς ἀναστρεφομένους μαστιγούντω. ἂν δέ τις τῶν ῥα-
βδοφόρων μὴ ποιεῖ, καθὼς γέγραπται, ἢ ἄλλο τι ἀδικοῖ ἢ ποιοῖ ἐπὶ καταλύσει τῶν μυστηρίων, κριθεὶς ἐπὶ τῶν ἱερῶν, ἂν κατακριθεῖ, μὴ
μετεχέτω τῶν μυστηρίων. περὶ τῶν διαφόρων. τὰ δὲ πίπτοντα διάφορα ἐκ τῶν μυστηρίων ἐγλεγόντω οἱ κατασταθέντες ὑπὸ
ζόμενα ἐν τῶι Καρνειασίωι, καὶ ἄν τινος ἔτι χρεία εἶ [παρὰ ταύτας τὰς] π̣οθόδους, φερόντω γράφοντες ῥη[τῶς ε]ἰ̣ς̣ ὃ ἂν χρεία εἶ, καὶ οἱ ἄρχον-
τες καὶ οἱ σύνεδροι δογματοποιείσθωσαν, ὅτι δεῖ τὸν ταμίαν [διδόμ]εν τὰ διάφορα. ἀπὸ δὲ τῶν πιπτόντων ἐκ τῶν μυστηρίων ἀποκαθι-
στάσθω τῶι ταμίαι τὰ διάφορα, καὶ ἀποδόντω γραφὰν τῶι ἐπιμελητᾶι, περὶ ὧν κα διοικήσωντι, καὶ ἔστωσαν ὑπόμαστροι, ἄν τι ἀδικήσωντι, κα-
ἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι. ὅταν δὲ ἐπιστελεσθεῖ ἐπιτελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν-
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐσόδους. θυμάτων παροχᾶς. οἱ ἱεροὶ μετὰ τὸ κα-
τασταθῆμεν προκαρύξαντες ἐγδόντω τὰν παροχὰν τῶν θυμάτων, ὧν δεῖ θύεσθαι καὶ παρίστασθαι ἐν τοῖς μυστηρίοις, καὶ τὰ εἰς τοὺς
ἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ Μεγάλοις
Θεοῖς δάμαλιν διετῆ σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν. ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα-
βέτω τὰ διάφορα καὶ παριστάτω τὰ θύματα εὐίερα καθαρὰ ὁλόκλαρα, καὶ ἐπιδειξάτω τοῖς ἱεροῖς πρὸ ἁμερᾶν δέκα τῶν μυστηρίων· τοῖς
δὲ δοκιμασθέντοις σαμεῖον ἐπιβαλόντω οἱ ἱεροί, καὶ τὰ σαμειωθέντα παριστάτω ὁ ἐγδεξάμενος· ἂν δὲ μὴ παριστᾶι ἐπὶ τὰν δοκιμασί-
αν, πρασσόντω οἱ ἱεροὶ τοὺς ἐγγύους αὐτὸ καὶ τὸ ἥμισυ, τὰ δὲ θύματα αὐτοὶ παρεχόντω καὶ ἀπὸ τῶν πραχθέντων διαφόρων κομισάσθωσαν
τὰν γενομέναν δαπάναν εἰς τὰ θύματα. τεχνιτᾶν εἰς τὰς χοριτείας. οἱ ἱεροὶ προγραφόντω κατ’ ἐνιαυτὸν τοὺς λειτουργήσοντας ἔν
τε ταῖς θυσίαις καὶ μυστηρίοις αὐλητὰς καὶ κιθαριστάς, ὅσους κα εὑρίσκωντι εὐθέτους ὑπάρχοντας, καὶ οἱ προγραφέντες λειτουργούντω
τοῖς θεοῖς. ἀδικημάτων. ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη-
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι-
πλοῦν τὸ κλέμμα, τῶν δὲ ἄλλων ἀδικημάτων ἐπιτίμιον δραχμὰς εἴκοσι· ἂν δὲ μὴ ἐκτίνει παραχρῆμα, παραδότω ὁ κύριος τὸν οἰκέταν τῶι ἀ-
δικηθέντι εἰς ἀπεργασίαν· εἰ δὲ μή, ὑπόδικος ἔστω ποτὶ διπλοῦν. περὶ τῶν κοπτόντων ἐν τῶι ἱερῶι. μηδεὶς κοπτέτω ἐκ τοῦ ἱεροῦ τόπου·
ἂν δέ τις ἁλῶι, ὁ μὲν δοῦλος μαστιγούσθω ὑπὸ τῶν ἱερῶν, ὁ δὲ ἐλεύθερος ἀποτεισάτω, ὅσον κα οἱ ἱεροὶ ἐπικρίνωντι· ὁ δὲ ἐπιτυχὼν ἀγέτω
αὐτοὺς ἐπὶ τοὺς ἱεροὺς καὶ λαμβανέτω τὸ ἥμισυ. φύγιμον εἶμεν τοῖς δούλοις. τοῖς δούλοις φύγιμον ἔστω τὸ ἱερόν, καθὼς ἂν οἱ ἱεροὶ
ἀποδείξωντι τὸν τόπον, καὶ μηθεὶς ὑποδεχέσθω τοὺς δραπέτας μηδὲ σιτοδοτείτω μηδὲ ἔργα παρεχέτω· ὁ δὲ ποιῶν παρὰ τὰ γεγραμ-
μένα ὑπόδικος ἔστω τῶι κυρίωι τᾶς τοῦ σώματος ἀξίας διπλασίας καὶ ἐπιτιμίου δραχμᾶν πεντακοσιᾶν, ὁ δὲ ἱερεὺς ἐπικρινέ-
τω περὶ τῶν δραπετικῶν, ὅσοι κα ἧνται ἐκ τᾶς ἁμετέρας πόλεος, καὶ ὅσους κα κατακρίνει, παραδότω τοῖς κυρίοις· ἂν δὲ μὴ παραδιδῶι ἐξέ̣σ̣-
τω τῶι κυρίωι ἀποτρέχειν ἔχοντι. περὶ τᾶς κράνας. τᾶς δὲ κράνας τᾶς ὠνοιμασμένας ὠνομασμένας διὰ τῶν ἀρχαίων ἐγγράφων Ἅγνας καὶ τοῦ γε[γε]-
νημένου ποτὶ τᾶι κράναι ἀγάλματος τὰν ἐπιμέλειαν ἐχέτω Μνασίστρατος, ἕως ἂν ζεῖ, καὶ μετεχέτω μετὰ τῶν ἱερῶν τᾶν τε θυσι-
ᾶν καὶ τῶν μυστηρίων, καὶ ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι τραπεζῶντι, καὶ τῶν θυμάτων τὰ δέρματα λαμβανέτω Μνασίστρατος,
τῶν τε διαφόρων, ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι προτιθῆντι ἢ εἰς τὸν θησαυρόν, ὅταν κατασκευασθεῖ, ἐμβάλωντι, λαμβανέτω Μνα-
σίστρατος τὸ τρίτον μέρος· τὰ δὲ δύο μέρη, καὶ ἄν τι ἀνάθεμα ὑπὸ τῶν θυσιαζόντων ἀνατιθῆται, ἱερὰ ἔστω τῶν θεῶν. ὁ δὲ ἱερεὺς καὶ οἱ ἱε-
ροὶ ἐπιμέλειαν ἐχόντω, ὅπως ἀπὸ τῶν διαφόρων ἀναθέματα κατασκευάζηται τοῖς θεοῖς, ἃ ἂν τοῖς συνέδροις δόξει. θησαυρῶν κατασκευ-
[ᾶ]ς. οἱ ἱεροὶ οἱ κατεσταμένοι ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει ἐπιμέλειαν ἐχόντω μετὰ τοῦ ἀρχιτέκτονος, ὅπως κατασκευασ-
[θ]ῆντι θησαυροὶ λίθινοι δύο κλαικτοί, καὶ χωραξάντω τὸν μὲν ἕνα εἰς τὸν ναὸν τῶν Μεγάλων Θεῶν, τὸν δ’ ἄλλον ποτὶ τᾶι κράναι, ἐν ὧι ἂν τόπ-
ωι δοκεῖ αὐτοῖς ἀσφαλῶς ἕξειν· καὶ ἐπιθέντω κλᾶϊκας, καὶ τοῦ μὲν παρὰ τᾶι κράναι ἐχέτω τὰν ἁτέραν κλᾶϊκα Μνασίστρατος, τὰν δὲ ἄλ̣-
λ̣αν οἱ ἱεροί, τοῦ δὲ ἐν τῶι ναῶι ἐχόντω τὰν κλᾶϊκα οἱ ἱεροί, καὶ ἀνοιγόντω κατ’ ἐνιαυτὸν τοῖς μυστηρίοις καὶ τὸ ἐξαριθμηθὲν διάφορον ἐ[ξ]
ἑκατέρου τοῦ θησαυροῦ χωρὶς γράψαντες ἀνενεγκάντω· ἀποδόντω δὲ καὶ Μνασιστράτωι τὸ γινόμενον αὐ[τῶι] διάφορον, καθὼς ἐν τ[ῶι]
διαγράμματι γέγραπται. ἱεροῦ δείπνου. οἱ ἱεροὶ ἀπὸ τῶν θυμάτων τῶν ἀγομένων ἐν τᾶι πομπᾶι ἀφελόντες ἀφ’ ἑκάστου τὰ νόμι̣[μα]
τοῖς θεοῖς [τὰ λοι]πὰ κρέα καταχρησάσθωσαν εἰς τὸ ἱερὸν δεῖπνον μετὰ τᾶν ἱερᾶν καὶ παρθένων, καὶ παραλαβόντω τόν τε ἱερῆ
[καὶ τὰ]ν̣ ἱέρεαν κ[αὶ τὰ]ν ἱέρεαν τοῦ Καρνείου καὶ Μνασίστρατον καὶ τὰν γυναῖκα τε καὶ τὰς γενεὰς αὐτοῦ καὶ τῶν τεχνιτᾶν τοὺς λει-
[το]υ̣[ργή]σαντας [ἐν τα]ῖς χορείαις καὶ τᾶν ὑπηρεσιᾶν τοὺς λειτουργοῦντας αὐτοῖς· καὶ εἰς τὰ λοιπὰ δαπανάματα μὴ πλεῖον ἀνάλωμα
[π]οιοῦν̣τ̣ες δραχμᾶν ․․․․․․․․․․ vacare videtur ἀγορᾶς. οἱ ἱεροὶ τόπον ἀποδειξάντω, ἐν ᾧ πραθήσεται πάντα· ὁ δὲ ἀγορανόμος ὁ ἐπὶ πόλεος 〚επι〛
ἐ̣πιμέλειαν ἐχέτω, ὅπως οἱ πωλοῦντες ἄδολα καὶ καθαρὰ πωλοῦντι καὶ χρῶνται σταθμοῖς καὶ μέτροις συμφώνοις ποτὶ τὰ δαμόσια, καὶ
μὴ τασσέτω μή̣[τ]ε̣ πόσου δεῖ πωλεῖν, μηδὲ καιρὸν τασσέτω μηδὲ πρασσέτω μηθεὶς τοὺς πωλοῦντας τοῦ τόπου μηθέν· τοὺς δὲ μὴ πω-
λοῦντας καθὼς γέγραπται, τοὺς μὲν δούλους μαστιγούτω, τοὺς δὲ ἐλευθέρους ζαμιούτω εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱε-
[ρῶν]. vac. ὕδατος. ἐχέτω δὲ ἐπιμέλειαν ὁ ἀγορανόμος καὶ περὶ τοῦ ὕδατος, ὅπως κατὰ τὸν τᾶς παναγύριος χρόνον μηθεὶς κακοποιεῖ μήτε
[τὸ β]ή̣λημα μήτε τοὺς ὀχετοὺς μήτε ἄν τι ἄλλο κατασκευασθεῖ ἐν τῶι ἱερῶι χάριν τοῦ ὕδατος, καὶ ὅπως, καθὼς ἂν μερισθεῖ, ῥεῖ τὸ ὕδωρ καὶ μη-
[θ]ε[ὶς ἀ]ποκωλύει τοὺς χρωμένους· ἂν δέ τινα λαμβάνει ποιοῦντά τι τῶν κεκωλυμένων, τὸν μὲν δοῦλον μαστιγούτω, τὸν δὲ ἐλεύθερον̣
[ζαμιούτω] εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. ἀλείμματος καὶ λουτροῦ. ὁ ἀγορανόμος ἐπιμέλειαν ἐχέτω, ὅπως οἱ θέλοντες
[βαλανεύε]ιν ἐν τῶι ἱερῶι μὴ πλεῖον πράσσωντι τοὺς λουομένους δύο χαλκῶν καὶ παρέχωντι πῦρ καὶ μάκραν εὔκρατον καὶ τοῖς κατακλυ-
[ζομένοις ὕ]δωρ εὔκρατον, καὶ ὅπως ὁ ἐγδεξάμενος τῶν ξύλων τὰν παροχὰν εἰς τὸ ἀλειπτήριον παρέχει ξύλα ξηρὰ καὶ ἱκανὰ τοῖς ἀλει-
[φομένοις] κατ’ ἀμέραν ἀπὸ τετάρτας ὥρας ἕως ἑβδόμας. δοῦλος δὲ μηθεὶς ἀλειφέσθω. οἱ δὲ ἱεροὶ ἐγδιδόιντω ἐγδιδόντω τὰν παροχὰν τῶν ξύλ̣[ω]ν̣
[τῶν εἰς τ]ὸ̣ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορ̣α̣νό-
[μος, τ]ὸν δὲ ἐλεύθερον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. συνέσιος ἀναφορᾶς. οἱ ἱε-
[ροὶ ὅ]σ̣α̣ κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶ
[εἰς τ]ὸ̣ν οἶκον τὸν ἐν τῶι ἱερῶι, οὓς ἂν κατακρίνωντι καὶ ἐπὶ ποίωι ἀδικήματι. ἀντίγραφον ἔχειν τοῦ διαγράμματος. οἱ κατεσταμέ-
[νοι ὥ]στε γράψαι τὸ διάγραμμα, καθὼς ἂν δοκιμασθεῖ, δόντω τοῖς νομοδείκταις ἀντίγραφον. οἱ δὲ λαβόντες ἐπιδεικνυόντω τῶι
[χρε]ί̣α̣ν ἔχοντι. καὶ ἐν τοῖς μυστηρίοις συνλειτουργούντω τοῖς ἱεροῖς καὶ ὁ κᾶρυξ καὶ αὐλητὰς καὶ μάντις καὶ ἀρχιτέκτων.
[τᾶς κατα]στάσιος τῶν δέκα. οἱ δαμιοργοὶ τοῦ ἕκτου μηνὸς τᾶι δωδεκάται, πρὸ τοῦ τὸν κλᾶρον τῶν ἱερῶν
[κ]αὶ τᾶν ἱερᾶν γί-
νεσθαι, ἀποδόντ[ω]
φέροντες, ἐξ ὧν γέ-
γραπται τοὺς ἱεροὺς
κλαροῦσθαι· τοὺς δὲ
τῶν συνέδρων τὸν
ὅρκον, ὃν οἱ ἱεροὶ ὀμν[ύ]-
οντι. ἐχόντω δὲ οἱ κα-
μυστήρια. προγρα-
φόντω δὲ ἐκ τῶν ἱε-
ρῶν καὶ ῥαβδοφόρους
θέτους ὑπάρχοντας
καὶ τῶν μὴ ὄντων ἱε-
ρῶν· καὶ οἱ προγραφέν-
νεσθαι, συναγόντω
οἱ δέκα πάντες τοὺς ἱ-
ερούς, καὶ καθὼς τοῖς
πλειόνοις δόξαι, ἐπιτε-
- IG V,1 1396
- Lakonia and Messenia (IG V,1) : Messenia
πρώτη γε̣[νομένη — —]
αὐτῆς ἱέ[ρεια — — —]
vac. ἀν[έθηκεν].
- IG V,1 1405
- Lakonia and Messenia (IG V,1) : Messenia
[— — — — — — — — — —]· τ̣ούτ̣ω δ̣[ὲ — — —]
[— — — παρὰ τὰν] ὄχ̣θαν τῶ Βουτ[ιείω — —]
[— — — — — — Βο]υτιείω̣ι ἐν τῶ[ι — — — —]
[— — — ταῖν Βο]υ̣τιείαιν κ̣ράν[αιν — — — —]
[— — — — — ἄν]τρωι ὅρον ἐν̣εκό[ψαμες· — —]
- IG V,1 1538
- Lakonia and Messenia (IG V,1) : Messenia
εὐτυχῆ, Θεόδο[τε]
Λε[β]έδιε, ὁ θεὸς
εὔπλοιάν σοι δοί[η]
- IG V,1 1552
- Lakonia and Messenia (IG V,1) : Messenia
[ε]ὐτυχῆ Εἰρή[νῃ]
ΙΜΦΙΕ[— — — — —]
ΩΝΤΕ[— — — — —]
- IG V,1 1421
- Lakonia and Messenia (IG V,1) : Messenia
[θε]ό̣ς̣.
ε̣[ἴ] τίς κα ἐσάγηι εἰς τὰν τῶν Κυπαρισσιέ-
ω̣ν χώραν, ἐπεί κα ἐξέληται τὰ ἐμπόρια, ἀπ[ο]-
- IG V,1 1427
- Lakonia and Messenia (IG V,1) : Messenia
[τα καὶ τὰ ἴδια τῶν Μεσσανίων εὐεργ]ετικώτατα, αὐτός τε ἀπὸ τᾶς πρώτας ἁλ̣ι̣%⁸¹-
[κίας διετέλει φιλοτιμούμενος πιστῶς] τε καὶ καθαρῶς, τὰν νεότατα παρεσχημέ-
[νος τᾶς πρεσβύτατος ἀσφαλεσ]τέραν οὔτε πίστει περὶ τῶν ἐνχειρισθέντων
[ψαι τόδε τὸ ψάφισμα καὶ ἀναγορεύ]εσθαι αὐτῶι κατ’ ἐνιαυτὸν ὑπὸ τοῦ ἀγωνοθέ-
[του τῶν — — τὰς ἐψαφισμένας τιμάς· καὶ π]αρισ̣τ̣α̣νέτω καὶ θῦμα ὁ ἱερε̣ὺς πα̣ρὲκ τᾶς π̣όλ̣ι̣-
[ος — — — — — — — — — — — — — — — — — — — — — κα]ὶ π̣άντ̣ε̣ς̣ ο̣ἱ̣ τ̣ὰ̣ν̣ πόλιν κα̣τ̣[οικοῦν]-
- IG V,1 1428
- Lakonia and Messenia (IG V,1) : Messenia
[τω ὁ] ταμίας, ὅπως ἀναγραφὲν τὸ̣ [ψήφισμα τόδε ἀνατε]-
[θῆ]ι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνο[ς. τὸν δὲ ταμίαν τὸ ἀνάλωμα]
[τὸ] ἐ̣σόμενον δοῦναι καὶ ἀναφέρειν̣ [ἐν τῶι λόγωι. τὴν δὲ ἐπιστολὴν]
- IG V,1 1429
- Lakonia and Messenia (IG V,1) : Messenia
[․․․ τῶν] Μεσσανίων πε[— — — — — — — — — —]
[— — — — —] τὸ ἱερὸ[ν τᾶ]ς [— — — — — — — —]
vacat
- IG V,1 1431
- Lakonia and Messenia (IG V,1) : Messenia
[θεν — — — — ὡς πόδες —ʹ· κἀκεῖθεν — — — ὡς πόδες —ʹ — — ὅρος εἰ]κ̣οστὸς ἕβδομος ἐτέθη ἐπιγραφὴν ἔχων πρὸς ἀνατο-
[λὴν "ὅρος Λακεδαίμονι πρὸς Μεσσήνην"· ἀπὸ τοῦδε κατὰ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὑψ]ίστου καὶ τὸ Ὕσιον ὡς πόδες π ω ἐπὶ ὅρον εἰκοσ-
[τὸν ὄγδοον, ὃς ἐτέθη — — — — — ἐπιγραφὴν ἔχων ἐπ’ ἀριστερὰ(?) κα]τ̣α̣βαίνουσιν "ὅρος Μεσσήνῃ πρὸς Λακεδαίμονα"· ἀπὸ
ἀπὸ τῆσδε ὑπ̣[ὲρ τὸν κρ]η̣μνὸν ὡς πόδες ϟ ἐπὶ πέτραν ἐπεγράφη Ο καὶ Ρ ἐν μέσῳ καὶ Λ v κ̣αὶ Μ· ἀπὸ τῆσδε κατὰ τὸ ἀ-
πόκρημνον ἐ̣[πὶ τὸ ἱ]ερόν, ὃ προσονομάζουσιν Ἀρτέμιτος Λιμνάτιος, ὅ ἐστιν ὑπὲρ τὸν χειμάρ̣ρ̣ουν, ὃν προσονομάζουσιν
Χοίρει̣ον, ὃς ὁρίζει Μεσσήνῃ καὶ Λακεδαίμονι πρὸς Ἐλευθερολάκω̣νας.
Τ(ίτος) Φλαούιος Σεβαστοῦ Οὐεσπασιανοῦ ἀπελεύθερος Μονόμιτος χωρομέτρης τοὺς π̣ρογεγραμμένους
ὅρους ἀντιβαλὼν ὑπέγραψα Δέκμῳ Ἰουνίῳ Πρείσκῳ Λ(ευκίῳ) Καιειονίῳ Κομόδῳ ὑπά̣τοις πρὸ ιθ Καλαν-
δῶν Ἰανουαρίων ἐν Πάτραις. Δ̣
- IG V,1 1432
- Lakonia and Messenia (IG V,1) : Messenia
ἐπεὶ Ἀριστοκλῆς ὁ γραμματεὺς τῶν συνέδρων παραλαβὼν τὰν ἐμπιστευ̣θ̣εῖσαν ἀρχὰν αὐτῶι ὑ̣[πὸ]
τῶν ἀρχόντων καὶ συνέδρων ἐποιεῖτο πρόνοιαν εὐθέως τοῦ τάν τε πόλιν καὶ τοὺς κατοικοῦντας αὐτὰν φυ[λά]-
ξαι καθηκόντως, ὅσον ἐπ’ αὐτῶι, καὶ πρῶτον μὲν ἐπιμέλειαν ἐποιήσατο τοῦ πάντας τοὺς τᾶς πόλεος χ̣[ει]-
- IG V,1 1434a
- Lakonia and Messenia (IG V,1) : Messenia
[— — — — — —]ιεφ̣[— — —]
[— — — — δρ]αχμα̣[— — —]
- IG V,1 1449
- Lakonia and Messenia (IG V,1) : Messenia
Σεβαστοῦ ἀπόγονον Καίσαρα Σεβαστόν,
Γερμανικόν, ἀρχιερέα, δημαρχικῆς ἐξουσία̣[ς],
Αὐτοκράτορα, vac. Κλεόφατος Ἀριστέως φιλόκαι-
σαρ, ὁ ἱερεὺς α̣ὐτο̣ῦ̣ πρῶτος καὶ ἱερεὺς Ῥώμης
καὶ γραμμ̣α̣τ̣ε̣ὺς συνέδρων καὶ ἀγορανόμος,
- IG V,1 1450
- Lakonia and Messenia (IG V,1) : Messenia
βαστοῦ υἱωνόν, Καίσαρα
Σεβαστόν, Γερμανικόν, ἀρχι-
ερέα μέγιστον, δημαρχικῆς
ἐξουσίας, Αὐτοκράτορα, vacat
Τιβέριος Κλαύδιος Διονυσίου υἱὸς
Ἀριστομένης ἱερεὺς αὐτοῦ καὶ
[ἱερεὺς Ῥώμης] καὶ ἀγ̣ορ̣α̣ν̣όμ̣ος, vacat
[ἀνέθηκεν ὑπὲρ τὴν πό]λ̣ιν̣ προσαγγεί-
- IG V,1 1451
- Lakonia and Messenia (IG V,1) : Messenia
τος Τιβ(ερίου Κλ(αυδίου) Σαιθίδα Καιλια-
νοῦ τοῦ ἀρχιερέως αὐ-
τῶν διὰ βίου καὶ ἑλλαδάρ-
- IG V,1 1455
- Lakonia and Messenia (IG V,1) : Messenia
Τιβ(έριος) Κλ(αύδιος) Σαιθίδας Καιλλιανός Καιλιανός,
ἀρχιερεὺς τῶν Σεβαστῶν
διὰ βίου καὶ ἑλλαδάρχης ἀπὸ
- IG V,1 1458
- Lakonia and Messenia (IG V,1) : Messenia
Φλαουΐαν Κλε․․․․
φ̣αν ἱέρειαν Λιμν[άτιδος]
Ἀρτέμιτος κατὰ γέ̣[νος]
- IG V,1 1462
- Lakonia and Messenia (IG V,1) : Messenia
Μᾶρκος Καίσιος Γάλλος ταμίας καὶ ἀντιστράταγος ἐ̣π̣ε̣σκεύασεν
τὰς στοὰς τὰς τέσσαρας τοῦ Ἀσκλαπιείου καὶ τὰς ὑπερκειμένας πα-
ραστάδας τὰς κατὰ τὸ Καισαρῆον, δόντων εἰς τὰν ἐπισκευὰν τῶν ὑπογε-
- IG V,1 1467
- Lakonia and Messenia (IG V,1) : Messenia
[ἐπὶ ἱερ]έος Ζευξιδάμου ἔτου[ς — —],
ἀγωνοθέτης
[Ἀγ]ά̣πητος Ἀγαπήτου,
ἱεροθύται
[Ἀπολλ]ώνιος Ἀγαπήτου,
- IG V,1 1468
- Lakonia and Messenia (IG V,1) : Messenia
ριαʹ.
ἐπὶ ἱερέος τοῦ
Διὸς τοῦ Ἰθω-
ος Σύμφορος,
ἱεροθύται
Γ(άϊος) Κάσιος Σωζο-
- IG V,1 1469
- Lakonia and Messenia (IG V,1) : Messenia
ἐπὶ ἱερέως Κρεσφόντου τοῦ Ͻ ἔτους ρνζʹ.
ἀγωνοθέτης
Τιβ(έριος) Κλαύδιος, Κρισπιανοῦ υἱός, Ἀριστομένης, vacat
ἱεροθύται
Ἀριστόβουλος Ἀριστοβούλου, Νόβιος Αἰλιανός,
- IG V,1 1480
- Lakonia and Messenia (IG V,1) : Messenia
[— —] vac. χαίρ̣ε̣τ̣[ε].
[— — —]ς Λυσοὶ ἱερά. vacat
vacat
- IG V,1 1498
- Lakonia and Messenia (IG V,1) : Messenia?
[μον, ζ]α̣μιούσθω ὑπὸ τᾶς θοιναρμοσ̣[τρί]-
[α]ς̣ ΗΗ ἱεραῖς τᾶς Δάματρος· θ̣ηρήτω [δὲ]
ἁ θοιναρμόστρια καὶ ταὶ ἱεραὶ καὶ τᾶν ἀ[λ]-
λᾶν ἁ ἐπιτυχῶσα· εἰ δέ κα ἁ θοιναρμό%⁸¹-
σ̣τρια ποθιῆι πὰρ τὸν νόμον τινὰ ποιῆν ἢ αὐ̣-
τ̣ὰ παρνομεῖ, ἀποτεισάτω ΗΗ ἱερὰς τᾶς Δ[ά]-
ματρος· τοὶ δὲ βίδυιοι πράξαντες τὸ ἐπιζά-
- IG V,2 3
- Arkadia (IG V,2)
(I) τὸν ℎιερὲˉν πέντε καὶ εἴκοσι οἶς νέμεν καὶ ζεῦγο-
ς καὶ αἶγα· εἰ δ’ ἂν καταλλάσσεˉ, ἰνφορβισμὸν ἐ͂ναι· τ-
ὸν ℎιερομνάμονα ἰνφορβίεν· εἰ δ’ ἂν λευτὸν μὲˉ ἰνφ-
ορβίε̄, ℎεκοτὸν δαρχμὰς ὀφλὲν ἰν δᾶμον καὶ κάταρ-
ϝον ἐ͂ναι ⋮⋮ (II) τὸν ℎιεροθύταν νέμεν ἰν Ἀλέαι ὅ,τι ἂν ἀ-
σκεˉθὲˉς ἐ͂, τὰ δ’ ἀνασκεˉθέα ἰνφορβίεν, μὲˉ δ’ ἐσπερᾶσα-
ι πὰρ ἂν λέγεˉ ℎιεροθυτές· εἰ δ’ ἂν ἐσπεράσεˉ, δυόˉδεκ-
ο δαρχμὰς ὀφλὲν ἰν δᾶμον. ⋮⋮ (III) τᾶς τριπαναγόρσιος τ-
μὲˉ ἰν τοῖ περιχόˉροι· εἰ δ’ ἂν ἰν τοῖ περιχόˉροι, ἰνφο-
ρβίεν ⋮⋮ (IV) ἰν Ἀλέαι μὲˉ νέμεν μέˉτε ξένον μέˉτε ϝαστὸν
εἰ μὲˉ ἐπὶ θοίναν ℎίκοντα, τοῖ δὲ ξένοι καταγομέν-
ἂν πὰρ τάνυ νέμεˉ, τὸ μὲν μέζον πρόβατον δαρχμὰν ὀ-
φλέν, τὸ δὲ μεῖον ἰνφορβίεν ⋮⋮ (V) τὰ ℎιερὰ πρόβατα μὲˉ
νέμεν ἰν Ἀλέαι πλὸς ἁμέραυ καὶ νυκτός, εἰκ ἂν διε-
λαυνόμενα τύχεˉ· εἰ δ’ ἂν νέμεˉ, δαρχμὰν ὀφλὲν τὸ πρό-
ν ὀδελὸν ϝέκαστον, τᾶν συο͂ν δαρχμὰν ϝεκάσταυ, ε[ἰ]
μὲˉ παρℎεταξάμενος τὸς πεντέˉκοντα ἒˉ τὸς τριακα̣-
σίος. ⋮⋮ (VI) εἰκ ἐπὶ δο͂μα πῦρ ἐποίσεˉ, δυόˉδεκο δαρχμὰς̣
ὀφλέν, τὸ μὲν ἕˉμισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισυ τοῖς̣ ℎιερ[ο]-
μνάμονσι ⋮⋮ (VII) εἰκ ἂν παραμαξεύεˉ θύσθεν τᾶς κελε[ύθ]-
οˉ τᾶς κακειμέναυ κατ’ Ἀλέαν, τρῖς ὀδελὸς ὀφλὲ[ν ἀν]-
τὶ ϝεκάσταυ, τὸ μὲν ℎέ̄μισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισ[υ τοῖ]-
ς ℎιερομνάμονσι ⋮⋮ (VIII) τᾶι παναγόρσι τὸς ℎιερ[ομνάμ]-
ονας ἀρτύεν τὰ ἰν ταῖς ἰνπολαῖς πάντα τἆ[λλα(?) ⋮⋮ (IX) τ]-
ὸς δαμιοργὸσς̣ τὸν κόπρον τὸν ἀπυδόσμ[ιον ἐξάγε]-
[ν] τᾶι ℎεβδόμαι το͂ Λεσχανασίοˉ μεˉνός· [εἰ δὲ μέˉ, δαρχ]-
[μὰ]ν ὀφλέν ⋮⋮ (X) τὸν Παναγόρσιον με͂να τὸν̣ ․․․․9․․․․
- IG V,2 4
- Arkadia (IG V,2)
vacat
[— — — — ἐς τοῖ ἱ]εροῖ ἐξίεν· τὸ δ’ ἰερὸγ καθᾶραι
[— — — — — — — τ]ᾶ δὲ ὑστέραι ἰμπλατίαι ἱλάσκεσθαι
[— — — — — — — —]τον ἄρσενα [εἴ τις ἂν] ἦι [π]ὸς θηλέαι
[— — — — — — — θε]αρῶν καὶ ἱερέων κ̣[αὶ ἱε]ρομναμόνων
[— — — — — — — μ]ηδὲν ἀπέχεν τὸς ὀρ[χη]στὰς
[— — — — — — — —]․Λ[․․․ καθ]αρὸν ἦναι. εἰ λέλαθε
[— — — — — — — —]α̣ εἴτε ἰν ἱεροῖ εἴτε ἰν ὁσίοι
[— — — — — — — μέ]στε ζατὸν ἔοι αμοινα λ̣[— —]
- IG V,2 6
- Arkadia (IG V,2)
ἡμίσσοι τᾶς ζαμίαυ, κὰ τὰ αὐτὰ δὲ καὶ εἰκ ἄν̣ τ̣ις
πλέον ἢ δύο ἔργα ἔχη τῶν ἱερῶν ἢ τῶν δαμ[ο]σίων
κατ’ εἰ δέ τινα τρόπον, ὅ,τινι ἂμ μὴ οἱ ἁλιαστα[ὶ]
ἔργον τι ποσκατυβλάψη τι ἄλλυ τῶν̣ ὑπαρχόντων
ἔργων εἴτε ἱερὸν εἴτε δαμόσιον εἴτε ἴδιον
πὰρ τὰν σύγγραφον τᾶς ἐσδοκαῦ, ἀπυκαθιστάτω
—————
κατυστάση, τὰ ἐπιζάμια ἀπυτειέτω, κατάπερ
ἐπὶ τοῖς ἄλλοις ἔργοις τοῖς ὑπεραμέ̣ροις τέτακ̣τοι.
τὸς ἐπισυνισταμένος ταῖς ἐσδοκαῖς γέγραπ̣τ̣ο̣[ι]·
ὅ,τι δ’ ἂν ἐσδοθῆ ἔργον εἴτε ἱερὸν εἴτε δαμόσι[ον],
ὑπάρχεν τὰγ κοινὰν σύγγραφο̣ν̣ ταν[ν]ὶ κυρί[αν]
π̣ὸς τᾶ̣ι̣ ἐ̣πὲς τοῖ ἔργοι γεγραμμ[έναι σ]υ̣γγράφ[οι].
[— — — — — — — — — — — — — — — — —]Ι̣Ε̣․․Τ̣Ι̣Ι̣Ι̣ τυ[—]
[— — — — — — — — — — —]τον Ἀριστοκλέος τῶ
[— — — — — — — — —]ταῦ Σακλείδαυ̣ 68 dr. Στασίαυ̣
[— — — — — — — —]2 cha. ἐφ’ ἱερῖ Σαϊτίοι· ταμίαι στρα-
[ταγῶν τῶν περὶ —]εξίας Θρασυ[κ]λῆς Ἐπιτέλης
[— ἀπέδωκαν τᾶι ἐ]π̣ιετείαι τᾶι ἐφ’ ἱερῖ Λίσωνι τοῖσδε
[ἔπαθλα· — — — —]έωνος 3 mn., 34? dr., 1 1/2 ob. [Ἀσ]τυκλέος
[— — — — — — —] παίδων 22 dr., 4 1/4 ob. Ἱ̣ε̣ροκλέος 31 dr.
[— — — — — — —]1 mn., 59 dr., 4? ob. Λεοντία[υ] 57 dr.[1 dr.]2 1/2 ob.
[— — ὁ δεῖνα, — —]ίμων, Εὐρυβιάδας ἀπέδωκ[αν]
[τᾶι ἐπιετείαι τᾶι ἐ]φ’ ἱερῖ Σαϊτίοι τοῖσδε ἔπαθλΟα ἔπαθλα·
[— — — — — — — — —]15? dr., 2 1/4 ob., 2 cha. Μεγακλῖ 12 dr., 1 1/2 ob. Γοργύθοι 5 dr.
[— — — — — — — — — —]υμέδοντι 3? mn., 1 dr., 2 1/2 ob. Μαντία̣ι 5? dr., 2 ob.
[— — — — — — — — — — — —]Ι̣ΕΙ̣ΩΤΑΙ̣․․․5 dr., 1/2 ob. [Ὀ]ν̣ασίμω 1 ob.
[— — — — — — — — — — —] ἀπέδωκαν σ̣ι̣· Εὐφάης vac.
8 dr., 1 1/2 ob. [Π]όλλιδος 3 mn.〚— — — — — — — — — — — — — —〛
ἱερὴς Ἄ[σ]τυλλος· τῶ ταλάντω τῶ ἁ πόλις ἀπυδίει,
ἀπυδώσονσι τῶ ἔτεος τῶ ἐπὶ Δαμοστράτοι τοῖ
[ὅσω ποσε]δεόμεθα τῶ ἐς τοῖ ἔτι τοῖ ἐπὶ Δαμοστρά-
[τοι, ἀπυδ]ώσονσι δὲ ἐφ’ ἱερῖ Ἀστύλλοι τοῖσδε
[— — — — — αὐ]τῶν· τ̣ρ̣ί̣ταυ· Νικαρέταυ 2 mn., 22 dr., 2 ob.15? dr.
- IG V,2 10
- Arkadia (IG V,2)
θεός.
ἐπὶ Σωστράτωι ἱερεῖ ἔδοξε τῶι δάμωι τῶν
Τεγεατᾶν· Δαμάτριον Δαματρίω Αἰτωλὸν πρό-
- IG V,2 20
- Arkadia (IG V,2)
[να — — — — — — — — — — — — — — — πεποίη]τ[α]ι ἀξίαν̣ [α]ὐσαυτοῦ τε κα̣[ὶ]
[τᾶς πόλεως — — — — — — — — — — — — — ἀπο]δ̣ε̣[ιχ]θεὶς δὲ καὶ ἱερεὺς τᾶς
[Ἀθάνας τᾶς Ἀλέας ․․․․․․c.16․․․․․․ τ]οὺς ἔτα̣ς̣ π̣άντας τοὺς ἐν τᾶι
- IG V,2 26
- Arkadia (IG V,2)
[․․․․c.12․․․․ ἐπαινέσαι μὲν] Γ̣άϊον Ἀσίνιον Φ̣ή̣λε̣ι̣[κα]
[ἐπί τε τῇ ἀρετῇ καὶ εὐνοίᾳ αὐτ]οῦ ᾗ ἔχων διετέλεσεν̣
[εἰς ․․․․․․․․c.21․․․․․․․․․]α̣ς, ἄγειν δὲ αὐτοῦ κα[ὶ]
- IG V,2 36
- Arkadia (IG V,2)
[—]ν̣υ[— — —]
[ἱερὴς — — — — — —]·
[ἐπ’ Ἀθαναίαν· πολῖται]·
vacat
ἱερὴς Δαμόστρατος·
Κραριῶται· πολῖται·
․․․․․․․․τ․ταταυ
ἱερὴ[ς] Σωκρέτη[ς]·
Ἱπποθοῖται· πολῖται·
Γόργιππος Γόργιος
Ἱέρων Ἵππωνος
Τελέστας Πάχων̣[ος]
Δαμοκλῆς.
ἱερὴς Φιλόδαμος·
ἐπ’ Ἀθαναίαν· πολῖτ[αι]·
Νικίας Ἀλκισθέν[εος]
Καλλιπάτας Ἱερο[— —]
Καράνιος Αἰσχρω[ν— —].
Σωσικράτης Καλλί[αυ]·
ἱερὴς Τιμοκρέτη[ς]
Κραριῶ[ται· π]ολῖται·
- IG V,2 38
- Arkadia (IG V,2)
[ἱερὴς ὁ δεῖνα]·
[ἐπ’ Ἀθ]αναίαν·
vacat
Καλλικρέτης Ἱέρωνος
Θεότιμος Θεοτίμω
- IG V,2 40
- Arkadia (IG V,2)
[Κ]λέας Φίλωνος, Ἑρμαῖο[ς — — —]
[οἵ]δ’ ἔλαχον αἶσαν ἐφ’ ἱερ[εῖ — —]·
[Κραριῶται]· Ἀγαθίας
- IG V,2 41
- Arkadia (IG V,2)
Τ̣ε[— — —]
Ἱερο[— —]
[οἵδ’ ἔλαχον] αἶσαν ἐφ’ ἱερεῖ
[— — — ἐπ’] Ἀθαναίαν· πολῖται·
- IG V,2 49
- Arkadia (IG V,2)
ἔ̣τους ρ καὶ θ
ἱερεύς·
Ἄτταλος Ἀνθεσφόρου,
ὑφιερεύς·
Τιβ(έριος) Κλαύδιος Πρῶτος,
- IG V,2 50
- Arkadia (IG V,2)
ἔτ̣ους μβ ἀπὸ τῆς θεοῦ Ἁδρια̣ν̣οῦ ἰς τὴν Ἑλλάδα παρουσί-
ας, ἱερέως δὲ τῆς Ἀλέας Ἀθηνᾶ〚ς Σωτη〛ρᾶ τοῦ Μάρκου, γυμνασιαρχή-
σας Τιβ(έριος) Κλαύδιος Ἄμυκος ἀνέγραψεν ὑπογυμνασίαρχον Γ(άϊον) Ἰούλι-
- IG V,2 55
- Arkadia (IG V,2)
Σωτήριχος Ὀνησιφόρου,
Κοκκαίειος,
Ἀντῶνις Ἡρακλᾶ,
Ἀντέρως Τυχέου,
Ἱέρων Ὀνησιφόρου,
Σωτηρᾶς Σωτηρᾶ,
- IG V,2 91
- Arkadia (IG V,2)
[— — — —] τῆνον [— — — — — — —]
[— — —]Ρατρι? ΤΑΙΕ[— — — — —]
[— — —]ΛΙΝΒΟΥ
- IG V,2 92
- Arkadia (IG V,2)
Ν̣․․ΛΝ[—]Ο[— — — — —]ΛΟ̣․․
Γ̣․[— —]ΙΙΕΣΛ[— — — — —]
Ι․[— — — — — — —]ΩΙ̣Ν
- IG V,2 113
- Arkadia (IG V,2)
[τοῖ]ς Πανσιτιμ-
[ίδαι]ς προℎέδρ-
[α] κἐˉπὶ τἀτέρο-
[ι] ἀγο͂νι.
τοῖς Πανσιτιμίδαις ⋮ προℎέδρα
τ[ε]ῖδένυ κἐˉπὶ θἀτέροι ἀγο͂νι.
- IG V,2 115
- Arkadia (IG V,2)
Ἁγησίδαμος Ἁγησιστράτω ἱερὴς γενόμεν[ος ․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]
τὰν πόλιν πάνσαν καὶ πρόξενος καὶ εὐερ[γέτας ․․․․․․․․․․․c.27․․․․․․․․․․․․].
- IG V,2 142
- Arkadia (IG V,2)
Νέμεα παῖδας δόλιχον,
Ἀσκλαπίεια παῖδας δόλιχον,
Ἀλέαια παῖδας δόλιχον,
Νέμεα παῖδας δόλιχον,
Ἀσκληπίεια παῖδας δόλιχον,
Ἀλέαια παῖδας δόλιχον,
- IG V,2 151
- Arkadia (IG V,2)
ἀνθύπατον Σικελίας ὕπατον,
ἱερέα ἐν τοῖς Αὐγουσταλίοις,
ἱερέα ἐν τοῖς ιε ἀνδράσιν,
ἀνθύπατον Ἄφρικος(!) Μ(ᾶρκος) Πομ-
- IG V,2 156
- Arkadia (IG V,2)
χρυσείης Ἀλέου γενέθλης ἔτι λείψανον ἐσθλόν,
ἀνέρα μητιέτην, υἱὸν Ἀριστομένους,
Εὔτυχον ἡ κρατερὴ Τεγέης πόλις, ὧν χάριν αὐτὴ[ν]
- IG V,2 159
- Arkadia (IG V,2)
ἐ͂μεν ⋮ ἐπεί κα πέντε ϝέτεα ⋮
ℎε̄βο͂ντι ∙ αἰ δέ κα μὲˉ γένεˉτ̣α-
ι τέκνα, το͂ν ἐπιδικατο͂ν ἐ͂μεν,
- IG V,2 173
- Arkadia (IG V,2)
[οἵδε δ’ ἐπε]ιγόμενοι πατέρων κλέος ἶσον [ἀρέ]σθαι
[γυίοις ․․] γαίαν ἀμφιέσαντο κόνιν. vac.
Εὐαρχ[ί]δας
- IG V,2 261
- Arkadia (IG V,2)
(IV) [— ϝ]έκαστον το͂ν [ὁρκοˉμοτᾶν?· — —]
[— ζ]αμίας [τ]αμίας? κὰς τὸ ἱ[ερὸν? — —]
(V) [— εἰ] δὲ μὲˉ ἐπελάο[ιντο? — —],
(VI) [—]ς ἐξαέˉτοι?, εἰ δ[ὲ μέˉ, — — δαρχμὰς ὀφλέν, τὸ]
[μὲν ἕˉ]μισυ ἰν δᾶμον, [τὸ δὲ ἕˉμισυ τοῖ ἱεροῖ, —]
(VII) [—]σ̣αι δὲ τοῖς ταμί[αις — —]
(X) [—]ι τὸς φεύ̣γοντα[ς — — — δαρχμὰς ὀφλέν, τὸ]
[μὲ]ν ἕˉμισυ ἰν δᾶ[μον, τὸ δ’ ἕˉμισυ τοῖ ἱεροῖ· εἰ δ’ ὁ μὲν]
(XI) [—]έτοι, ὁ δ’ ἀρνέˉ̣[τοι — —]
[— —]․․․․․[— — — — — — — — — —]
viginti versus perierunt
ΑΒΓ
- IG V,2 262
- Arkadia (IG V,2)
Ἀντιλαΐδας
Βο͂θις ℎέσκλαρος
Θέμανδρος.
κὰ τὀˉρρέντερον γένος ἐ͂ναι
ἄματα πάντα ἀπὺ τοῖ ἱεροῖ, ἵλαον ἐ͂ναι·
εἰ δ’ ἄλλ̣α σ5ι[ν]’ τινὰ ἐᾶτοι κὰ το͂νν[υ], ἰνμενφὲς ἐ͂ναι.
εὐχοˉλὰ [δ’] ἅδε ἔ[σ]ετοι τοῖ ἀ[λιτεˉρίοι]·
εἴ σ5ις τις ἰν τοἱεροῖ το͂ν τότε̣ [ἀπυθανόντοˉν]
φονέˉς ἐστι, εἴσ5’ εἴτε αὐτὸς εἴσ5ε εἴτε [το͂ν ἐσγόνοˉν]
το͂ν ἀνδρο͂ν εἴσ5ε εἴτε τᾶς φαρθέν[οˉ]
το͂ν τότε ἀπυθανόντοˉν ἰν το̣[ἱεροῖ]
κὰς μὲˉ προσσθαγενὲς τὸ ϝέ[ργον]
- IG V,2 264
- Arkadia (IG V,2)
[— — — — — — — — — — —]ναμ μήτε τὰς [— — — — — — — —]
[— — — — — — — — — — —]ώσει, ἄκυρα(?) ΛΙΕΣ[— — — — —]
[— — — — — — — — — — —] ν̣όμοις αὐτοὺς [— — — — — — — —].
- IG V,2 265
- Arkadia (IG V,2)
παντὶ καιρῶι θεραπεύουσα καὶ συνευκ[ο]σμ[οῦ]σα τοῖς ἀεὶ γι-
νομένοις ἱερεῦσ̣ι̣ δ̣ι’ ὧ[ν παρ]έχει ἑκάστοις χρ̣ειῶν [πρ]ὸς τὰν τᾶς θε-
οῦ τιμὰν καὶ κ[όσμη]σιν ἀπρο[φ]ασίστως, [ὁμοίως? δὲ] κ[αὶ] ἐν τῶι πέμ-
τελεῖσθαι τῶν περὶ τὰν θεὸν μυστικῶν τ̣ῶ̣ν̣ ἀ̣ρ̣ρήτων, ἐμφανι-
σάντων τῶν ἱερέων, [ἐ]πεδέξατο Νικίππα τὰν λειτουργίαν ἀνε-
πικωλύτως καὶ ἐποιήσατο πᾶσαν [δα]πάν[αν ἀ]φειδῶς καὶ ἐκ[τε]-
τὰν πομπὰν τῶν Κοραγίων ἐπισάμως καὶ μεγαλοπρεπῶς
καὶ ἔθυε τᾶι θε[ῶι] καὶ ἐκαλλιέρει ὑπὲρ τὰν σύνοδον ἀξίως
αὐσαυτᾶς καὶ τᾶς συνόδου, προσεπέδωκε δὲ καὶ εἰς κα-
δὲ καὶ τὰν θεὸν εἰς τὰν ἰδίαν οἰκίαν, καθώς ἐστιν ἔθος
τοῖς [ἀ]ε[ὶ] γινομένοις ἱερεῦσιν, ἐποίησε δὲ καὶ τὰ νομι-
ζόμενα ἐν τοῖς τριακοστοῖς τᾶι ἀνοίξει τοῦ ναοῦ
μελλόντων ἀγαθὰς ἐ[λ]πίδας· καταστασά-
τωσαν δὲ οἱ ἱερεῖς τοὺς ἀναγράψοντας τοῦ-
δε τοῦ δόγματος τὸ ἀντίγραφον ἐν στάλαι
λιθίναι καὶ ἀναθήσοντας ἐν τῶι ἐπιφα-
νεστάτωι τοῦ ἱεροῦ τόπωι· ὁμοίως δὲ καὶ
εἰς τὰν κοινὰν πινακίδα. κατεστάθεν Ἀ-
- IG V,2 266
- Arkadia (IG V,2)
εὐσεβῶς πρὸς πάντας μὲν τοὺς θεούς, μάλιστα δὲ πρός τε τὰν
Δάματρα καὶ τὰν Κόραν καὶ τὰς ἱερείας τᾶς Δάματρος, φανε-
ράν τε πεποίηκε τὰν ἰδίαν μεγαλοψυχίαν καὶ ἐκτένειαν εἰς
τὸ θεῖον· ἱερίτευχε γὰρ τᾷ Δάματρι μεγαλοπρεπῶς, οὐδένα
λόγον δαπάνας ποιουμένα οὔτε εἰς αὐτὰν τὰν θεὸν οὔτε
εἰς τὰς καθηκούσας ἀντ’ ἐνιαυτοῦ τᾷ θεῷ λειτουργίας οὔ-
τε εἰς τὰς ἱερείας, παρέσχηται δὲ καὶ ταῖς ἀεὶ ἀντιτυγχανο[ύ]-
σαις ἱερείαις εὔχρηστον αὐσαυτὰν καὶ τὸν ἴδιον̣ βίον ἀπρο-
φ̣άσιστον, ὑπηρετοῦσα πρὸς πᾶσαν λειτουργίαν καὶ δαπά-
ναν τὰν ἀνήκουσαν εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· οὐ μό-
νον δὲ ἐν τούτοις εὐεργετικῶς ἀνέστραπται, ἀλλὰ καὶ
μετὰ τὸ ἱεριτεῦσαι οὐ διαλέλοιπε εὐεργετοῦσα δείπνοις
τε μεγαλομερέσι καὶ ταῖς ἄλλαις εὐεργεσίαις τε καὶ δα-
πάναις ταῖς εἰς τὰν θεὸν γινομέναις καὶ εἰς τὰς ἱερείας,
εἰσενήνεκται δὲ καὶ ἄλλαν μείζω φιλανθρωπίαν αἰώνιον
εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· τὰς γὰρ ἀντ’ ἐνιαυτοῦ γινο̣-
μένας δαπάνας ὑ̣π’ αὐτᾶς ἐντέταλται ἐπιτελεῖν ἀντ’ αὐσαυ̣-
θυγατέρα, ὅπως ἁ ἐκτένεια αὐτᾶς εἴς τε τὰν θεὸν καὶ τὰς
ἱερείας αἰωνίου μνείας τυγχάνουσα διατελεῖ· οὐ μόνον δ[ὲ]
ἐν τοῖς προγεγραμμένοις εὐεργετήμασιν ἀνέστραπται
φιλοδόξως, ἀλλὰ ἐπὶ μεῖζον αὔξεσθαι θέλουσα τάν τε θεὸν
καὶ τὰν σύνοδον τὰν ἱερειᾶν ἀνάκεικε(!) δραχμὰς ἑκατὸν εἴκο-
σι εἴς τε τὰν τοῦ μεγάρ̣ου ἐπισκειὰν καὶ εἰς ἄλλαν χρείαν,
ἃν ἂν δόξῃ ταῖς ἱερείαις ἁ ἀνατεθεῖσα̣ ὑ̣π̣’ αὐτᾶς δωρεὰ
εὔχρηστος εἶναι· ὅπως οὖν καὶ ἁ σύνοδος φαίνηται τᾶν ἱ-
ερειᾶν τᾶς Δάματρος εὐχάριστος οὖσα καὶ μναμονεύ-
ουσα τῶν εἰς αὐτὰν ἀναστρεφομένων καλῶς καὶ ἐνδό-
ξως, ἔδοξε τῷ κοινῷ τᾶν ἱερειᾶν· ἐπαινέσαι Φαηνὰν Δα-
ματρίου Ἀντιγονικὰν ἐπί τε τᾷ καλοκαγαθίᾳ καὶ εὐεργε-
σίᾳ τᾷ ἔσχηκε εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας, καλεῖν
τε αὐ̣τὰν ἐπὶ τὰ γέρα διὰ παντὸς ἐν ταῖς γινομέναις ἀντ’ ἐ̣-
νιαυτοῦ θυσίαις τε καὶ σιταρχίαις, ἀνακαλούσας τᾶς ἀεὶ
ἀντιτυγχανούσας ἱερείας τε καὶ σιταρχοῦς· "τὸ κοινὸν τᾶν
ἱερειᾶν τᾶς Δάματρος ἐπὶ τὰ γέρα καλεῖ Φαηνὰν Δαματρί-
ου τὰν αὐτᾶν εὐεργέτιν", δίδοσθαι δὲ αὐτᾷ διὰ βίου γέρα τὰ
- IG V,2 268
- Arkadia (IG V,2)
κ ἐμίωσέν τι τῆς πατρῴας ἀρετῆς, ἀλλὰ καὶ συναύξησεν
αἰεὶ καὶ καθ’ ἡμέραν ἐπινοῶν τῇ πόλει πλεῖόν τι παρέχεσθαι,
τὴν μὲν ἐπείκειαν τῶν τρόπων γεγεννημένος, τὴν δὲ ψυχὴν
lacuna aliquot versuum
․․Λ̣Ι̣Ι̣Ι̣ε̣νεΙ̣Ι̣Ι̣Ι̣Ι̣Ι̣Ι̣[— — — — — — — — — — — — —]
πράττουσιν ἀνεμεσήτως πα․εΙΙε̣Ι[․․․c.11․․․․ γε]-
νέσθαι, ἄξιον δ’ ἔτι καὶ τοῦτο τῶν κατορθωμά[των ἐπε]-
νη τὸν γαμήσαντα καὶ αὐτή, πάσῃ θεῷ τὴν ἀνεπίτα-
τακτον ἀνεπίτακτον ἱερωσύνην ἀναλαβοῦσα μετὰ πάσης δαπά-
νης πολυτελοῦς, τοὺς μὲν θεοὺς ἐθρήσκευσεν εὐ-
- IG V,2 269
- Arkadia (IG V,2)
δρὸς αὐτῆς, το̣․σ[․․․․․c.14․․․․․, ἀνα]-
τέθεικεν δὲ καὶ τοῖς ἱερε[ῦσ]ι το[ῦ Ἀσκ]λ[η]-
πιοῦ ἀμπέλων πλέθρα ἓξ [․․, οὐδὲν] ἐν-
στότητος· δι’ ἃ καὶ πάντα v nota v δεδόχθαι τοῖ[ς]
ἱερεῦσι τοῦ Ἀσκληπιοῦ, ἐπαινέσαι [Ἰου]λίαν Εὐ-
δίαν Εὐτελείνου θυγατέρα καὶ ἀναθεῖναι
πιοῦ ἐν ὅπλωι ἐπιχρύσωι ἐπιγραφὴν ἔχουσα[ν]·
"οἱ ἱερεῖς τοῦ Ἀσκληπιοῦ Ἰουλίαν Εὐδίαν Εὐτε-
λείνου θυγατέρα τὰν ἑαυτῶν εὐεργέτιν"·
Πέμπτου μηνός, θύοντας τῶι Ἀσκληπιῶι καὶ
τῆι Ὑγιείαι ὑπὲρ τῆς σωτηρίας αὐτῆς τε καὶ
Γαΐου Ἰουλίου Στροβείλου, καλεῖν δὲ αὐτὴν κα[ὶ]
ἐπὶ τὰ γέρα δι’ αἰῶνος καὶ τοὺς ἐκγόνους αὐ-
τῆς, καθ’ ὃ ἂν δειπνῶσι οἱ ἱερεῖς, ἔν τε τοῖς Ἰσι[α]-
κοῖς καὶ πυροφορικοῖς δείπνοις ἀποστέλ-
ὑπόδικος ἔστω δραχμαῖς πεντήκοντα αὐ-
τῆι τε Εὐδίαι καὶ τοῖς ἱερεῦσι καὶ τοῖς ἐκγό-
νοις αὐτῆς, τὴν ἐπιμέλειαν ἔχοντος ἀε̣ὶ
φισμα εἰς στήλην ἐνχαράξαντας, καὶ [ἀνα]-
θεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, ὅπως π̣[άν]-
[τες εἰδῶσι]ν, ὅτι καὶ ἡ σύνοδος τῶν Ἀ[σκληπιοῦ]
[ἱερέων οὖσα εὐχά]ριστος φανερὰν̣ [ποιεῖται]
[τὴν τῶν εὐεργεσιῶν μνή]μην vacat