64544 matches in 33335 texts. | 30701-30800 30801-30900 30901-31000 31001-31100 31101-31200 31201-31300 31301-31400 31401-31500 31501-31600 31601-31700 |
10877 | 0.8418% | Attica (IG I-III) |
2358 | 0.9409% | Peloponnesos (IG IV-[VI]) |
8681 | 1.3633% | Central Greece (IG VII-IX) |
1592 | 0.8946% | Northern Greece (IG X) |
2664 | 1.3112% | Thrace and the Lower Danube (IG X) |
687 | 0.8219% | North Shore of the Black Sea |
12424 | 1.0912% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
18411 | 1.5041% | Asia Minor |
627 | 2.1354% | Cyprus ([IG XV]) |
1492 | 2.4591% | Greater Syria and the East |
2786 | 1.2479% | Egypt, Nubia and Cyrenaïca |
99 | 0.5660% | North Africa |
1704 | 1.2346% | Sicily, Italy, and the West (IG XIV) |
142 | 0.5749% | Upper Danube |
- OGIS 139
- Egypt and Nubia
τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι-
κί, θεοῖς Εὐεργέταις, χαιρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά-
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι-
καὶ σπονδάς, δεόμεθ’ ὑμῶν θεῶν μεγίστων, ἐὰν
φαίνηται, συντάξαι Νουμηνίωι τῶι συγγενεῖ καὶ ἐπιστο-
λογράφωι, γρὰψαι Λόχωι τῶι συγγενεῖ καὶ στρατηγῶι τῆς
Θηβαΐδος μὴ παρενοχλεῖν ἡμᾶς πρὸς ταῦτα μηδ’ ἄλ-
ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἡι ἀναγράψομεν
τὴν γεγονυῖαν ἡμῖν ὑφ’ ὑμῶν περὶ τούτων φιλανθρωπίαν,
ἵνα ἡ ὑμετέρα χάρις ἀείμνηστος ὑπάρχει παρ’ αὐτῆι εἰς τὸν
ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν
τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι·
εὐτυχεῖτε.
- OGIS 142
- Egypt and Nubia
βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα ἡ ἀδελφὴ
καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνή, θεοὶ Εὐεργέται, Ἀφροδίτηι.
- OGIS 168
- Egypt and Nubia
[— — — θύσας ἐφ’ οὗ ἱδρύσ]ατο βωμοῦ τῆι τε μεγίστῃ θεᾶι Ἥραι τελ[είας ἀναβάσεως χάριν — — —]
[— — — — — — — — συ]νπαραλαβὼν δὲ τὸυς συγγενεῖς καὶ το[ὺς φίλους — — —]
[— — — — — — — — — —] ἐν αἷς ἡ τοῦ Νείλου πηγὴ ὀνομαζομέ[νη Φιάλη — — —]
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμ]αῖος τοῖς ἐν Ἐλεφαντίνηι ἱερεῦσι τ[οῦ Χνούβω Νεβιὴβ καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν]
[Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐ]πιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶ[ν Φιλομητόρων καὶ θεοῦ νέου Φιλοπάτορος καὶ θεοῦ]
[Εὐερ̣γέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων χαί]ρειν. παραγεγονότες εἰς τοὺς καθ’ ὑμ[ᾶς τόπους μὲν εἰς τὴν θεόκτιστον πόλιν]
[Ἐλεφαντίνην — — — — — — παραγινάμενοι] δ’ ἐπὶ τῆς συνορίας τῶν Αἰθιόπων καὶ ἔχο[ντες θεῶν Εὐεργετῶν διάνοιαν — — —]
[— — — ἕνεκα τοῦ τῶν ἱερῶν προσόδων κ]ατὰ λόγον ἐπιτελεῖσθαι τοῖς θεοῖς τὰ νομιζό[μενα — — —]
[τῶν τοῦ μεγάλου θεοῦ Νείλου ὑδάτω]ν ἀνηκόντων, ἐπιτελεῖσθαι προστετά[χαμεν οὖν Φομμοῦτι τῶι συγγενεῖ καὶ στρατηγῶι]
[καὶ ἐπιστρατήγωι ἡμῶν κατὰ τὴν ὑπ]οκειμένην σύνταξιν διδομένων κατ’ ἔτος [— — —]
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμαῖος] Φομμοῦτι τῶι ἀδελφῶι χαίρειν. ἐρρώμεθα, [εἰ δ’ ἔρρωσαι καὶ τἆλλα κατὰ λόγον ἐστίν],
[εἴη ἂν ὡς βουλόμεθα. τῆς γεγραμμένης παρ’ ἡμῶν ἐ]πιστολῆς πρὸς τοὺς ἐν Ἐλεφαντίνηι ἱερεῖ[ς τοῦ Χνούβω Νεβιὴβ καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν]
[Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφ]ανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητό[ρων καὶ θεοῦ νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν]
[Φιλομητόρων Σωτήρων ὑποτετάχαμέν σοι τὸ ἀντίγραφο]ν. καλῶν οὖν ποιήσεις συντάξας προνοηθῆν[αι ὅπως τεύξονται ἧς κυριεύουσι ἐπικεχω]-
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμαῖος τοῖς ἐν] Ἐλεφαντίνην ἱερεῦσι τοῦ Χνούβω Νεβιὴβ καὶ θεῶ[ν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων]
[καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλο]μητόρων καὶ θεοῦ νέου Φιλοπάτορος καὶ θεοῦ [Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων χαίρειν].
[προστετάχαμεν Ἑρμοκράτει τῶι συγγενεῖ καὶ σ]τ̣ρατηγῶι καὶ ἐπιστρατήγωι περὶ τῶν κατὰ τὴν ση[μαινομένην διὰ τῆς ἐντεύξεως νῆσον γεωργούντων]
[ἱερὰν γῆν — — — — — —. ἔρρωσθε. ἔτου]ς δευτέρου, Δαισίου τρίτῃ, Φαρμουθὶ τρ[ίτηι].
[— — — ἐν Ἐλεφαντίνηι ἱεροῦ δεδοξασμένου ἔ]τι ἐξ ἀρχαίων καὶ ὄντος τῶν πρώτων λο[γίμων ἱερῶν — — —]
[— — — — — —]ηι ἱερᾶς γῆς νήσου καλουμένης Ψὼ ἀνιερω[μένης θεῶι μεγίστωι Χνούβω Νεβιὴβ, γεωρ]-
[γουμένης δ’ εἰς τὸ ἐν Ἐλεφαντίνηι Χνουβιεῖον πριάμ]ενοι δὲ τὴν ταύτης προστασίαν διὰ Παχ[νούβιος — — —]
[— — — — — —]ελειν, ἀνατεθῆναι δὲ καὶ ἐν τῶι ἐπι[φανεστάτωι τόπωι στήλην, ἐν ἧι ἀναγρα-
[φήσεται εἰς τὸν ἅπαντα χρόνον τὰ περ]ιγεγονότα ὑπὸ τοῦ πατρὸς φιλάνθρω[πα ἵνα ἀείμνηστον τὸ ὄνομα αὐτοῦ τε καὶ τῆς]
[βασιλίσσης Κλεοπάτρας ὑπάρχηι καὶ τὰ ὑπὸ] τοῦ πατρὸς προστεταγμένα καὶ περὶ ἡ[μᾶς ἐπιτεληθῇ — — —]
[— — —· δεόμεθ’ οὖν ὑμῶν] θεῶν νικηφόρων καὶ αἰωνοβίων εἰ δοκ[εῖ προστάξαι — — — τῶι συγγενεῖ καὶ]
[ἐπιστολογράφωι, γράψαι Ἑρμοκράτει τῶι συγγε]νεῖ καὶ στρατηγῶι καὶ ἐπιστρατήγωι τῆς Θ[ηβαΐδος ἡμῖν διδόναι τοὺς καθήκοντας περὶ τούτων]
[χρηματισμούς, ἵνα εἰς τὸν ἄπαντα χρόνον χά]ριτας ὀφείλωμεν· εὐτυχεῖτε. [— — —].
[βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι] καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ θεοῖς Εὐεργ[έταις χαίρειν. οἱ ἀπὸ Συήνης σκληγουργοὶ(?)]
[— — — — — —] οἱ ἐπὶ τοῦ κατὰ Συήνην ὄρους· π̣[ολλ]ὰ εἴπομεν εὐ[χὰς καὶ θυσίας ἐπιτέλοντες τοῖς θεοῖς]
[— — — — — — π]έρα τῆς παρ’ ὑμῶν μεγαλομερείας προήγμεθα προ[— — —]
[ἱερᾶς γῆς νήσου καλουμένης Ψὼ ἀνιερωμένης θεῶ]ι Χνουμὼ Νεβιήβ, γεωργουμένης δ’ εἰς τὸ ἐν Ἐλ[εφαντίνηι Χνουμιεῖον — — —]
[— — — — — — ἐ]κφορίοις κ[αὶ φορτ]ίο[ις — — —] ὠνεῦσαι ὡς κατε[— — —]
[— — — — — — τ]ῶι ἱερῶι η[․․․․]γμε[․․․․ ὑπ]ογεγραμμένην [— — —]
[— — — — — —]τ̣ας κ— — — γινομένα[ς ἀρ]γυρικὰς ἐπιγραφὰς ο̣[— — —]
- OGIS 169
- Egypt and Nubia
[․․․․․]ως Φιλομητόρειος,
[ὁ συγγεν]ὴς καὶ ἀρχεδέατρος,
τ̣ὸν ἑαυτοῦ εὐεργέτη̣ν̣.
- OGIS 175
- Egypt and Nubia
ὑπὲρ βασιλίσσ[η]ς Κλεοπάτ[ρας]
θεᾶς Εὐεργετίδος κ[αὶ] βασιλέως Πτολεμαίο[υ]
τοῦ καὶ Ἀλεξάνδρου, θεοῦ Φιλομήτορος,
Πρεμαρρείους ἄγουσαν εὐθεῖαν ὁδὸν ἐπ[ὶ]
τὸν Νάβλα καὶ τὰς γεφύρας πρὸς εὐχέ[ρειαν]
ὡδοποιημένην εἰς ἀμφότ[ε]ρα τὰ ἱερα τή[ν τε]
- OGIS 179
- Egypt and Nubia
μήτορος, καὶ Λυσανίου, τοῦ
συγγενοῦς καὶ στρατηγοῦ
καὶ ἐπὶ τῶν προσόδων τοῦ Ἀρ-
- OGIS 189
- Egypt and Nubia
Τρύφ[ω]ν ὁ παρὰ Κάστο[ρο]ς̣
τοῦ συγγενοῦς καὶ πρὸς τῶι
ἰδίωι λόγωι καὶ οἰκονόμου το[ῦ]
- OGIS 190
- Egypt and Nubia
Καλλιμάχου καὶ τῶν τέκνων
αὐτοῦ, τοῦ συγγενοῦς κ̣αὶ
στρατηγοῦ καὶ ἐπιστρ̣ατήγου
- OGIS 194
- Egypt and Nubia
[μήτορος, ἔτους ιγʹ, Ἀρτ]εμισίου ιηʹ Φαμενὼθ ιηʹ, ἔδοξε τοῖς ἀπὸ Διοσπόλεως τῆς [μ]εγάλης ἱερεῦσι τοῦ
[μεγίστου θεοῦ Ἀμο]νρασωνθὴρ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἄλλοις πᾶσι· ἐπειδὴ Καλλίμαχος ὁ συγγενὴς
[καὶ στρατηγὸς καὶ ἐπ]ὶ τῶν προσόδων τοῦ Περιθήβας καὶ [γ]υμνασίαρχος καὶ ἱπ[πάρ]χης καὶ πρότερον παρα-
[τῶν ἐν αὐτοῖς ἔσωσε] καὶ καθόλου πάντας, δαπανησάμενος ἀνὰ δαπά[ν]ας τοὺς ἅπαντας ἐποίησε ν̣ε̣α[νί]ζ̣ε̣ι̣ν̣ τ̣ε̣ κ̣αὶ̣
[εἰς τὴν ἀρχαίαν εὐ]δαιμονίαν πάντα ἤγαγεν, ἀλήθειαν μὲν καὶ δικαιοσύνην [ἰ]σχ[υρ]ὰς [ποιήσας] καὶ δὴ καὶ χρηστότητα
[παρασχών, φιλανθρωπί]αι δὲ καὶ τοῖς κατ’ εὐεργεσίαν ὑπε[ρ]βαλοῦ[σ]ι[ν] ἀεὶ̣ π̣[αραγενό]μεν̣ος̣· [ἔ]τι δὲ καὶ ν[ῦ]ν ․․․․․․․․
[ἐπιγιγνομένης τῆς] σκληρᾶς σιτοδείας ἐκ τῆς γενομένης ἀνιστορήτου ἀπορίας καὶ σχεδὸ[ν] τὴν πόλιν τρ[ι]βούσης
[ἀνάγκης ἐπι]δοὺς μεγαλοψύχως ἑαυ[τ]ὸν αὑτόκλητο[ς] ἐπὶ τῆι ἑκάστου τῶν ἐντοπίων σωτηρίαι ἐσέφερε, πονήσας
[δενὸς δὲ συλλα]μβάνοντος, ἐπικαλεσάμενος τὸν καὶ τότε συμπαραστάντα αὐτῶι μέγιστον θεὸν
[Ἀμονρασωνθ]ὴρ καὶ εὐγενῶς μόνος ὑποστὰς τὸ βάρος πάλιν ὥσπερ λαμπρὸς ἀστὴρ καὶ δαίμων ἀγαθὸς
[τοῖς ἅπασι]ν ἐπέλαμψε· τὸν γὰρ ἑαυτοῦ βίον ὁλοσχερῶς ἀνέθετο τοῖς χρῆσθαι βουλομένοις, ἐπιφ̣[αν]νέστα[τα δὲ]
[καλῶς ἐβοήθησεν] τοῖς κατοικοῦσι τὸν Περιθήβας καὶ διαθρέ[ψ]ας καὶ σώσας πάντας σὺν γυναιξὶ καὶ τέκνοις καθάπερ ἐ[κ]
[ζάλης καὶ ἀντι]πάλων χειμώνων εἰς εὐδινοὺς λιμένας ἤγαγεν· τὸ δὲ πάντων πρῶτον καὶ μέγιστον τῆς
[εὐσεβείας, ἔχω]ν ἐπιμελείας τῶν εἰς τὸ θεῖον ἀναπεμπομένων πάντων ὡς ἔνι κράτιστα εὐσεβῶς καὶ ἀγ[ρ]ύπνως
[ὑπὲρ τῶν ἱερῶν ἐφ]ρόντισεν, ὥστε ἀφ’ ὅτου ὁ πατὴρ τοῦ πατρὸς αὐτοῦ Καλλιμάχου τοῦ συγγενοῦς καὶ ἐπιστρατήγου
[ἀνενεώσατο αὐτὰς ποι]ηθῆναι τὰς τῶν κυρίων θεῶν κωμασίας καὶ πανηγύρεις εὖ μάλα ὁσίως καὶ [κ]α[λ]ῶς ὥσπε[ρ] ἐπὶ τῶν
[ἀρχαίων χρόνων· ἀ]γαθῆι τύχηι· προσαγορεύεσθαι μὲν αὐτὸν σωτῆρα τῆς πόλεως, ἥ ἐστιν ἀρχεῖον, ὃ στα̣[μίο]ν,
[ἀναθεῖναι δὲ αὐτοῦ ἐν] τῆι γενεσίωι ἡμέραι ἐν ἐπισήμοις τόποις τοῦ ἱεροῦ τοῦ μεγίστου θεοῦ Ἀμονρασωνθὴρ
[τρεῖς εἰκόνας αὐτοῦ, μίαν] μὲν τοὺς ἱερεῖς ἐκ σκληροῦ λίθου, δύο δὲ τὴμ πόλιν, ἣν μὲν χαλκῆν, ἣν δὲ [ὁ]μοίως σκληρόλιθον,
[ἄγειν δὲ κατ’ ἐνιαυτὸν ἐ]πώνυμον τὴν αὐτὴν ἡμέραν καὶ θύειν τοῖς κυρίοις θεοῖς καὶ στεφανη[φ]ορεῖν καὶ εὐωχεῖσθαι
[καθάπερ νόμιμόν ἐστιν], τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στήλην λιθίνην τοῖς τε Ἑλληνικοῖς καὶ ἐγχωρίοις γράμμασι,
[καὶ ἀναθεῖναι αὐτὴν ἐπὶ] τῆς κρηπῖδος τοῦ αὐτοῦ ἱεροῦ, ὡς καὶ δημοσίαι τέτευχεν αὐτὸς τῆς παρὰ τοῦ μεγίστου θεοῦ
[Ἀμονρασωνθὴρ εὐμενείας, ὅ]πως εἰς τὸν αἰῶνα αἰείμνηστοι αὐτῶι ὦσιν αἱ εὐεργεσίαι.
- OGIS 195
- Egypt and Nubia
Παράσιτος τὸν ἑαυτοῦ θεὸν ε̣(?)
κ̣αὶ εὐεργέτην, (ἔτους) ιθʹ τοῦ καὶ δʹ,
Χοιὰχ κθʹ.
- OGIS 199
- Egypt and Nubia
ἔθνη εἰρηνεύεσθαι κελευσας, ἐπολέμησα καὶ ὑπέταξα μάχαις
τὰ ὑπογεγραμμένα ἔθνη· Γάζη ἔθνος ἐπολέμησα, ἔπειτα
Ἀγάμε καὶ Σιγύηνε καὶ νικήσας τὴν ἡμίσειαν πάντων τῶν παρ’
παῖδας καὶ παρθένους καὶ πάσαν τὴν ὑπάρχουσαν αὐτοῖς
κτῆσιν. Ῥαυσῶ ἔθνη μεσόγεια λιβανωτοφόρων βαρβάρων
οἰκοῦντα ἐντὸς πεδίων μεγάλων ἀνύδρων, καὶ Σωλάτε ἔθνος
πρὸ ἐμοῦ ὑπέταξα, δι’ ἣν ἔχω πρὸς τὸν μέγιστον θεόν μου
Ἄρην εὐχαριστίαν, ὅς με καὶ ἐγέννησε, δι’ οὗ πάντα τὰ ἔθνη
τὰ ὁμοροῦντα τῇ ἐμῇ γῇ ἀπὸ μὲν ἀνατολῆς μέχρι τῆς λιβανω-
Γάζη: σχόλιον· Γάζην λέγει τοὺς Ἀξωμίτας· ἄχρι γὰρ καὶ τοῦ νῦν Ἀγάζη αὐτοὺς ὀνομάζουσι. LS
Ζιγγαβηνὲ καὶ Ἀγγαβὲ: σχόλιον· τὰ ἐγγὺς Ἀδουλέως λέγει ἔθνη τῶν Τιγρητῶν. LS
Τιάμαα: Τιάμα τοὺς λεγομένους Τζιαμῶ, καὶ τοὺς Γαμβελὰ καὶ τὰ ἐγγὺς αὐτῶν λέγει ἔθνη τὰ πέραν τοῦ Νείλου. LSV
Σωλάτε: Σωλάτε γὰρ τοὺς ἐπὶ τὴν Βαρβαρίαν Τιγρῆτας τοὺς παραλίους λέγει. LS
Ῥαυσῶ ἔθνη: σχόλιον· τὰ τῆς Βαρβαρίας ἔθνη λέγει. S
Σαβέων χώραν τὸν Ὁμηρίτην λέγει. LS
- OGIS 200
- Egypt and Nubia
τοῖς ἕξασιν βασιλείσκοις βόας μυ(ριάδας) βʹ ͵ερμʹ. ὑπὲρ δὲ εὐ-
χαριστίας τοῦ μαι με γεννήσαντος ἀνικήτου Ἄρεως
ἀνέθηκα αὐτῷ ἀνδριάντα χρυσοῦν [ἕν]α κ(αὶ) ἀργύ-
- OGIS 200,Add(1)
- Egypt and Nubia
ὡς γίνεσθαι τοῖς ἕξασιν βασιλίσκοις βόας μυ(ριάδας) βʹ ͵ερμʹ·
ὑπὲρ δὲ εὐχαριστίας τοῦ μαι γεννήσαντος
ἀνικήτου Ἄρεως ἀνεθήκαμεν αὐτῷ ἀνδρι-
θέμην αὐτὴν τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τῷ μαι με
γεννήσαντι ἀνικήτῳ Ἀρέει· εἴ τις οὖν τοῦτον
ἀδικῆσαι βουληθῇ, ἐξολεθρεύσῃ αὐτὸν ὁ θε[ὸς]
- OGIS 200,Add(2)
- Egypt and Nubia
δυνά̣μι τοῦ̣ Χριστοῦ, ὅτι αὐτὸς ὁ̣δήγησέν
μαι καὶ ε̣ἰς α[ὐ]τὸν πιστεύω καὶ αὐτὸς ἐγέ-
νετό μοι ὁδηγός. ἐξῆλθα πολεμῆσαι
- OGIS 201
- Egypt and Nubia
ὅρκον αὐτῶν, ὡς καλοί εἰσιν ἄνθρωποι. ἀναχωρήθην
εἰς τὰ ἄνω μέρη μου ὅτε ἐγεγονέμην βασιλίσκω βασιλίσκος,
οὐκ ἀπῆλθον ὅλως ὀπίσω τῶν ἄλλων βασιλέων,
- OGIS 202,b
- Egypt and Nubia
— —ιος Σηνᾶς Ζηνᾶς τὸ πέμπτον ἐλθὼν πρὸς τὸν Ἑρμῆν
[μετ]ὰ̣ Τ̣ι̣β̣(ερίου) Ἰουλίου Πτολεμαίου υἱοῦ, Ἀπολλωνίου ἀραβάρχου τοῦ προγεγραμμ(ένου).
- OGIS 205
- Egypt and Nubia
Τίτος Σερούλ̣ιος̣, στρα[τιώτη]ς
λεγεῶνος ·III· Κυρηναϊκῆς,
χωρογραφήσας ἐμνήσθη
- OGIS 209
- Egypt and Nubia
βουλευτοῦ προστάτου ὀμοίω|ς
Σρουπτίχιος θεᾶς γενομέν|ου
καὶ τῶν φιλούντων, ιεʹ Μεχείρ.
- OGIS 210
- Egypt and Nubia
κελεύσαντος πάντας τοὺς χοίρους ἐξελασθῆναι
ἀπὸ ἱεροῦ κώμης Τάλμεως τῆς ιβʹ σχοί(νου) (Δωδεκα)σχοί(νου), παραγγέλλε-
ται πᾶσι τοῖς κεκτημένοις χοίρους τούτους ἐξε-
κελευσθέντα πρὸς τὸ δύνασθαι τὰ περὶ τὰ ἱερὰ θρήσ-
κια κατὰ τὰ νενομισμένα γείνεσθαι.
[(ἔτους) ․ʹ] τῶν κυρίων ἡμῶν 〚Φιλίππων〛 Σεβαστ[ῶν].
- OGIS 654
- Egypt and Nubia
C(aius) Cornelius Cn(aei) f(ilius) Gallu[s, eq]ues Romanus, post reges
a Caesare deivi f(ilio) devictos praefect[us Alex]andreae et Aegypti primus, defectioni[s]
um regum formidine subact[a], leg[atis re]gis Aethiopum ad Philas auditis, eo[dem]
rege in tutelam recepto, tyrann[o] Tr[iacontas]choeni in Aethiopiae constituto, die[is]
patrieis et N[ilo adiut]ori d(onum) ḍ(edit).
ποστᾶσαν ἐν πεντεκαίδεκα ἡμέραις δὶς [ἐν παρ]ατάξει κατὰ κράτος νικήσας, σὺν τῶι τοὺς ἡ-
γεμόνας τῶν ἀντιταξαμένων ἑλεῖν, πέν[τε τε πό]λεις τὰς μὲν ἐξ ἐφόδου, τὰς δὲ ἐκ πολιορκί[ας]
καταλαβόμενος, Βορῆσιν, Κόπτον, Κεραμική[ν, Διόσπ]ολιν μεγάλην, Ὀφιῆον, καὶ σὺν τῆι στρατιᾶι ὑ-
περάρας τὸν καταράκτην, ἀβάτου στρατία[ις τῆς χώρ]ας πρὸ αὐτοῦ γενομένης, καὶ σύμπασαν τὴ[ν]
Θηβαΐδα, μὴ ὑποταγεῖσαν τοῖς βασιλεῦσιν, [ὑποτάξ]ας, δεξάμενός τε πρέσβεις Αἰθιόπων ἐν Φί-
λαις καὶ προξενίαν παρὰ τοῦ βασιλέως λ[αβών, τύ]ραννόν τε τῆς Τριακοντασχοίνου τοπαρχία[ς]
- OGIS 657
- Egypt and Nubia
Αὐτοκράτορι Καίσαρι Σεβαστῶι σωτῆρι καὶ εὐεργέτῃ, (ἔτους) ιηʹ,
ἐπὶ Ποπλίου Ῥοβρίου Βαρβάρου.
- OGIS 659
- Egypt and Nubia
ὑπὲρ Αὐτοκράτορ(ος) Καίσαρος, θεοῦ υἱοῦ, Διὸς Ἐλευθε̣ρ̣ί̣ο̣υ̣, Σε̣βαστοῦ ἐπὶ Ποπλίου Ὀκταυίου ἡγεμόνος καὶ
Μάρκου Κλωδίου Ποστόμου ἐπιστρατήγου, Τρύφωνος στρατηγοῦντος, οἱ ἀπὸ τῆς μητροπόλεως
- OGIS 661
- Egypt and Nubia
ὑπὲρ Αὐτοκράτορος Τιβερίου Καίσαρος νέου Σεβαστοῦ, θεοῦ Σεβαστοῦ υἱοῦ, 〚ἐπὶ Αὔλου Ἀουιλλίου Φλάκκου
ἡγεμόνος καὶ Αὔλου Φωλμίου Κρίσπου ἐπιστρατήγου〛, Σαραπίωνος Τρυχάμβου στρατηγοῦντος, οἱ ἀπὸ τῆς μητρ-
οπόλεως καὶ τοῦ νομοῦ τὸ πρόναον Ἀφροδείτηι θεᾶι μεγίστηι καὶ τοῖς συννάοις θεοῖς, (ἔτους) ․․ʹ Τιβερίου Καίσαρος.
- OGIS 663
- Egypt and Nubia
ὑπὲρ τῆς Τ[ιβερίου Κλ]αυδίου Καίσαρος Σεβαστο[ῦ Γε]ρμανικοῦ Αὐτο-
κράτορος εἰρή[ν]ης καὶ ὁμονοία̣[ς το]ὺς προκειμέ̣[νους] θεούς, ἐπὶ
Λευκίου Αἰμιλίου Ῥή[κτου] ἡ̣γ̣εμόνος [καὶ] Τ̣ι̣βερίου Ἰουλίου Ἀλ[εξάνδ]ρου ἐπιστρατήγου,
Ἀρείου τοῦ Ἀρείου στρα[τηγοῦν]τος, ἔτους βʹ Τιβερίου Κλαυδ[ίο]υ Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορο[ς], Φαρμουθὶ ηʹ Σεβαστῆι.
- OGIS 664
- Egypt and Nubia
Λούσιος 〚Γέτας〛 Κλαυδίωι Λυσα-
νίᾳ στρατηγῶι Ἀρσινοείτου
χαίρειν· τὸ ὑπογεγραμμένον
ἔκθεμα πρόθες ἐν οἷς καθήκει
ἔρρωσο.
Λούκιος Λούσιος 〚Γέτας〛 λέγει·
ἐπεὶ Ἀρσινοείτου ἱερεῖς θεοῦ
Σοκνοπαίου ἐνέτυχόν μοι
λέγοντες εἰς γεωργίας ἄγεσθαι,
τούτους μὲν ἀπολύωι· ἐὰν
Κλαυδίου Καίσαρος Σεβαστοῦ,
Γερμανικοῦ Αὐτοκράτορος,
Φαρμοῦθι γʹ.
- OGIS 665
- Egypt and Nubia
I. letter of the general Posidonius, 1 Febr. 49 ac.
Ποσιδώνιος στρατηγός. vac.
τῆς πεμφθείσης μοι ὑπὸ τοῦ κυρίου ἡγεμόνος
[ἐ]π̣ι̣στολῆς σὺν τῶι ὑποτεταγμένωι προστά-
[τεταγμένοι]ς̣ [π̣ο̣ι̣]ῆτε. vvv (ἔτους) ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος
[Σεβαστοῦ Γερμαν̣ι̣]κ̣[ο̣ῦ Αὐ]τοκράτορος, Μεχεὶρ vv ζʹ. vac.
II. letter of Cn. Vergili Capitonis
[κάστην κώμ̣η̣]ν̣ α[ὐ]τ̣ὸ προθεῖναι σαφέσι καὶ εὐσήμοις
[γράμμασιν̣] καὶ φρο[ν]τίσα̣ι̣ ἵνα γέ̣νηται ταῦ[τ’] ἐμοῦ. [vv]
III. edict of Cn. Vergili Capitonis, 7 Dec. 48 ac.
Γναῖος Οὐ[εργί]λιος Καπίτων λέγει· vac.
καὶ πάλαι μὲν ἤκουόν τινας δαπάνας ἀδίκους καὶ παραλαγή-
ας ὑπὸ τῶν πλεονεκτικῶς καὶ ἀνα̣ι̣δ̣ῶς ταῖς ἐξ[ο]υσί̣α̣ις ἀπο-
χρωμένων γείνεσθαι, καὶ νῦν δὲ ἐν τῆι τῶν Λιβ̣ύων μάλιστα
ἔγνων ὑποθέσει ὅτι ἀναλίσκεταί τιν̣α ἁρπ̣αζόντων ἀδε-
τοῦ λογιστηρίου, κ̣αὶ τοὺς ἐ̣κλογιστὰς πεμπέτωσαν, ἵν’ ἐά̣ν̣ τ̣[ι] παρ̣ὰ τὸ δί-
καιον λελογευμένον ἢ πεπραγμένον ᾖ, τοῦτο διορθώσομαι. ὁμ̣οίως
δ[ὲ βού]λομαι δηλοῦσθαί μ̣[οι̣ εἴ που]
λάκις παρὰ τὴν [— — —c.16— — —]-
σαντος γείν[εσθαι —c.8— κεχει]-
ρογραφημέ̣[ν— — —c.15— — — τῶι]
ἤδη προλέγω̣ι̣ ὅ̣τ̣ι̣ [— — —c.14— — —]-
των, εἰ και[— — —c.17— — — γέ]-
νοιτο, τ[ο]ύτους [δ̣ὲ —c.8— ἀναγρά]-
[μὸν ἄγωνται ὥστ’ ἐ]ξ̣ αὐτῶν εἶναι φανερὸν
[τὸ ἀληθὲς καὶ τὸ ἀπ]αί̣τ̣ημα λογευθείηι· οἱ
[δὲ — — — — — — — — — — — —] τῶι ἰδίωι λό-
[(ἔτους) ἐνάτου Τιβερίου Κλ]α̣[υ]δ̣ί̣[ο]υ Καίσαρος Σεβαστ[ο]ῦ̣
[Γερμανικοῦ Αὐτοκράτορο]ς vvv Χοιὰχ v ιαʹ. vac.
- OGIS 666
- Egypt and Nubia
ἐπεὶ 〚Νέρων〛 Κλαύδιος Καῖσαρ Σεβαστὸς
Γερμανικὸς Αὐτοκράτωρ, ὁ ἀγαθὸς δαίμων τῆς
οἰκουμένης, σὺν ἅπασιν οἷς εὐεργέτησεν ἀγα-
θοῖς τὴν Αἴγυπτον τὴν ἐναργεστάτην πρόνοι̣-
αν ποιησάμενος ἔπεμψεν ἡμεῖν Τιβέριον Κλαύδ[ι]-
ον Βάλβιλλον ἡγεμόνα, διὰ̣ δ̣ὲ̣ τ̣ά̣ς̣ τούτου χ̣[ά]-
ριτας καὶ εὐεργεσίας πλημύρουσα πᾶσιν ἀγαθοῖς ἡ̣
Αἴγυπτος, τὰς τοῦ Νείλου δωρεὰς ἐπαυξομέ-
του παροικοῦσι ταῖς πυραμίσι καὶ τοῖς ἐ̣ν̣ αὐτ[ῷ]
καταγεινομένοις τοπογραμματεῦσι καὶ κω-
μογραμματε̣ῦ̣σ̣ι̣ ψη[φίσ]α̣σ̣θαι κ[αὶ ἀν]αθεῖναι
[ω]ι Ἀρμάχει, ἐκ τῶν ἐνκεχαρ[ρισμ]ένω̣ν̣ ἀ̣γ̣[αθῶν]
[δηλοῦσα]ν τὴν πρὸς αὐτοῦ[ς ε]ὐ̣εργεσίαν,
ἐξ ὧν ἐπισ[τήσονται καὶ ]τ̣ὴ̣ν̣ π̣ρ̣ὸς ὅλην τὴ[ν]
δωμένας ἐνεστηλωμένας τοῖς ἱεροῖς γράμμασιν αἰῶνι μνημο-
νεύεσθαι [παντί]. παραγενόμενος γὰρ ἡμῶ̣[ν]
εἰς τὸν νομὸν καὶ προσκυ̣νήσας τὸν Ἥλιο[ν]
[(ἔτους) —ʹ Νέρωνος] Κλαυδ̣[ίου Καίσαρος Σεβαστο]ῦ
[Γερμανικοῦ Αὐτοκρά]τ[ορος — — — — —].
- OGIS 667
- Egypt and Nubia
ὑπὲρ 〚[Νέρωνος]〛 Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος καὶ τοῦ παντὸς αὐτοῦ οἴκου
Πνεφερῶτι καὶ Πετεσούχωι θεοῖς μεγίστοις, ἐπεὶ ἐπὶ Ἰουλίου
Οὐηστίνου τοῦ κρατίστου ἡγεμόνος, (ἔτους) ζʹ 〚Ν̣[έρωνος]〛 ἱεροῦ
Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ [Α]ὐτοκράτορος, Ἐπείφι ιγʹ.
- OGIS 668
- Egypt and Nubia
Νέρωνι Κλαυδίωι Καίσαρ[ι]
Σεβαστῶι Γερμανικῶ[ι]
Αὐτοκράτορι, τῶι σω-
τῆρι καὶ εὐεργέτηι τῆ[ς]
οἰκουμένης, ἡ πόλις
Κλαυδίου Καίσαρ[ος Σεβαστοῦ]
Γερμανικοῦ αὐτοκρά[τορος]
ἐφηβευκότες πάν[τες]
ἐ[π]ὶ Λευκίου Ἰουλίου [Οὐηστί]-
[ν]ου ἡγεμόνος, (ἔτους) ζʹ [Νέρωνος]
Κλαυδίου Καίσαρος [Σεβαστοῦ]
Γερμανικοῦ Αὐτοκ[ράτορος]
Φ— — — — — — — — — — — —
- OGIS 669
- Egypt and Nubia
Ἰούλιος Δημήτριος, στρατηγὸς Ὀάσεως Θ[ηβ̣α̣ΐ̣]δος v τοῦ πεμφθέντος μοι διατάγματος ὑπὸ τοῦ κυρίου ἡγεμόνος vv
Τιβερίου Ἰουλίου Ἀλεξάνδρου τὸ ἀντίγραφον ὑμεῖν ὑπέταξα, ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργεσιῶν. (ἔτους) βʹ Λουκίου Λιβίου Σεβαστοῦ Σουλπικίου
Γάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι. vvv Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει vv πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκον̣τι κα-
ταστήματι τὴν πόλιν ἀπολαύουσαν τῶν εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-
τηι τῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-
τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-
τα ἐπανορθούμενος· v ἵνα δὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸς σωτηρίαν
[κ̣]αὶ τὰ πρὸς ἀπόλαυσιν, καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρεί-
ἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴι ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢι ἄλ-
[λ̣]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ̣]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ί̣γ̣]ο̣ν̣ ἔ̣βλα̣ψε τὰ πράγ̣μ̣ατα τὸ πολλοὺ̣ς ἀπείρους ὄντας τῆς τοιαύ̣-
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθέντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, εἰ̣δὼς τοῦτο
οἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι, καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα· ἐδηλώθηι γάρ μοι πολλάκις ὅτι ἤδηι τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως
γεγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀναδάστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι· v κελεύωι οὗν, ὅστιςς ἂν ἐνθάδε
τὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς κ̣αθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή%⁸⁰-
ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας ὡς δημοσίους γεωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. ἀκόλουθον δέ ἐ[σ̣]τιν ταῖς τῶν Σεβαστῶν v
χάρισι καὶ τὸ τοὺς ἐνγενεῖς Ἀλεξανδρεῖς καὶ ἐν τῆι [χώ̣]ρ̣ᾳ̣ διὰ φιλεργίαν κ̣α̣τ̣ο̣ι̣κ̣ο̣ῦ̣ν̣τ̣α̣ς̣ ε̣ἰ̣ς̣ μ̣η̣δ̣ε̣μ̣ί̣α̣[ν̣ ἄ̣γ̣]ε̣σ̣[θα̣ι̣ χ̣ωρ̣ι̣κ̣ὴν λ̣]ε̣ι̣τ̣ο̣υ̣ρ̣[γ̣ίαν̣]·
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v μελήσει δέ
μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v καθόλου δὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐσ̣τὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] γοῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λόγωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰-
τε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου, μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μηδὲ εἰς κρίσιν ἄγεσθαι, ἢι ὁ τοῦτο ποιήσας ἀπαραιτή-
τως ζημιωθήσεται. οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων, ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι. ἤδηι δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ
πλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης v ἀναγκαίως κελεύωι, ἐὰν μέν τις τῶν ἐν ἰδίωι λόγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν, παρίστασθαι ὑπ’
αὐτοῦ τὸν προσαγγείλαντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν δὲ ἰδίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γ̣ά̣]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ̣]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ
ελεγχθέντα[ς̣] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην. οὐκ ἀγνοῶι δ’ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν̣ εὐσταθείᾳ [δ̣]ι̣α̣μ̣[ένειν̣], ἐξ ἧς̣ [μεγάλως βαρύνεσθε· ἃς μὲν οὖν]
χορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν γεωργοῦντες καὶ ἐδήλωσαν ὅτι πολλὰ καιν̣[ῶ̣]ς̣ κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα]
[ἀλλ̣ὰ̣] δι̣ὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν̣ εὗρον ἐκτεινόμενα]
[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλλὰ καὶ τὰ προάστια τῆς πόλεως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [λαβεῖν. διὸ κελεύωι]
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς]
[κατ̣]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [ἀ̣γορῶν ἀπο]-
[λύωι]· ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐγλογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[ῆ̣ς ὁ]-
[μοιώσεως̣] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος]
[παρα̣]γράφειν ἀλλὰ [μ̣]ηι[δ̣’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[π̣ο]-
[θήκ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευδὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅσον ἀπῃτήθησαν καὶ τὸ ἴσ[ο̣ν]
[ἀποτί̣σ̣]ο̣υ̣σ̣ι̣ [ε̣]ἰς τὸ δημόσιον. v τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ [v]
[Νίλου, ἀ]λ̣λ̣ὰ πρὸς σύνκρισιν ἀρχαιοτέρων τινῶν ἀναβάσε[ω̣ν, καίτοι] τῆς ἀληθείας αὐτῆς οὐδὲν δοκεῖ δικαιότερον εἶναι. θαρ%⁸⁰-
[σεῖν δὲ βούλ]ο̣μ̣α̣ι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς̣, εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρ̣ε̣γ̣μ̣[έ]-
[νης γῆς, κα]ὶ̣ ο̣ὐ πρὸς σ[υ̣]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ο̣μ̣έ]νων ἡι ἀπαίτησις ἔσται. ἐὰν δέ τις ἐξελεγχθῆι ψευσάμ̣[ενος αὐτήν],
[ήσασθα̣]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [π̣ο̣]ιήσεται. μένειν γὰρ ὀφεί[λ̣]ει τ̣[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[α̣ιον. τ̣ὸ̣] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]-
[θέν̣τ̣]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν κ̣αινίζεσθαι. περὶ δὲ τῶν ἀρχαιοτέ[ρ̣ων] ἐ̣κ̣[θ̣]έσεων, ἐνκει[μένω]ν ὑμ[ῶ̣]ν, αἷς [τ̣ι̣νες ὥστε]
[ἐκπράσ]σ̣ε̣ι̣ν ἢ ὁ̣ρ̣ί̣σαι πολλάκις ο[ὐδὲν] πλέ[ο]ν περιε[ποί]ησαν πλὴν ἀργυρισμοῦ τῶν πραγμ[ατικ]ῶν καὶ τῆς τῶ[ν ἀνθρώ]π̣ω̣ν ἐπιτ̣[ρί̣ψ̣εως, Καί]-
[σαρι Σ]ε̣[β̣α]στῶ̣[ι] Α̣[ὐ]τοκράτορι γράψ[ωι μ̣]ετὰ τῶν ἄλλω[ν ὅ̣]σα αὐτῶι δήλωι τῶι μόνωι δυναμ[ένω̣]ι τὰ τοιαῦτα ὁλ[οσχερ]ῶς [ἐ̣]κκόπ̣τ[ε̣ιν, οὗ εἰσι]
[αἴτι]α̣ι τῆς πάντων ἡ[μ̣]ῶν σωτηρίας ἡι δι̣[η]ν̣εκὴς [εὐ]ε̣ργεσία καὶ πρόνοια. vvvv ἔ̣[το]υ̣ς v πρώτο[υ̣ Λουκ]ί̣ο̣υ̣ Λειβίο[υ vvv]
[Γάλ]βα Καί[σ]αρος Σεβαστοῦ Αὐτο̣κράτορος, Ἐ̣[π]ε̣ῖφ[ι̣] ιβʹ. vac.
- OGIS 670
- Egypt and Nubia
Ο̣ὐε̣[σπασιανὸν Σεβαστὸ]ν,
τὸν σωτῆρα καὶ εὐεργέτην,
οἱ ἀπὸ Φιλῶν καὶ Δωδεκασχοίνου.
- OGIS 672
- Egypt and Nubia
Τεττίου Ἀφρικανοῦ
Κασσιανοῦ Πρίσκου ἡγεμόνοϲ
ὠρύγη Ἀγαθὸς Δαίμων
ἐτέθησαν παρ’ ἑκάτερα τῶν τ[οί]-
χων πλάκες ἐπιγεγραμμέ-
ναι δεκατέσσαρες.
- OGIS 673
- Egypt and Nubia
anno VI Imp(eratoris) 〚Domitiani〛
Caesar(is) Aug(usti) Germanic(i)
sub C(aio) Septimio Vegeto praef(ecto) Aeg(ypti)
foditu(m) est flumen Philagrianu(m)
Καίσαρος 〚Δ̣ο̣μ̣ι̣τ̣ι̣α̣(νοῦ)〛
Σεβαστοῦ Γερμανικοῦ
ἐπὶ Γαΐου Σεπτιμίου
Οὐεγέτου ἡγεμόνοϲ
ὠρύγη ποταμὸς
- OGIS 674
- Egypt and Nubia
αν τετρώβολον· (ἔτους) θʹ Αὐτοκράτορος
Καί[σαρ]ος [Δομιτιανοῦ] Σεβαστοῦ [Γερμαν(ικοῦ)], Παχὼν ιεʹ.
- OGIS 675
- Egypt and Nubia
ὑπὲρ Αὐτοκράτορος Καίσαρος 〚Δομιτιανοῦ〛 [Σ]εβαστοῦ 〚Γερμανικοῦ〛 καὶ τοῦ παντὸς α[ὐτοῦ οἴκου] Ἀφροδείτηι θεᾶι μεγίστηι Πετρωνία Μάγνα καὶ τὰ ταύτης
τέκνα τὸ ἱερὸν οἰκοδόμησαν ἐπὶ Γαίου Σεπτιμίου [Οὐ]εγέτου ἡγέμονος, στρατηγοῦντος Ἀρ[τε]μιδώρου· ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος 〚Δομιτιανοῦ〛
Σεβαστοῦ 〚Γερμανικοῦ〛 μηνὶ Φαμενὼθ νουμ[ηνίαι].
- OGIS 677
- Egypt and Nubia
ὑπὲρ τῆς τοῦ κυρίου Αὐτοκράτορος Καίσαρος Νέρουα
Τραϊανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τύχης, ἐπὶ Μάρκου Ῥουτιλίου Λούπου
ἐπάρχου Αἰγύπτου, Σαράπιδι καὶ Ἴσιδι, θεοῖς μεγίστοις, οἱ ἀπὸ τῆς Κύσεως, οἱ ἐγείραν-
τες τὴν οἰκοδομὴν τοῦ πυλῶνος, εὐεργεσίας χάριν ἐποίησαν, (ἔτους) ιθʹ Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραϊανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦς, Παχὼν αʹ.
- OGIS 678
- Egypt and Nubia
ὑπὲρ σωτηρίας καὶ αἰωνίου νίκης Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ καὶ τοῦ σύνπαντος αὐτοῦ οἴκου
καὶ τῆς τῶν ὑπὸ αὐτοῦ ἐπιταγέντων ἔργων ἐπιτυχίας,
Διὶ Ἡλίωι μεγάλωι Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς τὸν ναὸν καὶ τὰ περὶ τὸν ναὸν πάντα
- OGIS 684
- Egypt and Nubia
Κόϊντος Ἀποληϊανὸς Βόηθος
ὁμοίως ἤκουσα μετὰ τῶν προγε-
γραμμένων, τῷ αὐτῷ ἔτει, μηνὶ
- OGIS 703
- Egypt and Nubia
ἡ πόλις
διὰ Ἀπολλωνίου Ἀπολλωνίου τοῦ Ἑρμογένους
Προπαπποσεβαστείου τοῦ καὶ Ἑρμαίου ὡς ἐν Ἀλεξαν[δρείᾳ],
- OGIS 705
- Egypt and Nubia
Τιβ(έριος) Ἰούλιος Ἀ̣λέξανδρος
γενάμενος ἔπαρχος σπείρης αʹ
Φ̣λ̣α̣ο̣υ̣ί̣α̣ς̣, τ̣ῶ̣ν̣ ἠ̣γ̣ο̣ρ̣α̣νομηκότων,
- OGIS 713
- Egypt and Nubia
ἁπάντων ἀπὸ τῆς ἱερᾶς θυμελικῆς καὶ ξυστικῆς συνόδου,
π̣ρογ̣όνω[ν γεγ]υμνασιαρχηκότων, ψηφίσματι τετιμημένων.
hedera [ἔ]τους πρώτου vac. Φαμενὼθ λʹ. hedera
- OGIS 716
- Egypt and Nubia
Γάϊος Ἰούλιος Σεουῆρο[ς]
λεγ(εῶνος) βʹ Τρ(αϊανῆς) Ἰσχυρᾶς
Γορδιανῆς εὐχ[ὴν]
- OGIS 731
- Egypt and Nubia
[․․․․]ώτης Ὥρου καὶ Τεαρόως ἀδελφός, ἰλάρχαι ἀλάρχαι? λαάρχαι
[κ]α̣ὶ ἡγεμόνες τῶν περὶ αὐλὴν ἐπιλέκτων
μαχίμων εὐεργεσίας ἕνεκεν τῆς εἰς αὑτοὺς
καὶ τοὺς οἰκείους.
- OGIS 736
- Egypt and Nubia
ἔχεις πρὸς τὸ θεῖον εὐ[σέβ]ει[αν], π̣ροσ-
τάξαι Θήριδι τῶι συγγενεῖ καὶ ὑ[π]ομνη-
ματογράφωι, ὅπως γράψῃ τῶ[ι] τ[ο]ῦ νομοῦ
καὶ τοῦ πρὸς αὐτὴν χρηματισμοῦ
τὸ ἀντίγραφον· τούτου δὲ γενο-
μένου ἔσομαι εὐεργετημένος·
διευτύχει.
(ἔτους) ιγʹ · Θήριδος · γεινέσθω.
ἔγραψε Πτολεμαῖος Διδύμου
- OGIS 737
- Egypt and Nubia
ἔτους ἕκτου· ἐπὶ συναγωγῆς
τῆς γενηθείσης ἐν τῶι ἄνω Ἀπολλ[ω]-
νιείωι τοῦ πολιτεύματος καὶ τῶν
ἀπὸ τῆς πόλεως Ἰδουμαίων.
ἐπεὶ Δωρίων ὁ συγγενὴς καὶ στρατηγὸς
καὶ ἱερεὺς τοῦ πλήθους τῶν μαχαιροφόρων
ἐν πολλοῖς εὐεργετηκὼς ἐφαίνετο καὶ κοινῆι
καὶ κατ’ ἰδίαν ἕκαστον, εὐσεβῶς τε διακείμενος
- OGIS 738
- Egypt and Nubia
ἐπὶ Σχεδίαι στρατιῶται, ὧν
ἡγεμὼν καὶ χιλίαρχος Σωσίπατρος,
τὸ Κλεοπάτρειον.
- OGIS 739
- Egypt and Nubia
κ̣αὶ θεῶν Σ̣ω̣τ̣ήρ[ων κ]αὶ θεῶ̣ν̣ Ἀδ̣ε̣λ̣φῶν καὶ θεῶν Εὐ̣ερ-
γετῶν καὶ θε̣[ῶν Φιλοπα]τόρων καὶ θεῶν Ἐπιφανῶν κ[αὶ]
θ̣ε̣[οῦ Εὐπάτορος καὶ θεοῦ] Φ̣ιλομήτορος καὶ θεο̣ῦ̣ Ν̣έ̣ο̣υ̣
[Φι]λοπάτορ[ος] καὶ [θεοῦ Εὐεργ]έτου καὶ θεᾶς Εὐεργ̣έ̣τ̣ι̣δ̣ο̣ς̣
[τῆς] καὶ [Φιλ]ομή[τορος Σωτ]ε̣ί̣ρ̣ας, ἱεροῦ π̣ώ̣λ̣[ου Ἴσιδο]ς
[θεᾶς] μ̣ε̣[γίστης μητρὸς θε]ῶν Κρατέρ[ου τοῦ Κρατέρου],
[ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος] Δημ[․․․․․․․ τῆς ․․․]ου,
[κανηφόρου] Ἀρ[σι]ν[όης Φιλ]αδέλφου Φιλα(?)[․․․․ τῆς]
- OGIS 740
- Egypt and Nubia
φαντίας καὶ σεισμοῦς ἕνεκα παρενοχλεῖν καὶ
παραλογεύειν τὸ σημαινόμενον ἱερόν, ἀλλὰ
καὶ ἐν ταῖς γινομέναις παρ’ ἑκάστον ἐν τῆι
κώμηι λογείαις ἐπιχιρ̣[ε]ῖν τοὺς ἐκ τού[τ]ου ἱερεῖς
πράσσειν παρὰ τὸ καθῆκον τὸ ὅμοιον· τὸ δ’ ὅλον
πύλου τοῦ ἱεροῦ, προστάξαι Πτολεμαίωι τῶι
συγγενεῖ καὶ ὑπομνηματογράφωι καὶ ἐπιστρα-
τήγωι γράψαι Λυσανίαι τῶι συγγενεῖ καὶ στρα-
τηγῶι τοῦ νομοῦ κατακολουθήσαντα τοῖς
ἠξιωμένοις μηδενὶ ἐπιτρέπειν πράσσειν
μηδὲ παραλογεύειν μηδὲ εἰσεῖναι εἰς τὸ
ἱερὸν μήτε ἡμᾶς μήτε τοὺς ἁγνεύοντας ἱερεῖς
- OGIS 758
- Egypt and Nubia
[Φιλ]οκλῆς Σε[σώσ]τρι προσκυνῶν χαίρειν λέγω.
Φιλοκλῆς Ἱεροκλέους Τροιζήνιος παρεγενήθην προσκυνῶν τὸν Σάραπιν.
ἐπὶ τῆς Ἀβύδου πολιορκίας ἔτους ϛʹ Παυνὶ κηʹ.
- OGIS 760
- Egypt and Nubia
ἐπὶ ἡγεμόνος Ἐπανδρίδου.
Μικυθίων Χαριδάμου εἶπεν·
παρακαλῇ, ἐκπεμφθεὶς δὲ καὶ ὑπὸ τοῦ βασιλέως Πτολεμαίου τοῦ πρεσβυτέρου ἐπὶ τῆς
σιτικῆς δωρεᾶς τῆς ἀποσταλείσης Ῥωμαίοις καὶ παραγενόμενος εἰς τὴν ἡμετέραν
πόλιν τήν τε ἀναστροφὴν ἐποιήσατο ἐν τῆι ἐπιδημίαι ἀξίως τοῦ τε πέμψαντος
βασιλέως καὶ τῆς ἡμετέρας πόλεως, δεδόχθαι τῆι βουλῆι πρόξενον εἶναι καὶ εὐερ-
γέτην τοῦ δήμου τοῦ Χαλκιδέων Ἀρίστωνα Ἡρακλείδου Σολῆ καὶ αὐτὸν καὶ ἐγγόνους
αὐτοῦ, καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος
καὶ εἰρήνης, καὶ τἆλλα ὑπάρχειν αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις
τοῦ δήμου τοῦ Χαλκιδέων γέγραπται.
- OGIS 761
- Egypt and Nubia
βασιλεὺς Πτολεμαῖος ὃς καὶ Ἀλέξανδρος.
Πτολεμαίου τοῦ συγγενοῦς καὶ διοικητοῦ προσανενέγκαντος ἡμῖν πᾶσι
μὲν τοῖς κατ’ Αἴγυπτον ἱεροῖς ἔτι ἀ̣πὸ τῶν προγόνων ἡμῶν μείζονα φιλάνθρω-
πα ἐπικεχωρῆσθαι, ἔνια δὲ τῶν ἐπισήμων καὶ ἄσυλα γεγονέναι, τὸ ἐν Ἀ-
θ[ρίβ]ει τοῦ Ἀρκεντεχθαὶ τὸ μὲν πρῶτον καὶ λόγιμον ἀρχ[α]ιότατόν τε καὶ ἐνδο-
- Oasis d'Égypte 36,49
- Egypt and Nubia
σου Κῦρος Γ̣αυάνης καὶ τὸν υἱὸν αὐτοῦ
Εὐδόξιος στρ(ατιώτης) λεγ(εῶνος) Ἑρμώνθεως
καὶ τὴν ἐλευθέραν ελευθελαν αὐτοῦ καὶ τὸν υἱὸν
ἀρματοῦρα Ἀπόλλωνος καὶ Ἀντίνος υἱοῦ πιστός.
ὑπὸ Διόσκορος πρίκιπος Μουν[ή]σεως Μωνήσεως καὶ Γ̣ε̣ό̣[ρ]-
γιος π̣ρ̣ο̣π̣ο̣λ̣ι̣τ̣ε̣υ̣ό̣μ̣ε̣ν̣ο̣ς̣. γ̣έ̣γ̣[ρ]α̣φ̣ε̣ ταῦτα
Ε̣ὔ̣α̣ν̣θ̣ο̣ς̣ ἐ̣π̣ὶ̣ τ̣ο̣ῦ̣ ὀ̣ν̣ό̣μ̣α̣(τος) τοῦ αὐτοῦ Κόσμου.
- Oasis d'Égypte 66,8
- Egypt and Nubia
ἀπ̣ε̣τ̣αξ̣ά̣μ̣ην [καὶ μέτο]-
χος ἐγενόμην [τῷ (ἁγίῳ)]
πνεύματι̣. vacat
- Oasis d'Égypte 69,12
- Egypt and Nubia
Ἀμμώνιον ἐν Χρηστῷ μεμελημένον ἔσιδον ἄνδρα·
ἵλαθει, Χρηστὲ πάτερ, χρύσεον γένος ὑποφήνας.
- Oasis d'Égypte 71,15B
- Egypt and Nubia
ἐ̣γ̣ὼ̣ Γ̣ε̣ώ̣ργε υἱὸν
Φ̣ι̣λ̣ό̣θ̣ε̣ος ․․․․λ̣λ̣․ν․․
ις χς φθ
ανοκ γεωργε πσηρεμ
φιλοθεος
- Pan du désert 1a
- Egypt and Nubia
(ἔτους) ϛʹ, Φαμενὼθ γʹ,
Πανὶ Ὀρηοβάτηι οἱ συναναβάντες Περιγένῃ,
ἡγεμόνι ἐπ’ ἀνδρῶν καὶ θη θηροφύλακι, πολιτικοὶ καὶ
κυνηγοὶ ἐπὶ τὴν θήραν.
- Pan du désert 5
- Egypt and Nubia
(ἔτους) κγʹ, Καιὰκ ιʹ, καὶ ἔτι Δεξιὸς ἱεροφύλαξ τοῦ Πανὸς
ἥκω καὶ οἱ ὑπογεγραμμένοι κυνηγοὶ ἐπὶ τὴν
θήραν τῶν τράγων.
- Pan du désert 11a
- Egypt and Nubia
Μεσσουῆρις Πετα[․․․]έου ὁ ἀρχικυνηγός·
νουμηνίαις αἷς καθήκει ἐλθόντας κυνηγεῖν
τὴν θήραν τράγους [καὶ] τὰ ἄλλα
Κλειτόμαχος,
Θεογένης Ἑρμογένους,
Ἀπολλώνιος,
- Pan du désert 19
- Egypt and Nubia
[— — — — — — — — συ]ννάοις θεοῖς [— — — — —]
[— — — — — — — — Σεβ]αστοῦ Γερμανι[κοῦ — — —]
[— — — Σουλπίκιος Σί]μιλις διὰ Οὐλπ[ίου — — —].
- Pan du désert 20
- Egypt and Nubia
ὑπὲρ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
τύχης καὶ τοῦ σύνπαντος αὐτοῦ οἴκου, Ἴσιδι θεᾷ μεγίστηι τὸ ἱερὸν ἐποίει,
- Pan du désert 37
- Egypt and Nubia
an(nno) XII Imp(eratore) Nerva Traiano
Caesare Aug(usto) Germanico
Dacico
- Pan du désert 41
- Egypt and Nubia
ἐπὶ Οὐαλουεννίωι
Πρείσκῳ (ἑκατοντά)ρχ(ῳ) λεγε(ῶνος) κβʹ
διὰ Ἡρακλείδου ἀρχιτέκ(τονος).
- Pan du désert 42
- Egypt and Nubia
ὑπὲρ σωτηρίας καὶ αἰωνίου νίκης Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ καὶ τοῦ σύνπαντος αὐτοῦ οἴκου
καὶ τῆς τῶν ὑπὸ αὐτοῦ ἐπιταγέντων ἔργων ἐπιτυχίας,
Διὶ Ἡλίωι μεγάλωι Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς τὸν ναὸν καὶ τὰ περὶ τὸν ναὸν πάντα
- Pan du désert 51
- Egypt and Nubia
χου τῆς τερτιανῆς λε-
γεῶν(ος) καὶ ἐπάρχου Βερνίκη-
ς καὶ ἀρχιμεταλλάρχου
τοῦ καὶ ἐπιτρόπωι καὶ προ-
νοητοῦ καὶ εὐεργέτηι
πάντων τῶν μετάλλων
- Pan du désert 59
- Egypt and Nubia
τῶι καὶ Ἀροήρει θεοῖς μεγά̣[λοις ὑπὲρ]
Διονυσίου τοῦ Λυσιμάχου ἡγέμ[ονος — —]
[— — — — — τ]ου καὶ Πανίσκου τῶν υ̣ἱῶ̣ν
- Pan du désert 66
- Egypt and Nubia
Εὔφημος Λουκίου Ἀττίου Φήλικος
γενόμενος ὧδε ἐποιη-
σάμην τὸ προσκύνημα
- Pan du désert 68
- Egypt and Nubia
in[secur]um praesidium [forti]us aedificari iussit
curam agente operis M(arco) Trebonio Valente praef(ecto) Bernic(idis).
- Pan du désert 70
- Egypt and Nubia
Κλεοπάτ[ρα]ς τῆς γυναικός,
θεῶ[ν Εὐεργ]ετῶν, καὶ τῶν
τέ[κνων αὐτ]ῶν, Ἐχέφυλος
- Pan du désert 79
- Egypt and Nubia
[ὑπὲρ Αὐτοκράτο]ρος Καίσ[αρος Νέρουα Τραι]ανοῦ Σεβαστοῦ̣ Γερμανικοῦ [Δ]ακικοῦ
καὶ τοῦ παντὸς [αὐτοῦ οἴκου], Πανὶ, θεῶι μεγίστωι,
συνετελέσθη δὲ
(ἔτους) ιβʹ Αὐτοκράτ̣ο̣ρ̣ο̣ς̣ Καίσαρος Ν̣έ̣ρ̣ο̣υ̣[α] Τ̣ρ̣α̣ι̣α̣ν̣ο̣ῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παχὼν ιθʹ.
- Pan du désert 85
- Egypt and Nubia
ἐκ Πτολεμαίου καὶ Βερενίκης θε-
ῶν Εὐεργετῶν, Ἄρηι Νικηφόρωι Εὐάγρωι
Ἀλέξανδρος Συνδαίου Ὀροαννεύς,
Ἀπόασις Μιορβόλλου Ἐτεννεὺς
ἡγεμὼν καὶ οἱ ὑπ’ αὐτὸν τετα-
γμένοι στρατιῶται.
- Pan du désert 86
- Egypt and Nubia
βασιλίσσης Κλεοπάτρας τῆς γυναι̣[κός],
θεῶν Εὐεργετῶν, καὶ τῶν τέκνων α[ὐτῶν]
Σωτήριχος Ἰκαδίωνος Γορτύνιος, τ̣ῶ̣[ν]
ἀρχισωματοφυλάκων, ὁ ἀπεσταλ̣-
μένος ὑπὸ Παῶτος τοῦ συγγενοῦς κα[ὶ]
στρατηγοῦ τῆς Θηβαΐδος, ἐπὶ τὴν συναγ[ω]-
- Paneion d'el-Kanaïs 8
- Egypt and Nubia
φόρου θ’ ἱερᾶς̣ Κ̣ο̣λοβῶν τ̣ε̣ ἀπὸ — — — | σώισᾳς̣ [δὲ(?) ἐν πε]-
λάγει πλαζο̣μ̣έ̣νους Ἐ̣ρ̣υ̣θ̣ρ̣[ῷ], | οὖρον νευσὶ με-
θῆκας ἑλισσ[ομ]έναις ἐνὶ πόντωι, | συρίζων
λ̣ιγυροῖς πνεύ̣μασιν ἐγ δονάκ[ων] | μ̣έχ̣ρ̣ι κ̣α̣ὶ εἰ[ς]
[λιμ]ένα Πτολε̣μ̣αΐδος ἤγαγες αὐτὸς | σ̣αῖσι κ̣[υ]-
[βε]ρ̣νήσας χε̣[ρ]σ̣ὶ̣[ν ἐ]π̣αγροτ[ά]τατα̣ι̣ς̣ ἐπαγροτάταις. | ν[ῦν],
- Paneion d'el-Kanaïs 12
- Egypt and Nubia
[— — —]. ὤ̣φελε Πὰν συνπαρα-
[γέ]νε̣σ̣[θαι — — — καὶ] τοῖς
— — — — — — — — — — — — — — —
- Paneion d'el-Kanaïs 82
- Egypt and Nubia
Πὰν χαῖρε χρηστέ̣·
Ἀ̣γαθ[όν]ικος καὶ Διογέ-
[νης] σωθέντες ἀπὸ Τρω-
- Philae 12bis
- Egypt and Nubia
— — — — — — — — — — — — — —Ε̣Ι̣Ε̣Ι̣— — — — — — — — — — — — — — — — — —
․ καὶ ἐν τῆι γενεθείσηι χρείαι, προσ[όδων δεομένων ἡμῶν, τὸν τότε ὄν]-
τα τῶν Αἰθιόπων ἐπάρχοντα Φοι[․․․․․․ παρακαλέσας, ὁ στρα]-
νων σοῦ· νυνὶ δὲ προαιρούμε[νοι τάς τε θυσίας καὶ τὰς σπονδὰς ἀνα]-
νεῶσαι, δεόμεθά σου, εἰ δοκ[εῖ, προστάξαι ․․․․․․․․․․․․ τῶι συγγενεῖ]
καὶ ὑπομνηματογράφωι ὅπως Φ[οι․․․․․․ γράψηι, ἵνα διατηρῆι ἡμῖν]
καὶ ἵνα ἡμῖν κατακολουθῆι τοῖς ἔτι [πρότερον ἐπικεχωρημένοις ὑπ’ αὐτοῦ]
καὶ νῦν προστεταγμένοις· τού[του δὲ γενομένου, ἐσόμεθα ἡμεῖς τε καὶ]
τὸ ἱερὸν πεφιλανθρωπημένοι. εὐ[τύχει].
- Philae 13
- Egypt and Nubia
πρός τε τὸν βασιλέα καὶ τὴν
βασίλισσαν, θεοὺς Εὐεργέτας,
καὶ τὰ πράγματα αὐτῶν,
Μνᾶσις Διονυσίου Ἀργεῖος
τῶν διαδόχων καὶ ἱππάρχης