| 57508 matches in 30073 texts. | 26401-26500 26501-26600 26601-26700 26701-26800 26801-26900 26901-27000 27001-27100 27101-27200 27201-27300 27301-27400 |
| 10844 | 0.8392% | Attica (IG I-III) |
| 1573 | 0.6277% | Peloponnesos (IG IV-[VI]) |
| 5489 | 0.8620% | Central Greece (IG VII-IX) |
| 1777 | 0.9986% | Northern Greece (IG X) |
| 3116 | 1.5336% | Thrace and the Lower Danube (IG X) |
| 607 | 0.7262% | North Shore of the Black Sea |
| 10964 | 0.9630% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 14758 | 1.2056% | Asia Minor |
| 839 | 2.8574% | Cyprus (IG XV) |
| 1435 | 2.3652% | Greater Syria and the East |
| 3365 | 1.5073% | Egypt, Nubia and Cyrenaïca |
| 216 | 1.2349% | North Africa |
| 2260 | 1.6374% | Sicily, Italy, and the West (IG XIV) |
| 265 | 1.0729% | Upper Danube |
- Bernand, Mus. du Louvre 6
- Egypt and Nubia
[εὔνους] ὢν διατελεῖ βασιλεῖ
[Πτολεμα]ίωι καὶ τῆι Πτολεμαιέων
[πόλει καὶ προ]θ̣υ̣μίαν παρέχεται
- Bernand, Mus. du Louvre 7
- Egypt and Nubia
Ἀρτέμιδι Σωτείραι
ὑπὲρ βασιλέως
Πτολεμαίου
Ἐπικράτης Ἀθηναῖο̣ς̣.
- Bernand, Mus. du Louvre 8,1
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτο-
λεμαίου τοῦ Πτολεμαίου
καὶ βασιλίσσης Ἀρσινόης
Μόσχος ὁ ἱερεὺς τὸν
ναὸν καὶ τὸ τέμενος
Ἄγδιστι ἐπηκόωι
- Bernand, Mus. du Louvre 8,2
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου
τοῦ Πτολεμαίου καὶ βασιλίσσης
Ἀρσινόης Μόσχος ὁ ἱερεὺς
τὸν ναὸν καὶ τὸ τέμενος
Ἄγδιστει ἐπηκόῳ
- Bernand, Mus. du Louvre 8,3
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου
τοῦ Πτολεμαίου καὶ βασιλίσ-
σης Ἀρσινόης Μόσχος ὁ
ἱερεὺς τὸν ναὸν καὶ τὸ τέ-
μενος Ἄγδιστι ἐπηκόωι
ἱδρύσατο.
- Bernand, Mus. du Louvre 10
- Egypt and Nubia
[ὑπὲρ] βασιλέω̣[ς Πτολεμαίου]
[τοῦ Πτ]ολεμα[ίου καὶ βασιλίσ]-
[σης Ἀ]ρ̣σινόης ․․․․․․․․․․․․․
- Bernand, Mus. du Louvre 12
- Egypt and Nubia
[ἐπὶ γυμνα]σιάρχου Δωροθέου
[τοῦ Ἀρτέ(?)]μωνος Ἀπολλοφ[άνης]
— — — [τοῖς(?)] Βασιλείοι[ς] τοὺς
- Bernand, Mus. du Louvre 13
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίο[υ]
καὶ βασιλίσσης Κλεοπάτρας
λάκων ὁ στρατηγὸς τοῦ
Φαρβαιθίτου τὸ Πτολεμαῖον
καὶ τὸν θρόνον Ἑρμεῖ Ἡρακλεῖ.
- Bernand, Mus. du Louvre 14
- Egypt and Nubia
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι
Κλεοπάτραι τῆι ἀδελ[φῆι, θε]οῖς Φιλομήτορσ[ι],
καὶ Ἑστίαι [τ]ῆ[ι καὶ] Ἀνούκ[ει] καὶ Διονύσωι
τῶι καὶ Πετε̣μπαμέ̣ντει κ[α]ὶ τοῖς ἄλλοις
θεοῖς ὑπὲρ Βοήθου τοῦ Νικοστράτου
Ἡρώιδης Δημοφῶντος Π̣ε̣ρ̣[γα]μηνὸς
τῶν διαδό[χω]ν καὶ ἡγεμὼν ἐ[π’ ἀ]νδρῶν
καὶ φρούραρχος Συήνης κ̣α̣ὶ̣ [γερ]ροφύλαξ
συνεσταμένο[ι εἰς τὸ ἐν Σήτει] ἱερό[ν],
ὅπως ἄγωσι[ν εἰς τιμὴν Πτολεμαίου τ]ε τοῦ
βασιλέως κα[ὶ] τ[ῆ]ς [β]ασιλίσση[ς] καὶ τῶν
- Bernand, Mus. du Louvre 15
- Egypt and Nubia
Πτενσήνει θεῶι μεγίστωι
Πτολεμαῖος ὁ γραμματεὺς τῶν
ἐν τῶι περὶ Ἑλεφαντίνην
- Bernand, Mus. du Louvre 17
- Egypt and Nubia
Ἀσκληπιάδης Διονυσίου,
Πτολεμαῖος Σωνίκου,
Ἑρμεῖ Ἡρακλεῖ.
- Bernand, Mus. du Louvre 18
- Egypt and Nubia
Ἀπολλό̣δοτος Ἠπιοδώρου,
Πτολεμαῖος Ἡρακλείδου,
Πανίσκος Πτολεμαίου,
Ἀσκληπιάδης Παγκράτου,
- Bernand, Mus. du Louvre 20
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου μεγάλ-
[ου] θεοῦ νέου Διονύσου Φιλοπάτορ-
- Bernand, Mus. du Louvre 27
- Egypt and Nubia
Ἐλευθέλιον Ἐλευθερίου, Σεβαστοῦ,
ἐφ’ ἡγεμόνι Ποπλίου Ὀκταείου
ἐποίησαν βαστοφόλου παστοφόροι Ἡλιό[δωρος]
- Bernand, Mus. du Louvre 30
- Egypt and Nubia
λίης, | ἀντ’ εὐεργεσίης, ὅτι μιν φι-
λέων ἐσάωσεν, | σεμνὸν ὁμοῦ
πιστόν τ’ ἄγγελον ἡγεμόνος. ||
ἐπὶ Θεοδώρου Δημητρίου ἐν-
- Bernand, Mus. du Louvre 32
- Egypt and Nubia
γὸν καὶ π̣άτ̣ρ̣ω̣ν̣[α]
τοῦ νο̣μοῦ [Π]το[λε]-
μ[αῖος] ․․․․․․Α̣Η— —
τῶν ἱερ̣έων Ἄ̣μμ̣[ω]-
- Bernand, Mus. du Louvre 36
- Egypt and Nubia
σὸν δέμας ἔκπ̣α|γλον τεῦξαν θεοὶ αἰ|ὲν ἐόντες /
φεισάμενοι χώρ|ης πυρὶ δαμαζομ|ένης, /
- Bernand, Mus. du Louvre 90
- Egypt and Nubia
ρος, ἀμφότεροι Σεντωοῦτος
κυβερνήτου ἀπὸ Πτολεμαΐδος,
καὶ Βῆσις καρβᾶς, ἀδελφὸς τῆς
- Bernand, Mus. du Louvre 93
- Egypt and Nubia
θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους. |
ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτ̣ον ἐπέσ[πεν], |
ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον·
- Milne, Cairo Mus. 5,22187
- Egypt and Nubia
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν ἔτους ἐνάτου, ἐφ’ ἱερέως ἐπὶ ἱερέως B Ἀπολλωνίδου τοῦ
Μοσχίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας
καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορεύομενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς καὶ
οἱ ἄλλοι ἱερεῖς οἱ συναντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμπτην τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ
βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν τὴν βασιλείαν παρὰ τοῦ πατρός, συνεδρεύσαντες
ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν εἶπαν· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν,
καὶ βασίλισσα Βερενίκη ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνή, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλὰ καὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερά καὶ
τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγυπτον καὶ ἀπέδωκεν εἰς τὰ ἱερά, ὅθεν ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε
χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν τῆι χώραι
πᾶσιν καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐλλιπέστερον ἐνλιπέστερον B ἀνα-
βάντος καὶ πάντων τῶν ἐν τῆι χώραι καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν
ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβροχίαις περιπεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμο-
νικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνοηθέντες, οὐκ ὀλίγα δὲ τῶν προσόδων ὑπερ-
ιδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ-
ψάμενοι εἰς τὴν χώραν τιμῶν μειζόνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς
αν καὶ δώσουσιν τἆλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς κατὰ τὴν χώραν ἱερεῦσιν τάς τε προϋπαρχούσας
τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν θεοῖς Ἀδελφοῖς καὶ τοῖς προγόνοις
θεοῖς Σωτῆρσιν αὔξειν, καὶ τοὺς ἱρεῖς ἱερεῖς B τοὺς ἐν ἑκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν καὶ ἐνγράφε-
σθαι ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φορούσιν προσεγκολάπτεσθαι προσενκολάπτεσθαι B καὶ τὴν ἱερωσύνην ἱερεωσύνην B τῶν Εὐεργετῶν θεῶν· προσαποδειχθῆ-
ναι δὲ πρὸς ταῖς νῦν ὑπαρχούσαις τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην, ἣ προσονομασθήσεται πέμ-
πτη φυλὴ τῶν Εὐεργετῶν θεῶν ἐπεὶ καὶ σὺν τῆι ἀγαθῆι τύχηι καὶ τὴν γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν
γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ τὴν φυλὴν ταύτην καταλεχθῆναι τοὺς ἀπὸ
τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορῆ τοῦ ἐν τῶι ἐνάτωι ἔτει, καὶ τοὺς τούτων ἐκγόνους εἰς τὸν ἀεὶ
κατ’ ἐνιαυτὸν ἐκ τῶν προϋπαρχουσῶν τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς
ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν ἄλλων πέντε. μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης
φυλῆς τῶν Εὐεργετῶν θεῶν τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχον αὐτῆς εἶναι, καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσ-
σάρων φυλῶν ὑπάρχει. καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψήφισμα
ἥ τε πέμπτη καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτε-
λεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν πανήγυριν δημοτελῆ ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι
θεοῖς Εὐεργέταις τῆι ἡμέραι ἐν ἧι ἐπιτέλλει τὸ ἄστρον τὸ τῆς Ἴσιος, ἣ νομίζεται διὰ τῶν ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι
ἐπαγομέναις πρὸ τοῦ νέου ἔτους, ὅπως ἅπαντες εἰδῶσιν διότι τὸ ἐλλεῖπον ἐνλεῖπον B πρότερον περὶ τὴν σύνταξιν τῶν ὡρῶν καὶ τοῦ ἐνιαυτοῦ καὶ τῶν νομιζο-
μένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πόλου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν. καὶ ἐπειδὴ τὴν ἐγ βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύτην παρθένον
των ἱερῶν πάντων θυσίας συντελούντων ἐπὶ τῶν ἱδρυμένων ὑπ’ αὐτῶν βωμῶν ὑπὲρ ἑκάστου ἱεροῦ τῶν πρώτων ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ δρόμου,
μετὰ δὲ ταῦτα τὰ πρὸς τὴν ἐκθέωσιν αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄπει
καὶ Μνηύει εἰθισμένον ἐστὶν γίνεσθαι, δεδόχθαι συντελεῖν τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς ἀϊδίους ἐν ἅπασι τοῖς
ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκάλαις, ὅταν αἱ ἐξοδεῖαι καὶ πανηγύρεις τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον
τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων. εἶναι δὲ τὴν ἐπιτιθεμένην βασιλείαν τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης
ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης ἐκ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπιδοειδὴς βασιλεία, ταύτης δ’ ὀπίσω σύμμετρον σκῆπτρον
- Milne, Cairo Mus. 8,9299
- Egypt and Nubia
βασιλευόντων Κλεοπάτρας κα[ὶ] Πτολε[μαίου, θεῶν]
Φιλομητόρων Σωτή[ρ]ων, ἔτους ἕκτου, [Φ]αω[φὶ —ʹ],
ἐπὶ ἱερέως Ἀρτεμιδ[ώρο]υ τοῦ Σωτίωνος Ἀλ[εξάν]δ[ρου]
καὶ θεῶν Σωτήρ[ων κ]αὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐερ-
- Milne, Cairo Mus. 14,9262
- Egypt and Nubia
τοῦ βασιλέως καὶ διοικητήν,
τὸν ἑαυτού ἀδελφόν, Πτολεμαῖος
Ἀπολλωνίου τῶν διαδόχων
εὐνοίας ἕνεκεν τῆς εἰς βασιλέα
Πτολεμαῖον καὶ βασίλισσαν
Κλεοπάτραν, θεοὺς Ἐπιφανεῖς καὶ
- Milne, Cairo Mus. 17,9270
- Egypt and Nubia
Διόνυσον καὶ θεοὺς Ἀδελφοὺς καὶ τοῖς
τὴν σύνοδον νέμουσιν, στεφανῶσαι
Διονύσιον Μουσαίου πρύτανιν διὰ βίου
κισσοῦ στεφάνωι κατὰ τὰ πάτρια εὐνοίας
ἕνεκα τῆς εἰς τὴν πόλιν τῶν Πτολεμαιέων
καὶ τοὺς τεχνίτας τοὺς [περὶ] τὸν μέγαν
- Milne, Cairo Mus. 18,9284
- Egypt and Nubia
ἔδοξεν τεχνίταις τοῖς περὶ τὸν Διόνυσον καὶ
θεοὺς Ἀδελφούς· v ἐπειδὴ Λυσίμαχος Πτολεμαίου
Σωστρατεύς, ὁ ἱππάρχης καὶ π̣ρ̣ύ̣τανις διὰ βίου, τήν τε̣
τῇ ιαʹ τοῦ Περιτίου μηνὸς τοῖς Διονυσίοις ἀρετῆς
ἕνεκα καὶ εὐσεβείας τῆς εἴς τε βασιλέα Πτολεμαῖον
καὶ τὸν Διόνυσον καὶ τοὺς ἄλλους θεοὺς καὶ εὐνοίας
Θεογένης,
Ἀρτεμίδωρος·
κιθαρωιδός,
ὀρχηστής,
Πτολεμα̣[ῖος]·
— — — — —
κωμωιδοί,
Τελέμαχος,
Ἀγαθόδωρος,
Κλεῖτος,
[Π]τολεμαῖος,
[Σά]τ̣υρος·
Φαίδιμος,
Ἀρτεμ[ίδωρος],
Σπουδί[αιος],
Λέων,
Ἀρτεμίδωρος,
Δημήτριος,
- Milne, Cairo Mus. 19,33027
- Egypt and Nubia
καὶ ἐπιτάξαι τοῖς ἱερεύσι καὶ ἱεροψάλταις
ἐπὶ τῶν ὕμνων μεμνῆσθαι αὐτοῦ· ἔτι δὲ καὶ
ἐπὶ τῶν τοῦ πολιτεύματος εὐωχιῶν στε-
- Milne, Cairo Mus. 22,33028
- Egypt and Nubia
Ζώϊλος ὁ καὶ Βάτραχος.
Ἑρμόδωρος Ἀρτεμιδώρου.
Ἀρίστων ὁ καὶ Ἀρποκράμμων.
- Milne, Cairo Mus. 23,9232
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου τοῦ
Πτολεμαίου, θεοῦ Ἐπιφανοῦς
καὶ Εὐχαρίστου, Ἴσιδι θεᾶι μεγάληι
- Milne, Cairo Mus. 25,9296
- Egypt and Nubia
ὑ̣πὲ̣ρ βασιλέω̣ς Πτολεμαίου καὶ β̣α̣σ̣ιλίσσης Κ̣[λεοπάτρας τῆς καὶ Τρυφαίνης θεῶν Φιλο-
[πατόρ]ω̣ν καὶ Φιλαδέλφων οἱ παρεφ̣[εδρεύοντ]ε̣ς̣ ἐ̣ν [Ἑρμουπόλει τῆι μεγάληι μάχιμοι(?) καὶ οἱ]
[κ]α̣ὶ̣ τ̣ὸ̣ν̣ π̣ε̣ρ̣ί̣β̣ολον καὶ τὰ σ̣υ̣ν̣κ̣[ύροντα πάντα]
[Δημ]η̣τρίου τω̣[— — — — — — —]․ων̣ α․[— — — — — — — Ἀρτε]μιδώρ[ου
[Ἡρ]α̣κ̣λ̣ῆ̣ς̣ Πα̣μ̣φ̣[ίλου]· Δα̣λλίων̣ Ἀ̣[․․]ά̣νου· Ὑρκανὸς Π̣τολεμ̣α̣ί̣ο̣[υ]· Ἀνθ̣υ̣σίων
Φιλιππί̣ωνος̣· Κ̣ά̣λλιγο̣ς Ἡ̣ρ̣α̣κ̣λ̣ε̣ίδου· Π̣ολέμαρχος Φιλ̣ο̣κλέο̣υ̣ς̣· Δημήτριος Ἀ̣πολ̣λ̣ω̣ν̣ί̣ο̣υ̣· Ἑ̣ρμία̣ς
Ἱ̣έ̣ρ̣ω̣ν̣ο̣ς̣· Φ̣ι̣λ̣οκλῆς Μαλ̣ί̣χ̣ο̣υ̣· Ἀσκληπιάδη̣ς̣ Ἀ̣σ̣κληπιάδου· Νικίας Γ̣λ̣α̣υ̣κ̣ί̣ο̣υ̣ Ἀβ[․․․․]ων
[․․․․․]ά̣δ̣ου· Ἀμμωνᾶς Δ̣η̣μητρίου Ἑ̣ρμίας Δ̣ι̣δ̣ύμου· Ζαβινᾶς Φ̣ι̣λ̣[ί]π̣που· Π̣άμφ̣ι̣λ̣ο̣ς̣
Δ̣η̣μ̣η̣τ̣ρ̣ί̣ου· Ἀ̣ρ̣τ̣ε̣μᾶ̣ς̣ Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ί̣ο̣υ̣· Ἀ̣π̣[ί]ων [․]η̣[․]λ̣․․ο̣υ̣· Διογέ̣νης Τ̣[․․․․․․]· Ἀ̣λ̣έ̣ξ̣α̣ν̣δ̣ρ̣[ος
[․․․․․․․]· Ἀ̣π̣ο̣λλώνιος Ἑ̣ρ̣μίου· Ἀπολλώνιο̣ς̣ [․․․․․․]· Ἀπολλ̣ω̣ν̣ι̣[ος Ἀρτε]μ̣ι̣δώ̣ρ̣ο̣υ̣·
Ἀπολ̣λ̣ώ̣νιο̣ς Ζήνωνος· Κοττίων Βησ̣ᾶ̣τος· Ὑ̣ρ̣κ̣α̣ν̣ὸ̣ς̣ [․․․․․․]ος· Ἀρ̣ί̣σ̣των Ἀρ̣ί̣σ̣τωνος·
Κοττίων Ἀβδέους· Σόλων Ἀπολλωνίου· Δημᾶς Νικίο̣υ· Πτολεμαῖος Πτολεμαίου· Διοκλῆς
Διοδώρου· Δημήτριος Διοφάντου· Ἀβδόκως Ἀχαιοῦ Γλαυκίας Ἀπολλωνίου· Λυσᾶς Εἰρηναίου·
Ζήνωνος· Ἀπολλώνιος Σωσιδάμου· Ζηνᾶς Ἀριστοκ̣λ̣έ̣ους· Διογένης Δημητρίου· Ἀριστοκλῆς
Ζήνωνος· Δίδυμος Ἀπολλωνίου· Ἀπίων Ἰσιθέου· Διόδωρος Ἀρτεμι̣δ̣ώρου· Ἀντίπας Ἀπολ-
λοφάνου· Ἀκάμας Ἀπίωνος· Χαλαφάνης Πάπου· Ἀπολλώνιος Φιλίππου· Ὡρίων Αὐείδου·
Ἀπίων Διονυσίου· Δημᾶς Νικίου· Ἀπολλοφάνης Νικίου· Πτολεμαῖος Θεμίσωνος· Νουμήνιος
Εἰσιδότου· Μέλας Ἡλιοδώρου· Ἀθη̣νιων Ἀθηνίωνος· Ἡροφ̣ῶν Δωροθέου· Δημαρίων Δημη-
Εἰρηναίου· Ἀ̣ρ̣γ̣α̣ῖ̣ο̣ς̣ Ἀπολλοφάνου· [Ἀ]ρ̣ι̣σ̣τ̣έ̣α̣ς̣ Ἀ̣[ριστέο]υ̣·
Ζ̣[— — — — —] Ζ̣η[․․․]ν̣η̣[․․ Ἀρτε]μ̣ι̣δ̣ώ̣ρ̣ο̣υ̣· [․․․․․․․․․․․․․․]
δ̣η̣[ς]· [Ἀπολ]λ̣[ό]δ̣ω̣ρ̣ος Ἀφροδισίου· Γε̣ν̣ν̣αῖος Ζήνω̣ν̣ο̣ς̣· Ἀνουβίων Παμ̣φ̣ί̣[λ]ο̣υ̣· Πανίσκος
Διοδώρου· Θ̣ρ̣α̣κ̣ίδας Σοάγου· Δημήτριος Ἀπολλοδ̣ό̣του· Βʹ. Ἀφροδίσιος Σερα̣π̣ί̣ω̣ν̣ος ἡγ(εμὼν
ἑκατὸν ἀνδρῶν)· Πύρρος Π̣[ύρρ]ου οὐρ̣[α]γ̣[ό]ς̣ γʹ. Ἀριστομένης Δαλαΐλου σημ(ειοφόρος)·
Διόφαντος Ἀπολλοδότου (πεντηκόνταρχος)· Δημᾶς Ἑρμίου (πεντηκόνταρχος). Διονύσιος Δώρου
αγ(—)· Νίκαιος Ἀρ̣γ̣α̣ίου (πεντηκόνταρχος)· Διόφαντος Διοφάντου· Ἀμμώνιος Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ί̣ο̣υ̣·
Ἀχίλλευς Σε̣ρ̣α̣π̣ί̣ω̣ν̣ο̣ς̣· Ἡ̣ρ̣α̣κ̣λ̣ῆ̣ς̣ Πύρρου· Π̣αχῖς Θ̣ε̣οδώρο̣υ̣· Ἡρώδης Θεοδώρου· Π̣α̣ίων
Ἀλεξάνδ̣ρ̣ου· Ἀ̣[ρ]γ̣α̣ῖ̣ο̣ς̣ Μελανθίου· Ὡ̣[ρί]ω̣ν̣ Ἀ̣π̣ο̣λ̣λ̣ο̣δ̣ο̣τ̣ο̣υ̣· Χ̣ά̣β̣ας Ἡροφῶντος· Ἀν̣τίοχος
Εἰσίδωρου· Ἀλ̣έξανδρος Ζήνωνος· Ἀπολλόδωρος Ζαββδήλου· Πτο̣λεμαῖος Ἀπίωνος· Ἕρμων
Ἕρμωνος· Ζήνων Δημητρίου· Ἄρηος Διοφάντου· Λυσίμαχος Μηνοφίλου· Ἄετο̣ς Ἀντιπάτρου·
Διον̣ύσιος Ἱέρακος· Φιλώτ̣ας Ἀπολλωνίου· Πτολεμαῖος Δωσιθέου· Ἀλέξα̣νδρος Ἀργαίου· Ἀργαῖος
Θηβάρχου· Ἀχιλλεὺς Ἀχιλλέως· Ὀρόντας Ἑρμαίου· Ἀρτεμί̣δωρος Γάμου· Ἀπίων Ἀλεξάν-
δρου· Γοργίας Γόργου· Ἀρίστων̣ Ἀπολλωνίου· Ἀπολλώνιος Κεφάλωνος· Διονύσιος Πύρρου·
Ἀπολλὼς Ἡρακλέ[ο]υς. Βησᾶς Βησᾶτος· Ἀθηνίων Τάου· Ἑρμίας Διοφάντου̣ Ἀπολλόδοτος
Ἀχιλλ̣έως· Εὔδημος Ἀρτεμιδ̣ώρου· Λάγος Λάγου· Ῥάεσος Ἀρήου· Ἀπολλώνιος Μελανκ̣ό̣μου·
Ἑρμίας Ἀλεξάνδρου· Νίκων ἱεραύλης·
Ἡρακλέους· Ἀπολλώνιος Ποσιδίππου· Διόδοτος Κορράγου· Ἑρμίας Ἑρμίου· Ἱέραξ Ἀπολ-
λοφάνου· Ἡρακλείδης Ἡρακλείδου· Ἀντίοχος Ἡρακλείτου· Θεόδωρος Ἀρτεμιδώρου· Ἡρακλείδης
Ἡρακλείδου· Ἀπολλώνιος Κλεάνδρου· Ἐγλελοχισμένοι μαχαιροφόρ(οι) βα(σιλικοί)· Ὁβαῖος
- Milne, Cairo Mus. 32,9297
- Egypt and Nubia
Σεβαστοῦ τὴν συνοικίαν σὺν τῇ ἀ̣κ̣τῇ
κ̣αὶ τῷ οἴκῳ ἀπὸ θεμελίου κατεσκεύασεν
διὰ Αἰλίου Εὐτυχοῦς βοηθοῦ.
- Milne, Cairo Mus. 32,9273
- Egypt and Nubia
πυλον ἐπώνυμον τοῦ θειοτάτου βασιλέως ἡμῶν Οὐάλεντος
ἐκ θεμελίων ἐκτίσθη ἐπὶ τῆς ἀρχῆς τοῦ κυρίου μου
λαμπροτάτου ἐπάρχου τῆς Αἰγύπτου Αἰλίου
- Milne, Cairo Mus. 45,9238,b
- Egypt and Nubia
πὶ Οὐίκτωρίνου π(ραι)π(οσίτου) λεγ[εώνων γʹ]
Γαλλικῆς καὶ αʹ Ἰλλυρικ[ῆς καὶ Ἐμεσην]-
ῶ̣ν σαγιτταρίων τῇ προ[νοίᾳ ․․․․]β̣ω-
- Milne, Cairo Mus. 77,9282
- Egypt and Nubia
νὴ Ἡλίου ορ ὀρδι[ναρίου]
τῶν διακειμένω[ν ἐν Μέ]-
μφει ἀπὸ λεγιῶνο[ς πέμπτ]-
ης Μακεδονικῆς ἐ[ν τῇ(?)]
Μεμφιτῶν πόλει [․․․․․]-
ς ἀποδεδωκυῖα καλὸ[ν ․․․․․․]
ἠθῶν καὶ τῆς συνειδήσεω̣ς κ-
αὶ ἰστοργῆς στοργῆς τῆς πρὸς ἐμὲ κατὰ
χρόνους ἀνατέτικα ἀνατέθεικα τὴν στήλην μ-
- OGIS 28
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου
τοῦ Πτολεμαίου καὶ βασιλίσσης
Ἀρσινόης Μόσχος ὁ ἱερεὺς
τὸν ναὸν καὶ τὸ τέμενος
Ἀγδίστει ἐπηκόωι
- OGIS 38
- Egypt and Nubia
(ἔτους) λαʹ, ∶ ιʹ Ξανδικοῦ ἐφρούρησαν
τῶν Νεοπτολέμου στρατιῶται παρὰ
Πανὶ Εὐόδωι, ∶ ὧν τὰ ὀνόματα·
Δημήτριος, Ἀπολλώνιος, Δημήτριος,
Σῖμος, Π̣ολέμαρχος, Ζώπυρος, Φιλῖνος,
Δημήτρ̣ι̣ο̣ς, Λεύκων, Ἄρειος, Ἀπολλόδωρος.
- OGIS 47
- Egypt and Nubia
[εὔνους] ὢν διατελεῖ βασιλεῖ
[Πτολεμα]ίωι καὶ τῆι Πτολεμαιέων
[πόλει καὶ προ]θυμίαν παρέχεται
- OGIS 48
- Egypt and Nubia
Νεάρχου Ἀνδ̣[α]νιεύς, Ἡλιόδωρος Νικομάχου Δαναεύς,
Νεοπτόλεμος Θεοδώρου Καρανεύς, καλῶς καὶ ἀξίως
τῆς πόλεως προέστησαν ὁρῶντές τινας τῶν πολιτῶν
- OGIS 49
- Egypt and Nubia
[φαν]ῶσαι Ἀντίφιλον Ἀγαθάνορος κισσοῦ στε-
[φ]άνωι πατρίωι ἐν τῶ[ι θε]άτρωι τῆι πέμπτηι
καὶ εἰκάδι τῆι τοῦ βασ[ι]λ[έ]ως ἡμέραι φιλοτι-
[μ]ίας ἕνεκα τῆς εἰς τὸν [βασιλέα], καὶ εἶναι αὐ-
[τ]ὸν πολίτην τῆς Πτολεμαιέων πόλεως.
[δ]εδόσθαι δ’ αὐτῶι καὶ ἐγγόνοις σίτησιν
[ἐ]μ πρυτανείωι διὰ βίου κα[ὶ] προεδρίαν ἐν τοῖς
ἀγ̣ῶσιν, καὶ τοὺς πρυτάνεις καταχωρίσαι
[α]ὐτὸν εἰς φυλὴν Πτολεμαιίδα καὶ δῆμον Β[ερε]-
νικέα, τὸν δὲ γραμματέα τῆς βουλῆς ἀναγ[ρά]-
- OGIS 50
- Egypt and Nubia
Διόνυσον καὶ θεοὺς Ἀδελφοὺς καὶ τοῖς
τὴν σύνοδον νέμουσιν, στεφανῶσαι
Διονύσιον Μουσαίου πρύτανιν διὰ βίου
κισσοῦ στεφάνωι κατὰ τὰ πάτρια εὐνοίας
ἕνεκα τῆς εἰς τὴν πόλιν τῶν Πτολεμαιέων
καὶ τοὺς τεχνίτας τοὺς [περὶ] τὸν μέγαν
- OGIS 51
- Egypt and Nubia
ἔδοξεν τεχνίταις τοῖς περὶ τὸν Διόνυσον καὶ
θεοὺς Ἀδελφούς· v ἐπειδὴ Λυσίμαχος Πτολεμαίου
Σωστρατεύς, ὁ ἱππάρχης καὶ π̣ρ̣ύ̣τανις διὰ βίου, τήν τε̣
τῇ ιαʹ τοῦ Περιτίου μηνὸς τοῖς Διονυσίοις ἀρετῆς
ἕνεκα καὶ εὐσεβείας τῆς εἴς τε βασιλέα Πτολεμαῖον
καὶ τὸν Διόνυσον καὶ τοὺς ἄλλους θεοὺς καὶ εὐνοίας
Θεογένης,
Ἀρτεμίδωρος.
κιθαρωιδός·
ὀρχηστής·
Πτολεμα̣[ῖος].
— — —
κωμωιδοί·
Τελέμαχος,
Ἀγαθόδωρος,
Κλεῖτος,
[Π]τολεμαῖος,
[Ζώ]πυρος [Σά]τ̣υρος Wilhem.
[χορ]ο̣διδ[ά]σκ[αλος]·
Φαίδιμος,
Ἀρτεμ[ίδωρος],
Σπουδί[αιος],
Λέων,
Ἀρτεμίδωρος,
Δημήτριος,
- OGIS 54
- Egypt and Nubia
Kosmas Indikopl.,Topographia Christ. 2.58-59, I, pp. 371-373 ed. Wolska-Conus
βασιλεὺς μέγας Πτολεμαῖος, υἱὸς βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Ἀρσινόης θεῶν Ἀδελφῶν, τῶν βασιλέως
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης θεῶν Σωτήρων
ἀπόγονος, τὰ μὲν ἀπὸ πατρὸς Ἡρακλέος Ἡρακλέως VS, Ἡρακλέους Ditt. τοῦ Διός, τὰ δὲ ἀπὸ μη-
καὶ καταγαγόντες εἰς Αἴγυπτον κατεσκεύασαν πρὸς τὴν L
πολεμικὴν χρείαν. κυριεύσας δὲ τῆς τε ἐντὸς Εὐφράτου
χώρας πάσης καὶ Κιλικίας καὶ Παμφυλίας καὶ Ἰωνίας καὶ τοῦ Ἑλ-
- OGIS 56,A
- Egypt and Nubia
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν ἔτους ἐνάτου, ἐφ’ ἱερέως Ἀπολλωνίδου τοῦ
Μοσχίωνος Ἀλεξάνδρου, καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόη̣[ς] Φιλαδέλφο̣υ̣ Μενεκρατείας
καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορευόμενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς καὶ
οἱ ἄλλοι ἱερεῖς οἱ συναντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμ̣[π̣]τ̣η̣ν̣ τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ
βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν τ̣ὴ̣ν̣ β̣[α]σιλείαν παρὰ τοῦ πατρός, συνεδρεύσαντες
ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν εἶπαν· ἐπειδὴ [βασ]ιλ̣εὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν,
καὶ βασίλισσα Βερενίκη ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνή, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλ̣[ὰ κ]αὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερὰ καὶ
τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγ̣[υπτο]ν̣ καὶ ἀπέδωκεν εἰς τὰ ἱερά, ὅθεν ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε
χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆ[ς π]ρ̣ὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν τῆι χώραι
πᾶσιν καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐλλιπέστερον ἀνα-
βάντος καὶ πάντων τῶν ἐν τῆι χώραι καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν
ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβροχίαις περιπεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμο-
νικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνοηθέντες, οὐκ ὀλίγα δὲ τῶν προσόδων ὑπερ-
ιδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων̣ [σ]ωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ-
ψάμενοι εἰς τὴν χώραν τιμῶν μ̣ε̣ι̣ζ̣όνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς
αν καὶ δώσουσιν τἆλ̣[λ]’ ἀ̣γ̣αθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον. ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς κατὰ τὴν χώραν ἱερεῦσιν τάς τε προϋπαρχούσας
τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν θεοῖς Ἀδελφοῖς καὶ τοῖς προγόνοις
θεοῖς Σω̣[τῆρ]σ̣ιν αὔξειν, καὶ τοὺς ἱερεῖς τοὺς ἐν ἑκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν καὶ ἐνγράφε-
σθαι [ἐν π]ᾶ̣σιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις, οἷς φορούσιν προσεγκολάπτεσθαι καὶ τὴν ἱερωσύνην τῶν Εὐεργετῶν θεῶν· προσαποδειχθῆ-
ν̣α̣[ι] δὲ πρὸς ταῖς νῦν ὑπαρχούσαις τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην, ἣ προσονομασθήησεται πέμ-
πτη φυλὴ τῶν Εὐεργετῶν θεῶν ἐπεὶ καὶ σὺν τῆι ἀγαθῆι τύχηι καὶ τὴν γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν
γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ τὴν φυλὴν ταύτην καταλεχθῆναι τοὺς ἀπὸ
τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει, καὶ τοὺς τούτων ἐκγόνους εἰς τὸν ἀεὶ
κατ’ ἐνιαυτὸν ἐκ τῶν προϋπαρχουσῶν τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς
ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν ἄλλων πέντε. μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης
φυλῆς τῶν Εὐεργετῶν θεῶν τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχον αὐτῆς εἶναι, καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσ-
σάρων φυλῶν ὑπάρχει. καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψήφισμα
ἥ τε πέμπτη καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτε-
λεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν πανήγυριν δημοτελῆ ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι,
θεοῖς Εὐεργέταις τῆι ἡμέραι, ἐν ἧι ἐπιτέλλεται τὸ ἄστρον τὸ τῆς Ἴσιος, ἣ νομίζεται διὰ τῶν ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι
ἐπαγομέναις πρὸ τοῦ νέου ἔτους, ὅπως ἅπαντες εἰδῶσιν διότι τὸ ἐλλεῖπον πρότερον περὶ τὴν σύνταξιν τῶν ὡρῶν καὶ τοῦ ἐνιαυτοῦ καὶ τῶν νομιζο-
μένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πόλου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν. καὶ ἐπειδὴ τὴν ἐγ βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύτην παρθένον
των ἱερῶν πάντων θυσίας συντελούντων ἐπὶ τῶν ἱδρυμένων ὑπ’ αὐτῶν βωμῶν ὑπὲρ ἑκάστου ἱεροῦ τῶν πρώτων ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ δρ̣ό̣μ̣ο̣[υ],
μετὰ δὲ ταῦτα τὰ πρὸς τὴν ἐκθέωσιν αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄ[πει]
καὶ Μνήμει εἰθισμένον ἐστὶν γίνεσθαι, δεδόχθαι συντελεῖν τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς ἀϊδίους ἐν ἅπασι τοῖς
ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκάλαις, ὅταν αἱ ἐξοδεῖαι καὶ πανηγύρεις τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον
τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων. εἶναι δὲ τὴν ἐπιτιθεμένην βασιλείαν τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης
ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης ἐκ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπιδοειδὴς βασιλεία, τ̣α̣ύτης δ’ ὀπίσω σύμμετρον σκῆπτρον
- OGIS 56,B
- Egypt and Nubia
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν ἔτους ἐνάτου, ἐπὶ ἱερέως ἐφ’ ἱερέως A Ἀπολλωνίδου τοῦ
Μοσχίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας
καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορεύομενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς καὶ
οἱ ἄλλοι ἱερεῖς οἱ συναντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμπτην τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ
βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν τὴν βασιλείαν παρὰ τοῦ πατρός, συνεδρεύσαντες
ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν εἶπαν· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν,
καὶ βασίλισσα Βερενίκη ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνή, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλὰ καὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερά καὶ
τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγυπτον καὶ ἀπέδωκεν εἰς τὰ ἱερά, ὅθεν ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε
χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν τῆι χώραι
πᾶσιν καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐνλιπέστερον ἐλλιπέστερον A ἀνα-
βάντος καὶ πάντων τῶν ἐν τῆι χώραι καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν
ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβροχίαις περιπεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμο-
νικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνοηθέντες, οὐκ ὀλίγα δὲ τῶν προσόδων ὑπερ-
ιδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ-
ψάμενοι εἰς τὴν χώραν τιμῶν μειζόνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς
αν καὶ δώσουσιν τἆλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς κατὰ τὴν χώραν ἱερεῦσιν τάς τε προϋπαρχούσας
τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν θεοῖς Ἀδελφοῖς καὶ τοῖς προγόνοις
θεοῖς Σωτῆρσιν αὔξειν, καὶ τοὺς ἱρεῖς ἱερεῖς A τοὺς ἐν ἑκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν καὶ ἐνγράφε-
σθαι ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φορούσιν προσενκολάπτεσθαι προσεγκολάπτεσθαι A καὶ τὴν ἱερεωσύνην ἱερωσύνην A τῶν Εὐεργετῶν θεῶν· προσαποδειχθῆ-
ναι δὲ πρὸς ταῖς νῦν ὑπαρχούσαις τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην, ἣ προσονομασθήσεται πέμ-
πτη φυλὴ τῶν Εὐεργετῶν θεῶν ἐπεὶ καὶ σὺν τῆι ἀγαθῆι τύχηι καὶ τὴν γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν
γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ τὴν φυλὴν ταύτην καταλεχθῆναι τοὺς ἀπὸ
τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορῆ τοῦ ἐν τῶι ἐνάτωι ἔτει, καὶ τοὺς τούτων ἐκγόνους εἰς τὸν ἀεὶ
κατ’ ἐνιαυτὸν ἐκ τῶν προϋπαρχουσῶν τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς
ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν ἄλλων πέντε. μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης
φυλῆς τῶν Εὐεργετῶν θεῶν τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχον αὐτῆς εἶναι, καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσ-
σάρων φυλῶν ὑπάρχει. καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψήφισμα
ἥ τε πέμπτη καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτε-
λεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν πανήγυριν δημοτελῆ ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι
θεοῖς Εὐεργέταις τῆι ἡμέραι ἐν ἧι ἐπιτέλλει τὸ ἄστρον τὸ τῆς Ἴσιος, ἣ νομίζεται διὰ τῶν ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι
ἐπαγομέναις πρὸ τοῦ νέου ἔτους, ὅπως ἅπαντες εἰδῶσιν διότι τὸ ἐνλεῖπον ἐλλεῖπον A πρότερον περὶ τὴν σύνταξιν τῶν ὡρῶν καὶ τοῦ ἐνιαυτοῦ καὶ τῶν νομιζο-
μένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πόλου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν. καὶ ἐπειδὴ τὴν ἐγ βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύτην παρθένον
των ἱερῶν πάντων θυσίας συντελούντων ἐπὶ τῶν ἱδρυμένων ὑπ’ αὐτῶν βωμῶν ὑπὲρ ἑκάστου ἱεροῦ τῶν πρώτων ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ δρόμου,
μετὰ δὲ ταῦτα τὰ πρὸς τὴν ἐκθέωσιν αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄπει
καὶ Μνηύει εἰθισμένον ἐστὶν γίνεσθαι, δεδόχθαι συντελεῖν τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς ἀϊδίους ἐν ἅπασι τοῖς
ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκάλαις, ὅταν αἱ ἐξοδεῖαι καὶ πανηγύρεις τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον
τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων. εἶναι δὲ τὴν ἐπιτιθεμένην βασιλείαν τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης
ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης ἐκ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπιδοειδὴς βασιλεία, ταύτης δ’ ὀπίσω σύμμετρον σκῆπτρον
- OGIS 56,C
- Egypt and Nubia
— — — — — — — — — — εἰσπ[ορε]υόμενοι π̣ρ̣ὸ̣ς̣ τὸν — — —
— — — — — — — — — — — — — — — εἰ̣ς̣ τ̣ὴν [πέμπτην — — —]
[— — — — — — — — — βασιλ]είαν παρὰ τοῦ π[ατρὸς — — —]
— — — — — — — — — — — Πτολεμαίου καὶ [Ἀρσινόης — — —]
[— — — — — — εὐεργετοῦν]τ̣ε̣ς̣ τὰ κατὰ τὴν [χώραν — — —]
[— — — — — — — — — — — — Πε]ρ̣σ̣ῶ̣ν̣ ἐ̣ξστρατε[ύσας — — —]
[— — — — — — — — — — διατετήρη]κεν π̣ρ̣ο̣[πολεμῶν — — —]
[— — — — — — — — — — — βασι]λεί̣αν τασσομέν[οις — — —]
- OGIS 60
- Egypt and Nubia
βασιλεὺς Πτολεμαῖος Πτολεμαίου καὶ
Ἀρσινόης, θεῶν Ἀδελφῶν, καὶ βασίλισσα
Βερενίκη, ἡ ἀδελφὴ καὶ γυνὴ αὐτοῦ,
τὸ τέμενος Ὀσίρει.
- OGIS 61
- Egypt and Nubia
βασιλεὺς Πτολεμαῖος βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης,
θεῶν Ἀδελφῶν, καὶ βασίλισσα Βερενίκη, ἡ βασιλέως
Πτολεμαίου ἀδελφὴ καὶ γυνή, καὶ τὰ τούτων τέκνα τὸν ναὸν
Ἴσει καὶ Ἁρποποκράτηι Ἁρποκράτηι.
- OGIS 65
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου
τοῦ Πτολεμαίου καὶ Ἀρσινόης,
θεῶν Ἀδελφῶν, καὶ βασιλίσσης
Συνωμοσίωι τοὺς βωμοὺς
καὶ τὰ τεμένη καὶ τὴν συν-
κύρουσαν αὐτοῖς γῆν Κλέων
- OGIS 85
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου
τοῦ Πτολεμαίου καὶ βασιλίσσης
Ἀρσινόης, θεῶν Φιλοπατόρων,
- OGIS 86
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βα-
σιλίσσης Ἀρσινόης καὶ Πτολεμαίου
τοῦ υἱοῦ, θεῶν Φιλοπατόρων, τῶν
ἐκ Πτολεμαίου καὶ Βερενίκης θε-
ῶν Εὐεργετῶν, Ἄρηι Νικηφόρωι Εὐάγρωι
Ἀπόασις Μιορβόλλου Ἐτεννεὺς
ἡγεμὼν καὶ οἱ ὑπ’ αὐτὸν τετα-
γμένοι στρατιῶται.
- OGIS 87
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης
Ἀ̣ρσινόης, θεῶν Φιλοπατόρων, καὶ Πτολεμαίωι
τῶι υἱῶι αὐτῶν, Σαράπιδι, Ἴσιδι Σωτῆρσι
- OGIS 89
- Egypt and Nubia
[ὑπὲρ β]ασιλέως Πτολεμαίου θε[οῦ]
[μ]εγάλου Φιλοπάτορος Σωτῆρος
καὶ Νικηφόρου, καὶ τοῦ υἱοῦ Πτολεμαίου̣
Ἴσιδι, Σαράπιδι, Ἀπόλλωνι
- OGIS 90,A
- Egypt and Nubia
θεοὺς εὐσεβοῦς, ἀντιπάλων ὑπερτέρου, τοῦ τὸν βίον τῶν ἀνθρώπων ἐπανορθώσαντος, κυρίου τριακονταετηρίδων, καθάπερ ὁ Ἥφαιστος ὁ μέγας, βασιλέως καθάπερ ὁ Ἥλιος,
μέγας βασιλεὺς τῶν τε ἄνω καὶ τῶν κάτω χωρῶν, ἐκγόνου θεῶν Φιλοπατόρων, ὃν ὁ Ἥφαιστος ἐδοκίμασεν, ὧι ὁ Ἥλιος ἔδωκεν τὴν νίκην, εἰκόνος ζώσης τοῦ Διός, υἱοῦ τοῦ Ἡλίου, Πτολεμαίου
αἰωνοβίου, ἠγαπημένου ὑπὸ τοῦ Φθᾶ, ἔτους ἐνάτου ἐφ’ ἱερέως Ἀέτου τοῦ Ἀέτου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ
θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πύρρας τῆς Φιλίνου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρείας τῆς Διογένους, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης
τῆς Πτολεμαίου, μηνὸς Ξανδικοῦ τετράδι, Αἰγυπτίων δὲ Μεχεὶρ ὀκτωκαιδεκάτηι, ψήφισμα· οἱ ἀρχιερεῖς καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορευόμενοι πρὸς τὸν στολισμὸν τῶν
θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς καὶ οἱ ἄλλοι ἱερεῖς πάντες οἱ ἀπαντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς Μέμφιν τῶι βασιλεῖ πρὸς τὴν πανήγυριν τῆς παραλήψεως τῆς
βασιλείας τῆς Πτολεμαίου αἰωνοβίου, ἠγαπημένου ὑπὸ τοῦ Φθᾶ, θεοῦ Ἐπιφανοῦς, Εὐχαρίστου, ἣν παρέλαβεν παρὰ τοῦ πατρὸς αὐτοῦ, συναχθέντες ἐν τῶι ἐν Μέμφει ἱερῶι τῆι ἡμέραι ταύτηι εἶπαν·
ἐπειδὴ βασιλεὺς Πτολεμαῖος αἰωνόβιος, ἠγαπημένος ὑπὸ τοῦ Φθᾶ, θεὸς Ἐπιφανὴς Εὐχάριστος, ὁ ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης, θεῶν Φιλοπατόρων, κατὰ πολλὰ εὐεργέτηκεν τά θ’ ἱερὰ καὶ
τοὺς ἐν αὐτοῖς ὄντας καὶ τοὺς ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τασσομένους ἅπαντας, ὑπάρχων θεὸς ἐκ θεοῦ καὶ θεᾶς καθάπερ Ὧρος ὁ τῆς Ἴσιος καὶ Ὀσίριος υἱός, ὁ ἐπαμύνας τῶι πατρὶ αὐτοῦ Ὀσίρει, τὰ πρὸς θεοὺς
εὐεργετικῶς διακείμενος ἀνατέθεικεν εἰς τὰ ἱερὰ ἀργυρικάς τε καὶ σιτικὰς προσόδους, καὶ δαπάνας πολλὰς ὑπομεμένηκεν ἕνεκα τοῦ τὴν Αἴγυπτον εἰς εὐδίαν ἀγαγεῖν καὶ τὰ ἱερὰ καταστήσασθαι
ταῖς τε ἑαυτοῦ δυνάμεσιν πεφιλανθρώπηκε πάσαις καὶ ἀπὸ τῶν ὑπαρχουσῶν ἐν Αἰγύπτωι προσόδων καὶ φορολογιῶν τινὰς μὲν εἰς τέλος ἀφῆκεν, ἄλλας δὲ κεκούφικεν, ὅπως ὅ τε λαὸς καὶ οἱ ἄλλοι πάντες ἐν
αὐτῶν, ἐν ὀλίγωι χρόνωι τήν τε πόλιν κατὰ κράτος εἷλεν καὶ τοὺς ἐν αὐτῆι ἀσεβεῖς πάντας διέφθειρεν, καθάπερ [Ἑρμ]ῆς καὶ Ὧρος ὁ τῆς Ἴσιος καὶ Ὀσίριος υἱὸς ἐχειρώσαντο τοὺς ἐν τοῖς αὐτοῖς
τόποις ἀποστάντας πρότερον. τοὺς δὲ ἀφηγησαμένους τῶν ἀποστάντων ἐπὶ τοῦ ἑαυτοῦ πατρὸς καὶ τὴν χώραν ἐ[νοχλήσ]αντας καὶ τὰ ἱερὰ ἀδικήσαντας παραγενόμενος εἰς Μέμφιν, ἐπαμύνων
τῶι πατρὶ καὶ τῆι ἑαυτοῦ βασιλείαι, πάντας ἐκόλασεν καθηκόντως καθ’ ὃν καιρὸν παρεγενήθη πρὸς τὸ συντελεσθῆ[ναι αὐτῶι τὰ] προσήκοντα νόμιμα τῆι παραλήψει τῆς βασιλείας. ἀφῆκεν δὲ καὶ τὰ ἐ[ν]
τῆς βασιλείας διαμενούσης αὐτῶι καὶ τοῖς τέκνοις εἰς τὸν ἅπαντα χρόνον· ἀγαθῆι τύχηι, ἔδοξεν τοῖς ἱερεύσι τῶν κατὰ τὴν χώραν ἱερῶν πάντων, τὰ ὑπάρχοντα τ[ίμια πάντα]
τῶι αἰωνοβίωι βασιλεῖ Πτολεμαίωι, ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ, θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, ὁμοίως δὲ καὶ τὰ τῶν γονέων αὐτοῦ θεῶν Φιλοπατόρων καὶ τὰ τῶν προγόνων θεῶν Εὐεργ[ετῶν καὶ τὰ]
τῶν θεῶν Ἀδελφῶν καὶ τὰ τῶν θεῶν Σωτήρων ἐπαύξειν μεγάλως· στῆσαι δὲ τοῦ αἰωνοβίου βασιλέως Πτολεμαίου θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου εἰκόνα ἐν ἑκάστωι ἱερῶι ἐν τῶι ἐπιφα[νεστάτωι τόπωι],
ἣ προσονομασθήσεται Πτολεμαίου τοῦ ἐπαμύναντος τῆι Αἰγύπτωι, ἧι παρεστήξεται ὁ κυριώτατος θεὸς τοῦ ἱεροῦ, διδοὺς αὐτῶι ὅπλον νικητικόν, ἃ ἔσται κατεσκευασμέν[α τὸν τῶν Αἰγυπτίων]
τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμενα συντελεῖν καθὰ καὶ τοῖς ἄλλοις θεοῖς ἐν [ταῖς κατὰ τὴν χώραν πα]-
νηγύρεσιν. ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανον τε καὶ ναὸν χρ[υσοῦν ἐν ἑκάστωι τῶν]
ἱερῶν καὶ καθιδρῦσαι ἐν τοῖς ἀδύτοις μετὰ τῶν ἄλλων ναῶν, καὶ ἐν ταῖς μεγάλαις πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς Εὐ[χαρίστου ναὸν συνε]-
ξοδεύειν. ὅπως δ’ εὔσημος ἦι νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον, ἐπικεῖσθαι τῶι ναῶι τὰς τοῦ βασιλέως χρυσᾶς βασιλείας δέκα αἷς προσκείσεται ἀσπίς, [καθάπερ καὶ ἐπὶ πασῶν]
τῶν ἀσπιδοειδῶν βασιλειῶν τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔσται δ’ αὐτῶν ἐν τῶι μέσωι ἡ καλουμένη βασιλεία Ψχέντ, ἣν περιθέμενος εἰσῆλθεν εἰς τὸ ἐν Μέμφ[ει ἱερόν, ὅπως ἐν αὐτῶι συν]-
τελεσθῆι τὰ νομιζόμενα τῆι παραλήψει τῆς βασιλείας. ἐπιθεῖναι δὲ καὶ ἐπὶ τοῦ περὶ τὰς βασιλείας τετραγώνου κατὰ τὸ προειρημένον βασίλειον φυλακτήρια χρυ[σᾶ δύο, οἷς ἐγγραφήσεται ὅ]-
γυπτον ἱεροῖς κατὰ μῆνα, καὶ συντελεῖν ἐν αὐτοῖς θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ νομιζόμενα, καθὰ καὶ ἐν ταῖς ἄλλαις πανηγύρεσιν τάς τε γινομένας προθέ[σεις τοῖς — — — — πα]-
ρεχομένοις ἐν τοῖς ἱεροῖς. ἄγειν δὲ ἑορτὴν καὶ πανήγυριν τῶι αἰωνοβίωι καὶ ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι κατ’ ἐνι[αυτὸν ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν]
χώραν ἀπὸ τῆς νουμηνίας τοῦ Θῶϋθ ἐφ’ ἡμέρας πέντε, ἐν αἷς καὶ στεφανηφορήσουσιν συντελοῦντες θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ καθήκοντα. προσαγορε[ύεσθαι δὲ τοὺς ἱερεῖς τῶν ἄλλων θεῶν]
- OGIS 90,B
- Egypt and Nubia
[ἀγαθὰ πάντα, τῆς βασιλείας διαμενούσης αὐτῶι καὶ τοῖς τέκνοις εἰς τὸν ἅπαντα χρόνον· ἀγαθῆι τύχηι· ἔδοξεν τοῖς ἱερεῦ]σι τῶν κατὰ τὴν χώραν ἱερῶν πάντων, τὰ ὑπάρχοντα τίμια κα-
[τὰ τὰ ἱερὰ τῶι αἰωνοβίωι βασιλεῖ Πτολεμαίωι, ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ, θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, ὁμοίως δὲ καὶ̣ τὰ τῶν γονέων αὐτοῦ θ]ε̣ῶν Φιλοπατόρων καὶ̣ τῶν προγό̣νω̣ν θεῶν Εὐεργέτων κ̣α̣ὶ̣
[τὰ τῶν θεῶν Ἀδελφῶν καὶ τὰ τῶν θεῶν Σωτήρων ἐπαύξειν μεγάλως· στῆσαι δὲ τοῦ αἰωνοβίου βασιλέως Πτολεμαίου θεοῦ Ἐπιφανοῦς Εὐ]χ̣αρίστου εἰκόνα ἐν ἑκάστωι ἱε̣ρ̣ῶι ἐν τῶι ἐπιφαν̣ε̣στάτ̣ωι̣
[τόπωι, ἣ προσονομασθήσεται Πτολεμαίου τοῦ ἐπαμύναντος τῆι Αἰγύπτωι, ᾗ παρεστήξεται ὁ κυριώτατος θεὸς τοῦ ἱεροῦ, δ]ιδοὺς αὐτῶι ὅπλον ν̣ι̣κητικόν, ἃ ἔ̣σ̣ται κ̣α[τε]σ̣κευα̣[σ]μ̣ένα̣ τ̣-
[ὸν τῶν Αἰγυπτίων τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣
[πανηγύρεσιν· ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε] κ̣α̣ὶ̣ ν̣α̣ὸν χρυσοῦν̣ [κ]α̣θ̣’ ἕκαστο̣ν ἱερὸν καὶ καθιδρῦσαι ἐν το̣ῖ̣ς ἀδύ-
[τοις μετὰ τῶν ἄλλων ναῶν, καὶ ἐν ταῖς μεγάλαις πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς Εὐ[χαρίστου ναὸν συνε]ξοδεύειν· ὅπως δ’ εὔσ]η̣μ̣ος ἧι νῦν̣ τε̣ καὶ εἰς τὸ̣ν̣ ἔ̣πειτα χρόνον, ἐπικ̣ε̣ῖ̣σθ̣α̣ι τῶι ναῶι τὰς τοῦ βασιλ-
[έως χρυσᾶς βασιλείας δέκα, αἷς προσκείσεται ἀσπίς, καθάπερ καὶ ἐπὶ πασῶν τῶν ἀσπιδοειδῶν βασιλειῶν τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔ̣σται δ’ αὐτῶν ἐν τῶι μέσωι ἡ κ]α̣λ̣ο̣υμέ̣ν̣η [Ψ]χ̣ὲ̣ντ βασιλεία, ἣν περιθέμενος εἰσῆλθεν εἰς τὸ ἐν̣ Μ̣έ̣μ̣φ-
[ει ἱερόν, ὅπως ἐν αὐτῶι συν]τελεσθῆι τὰ νομιζόμενα τῆι παραλήψει τῆς τῆς βασιλείας· ἐπιθεῖναι δὲ καὶ ἐπὶ τοῦ περὶ τὰς βασιλείας τετραγώνου κατὰ τὸ προειρημένον βασίλειο]ν̣ φυ̣λ̣α̣κτήρια χρυσοῦ, δ̣ι̣’ ὧ̣ν̣ [διασαφ]ή̣[σε]τ̣α̣ι̣, δ̣ιότι ἐστὶν τοῦ βασιλέω-
[σιν ἐν τοῖς ἱεροῖς, αἳ δὴ πολλῶν ἀγαθῶν ἀρχηγοὶ πᾶσίν εἰσιν, ἄγειν τὰς ἡμέρας ταύτας ἑορτὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν Αἴγυπτον ἱεροῖς κατὰ μῆνα, καὶ συντελεῖν ἐν αὐτοῖ]ς θυσίας καὶ σπονδὰς καὶ [τἆλλα τὰ νομιζό]μ̣ε̣ν̣α̣ κ̣α̣θὰ καὶ ἐν ταῖς ἄλλα-
[ις πανηγύρεσιν τάς τε γενομένας προθέ[σεις τοῖς — — — — — — παρεχομένοις ἐν τοῖς ἱεροῖς· ἄγειν δὲ καὶ ἑορτὴν καὶ πανήγυριν τῶι αἰωνοβ̣ίωι καὶ ἠγαπημένωι ὑ]π̣ὸ Φθᾶ, βασιλε̣ῖ̣ Π̣τ̣ο̣λ̣ε̣[μαίωι θεῶι Ἐπ̣ι̣φ̣α̣ν̣ε̣ῖ̣ Ε̣ὐ̣χ̣α̣ρ̣ί̣σ̣τωι κατ’ ἐνιαυτ-
[ὸν ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν χώραν ἀπὸ τῆς νουμηνίας τοῦ Θῶϋθ ἐφ’ ἡμέρας πέντε, ἐν αἷς καὶ στεφανφορήσουσιν συντελοῦντες θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ] κα̣θήκοντα· προσ̣α̣γ̣ο̣[ρε]ύ̣ε̣σθ̣α̣ι̣ [δὲ καὶ τοὺς ἱερ]ε̣ῖ̣ς̣ πάντας, διό̣τ̣ι̣ εἰσὶν καὶ τοῦ θ̣ε̣-
- OGIS 90,C
- Egypt and Nubia
τὴν νίκην, εἰκόνος ζώσης το[ῦ Διός],
υἱοῦ τοῦ Ἡλίου, Πτολεμαίο[υ | αἰωνο]-
βίου, ἠγαπημένου ὑπὸ τοῦ [Φθᾶ vac. ],
Ἀρσινόης v Φιλοπ[άτορος]
Εἰρή[ν]ης | τῆς Πτολ̣[εμαίου],
μηνὸς Ξ[αν]δικοῦ τετράδι, Αἰ̣[γυπτίων]
οἱ ἀπαντήσαντες ἐκ τῶν κατ[ὰ τὴν χώραν]
ἱερῶν εἰς Μέμφιν τῶι βασιλεῖ πρ[ὸς τὴν πανή]-
γυριν τῆς παραλήψεως τῆς | βα[σιλείας τῆς]
Πτολεμαίου αἰωνοβίου, ἠγαπη[μένου ὑπὸ]
τοῦ Φθᾶ, θεοῦς Ἐπιφανοῦς, Εὐχα[ρίστου, ἣν]
παρέλαβεν παρὰ τοῦ πατρὸς [αὐτοῦ, συν]-
αχθέντες ἐν τῶι ἐν Μέμφει ἱερῶ[ι τῆι ἡμέραι]
ταύτηι εἶπαν· | ἐπειδὴ βασιλεὺ[ς Πτολεμαῖος]
αἰωνόβιος, ἠγαπημένος ὑπὸ τοῦ [Φθᾶ, θεὸς Ἐπι]-
φανὴς Εὐχάριστος, ὁ ἐγ βασιλέως [Πτολεμαίου]
καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλο[πατόρων]
κάς τε καὶ σιτικὰς [προσόδους, καὶ δαπάνας]
πολλὰς ὑπο[μεμένηκεν ἕνεκα τοῦ τὴν Αἴγυ]-
πτον εἰς [εὐδίαν ἀγαγεῖν καὶ τὰ ἱερὰ καταστή]-
- OGIS 92
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου τοῦ
Πτολεμαίου, θεοῦ Ἐπιφανοῦς
καὶ Εὐχαρίστου, Ἴσιδι θεᾶι μεγάληι
- OGIS 95
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου καὶ
βασιλίσσης Κλεοπάτρας, θεῶν
Ἐπιφανῶν καὶ Εὐχαρίστων, θεοῦ
μεγάλου Σεμενούφιος
Σεμενοῦφις Φανεῦτος.
- OGIS 96
- Egypt and Nubia
ὑπὲρ βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Κλεοπάτρας
Πτολεμαῖος Ἐπικύδου
ὁ ἐπιστάτης τῶν φυλακιτῶν
- OGIS 98
- Egypt and Nubia
βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπά[τρα],
θεοὶ Ἐπιφανεῖς καὶ Πτολεμαῖος ὁ υἱὸς Ἀσκλη[πιῶι].
- OGIS 99
- Egypt and Nubia
Πτολεμαῖον τὸν ἀρχισωματοφύλακα
καὶ ἀρχικύνηγον, τὸν Πτολεμαίου
τῶν πρώτων φίλων καὶ ἀρχικυνήγου υἱόν,
καὶ εὐνοίας ἧς ὁ πατὴρ αὐτοῦ διατελεῖ
παρεχόμενος εἴς τε βασιλέα Πτολεμαῖον
καὶ τὴν ἀδελφὴν βασίλισσαν Κλεοπάτραν,
- OGIS 100
- Egypt and Nubia
τοῦ βασιλέως καὶ διοικητήν,
τὸν ἑαυτοῦ ἀδελφόν, Πτολεμαῖος
Ἀπολλωνίου, τῶν διαδόχων,
εὐνοίας ἕνεκεν τῆς εἰς βασιλέα
Πτολεμαῖον καὶ βασίλισσαν
Κλεοπάτραν, θεοὺς Ἐπιφανεῖς καὶ
- OGIS 103
- Egypt and Nubia
βασιλεῖ Πτολεμαίωι, θεῶι
Φιλομήτορι ὑπὲρ Ἱππάλου
ἐπιστρατήγου καὶ ἱερέως
Πτολεμαίου Σωτῆρος καὶ
Πτολεμαίου Ἐπιφανοῦς καὶ
Εὐχαρίστου, τὸν βωμὸν Νικόμαχος,
- OGIS 106
- Egypt and Nubia
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι
Κλεοπάτραι, θεοῖς Φιλομήτορσι, τοῖς
ἐγ βασιλέως Πτολεμαίου καὶ
βασιλίσσης Κλεοπάτρας, θεῶν
Προσωπίτηι καὶ τοῖς ἄλλοις
τοῖς μεμερισμένοις νομοῖς
Ἡρακλέων Πυθαγόρου,