64544 matches in 33335 texts. | 32101-32200 32201-32300 32301-32400 32401-32500 32501-32600 32601-32700 32701-32800 32801-32900 32901-33000 33001-33100 |
10877 | 0.8418% | Attica (IG I-III) |
2358 | 0.9409% | Peloponnesos (IG IV-[VI]) |
8681 | 1.3633% | Central Greece (IG VII-IX) |
1592 | 0.8946% | Northern Greece (IG X) |
2664 | 1.3112% | Thrace and the Lower Danube (IG X) |
687 | 0.8219% | North Shore of the Black Sea |
12424 | 1.0912% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
18411 | 1.5041% | Asia Minor |
627 | 2.1354% | Cyprus ([IG XV]) |
1492 | 2.4591% | Greater Syria and the East |
2786 | 1.2479% | Egypt, Nubia and Cyrenaïca |
99 | 0.5660% | North Africa |
1704 | 1.2346% | Sicily, Italy, and the West (IG XIV) |
142 | 0.5749% | Upper Danube |
- IG XIV 1047
- Italy, incl. Magna Graecia
παράλαβε Νεικομήδην δειώκ[ων?]
καθημερινὰς ΔΕΑΡΑΓΕΓΑϹ
τόνδε τὸν ἄνομον καὶ ἀσε[βῆ],
- IG XIV 1048
- Italy, incl. Magna Graecia
[ὑμᾶς ἐπικα]λέομε δαίμονες καὶ
[ἄλλοι θεοὶ] οἱ γεγραμμένοι ἐν
[τούτῳ τ]ῷ̣ μολύβ[δῳ], φθίνει[ν]
[— —]ΓΕΓΟΝΕ[—]․Ω[— —]
[— —]ΘΙΜΟΥ[—]ΑΓΕΙ[— —]
[— —]ΘΗΕΜ[—]ΤΟΥΤΩ[— —]
- IG XIV 1011
- Italy, incl. Magna Graecia
ἄλσος μὲν Μούσαις ἱερὸν
λέγε τοῦτ’ ἀνακεῖσθαι, |
τὰς βύβλους δείξας τὰς παρὰ
- IG XIV 954
- Italy, incl. Magna Graecia
τῶν Ἀκραγαντίν[ων τὸν δεῖνα τοῦ δεῖνα (demoticum) εἴμειν πρό]-
ξενον καὶ εὐερ[γέταν — — — — — — — — — — — — — — — — — — — —]
- IG XIV 940
- Italy, incl. Magna Graecia
Θ(εοῖς) Κ(αταχθονίοις).
παιδὸς ∙ Τ(ίτου) ∙ Φλαβίου ∙ Ὀριγένου ∙ ὅδε τύ[μβος — —]
μήτηρ ἠδὲ πατὴρ πόλλ’ ἀεκαζόμενοι. [ἀθανάτη ψυχὴ μὲν ἐν αἰθέ]-
- IG XIV 929
- Italy, incl. Magna Graecia
διὰ παντὸς χρόνου ∙ με-
τὰ ὑμῶν ἡμῶν ∙ γενομένῳ ∙
τόπον ∙ ἐδώκαμεν ∙ τῷ
- IG XIV 911
- Italy, incl. Magna Graecia
λαμπροτάτῳ ἀνδρί, ἐπάρχῳ ἐραρίου στρατιωτικοῦ ❦
ἡγεμόνι λεγειῶνος ❦ γʹ ❦ Αὐγούστης, ἄρξαντι ἐπαρχείου Νουμιδίας,
Ἰουλία Σοαιμιὰς Βασσιανὴ σὺν τοῖς τέκνοις ∙ τῷ ∙ προσ-
- IG XIV 904
- Italy, incl. Magna Graecia
Λ(ούκιος) ∙ Κορνήλιος ∙ Λ(ουκίου) ∙ Κορνη-
λίου ∙ Πρειμιγενίου
υἱὸς ∙ Παλ(ατίνα) ∙ Τερεντιανὸς
- IG XIV 889
- Italy, incl. Magna Graecia
Ἰουνίωρος.
ἀκταῖς τὴν ὅμορον Σινυητίσιν Ἀφρογένειαν,
ξεῖνε, πάλιν πελάγους βλέψον ἀνερχομένην·
παῖς ἐμὸς ἃς καίει σὺν πυρὶ νηχόμενος.
μή με μάτην, ξεῖνοι, παροδεύετε γειτνιόωσαν
πόντῳ καὶ Νύμφαις Κύπριδα καὶ Βρομίωι.
- IG XIV 872
- Italy, incl. Magna Graecia
ΛΚΤΙΠΑ̣ΩΜΟΥ τὸν Ἅιδην τινάξω [— —]
ὁ τῶν ὅλων βασιλεύς, ἐξεγέρθητι ․[— —]
ὁ τῶν φθιμένων βασιλεύς, ἐξανά[στηθι]
μετὰ τῶν καταχθονίων θεῶν· ταῦτα γὰρ
γείνεται διὰ Οὐαλερίαν Κοδράτιλλαν,
ἣν ἔτεκεν Οὐαλερία Εὔνοια, ἣν ἔσπει-
ρε Οὐαλέριος Μυστικός, ὡς σαφῶς ἀγγέ[λλω]
πᾶσι ἔχθιστα τ̣[ὰ ὑπὸ σ]κότος κατεπραγμέν[α]?
- IG XIV 859
- Italy, incl. Magna Graecia
Γάιος Στάλκιος Λειβεράριος, ὃν
ἔτεκεν Φιλίστα, γένοι-
το ἐκθρὸς Λολλίας Ῥουφείνης,
γένοιτο ἐχθρὸς Ἅπλου, γένοιτο ἐκ-
θρὸς Εὐτύχου, γένοιτο ἐκθρὸς
Κέλερος, γένοιτο ἐκθρὸς Ῥούφου,
γένοιτο ἐκθρὸς τῆς οἰκίας ὅλης
Ῥουφείνης, γένοιτο ἐχθρὸς Πολυβίου,
γένοιτο ἐχθρὸς Ἀμωμίδος, γένοιτο ἐκ(θρὸς)
Θήβης [— — — — — — — — — — — — — — —]
- IG XIV 843
- Italy, incl. Magna Graecia
D(is) ∙ M(anibus).
Iuliae ∙ Gemellae ∙ coiugi ❦
sanctissimae ∙ et ∙ incomparabili,
- IG XIV 829
- Italy, incl. Magna Graecia
ἡ Κιβυρατῶν πόλις ἄποικος Λ[υδῶν οὖσα καὶ]
συγγενὶς Ἀθηναίων καὶ φι[λ— — — — καὶ]
αὐτὴ τοῦ κοινοῦ τῆς Ἑλλάδος [ἐν ταῖς μάλιστα]
ἐνδόξοις οὖσα καὶ μεγάλαις [τῆς Ἀσίας πόλε]-
σιν διά τε τὸ γένος Ἑλληνι[κὸν καὶ διὰ τὴν]
πρὸς Ῥωμαίους ἐκ παλαιοῦ φι[λίαν καὶ εὔνοι]-
- IG XIV 830
- Italy, incl. Magna Graecia
ων ἐστὶν ἐν Ποτιόλοις, ὡς οἱ πλείους ὑμῶν ἴσασι, καὶ ἡ̣ ἡμετέρα ἐστὶν καὶ κόσμῳ καὶ
μεγέθει τῶν ἄλλων διαφέρουσα· ταύτης πάλαι μὲν ἐπεμελοῦντο οἱ ἐν Ποτιόλοις κα-
τοικοῦντες Τύριοι οι πολλοὶ ὄντες καὶ πλούσιοι· νῦν δὲ εἰς ὀλίγους ἡμᾶς περιέστη τὸν
εῖ δέ, ἐὰν πρόνοιαν τῶν κατ’ ἔτος διδομένων εἰς τὴν μίσθωσιν 𐆖 σν ∙ ποιήσησθε· τὰ γὰρ ἕτε-
ρα ἀναλώματα καὶ τὰ γεινόμενα εἰς ἐπισκευὴν τῆς στατίωνος εἰς τὰς ἱερὰς ἡμέρας τοῦ
κυρίου Αὐτοκράτορος συνπεσούσης ἑαυτοῖς ἐλογισάμεθα, ἵνα μὴ τὴν πόλιν βαρῶμεν.
ὑπομιμνήσκομεν δὲ ὑμᾶς, ὅτι οὐδεμία πρόσοδος γείνεται οὔτε παρὰ ναυκλήρων
οὔτε παρὰ ἐμπόρων τῇ ἐνθάδε στατίωνι ὡς ἐν τῇ βασιδι βασιλίδι Ῥώμῃ. παρακαλοῦμεν
καὶ τὰ ἀναλώματα εἰς τὸν ἀγῶνα τὸν ἐν Ποτιώλοις τῆς βουθουσίας αὐ-
τοῖς προστεθῆναι· τῶν γὰρ ἑτέρων ἀναλωμάτων καὶ τῶν γεινομένων εἰς ἐπι-
σκευὴν τῆς στατίωνος εἰς τὰς ἱερὰς ἡμέρας τοῦ κυρίου Αὐτοκράτορος σ[υν]-
πεσούσης αὑτοῖς ἐλογίσαντο, ἵνα μὴ τὴν πόλιν βαρῶσιν· καὶ ὑπεμίμνη-
σκον ὅτι οὐδεμία πρόσοδος γείνεται αὐτοῖς οὔτε παρὰ ναυκλήρων οὔτε
παρὰ ἐμπόρων ὡς ἐν τῇ βασιλίδι Ῥώμῃ. μεθ’ ἣν ἀνάγνωσιν Φιλοκλῆς Διο-
πεφώνησαν· καλῶς εἶπεν Φιλοκλῆς· δίκαια ἀξιῶσι ἀξιοῦσι οἱ ἐν Ποτιόλοις· ἀεὶ
οὕτως ἐγείνετο καὶ νῦν οὕτως γεινέσθω· τοῦτο τῇ πόλει συμφέρει· φυλαχθή-
τω ἡ συνήθεια. ἀνεγνώσθη πιττάκιον δοθὲν τὸ τὸ δοθὲν? ὑπὸ Λάχητος ΠΡΕΙΜΟΓΕ-
ΝΕΙΑϹ? καὶ Ἀγαθόποδος υἱοῦ αὐτοῦ Τυρίων στατιωναρίων στατίωνος Τυρια-
- IG XIV 694a
- Italy, incl. Magna Graecia
Γεοργικῷ ❦ συνβίῳ γλυκυ-
τάτῳ ❦ Πεδία μνίας χάριν.
τὸ μνημῖον ∙ ζῶν ἠγόρασεν
γένους ἐκ γένους,
ἀπελευθέροις, δούλοις.
- IG XIV 682
- Italy, incl. Magna Graecia
χαρανειαεμεγατισησαναοετω ὑπὸ μόχθων
υἱὸν Νικολάοιο υ γεγῶτα ἀγαθωοῦ ἀγαθοῦ καιλιθοντουευσλε
ληπαατησυπεραυτωουκουριουοπωοναρειλεαιρωιαν
- IG XIV 666
- Italy, incl. Magna Graecia
Maxsuma ∙ Sadria ∙ S(exti) ∙ f(ilia)
bona ∙ proba ∙ frugei ∙ salve.
- IG XIV 645
- Italy, incl. Magna Graecia
μᾶκος δὲ ἄνωθα ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν, καὶ
ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν δι-
ακατίαι μία σχοίνοι, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ϝεξακατίαι
τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον, μᾶκος δὲ ἀπὸ τᾶν
ἀποροᾶν ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι με-
ρείαι ἐρρηγείας μὲν διακατίαι ℎεβδεμήκοντα τρῖς σχοίνοι, σκίρω δὲ
καὶ ἀρρήκτω καὶ δρυμῶ πεντακατίαι σχοίνοι.
ακοντάπεδον ἄγοντος ἐπὶ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τρια-
κονταπέδω μᾶκος ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν καὶ ἐγέ-
νοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν τριακατίαι
δέκα δύο σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ πεντα-
ὀρίζοντα τάν τε ℎιαρὰν καὶ τὰν ϝιδίαν γᾶν, μᾶκος δὲ ἀπὸ τᾶν ἀποροᾶν
ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρη-
γείας μὲν τριακατίαι ℎοκτὼ σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω
καὶ δρυμῶ πεντακατίαι τετρώκοντα μία ℎημίσχοινον.
κεφαλὰ πάσας ἐρρηγείας χιλίαι ℎενενήκοντα πέντε σχοίνοι, σκί-
ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ δισχιλίαι διακατίαι ϝίκατι πέντε·
τὰν δὲ νᾶσον τὰν ποτιγεγενημέναν ἐς τὰν ἄρρηκτον γᾶν συνεμε-
τρήσαμες. ἀπὸ ταύτας τᾶς γᾶς ἀπολώλη ἐρρηγείας μὲν τριακατίαι
τρῖς σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ τετρα-
κοσίαι τριάκοντα πέντα σχοίνοι, ἐμμὲν τᾶι πράται μερείαι τᾶι
πὰρ τὰ ℎηρώιδεια ἐρρηγείας μὲν ℎεβδεμήκοντα ϝὲξ σχοίνοι, σκί-
ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ℎεκατὸν ℎογδοήκοντα πέντε σχοί-
νοι, ἐν δὲ τᾶι τετάρται μερείαι τᾶι πὰρ τὰ Φιντία ἐρρηγείας μὲν
διακατίαι ϝίκατι ℎεπτὰ σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρή-
δὲ ἐν ταῖς ℎακροσκιρίαις· τούτως πάντας ἂν εὐθυωρείαν ℎομολό-
γως ἀλλάλοις, τὼς μὲν ἐς τὸ ℎιαρὸν πλάγος τῶ ἀντόμω ἐπιγε-
γραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐν τᾶι ϝιδίαι γᾶι ἐπι-
γεγραμμένως ἀντόρως. ℎωσαύτως δὲ καὶ ἐπὶ τῶ ἀντόμω τῶ
πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες μεσσόρως, δύο μὲν ἐπὶ
τᾶς διὰ τῶ χαράδεος ἀγώσας πὰρ τὸν δρυμόν, τὼς μὲν ἐς τὸ ℎιαρὸν
πλάγος ἐπιγεγραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐς τὰν ϝιδί-
αν γᾶν ἐπιγεγραμμένως ἀντόρως ἀπεχόντας ἀπ’ ἀλλάλων ℎως ἦ-
μεν ϝικατίπεδον ἄντομον· ἐπὶ δὲ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν ℎι-
τι καὶ τὸ μίσθωμα ἀποδιδῶντι πὰρ ϝέτος ἀεὶ Πανάμω μηνὸς προτερείαι· καὶ αἴ κ’ ἔμπροσθα
ἀποδίνωντι, ἀπαξόντι ἐς τὸν δαμόσιον ῥογὸν καὶ παρμετρησόντι τοῖς σιταγέρταις τοῖς
ἐπὶ τῶν ϝετέων τῶι δαμοσίωι χοὶ μεστὼς τὼς χοῦς κριθᾶς κοθαρᾶς δοκίμας, ℎοίας κα ℎα γᾶ
πικαρπίαν, ἂν αὐτὰ τὰ παρℎεξόνται πρωγγύως ℎοι παρλαβόντες ἢ ℎοῖς κ’ ἀρτύσει ἢ ℎοι πρι-
αμένοι τὰν ἐπικαρπίαν, ἂν ℎὰ καὶ ℎο ἐξ ἀρχᾶς μεμισθωμένος· ℎόστις δὲ κα μὴ ποτάγει πρωγγύ-
ως ἢ μὴ τὸ μίσθωμα ἀποδιδῶι κὰτ τὰ γεγραμμένα, τό τε μίσθωμα διπλεῖ ἀποτεισεῖ τὸ ἐπὶ τῶ ϝέ-
τεος καὶ τὸ ἀμπώλημα τοῖς τε πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἀεὶ ἐπὶ τῶ ϝέτεος, ℎόσσωι κα
μείονος ἀμμισθωθῆ πὰρ πέντε ϝέτη τὰ πρᾶτα, ℎότι κα τελέθει ψαφισθὲν ℎάμα πᾶν τῶι πράτωι
χεν, τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες καὶ αἴ τινάς κα ἄλλως τοὶ πολιανόμοι ποθε-
λώνται ἀπὸ τῶ δάμω, ὀμοσάντες δοκιμαξόντι καὶ ἀνανγελίοντι ἐν ἀλίαι θασαμένοι τὰν
γᾶν πὸτ τὰν τῶν ἐπιχωρίων· ἐπιμελησόνται δὲ καὶ τῶν ℎυπαρχόντων δενδρέων· αἰ δέ τινά κα
γήραι ἢ ἀνέμωι ἐκπέτωντι, αὐτοὶ ℎεξόντι· ταῦτα δὲ πάντα πεφυτευμένα παρℎεξόντι καὶ ἐνδε-
διωκότα ℎόσσα ἐν τᾶι συνθήκαι γεγραψάται ἐν τῶι πέμπτωι καὶ δεκάτωι ϝέτει ἀπὸ τῶ ποτεχεῖ ϝέ-
τεος ἢ Ἀριστίων ἐφορεύει· αἰ δέ κα μὴ πεφυτεύκωντι κὰτ τὰ γεγραμμένα, κατεδικάσθεν πὰρ μὲν τὰν
ἐλαίαν δέκα νόμως ἀργυρίω πὰρ τὸ φυτὸν ℎέκαστον, πὰρ δὲ τὰς ἀμπέλως δύο μνᾶς ἀργυρίω πὰρ τὰν
καὶ εἴ τινές κα μὴ πεφυτεύκωντι κὰτ τὰν συνθήκαν, ἀνγραψάντω καὶ ἐπελάσθω τὰ ἐπιζάμι-
α τὰ γεγραμμένα πὸτ τῶι ἄλλωι μισθώματι· αἰ δέ τίς κα ἐπιβῆι ἢ νέμει ἢ φέρει τι τῶν ἐν τᾶι ℎιαρᾶι
γᾶι ἢ τῶν δενδρέων τι κόπτηι ἢ θραύηι ἢ πριῶι ἢ ἄλλο τι σινήται, ℎο μεμισθωμένος ἐγδικαξή-
τὼς μεμισθωμένως καρπεύεσθαι, ἀνℎεῶσθαι τὰν μίσθωσιν καθά κα τοὶ ℎηρακλεῖοι διαγνῶντι καὶ μὴ
ἦμεν ℎυπολόγως μήτε αὐτὼς μήτε τὼς πρωγγύως τῶν ἐν τᾶι συνθήκαι γεγραμμένων. τὼς δὲ πρωγγύ-
ως τὼς ἀεὶ γενομένως πεπρωγγυευκῆμεν τῶν τε μισθωμάτων καὶ τῶν ἐπιζαμιωμάτων καὶ τῶν ἀμ-
πωλημάτων καὶ τᾶν καταδικᾶν καὶ αὐτὼς καὶ τὰ χρήματα ℎά κα ἐπιμαρτυρήσωντι, καὶ μὴ ἦμεν μήτε ℎάρ-
νύσω χώρως καὶ τὰ Φιντίας ℎο Κρατίνω παμωχεῖ. ℎο δὲ ἀνℎελόμενος ἐργαξήται τὰ μὲν ἄλλα κὰτ τὰν
συνθήκαν, καθὼς καὶ τὼς λοιπὼς γεγράπται· τὰς δὲ ἀμπέλως τὰς ℎυπαρχώσας ἐργαξήται ℎως βέλτι-
στα· ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἀπογηράσκωντι ποτιφυτευσεῖ, ℎώστε ἀεὶ ℎυπάρχεν τὸν ἴσον ἀριθμὸν τᾶν
ἐν τᾶι ψιλᾶι ℎομολόγως ποίων τοῖς ℎυπαρχόντασσι δενδρέοις καὶ τὸν ἀριθμὸν τὸν ℎίσον, καθὼς καὶ ἐν τᾶι
ἄλλαι συνθήκαι γεγράπται. ℎότι δέ κα μὴ πράξει ℎο ἀνℎελόμενος κὰτ τὰν συνθήκαν ἢ μὴ ἐν τοῖς χρό-
νοις τοῖς γεγραμμένοις, ℎυπόλογος ἐσσήται τοῖς πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἐπὶ τῶ ϝέτεος,
καθὼς καὶ ἐν τᾶι ἄλλαι συνθήκαι γεγράπται· αἰ δέ κα τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες μὴ πρά-
ξωντι πάντα κὰτ τὰν συνθήκαν, αὐτοὶ ℎυπόλογοι ἐσσόνται κὰτ τὰν συνθήκαν. ἐπὶ τούτοις ἐμισθώσαν-
ἀπὸ τῶ ἀντόμω τῶ ἀπὸ Καινᾶν ἄγοντος ἐπὶ τὰν ℎοδὸν τὰν τρι-
ακοντάπεδον τὰν ἐπὶ θάλασσαν ἄγωσαν, καὶ ἐγένοντο ἀπὸ
τῶ ἀντόμω ποτὶ τὰν βουβῆτιν τὰν διὰ τῶν γυᾶν ἐκ πόλιος ῥέω-
τρεῖς καὶ δέκα γύαι· ἀπὸ δὲ τᾶς τριακονταπέδω ἐπὶ τὰν τριακον-
τάπεδον τὰν διὰ τῶν τριℎημιγύων ἄγωσαν, καὶ ἐγένοντο
ℎεννέα τριℎημίγυα. διαβάντες δὲ τὰν τριακοντάπεδον ἐμε-
τον τριℎημίγυον· τὰ δὲ τρίγυα οὐκ ἐξεποΐον καθὼς τὸ ἀρχαῖον
ℎευρίσκομες γεγενημένα, ἀλλὰ πενθημίγυον μόνον κα-
τελείπετο ἐκ τῶν δυῶν τριγύων, τὰν δὲ λοιπὰν γᾶν ϝιδίαν
κὰτ τὰ ἀρχαῖα. ἀπὸ δὲ τῶ ϝικατιδείω τὰν ἐς ποταμὸν τὸν Ἄκιριν
γᾶν ποτιγενομέναν τὰν ἐμ μέσσωι τᾶς τε ℎεκατομπέδω
καὶ τᾶς ℎηρακλείας ℎοδῶ, καὶ ταύταν πᾶσαν ϝιδίαν ἐπεποίηντό
τ’ ἦμεν ἔκπλεον εὖρος τρίγυον, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ἄχρι πὸτ
τὰν ℎηρακλέαν ℎοδὸν ἂν τὼς ὄρως, καὶ ἐγένοντο σχοίνοι ℎεκατὸν τρι-
άκοντα ℎοκτώ, ὀρέγματα ℎοκτώ, ψιλᾶς μὲν ℎεκατὸν τριάκοντα τρῖς, ὀρέγματα ϝίκατι
ρος ἂν τὼς ὄρως, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ποτὶ τὰν ℎηρακλείαν
ℎοδόν, καὶ ἐγένοντο σχοίνοι ℎεκατὸν τριάκοντα ℎεννέα, ψιλᾶς μὲν ℎε-
κατὸν ϝίκατι τρῖς σχοίνοι, ἀμπέλων δὲ δέκα ϝὲξ σχοίνοι. τοῦτο τὸ τρί-
τὸ πὸτ Ἄκιριν ἐπὶ τὰν διαστολὰν τὰν πλαγίαν τὰν ἀπὸ τᾶς ποθόδω τᾶς κοι-
νᾶς ἀγώσας ἐς τὰν ℎεκατόνπεδον, καὶ ἐγένοντο πεντήκοντα ℎεννέα σχοί-
νοι ℎημίσχοινον, ψιλᾶς μὲν πεντήκοντα μία, ὀρέγματα ℎεπτά, ἀμπέλων δ[ὲ]
ρων καὶ τᾶς ποθόδω τᾶς ℎοκταπέδω τᾶς ἐς ποταμὸν ἀγώσας ἐπὶ τὼς ὄρως,
καὶ ἐγένοντο ϝεξήκοντα τρεῖς σχοίνοι, ὀρέγματα δέκα δύο· ταύται τᾶι μερίδ[ι]
ποτεδασσάμεθα ἀμπέλων τὰν πράταν διαστολὰν τὰν πὰρ τὰν ℎεκατόνπε-
δον, ℎοκτὼ σχοίνως, ὀρέγματα ϝείκατι ϝέξ, πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς
ℎεβδεμήκοντα δύο σχοίνοι, ὀρέγματα ℎοκτώ, πόδες δύο· ℎάυτα ἐμισθώθη ϝεξα-
δείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς δευτέρας
μερίδος ἐπὶ τὼς ὄρως, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ϝὲξ σχοίνοι ℎημίσχοι-
νον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν δευτέραν διαστολὰν ἀφ’ ἑκα-
τονπέδω ℎεπτὰ σχοίνως, ὀρέγματα δέκα ℎεπτά, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε-
μήκοντα τετόρες σχοίνοι, ὀρέγματα δύο· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα
ἐτάμομες ἐκ τῶ ϝικατιδείω ἐς ποταμὸν κοινὸν πᾶσι χρῆσθαι τοῖς τὼς ℎιαρὼς χώ-
ρως μεμισθωμένοις, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ℎοκτὼ σχοίνοι, ὀρέγμα-
τα δέκα τρία· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν διαστολὰν
ἀφ’ ἑκατομπέδω τὰν ποτικλαίγωσαν πὸτ τὰν πόθοδον τὰν ℎοκτάπεδον δέκα πέντε
σχοίνως, ὀρέγματα ℎεπτά, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎογδοήκοντα τρεῖς σχοίνοι, ὀρέγμα-
τα ϝείκατι· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα μεδίμνων. ἀπὸ δὲ τῶ
τῶ ϝικατιδείω ἐπὶ τὼς ὄρως vacat τὼς πράτως, καὶ κατελίπομες
πόθοδον ἐκ τῶ ϝεικατιδείω ποτὶ τὰν οἰκίαν ϝεικατίπεδον, καὶ ἐγένετο
ℎα μερὶς ℎαύτα ψιλᾶς ϝεξήκοντα δύο σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασ-
σάμεθα ἀμπέλων τὰν πράταν στάσιν τὰν πὸτ τὸν ϝικατίδειον ϝὲξ σχοί-
νως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ℎοκτὼ σχοίνοι ℎημί-
σχοινον· ℎαύτα ἐμισθώθη ℎοκτακατίων πεντήκοντα ϝὲξ μεδίμνων, καδδί-
ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖ-
ρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς πεντήκοντα ℎεννέα
σχοίνοι ℎημίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων
τὰν δευτέραν στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐ-
γένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ϝὲξ σχοίνοι· ℎαύτα ἐμισθώθη τετρα-
κατίων πεντήκοντα ℎοκτὼ μεδίμνων, καδδίχων δέκα τετόρων, δυ-
ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖρος ἀ-
πὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς ϝεξήκοντα τρῖς σχοίνοι ℎη-
μίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν
στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα με-
ρὶς ℎεβδεμήκοντα σχοίνοι· ℎαύτα ἐμισθώθη τριακατίων ϝὲξ μεδίμνων καδ-
τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν πὰρ τὰς ἀμπέλως ἄγωσαν,
εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς τετρώκοντα ℎοκτὼ
σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τετάρταν στά-
σιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς πεν-
τήκοντα τετόρες σχοίνοι ℎημίσχοινον· ℎαύτα ἐμισθώθη διακατίων τριάκον-
δείω μᾶκος ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν
πὰρ τὰς ἀμπέλως ἄγωσαν, εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὰν νᾶσον, καὶ ἐγέ-
νετο ψιλᾶς ϝεξήκοντα τετόρες σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασ-
σάμεθα ἀμπέλων τὰν πέμπταν στάσιν ἀπὸ ϝικατιδείω ℎεπτὰ σχοί-
νως, ὀρέγματα δέκα ℎεπτά, πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε-
μήκοντα μία σχοίνοι, ὀρέγματα δέκα ℎεπτά, πόδες δύο· ℎαύτα ἐμισθώθη πεντα-
τὸ ἔγγωνον τὸ πὰρ τὰς ἀμπέλως τὸ ποτικλαῖγον πὸτ τὰν ℎηρακλείαν κα[ὶ]
πὸτ τὸν ποταμόν, καὶ ἐγένετο ψιλᾶς τριάκοντα σχοίνοι· ταύται τᾶι μερίδι πο-
τεδασσάμεθα ἀμπέλων ℎοκτὼ σχοίνως ℎημίσχοινον τὰς ἐχομένας τῶ
χωρί[ω, καὶ ἐγέν]ετο ℎ̣[α] πᾶσα μερὶς τριάκοντα ℎοκτὼ σχοίνοι ℎημίσχοινο[ν].
[ℎαύτα ἐμισθώθη — — — — — — — — — — — — — ℎε]ν̣ὸς με[δίμνων —]․Σ̣․․[—]
- IG XIV 642
- Italy, incl. Magna Graecia
εὖ μάλα πάντα· χαῖρε παθὼν τὸ πάθη-
μα· τὸ δ’ οὔπω π[ρ]όσθε ἐπεπόνθεις· θεὸς ἐγ̣-
ένου ἐξ ἀνθρώπου, ἔριφος ἐς γάλα
ἔπετες. χαῖρε, χαῖρε, δεξιὰν ὁδοιπορ[ῶν]
- IG XIV 641
- Italy, incl. Magna Graecia
θάνατοι θεοὶ ἄλλοι· | καὶ γὰρ ἐγὼν
ὑμῶν γένος ὄλβιον εὔχομαι
εἶμεν, | ἀλλά με μοῖρα ἐδάμασσε
Εὖκλε καὶ Εὐβουλεῦ Ι καὶ θεοὶ δαίμον-
ες ἄλλοι· | καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομα-
ι ὄλβιοΙν ὄλβιον εἶναι, | ποινάν̣ δ’ ἀνταπέτ̣πεισα ἀνταπέτεισα
φόνειαν, | ὥς με Ι πρόφρων πέμ̣ψῃ
ἕδρας ἕδρας ἐς εὐαγέΙων̣ εὐαγέων
νες ἄλλοι· | καὶ γὰρ ἐγὼν
ὑμῶν γένος εὔχομαι εἶναι
ὄλβιον εἶναι. | ποινὰν δ’ ἀνταπ-
ὥς με πρόφρων πέμψῃ Μ
ἕδρας ἐς εὐαγέων.
- IG XIV 638
- Italy, incl. Magna Graecia
εἰπεῖν· “γῆς παῖς εἰμι καὶ οὐρανοῦ ἀστερόεντος, / αὐτὰρ ἐμ-
οὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· / δίψηι δ’ εἰμὶ αὔ-
η καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα / ψυχρὸν ὕδωρ προρέ-
- IG XIV 629
- Italy, incl. Magna Graecia
τοῦ Χ(ριστο)ῦ Σέργιος ὁ ἐν ἐνδ(οξοτά)τῃ? μνήμῃ,
γενάμενος ἀπὸ ἐπάρχων καὶ
δοῦξ, ζήσας χρόνους νγʹ· ἐτελι-
- IG XIV 612
- Italy, incl. Magna Graecia
τᾶς αὑτοῦ καλοκἀγαθίας, δεδόχθαι Γναῖον Αὐφίδιον Τίτου υἱὸν στραταγὸν Ῥωμαίων στεφανῶσαι ἐν τῷ ἀγῶνι τοῖς πρώτοις Ἀθανίοις ἐλαίας στεφά-
νῳ καὶ πρόξενον καὶ εὐεργέταν ποιῆσαι τοῦ δάμου τῶν Ῥηγίνων καὶ ἐγγόνους αὐτοῦ εὐνοίας ἕνεκεν ἇς ἔχων διατελεῖ εἰς τὸν δᾶμον τῶν Ῥηγί-
νων· τὰν δὲ βουλὰν τὸ ἁλίασμα κολαψαμέναν εἰς χαλκώματα δισσὰ τὸ μὲν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ ἀποστεῖλαι Γναίῳ Αὐφιδίῳ.
- I.Porto 1
- Italy, incl. Magna Graecia
[Αὐτοκράτωρ Καῖσ]αρ Μ(ᾶρκος) Αὐρ(ήλιος) Ἀ[ντωνεῖνος Παρθι]-
[κὸς Μέγιστος Βρεταν]νικὸς Μέγ[ιστος Γερμανικὸς]
[Μέγιστος — — — — — — —]α̣ις κ[αὶ — — — χαίρειν]·
- I.Porto 5
- Italy, incl. Magna Graecia
τοῦ πατρίου θεοῦ
τὸν ἑαυτῆς εὐεργέτην
διὰ ∙ Τιβ(ερίου) ∙ Κλ(αυδίου) ∙ Παπειρίου
- I.Porto 12
- Italy, incl. Magna Graecia
Διὶ Ἡλίῳ μεγάλῳ ἐπηκ̣ό̣ῳ̣ [σωτῆρι εὐεργέτῃ Σα]ρ̣ά̣πιδι [— — — — — — — —]
Τ(ίτος) Αἴλιος Φηλικίσσιμος σὺν τῇ σ[υμβίῳ καὶ τοῖς τέκν]οις εὖ [εἰδὼς τὰς]
- I.Porto 23
- Italy, incl. Magna Graecia
[Ἀλεξα]νδρείας τῆ[ς Αἰγύπτου]
[— — γε(?)]νόμενος̣ [— — — — —]
[— — —] Αὐρ. Ἀντω[ν— — — —]
- I.Ravenna 16
- Italy, incl. Magna Graecia
[παῖς μὲν γὰρ] οὗτος ἦν ἐτῶν ὡς ἕνδε[κα],
[— —]․․ος ἁπλοῦς εὐγενής, γλυκὺς λ[ίαν].
ὃν Ἰσαάκιος, ὅστις ἔξαρχος μέγα[ς]
- I.Ravenna 17
- Italy, incl. Magna Graecia
τρὶς ἓξ ἐνιαυτοῖς τοῖς γαληνοῖς δεσπόταις | Ἰσαάκιος, τῶν βασιλέων ὁ σύμμαχος,
ὁ τῆς ἁπάσης Ἀρμενίας κόσμος μέγας· | Ἀρμένιος ἦν γὰρ οὗτος ἐκ λαμπροῦ γένους.
τούτου θανόντος εὐκλεῶς ἡ σύμβιος | Σώσαννα σώφρων τρυγόνος σεμνῆς τρόπῳ
tranquillis principibus ter sex annis. | Ysaacius regum socius.
universae Armeniae ornamentum magnum. | Armenius enim erat hic ex claro genere.
hoc mortuo gloriose socia vitae, | Susanna, prudens more castae turturis,
- IGUR IV 1532
- Italy, incl. Magna Graecia
⸐
οὐχ ἔθος ἐστὶν ἐμοὶ φράζειν γένος οὐδ’ ὄνομ’ αὐτό,
νῦν δ’ ἕνεκ’ Αἰλιανοῦ πάντα σαφῶς ἐρέωι·
οὐ μὰ σὲ ταῦτ’ ἐχρῆν, σεμνὲ ποιητά, φρονεῖν·
ἀλλ’ ἔγνων τὸ ἀληθές· ἐπεὶ τὸ σαφὲς διαφεύγει,
ἄνθρωπόν φασιν, θεῖέ, σε, Ὅμηρε, πέλειν.
- IGUR IV 1526
- Italy, incl. Magna Graecia
[οὐκ ἄλλως] ἔστησα κατ’ ὀφθαλμούς σε, Μένανδ[ρε],
[γείτον’ Ὁ]μηρείης, φίλτατέ μοι, κεφαλῆς,
[εἰ σέ γε δεύτ]ερα ἔταξε σοφὸς κρείνειν μετ’ ἐκεῖνον
[γραμματι]κὸς κλεινὸς πρόσθεν Ἀριστοφάνης.
- IGUR III 1490
- Italy, incl. Magna Graecia
οἷα ∙ μηδεὶς ∙ πώποτε ∙ / ὁ γὰρ ∙ περὶ ∙ τέκνα ∙
πλούσιος ∙ γεγὼς ∙ / ἐστερήθην ∙ μετὰ ∙
μητρὸς ∙ αὐτῶν ∙ συμβίου ∙ σεμνῆς ∙ καὶ ∙
- IGUR III 1466
- Italy, incl. Magna Graecia
[— — μ?]όνον ∙ βασκα[ν— —]
[— — —] νέος οὐδὲ γε[—]
[— — τυ]τθὸν ἔχων.
- IGUR III 1449
- Italy, incl. Magna Graecia
vacat
[– ⏑ ⏑ – ⏑ ⏑ –] λίπω γέρας, ὄφρα πόσις με
[– ⏑ ⏑ – ⏑ ⏑ –]ς εἰκόνα μὴ προλίπῃ·
- IGUR III 1448
- Italy, incl. Magna Graecia
[— — — — —]Ϲ̣η vv χαίρειν
[— — — — —]ν̣α γεινώσκων λέγων
[— — — —]μοιρε χαῖρε Μύρων
[— — φιλ]όστοργε
vacat
- IGUR III 1412
- Italy, incl. Magna Graecia
[— — ἀ]νάλωμα [— —]
[— — —] δὲ ἐν γε[— —]
[— — —]αις ἀθρο[— —]
- IGUR III 1385
- Italy, incl. Magna Graecia
[ἄτης καὶ] πάσης ∙ λύπης ∙ ἀνατ̣[λάντι ἀνάπ]αυμα
[τύμβος]· ἐγὼ ∙ γέννημα ∙ το[ῦ – ⏑ ⏑ – ⏑ ⏑ – ⏑]
[πλεῖστ]α καὶ εὐφροσύν[ης μέτοχος καὶ δή τι πονηρῶν].
- IGUR III 1383
- Italy, incl. Magna Graecia
εἰ πατρίδα ζητεῖς, Πόντος πέλει· εἰ γ̣ε̣ν̣[ετῆρα],
[– ⏑]ύτων ἐστίν ∙ οὔνομα δὲ [⏑ ⏑ –].
- IGUR III 1373
- Italy, incl. Magna Graecia
οὐκ ἤρκει τὰ πά[λαι]
γενέται ς κακὰ πά[σχον]
ἐπ’ ἄλλοις /
γαίῃ ἐν ἀλλοδαπ[ῇ],
ὅσα δ’ ἐν πελάγε[σσι]
μακροῖσιν· /
- IGUR III 1370
- Italy, incl. Magna Graecia
[κλειν]ὸν ἕδος, Κλυμένου δώ[ματ’ ἀμειψαμένωι],
[ἄρτι] γενειήσαντι, τὰ δ’ εἰς βίο[ν ἶσα γεραιῶι]
[δε]ιξαμένωι, ἀρετᾶς εἵνε[κα καὶ σοφίας]·
- IGUR III 1355
- Italy, incl. Magna Graecia
Λ(ουκίῳ) Φοντείῳ Φόρτι Ἀσκληπιά-
δῃ, τῷ γένει ∙ Ἐφέσιον,
βιώσαντι ἔτεσιν ∙ μʹ ∙
- IGUR III 1358
- Italy, incl. Magna Graecia
τεῦξ’ Ἐπαφρᾶς συνόμευνος Ἀλεξάνδροιο πολείτης.
Ἀγέντι ∙ εὐψύχι ❦ κἀμὲ μένει τὸ θανεῖν ∙
- IGUR III 1359
- Italy, incl. Magna Graecia
[μοίρ]η̣ς̣ αἲ κοινῆς εἷσ’ ἕνα πὰρ δ’ [ἑτέρην],
τῆς αὑτης ὥρης τὸν ἶσον χρόνον ἶσα γε̣[γῶτας],
τῆς αὑτῆς ἠοῦς φέγγος ἀμει̣[ψαμένους].
- IGUR III 1350
- Italy, incl. Magna Graecia
νηπίη οὐδὲ δυοῖν ἐτέοιν τέλος ἐξανύσασα,
Φιλησίη τὴν κλῆσιν, Αὐσονὶς γένος.
- IGUR III 1341
- Italy, incl. Magna Graecia
Δ Ρ Μ
Γέρμης ἐξ Ἱερῆς Τελεσίστρατος ἐν
μακάρων νήσοις κεῖμαι, ἔτι τῶνδε χρέος ποθέω·
- IGUR III 1336
- Italy, incl. Magna Graecia
ἀζαλέην ἔκλαυσε παρὰ
δρεπάναισι γεωργός, /
σπείρων εἰς ἀχάριστα
μου ∙ / μή ποτε χειρὸς ἐμῆς
φλογερώτερον ἔγχος ἀθροί-
σῃς ∙ / γίνωσκ’ οὐρανίοιο
professus ∙ favorem ∙ quem ∙ ob ∙ teneram ∙ aetatem ∙ excitaverat,
in admirationem ∙ ingenio ∙ suo ∙ perduxit ∙ et ∙ cum ∙ honore ∙ discessit ∙ versus
extemporales ∙ eo ∙ subiecti ∙ sunt ∙ ne parent(es) ∙ adfectib(us) ∙ suis ∙ indulsisse ∙ videant(ur).
- IGUR III 1326
- Italy, incl. Magna Graecia
ὁδηπορίες δ’ ἀτονήσας ∙
ἔνπορος εὐμόρφων γενόμην,
φίλοι, μετέπειτα ∙ γυναικῶν ∙
- IGUR III 1321
- Italy, incl. Magna Graecia
μηδένα λυπήσας, ἀλλ’ εἰς τὸ δίκαιον ἀθρήσας,
Μοιρῶν οὐκ ἔφυγεν τρισσῶν μίτον, ἀλλὰ ∙ νεκρωθεὶς
τὴν ψυχὴν ἀπέδωκεν ἐς ἀέρα, σῶμα δὲ πρὸς γῆν.
ἡ δὲ τέκνων δισσῶν μήτηρ, σεμνὴ ἠδὲ φίλανδρος,
καὶ πέλαγος διέπλευσε καὶ ἤγαγε σῶμα βυθοῖσιν
καὶ καμάτους ∙ὑ∙πέμεινε καὶ ἐν θρήνοις διέμεινε
- IGUR III 1311
- Italy, incl. Magna Graecia
ἐνθάδε κεῖμαι δάμαρ ὑπάτου ἥρωος ἀγαυοῦ
Ἀρρίου μου φιλίου, τῷδε μιγεῖσα μόνῳ·
ἦν δὲ κὲ ν ἐκ προγόνων ποτὲ τοὔνομα Πουβλιανή μοι
(Σκιπιάδαι δ’ ἔπελον εὐγενίῃ τ’ ἔπρεπον),
χηρείαις αὐτὴ τὸν ἅπαντα χρόνον μείνασα
κὠκυμόρων τεκέων πένθει τακομένη·
ἐμ βιότῳ δὲ πόνον πουλὺν δ’ ἀνέτλην μογέουσ[α],
μούσαισιν μοῦνον τὴν φρένα θελγομένη.
- IGUR III 1310
- Italy, incl. Magna Graecia
σπεῖσον ἀπὸ βλεφάρων δάκρυ’ ἀποιχομένῃ
καὶ λέγε Ποπιλίην εὕδειν, ἄνερ· οὐ θεμιτὸν γὰρ
θνῄσκειν τοὺς ἀγαθούς, ἀλλ’ ὕπνον ἡδὺν ἔχειν.
- IGUR III 1308
- Italy, incl. Magna Graecia
θάψεν ἑὸν γενέτην Πολυν̣[είκε]α τῷ[δ’] ἐνὶ χώρῳ,
καὶ παῖδ’ ❦ Εὐχάρισστος τὸν ὁμώ̣[νυμον – ⏑ ⏑ – –].
- IGUR III 1304
- Italy, incl. Magna Graecia
ρίη ∙ / καί μοι ἀδελφειὴ κεῖ-
ται νέη ἐγγὺς Ὑγείη ∙ / ἑπτ-
αέτης· τῆς δ’ ἦν οὔτι γλυ-
- IGUR III 1305
- Italy, incl. Magna Graecia
λείψανον οὐ κάλλους, οὐ σοφίης πέλεται.
ἔρρεται μέρμηραι θυμαλγέες· ἄμμοροι ἐσθλῆς
ἐλπίδος ἄνθρωποι· πάντα δ’ ἄδηλα τύχης.
- IGUR III 1303i
- Italy, incl. Magna Graecia
[— — ἀ]γνοουν[τ— —]
[— — ἀν]τιλέγεις [ὅ]τι λέγεις [— —]
[— — —]ΟϹΕΝΑΥΤ[— —]
- IGUR III 1296
- Italy, incl. Magna Graecia
Narcissianus
Opicerniae Primigeniae
cum qua vixit annis ∙ XIII ∙ coiugi
- IGUR III 1294
- Italy, incl. Magna Graecia
τὸν Χαρίτων με γέμοντ’ ἐσορᾷς
κλεινὸν Χαρίτωνα ∙ / μοῖραν ἀνα-
- IGUR III 1272
- Italy, incl. Magna Graecia
Ἀπολλωνίῳ ∙ Ἀττάλου ∙ τῷ ∙ πατρὶ ∙ αὐτοῦ /
ἄρτι με γευόμενον ζωᾶς βρέφος
ἥρπασε δαίμων /
- IGUR III 1273
- Italy, incl. Magna Graecia
ἐν πᾶσιν πρέψασα, Κατάφρονι, φῶς λίπες ἠοῦς
κἄμ’ ἔφυγες ποθέοντα καὶ οὐκ ἐσάθρησας ἰοῦσα·
τοιγὰρ ἐγὼ τόδε σῆμα φίλοις σταδίοισιν ἔτευξα,
- IGUR III 1274
- Italy, incl. Magna Graecia
εὐφρανθεὶς συνεχῶς, γελάσ‵ας′ παίξας ∙ τε τρυφήσας,
καὶ ψυχὴν ἱλαρῶς ∙ πά∙ντων τέρψας ἐν ἀοιδαῖς
- IGUR III 1277
- Italy, incl. Magna Graecia
κλαίει μέν σε τέκνον, κλαίει δ’ Ἀγαθάνγελος ὡνήρ,
μυρόμενος φιλίην τερπνοτάτην ἀλόχου·
ἠδὲ κασιγνήτους καὶ πόσιν ἀμφιθαλῆ,
νούσου ὑπὸ στυγερῆς δεδαμασμένη· αὐτὰρ ἔμοιγε
πένθος ἀνείητον κάλλιπες οἰκτροτάτῃ·
- IGUR III 1283
- Italy, incl. Magna Graecia
στήλην ἔθηκαν
Νικομήδει συνγε-
νεῖς, / ὃς ἦν ἄριστος
εὐψυχῶ Νικομήδης,
ὅστις οὐκ ἤμην καὶ ἐγενό-
μην, οὐκ εἰμὶ καὶ οὐ λυ-
- IGUR III 1285
- Italy, incl. Magna Graecia
[ἄθρησο]ν Νείλου ∙ ἀλε-
[γεινὸν τῇ]δε τὸ μνῆ-
[μα] / [ὃν κτά]νε [ἀ]ϋ̣τμ-
- IGUR III 1286
- Italy, incl. Magna Graecia
ἐχρῆν σ’ ἔτι ζῆν ∶ ἀλλὰ καὶ θανεῖν ἐχρῆν ∶
γενναῖά σου καὶ χαῖρε ∶ καὶ σύ γ’, ὦ ξένε·
σοὶ γὰρ μέτεστιν ἔτι χαρᾶς, ἡμῖν δ’ ἅλις.
- IGUR III 1287
- Italy, incl. Magna Graecia
ἐνθάδ’ ἐγὼ κεῖμαι Ὀλυμπία ∙ ἐτῶν
κβʹ ∙ / Ἕλλην μὲν τὸ γένος, πατρὶς δέ μοι ἦτον
Ἀπάμεα ∙ / οὐδένα λοιπήσασα / οὐ μεικροῦ ψυχήν, οὐ μεγάλου
- IGUR III 1288
- Italy, incl. Magna Graecia
[Ἀσίη]ς ἀπὸ γαί[ης], /
[πρέσβυ]ς, καὶ γεν[ετείρας δεῦρο]
[ἔμολ]ον περὶ πά[τρης]· /
[Ἀσία]ς ἀπὸ γαία̣[ς] /
[αὐτὸ]ς καὶ γενέ[της, ὅν τε]
[στέρ]γον περὶ πά[ντων]
- IGUR III 1270
- Italy, incl. Magna Graecia
ΟΣΙ[— — — — — — — — — — — — — — — —]
φεύγε[τε — — — — — — — — — — — — — —]
ὡς τρέσε [δειλὸς ἀνὴρ — — — ἐ]ν πολ[έμωι]
- IGUR III 1265
- Italy, incl. Magna Graecia
ἑξήκοντα τριῶν ἐτέων
γεγαυῖα, / εὐφράνασα πόσιν
παντὶ ἑῶι βιότωι.
- IGUR III 1260
- Italy, incl. Magna Graecia
τρης Σμύρνης ἐρατινῆς, /
εὐγενίδαν, σοφίαισι κεκασ-
μένον, ἔξοχον ἀνδρῶν, /
- IGUR III 1250
- Italy, incl. Magna Graecia
quaeso ∙ verbaque
pauca ∙ lege: /
illa ∙ ego ∙ quae ∙ claris
tae ∙ / id ∙ tibi ∙ víctúro
proroget ∙ ulterius.
- IGUR III 1248
- Italy, incl. Magna Graecia
Ti(beri) ∙ Claudi
Eugenetis
vix(it) ∙ an(nis) ∙ XI ∙ d(iebus) ∙ IX
- IGUR III 1245
- Italy, incl. Magna Graecia
οὐκ ἔστι ἐν Ἅδου πλοῖον, οὐ πορθμεὺς Χάρων, / οὐκ Αἰακὸς κλειδοῦχος, οὐχὶ
Κέρβελος κύων ∙ / ἡμεῖς δὲ πάντες οἱ κάτω τεθνηκότες / ὀστέα τέφρα γεγόνα-
μεν, ἄλλο δὲ οὐδὲ ἕν. / εἴρηκά σοι ὀρθῶς· ὕπαγε, ὀδοιπόρε, / μὴ καὶ τεθνακὼς ἀδέλεσ-
χός σοι φανῶ ∙ / μὴ μύρα, μὴ στεφάνους στήλλῃ χαρίσῃ· λίθος ἐστίν· / μηδὲ τὸ πῦρ
πηλὸν ποιήσεις καὶ οὐκ ὁ θανὼν πίεται ∙ / τοῦτο ἔσομαι γὰρ ἐγώ, σὺ δὲ
τούτοις γῆν ἐπιχώσας ∙ / εἰπέ ∙ ὅτι οὐκ ὢν ἦν ∙ τοῦτο πάλιν γέγονα ∙ h(uic) ∙ m(onumento) ∙ d(olus) ∙ m(alus) ∙ a(besto) ∙
A(ulus) ∙ Laelius Apelles in hoc monumento aditum ambitum iubeo ∙ habere; iusso Antoni Encolpi