| 74647 matches in 35819 texts. | 24301-24400 24401-24500 24501-24600 24601-24700 24701-24800 24801-24900 24901-25000 25001-25100 25101-25200 25201-25300 |
| 17522 | 1.3560% | Attica (IG I-III) |
| 1919 | 0.7657% | Peloponnesos (IG IV-[VI]) |
| 8908 | 1.3989% | Central Greece (IG VII-IX) |
| 2264 | 1.2723% | Northern Greece (IG X) |
| 2075 | 1.0213% | Thrace and the Lower Danube (IG X) |
| 705 | 0.8434% | North Shore of the Black Sea |
| 15744 | 1.3829% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 17362 | 1.4184% | Asia Minor |
| 822 | 2.7995% | Cyprus (IG XV) |
| 1678 | 2.7657% | Greater Syria and the East |
| 2922 | 1.3088% | Egypt, Nubia and Cyrenaïca |
| 107 | 0.6117% | North Africa |
| 2344 | 1.6982% | Sicily, Italy, and the West (IG XIV) |
| 275 | 1.1134% | Upper Danube |
- Ephesos 21
- Ionia : Ephesos
Ξεινῆς Αἰσιμί[δου εἶπε·] ἐπειδὴ Ἀ[ναξικρά]της Διογένους Ἀθηναῖος εὔνους ὢ[ν]
καὶ πρόθυμος τ[ῶι ἱερ]ῶι οἴκωι κ[αὶ τῶι δ]ήμωι τῶι Ἐφεσίωγ χρείαν παρέσχητ[αι]
φιλοτίμως ταῖ[ς ἱεραῖς ἀ]ρχαῖς καὶ [ταῖς δη]μοσίαις, δεδόχθαι τῆι βουλῆι καὶ [τῶι δήμωι,]
εἶναι Ἀναξικράτει αὐτῶι καὶ ἐγγόνοις πολιτείαν καὶ ἔγκτησιν ἐφ’ ἵσηι κ[αὶ ὁμοίηι]
καὶ χιλιαστὺν τοὺς ἐσσῆνας· τὸ δὲ ψήφισμα ἀναγράψαι τοὺς νεωποί[ας]
εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφο[υσιν,]
ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ἀξίως τιμᾶι τοὺς εὐεργέτας· ἔλαχε φυλὴν
- Ephesos 22
- Ionia : Ephesos
Ἀντιφῶντι Ἀντιμάχο Ἀθηναίωι εὀεργέτηι ἐ[όντι το͂ Ἐφεσίων δήμο]
καὶ προθύμωι περὶ τὸ ἱερὸγ καὶ τοὺς πο[λίτας· δεδόσθαι]
πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι αὀτῶι καὶ ἐκγόνοις· ἐπὶ Ζω[—]
- Ephesos 29
- Ionia : Ephesos
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἐπικ[ράτ]ης εἶπεν· ἐπειδὴ Ἀντιφῶν Ἀντιμένοντος Ἱστιαι-
εὺς πρόθυμος ὢν εἰς τὸν δῆμον τὸν Ἐφε[σί]ων καταστὰς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον
αἰτεῖται πολιτείαν, δεδόχθαι τῆι βουλῆ[ι κ]αὶ τῶι δήμωι, δοῦναι αὐτῶι πολιτείαν ἐφ’ ἵσηι
- Ephesos 30
- Ionia : Ephesos
Ξενόκριτος Ἀριστέως εἶπεν· ἐπειδ[ὴ]
Φίλων Διονύσιος Ἱεροκλῆς Μένιππ[ος]
[Κ]εράμιοι διατρίβοντες ἐν Ῥόδωι πᾶσαν̣
[τ]ὸ ψήφισμα τ[οὺς νεωποίας] εἰς στήλην
λιθίνην κα[ὶ] ἀ[ναθεῖναι εἰς τὸ] ἱερὸν τῆς
Ἀρτέμιδο[ς οὗ καὶ τὰς ἄ]λλας πολιτεία[ς]
- Ephesos 32
- Ionia : Ephesos
κ[αὶ χιλιαστὺν, ἀναγράψαι δὲ τόδε τὸ ψήφι]σμα τοὺς νεωποίας
εἰ[ς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, οὗ καὶ τὰς ἄλλ]ας πολιτείας
ἀναγράφουσιν· ἔλαχε φυλὴν Εὐώνυμον, χιλιαστὺν Σιμώνειος.
- Ephesos 34
- Ionia : Ephesos
[ἔδ]οξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀρτέμων Μητρᾶδος εἶπεν· ἐπειδὴ Θρασ[—]
[Π]οσειδωνίου Μάγνης πρότερον διετέλει πρόθυμος καὶ εὔνους ὢν τῶι δ[ήμωι καὶ νῦν]
τοῦ πολέμου γενομένου κατὰ τὴμ πόλιν κα[ὶ] ἁλισκομένων σωμάτων π̣[λείσ]-
των καὶ ἐλευθέρων καὶ οἰκετικῶν πᾶσαν [προθυμίαν παρείχετο περὶ τῆς σωτηρίας]
τῶμ πολιτῶν, καὶ τοὺς μὲν διέσωιζε τῶ[ν ἁλισκομένων λυτρωσάμενος, τοὺς δὲ]
ἀπέστελλεν τοῖς προσήκουσιν βουλόμ[ενος —]
Ποσειδωνίου Μάγνητι πολιτείαν ἐφ’ [ἵσηι καὶ ὁμοίηι αὐτῶι καὶ τοῖς ἐκγόνοις, καὶ ἀ]-
ναγράψαι τοὺς νεωποίας τὰ δοθέντα α̣[ὐτῶι εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ]
καὶ αἱ λοιπαὶ πολιτεῖαί εἰσιν ἀναγε[γραμμέναι, ὅπως ἅπαντες εἰδῶσιν]
- Ephesos 36
- Ionia : Ephesos
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μητρᾶ[ς] εἶπεν· ἐπειδὴ Ἀρχέστρατος Νίκωνος Μακεδών, οἰκεῖος ὢν τοῦ βασιλέως Δ[ημητρίου — καὶ γενόμενος]
ἐγ Κλαζομεναῖς στρατηγός, πιστόν τε αὐτὸμ παρέσχηται εἰς τὰ τοῦ βασιλέως πράγματα καὶ τῆι πόλει τὰ πλοῖα τὰ σιτ[αγωγὰ διέσωσε, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχει πρὸς τὸν βασιλέα]
καὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ στεφανῶσαι χρυσεῶι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι· τῆς [δὲ ἀναγγελίας τοῦ στεφάνου ἐπιμελεῖσθαι τὸν ἀγωνοθέτην· δοῦναι δὲ αὐτῶι καὶ πολιτείαν εφ’ ἵσηι καὶ ὁμοίηι· ἐπικληρῶσαι δὲ]
καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηται ἢ ἐξάγητ[αι εἰς τὸν ἴδιον οἶκον καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα]
τοὺς νεωποία̣ς εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ αἱ λοιπαὶ πολιτεῖαι ἀναγεγραμμέναι εἰσί, ὅπως ἅπαντ[ες εἰδῶσιν ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τιμᾶι τοὺς εὐεργετοῦντας αὐτὸν δωρεαῖς ταῖς προσηκούσαις. ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 37
- Ionia : Ephesos
[α]ὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι κα[ὶ ὁ]μοίαι καθάπερ καὶ τ̣[οῖς ἄλλοις εὐεργέταις, ἐπικληρῶσαι δὲ αὐτὸν τοὺς]
ἐσσῆνας εἰς φυλὴν καὶ χιλιαστύν, ἀναγράψαι δὲ τόδε [τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος,]
οὗ καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι. ἔλαχε φυλ[ὴν —, χιλιαστὺν —.]
- Ephesos 39
- Ionia : Ephesos
Κλείτωι καὶ Ἀλκέται·
ἐπεὶ πρόθυμοί εἰσιν περὶ τὸ ἱερὸν καὶ τὴν πόλιν, ἔδοξε[ν τῆι βουλῆι καὶ τῶι δήμωι],
εἶναι αὐτοὺς πολίτας ἐφ’ ἵσηι καὶ ὁμοίηι· ταῦτα δὲ εἶν[αι καὶ ἐκγόνοις· ἐπικληρῶσαι δὲ]
- Ephesos 40
- Ionia : Ephesos
[—]ν χρήσιμός ἐστιν, δεδόχθαι [τῶι δήμωι· ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκα καὶ εὐνοίας]
[ἣν ἔ]χει περί τε τὸ ἱερὸν καὶ τὴμ πό[λιν· δοῦναι δὲ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι· στεφανῶσαι δὲ αὐ]-
[τὸν χ]ρυσέωι στεφάνωι καὶ ἀναγγεῖλ[αι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι· εἶναι δὲ αὐτῶι ἔφοδον ἐπὶ τὴν]
[βου]λὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ καὶ τ̣ὰ̣ [βασίλεια· παραδοῦναι δὲ]
[τὸ] ψήφισμα ἀναγράψαι τοῖς νεωποίαις ὅ̣π̣ο̣[υ καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι, ὑπάρχειν δὲ τὴν]
- Ephesos 43
- Ionia : Ephesos
Θευχρήστωι Φιλοξένο Μακεδόνι, ἐπεὶ πρόθυμός ἐστ[ι περὶ τὸ ἱερὸν καὶ τὸν δῆμον]
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, δεδόσθαι αὐτῶι [προξενίαν καθάπερ τοῖς ἄλλοις]
- Ephesos 48
- Ionia : Ephesos
Ἐχεκρατίδηι Ξεννέα Μεθωναίωι, ἐπεὶ πρόθυμός ἐστι περὶ τὸ ἱερὸν καὶ τ[ὴν πόλιν, ἔδοξεν τῆι βουλῆι καὶ τῶι]
δήμωι, εἶναι αὐτὸν πολίτην ἐφ’ ἵσηι καὶ ὁμοίηι· ταῦτα δὲ [εἶναι καὶ ἐκγόνοις· ἔλαχε φυλὴν]
- Ephesos 49
- Ionia : Ephesos
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Κωμαῖος Πανδαμάσου εἶπεν· ἐπειδὴ Ἀραρούσιος
καὶ Φανόδικος Πιθήκου Μιλήσιοι ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοί εἰσιν περί τε τὸ ἱερὸν
καὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ τῶν πολιτῶν τοῖς ἀφικνουμένοις εἰς Μίλητον
στεφάνωι καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, ὅπως ἂ̣ν̣ καὶ οἱ λοιποὶ ε̣ἰ̣[δῶ]-
σιν ὅτι ὁ δῆμος (sic) Ἐφεσίων τιμᾶι τοὺς προθύμους ὄντας περὶ τὸ ἱερὸν καὶ τὴμ π̣[ό]λ̣[ιν·]
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου κ̣[αὶ αἱ]
λοιπαὶ προξενίαι ἀναγεγραμμέναι εἰσίν.
- Ephesos 51
- Ionia : Ephesos
[λ]λικράτην ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὴμ πόλιν, καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ[μοίηι· ἐπικληρῶσαι δὲ τοὺς ἐσσῆ]-
νας αὐτὸν εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερ̣ὸ̣ν τῆς [Ἀρτέμιδος, ὅπου καὶ τὰς ἄλλας]
[πολ]ιτείας ἀναγράφουσιν· ἔλαχε φυλὴν Βεμβίνης, χιλιαστὺν Ἀλκμεώνεος.
- Ephesos 55
- Ionia : Ephesos
μοίηι, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν, ἀναγράψαι δὲ τόδ[ε]
τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ τὰς λοιπὰ[ς]
πολιτείας ἀναγράφουσι. ἔλαχε φυλὴν Τήϊος, χιλιαστὺν Ἡγητόρει[ος.]
- Ephesos 57
- Ionia : Ephesos
Πλάτων Ἀρτεμιδώρου εἶπεν· ἐπειδὴ Μελήσιππος Βακχίου Βοιώτι-
ος ἐκ Πλαταιέων διατρίβωμ παρὰ τῆι βασιλίσσηι Φίλαι εὔνουγ καὶ πρό-
θυμον ἑαυτὸν παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχά-
δὲ αὐτῶι καὶ ἔφοδον ὧν ἄν δέηται ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον
μετὰ τὰ ἱερὰ καὶ τὰ̣ βασί̣[λ]ει̣α̣· ὑ̣[πά]ρχειν δὲ αὐτ̣ῶι καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι —]
- Ephesos 58
- Ionia : Ephesos
[τον καὶ ἥμισυ, τὸ τάλαντον τὸ προδεδανεισμ]ένον αὐτοῖς ἀποδοῦναι τοῖς προδανείσασιν, καὶ τῶν λοιπῶν ὁπλωνήσαντας δοῦναι τὰ ὅπλα
[τῶν ἐκ Πριήνης τοῖς τὸ φρούριον διαφυ]λάττουσιν· ἐπαινέσαι δὲ καὶ Αἴνητον, ὅτι περὶ ὧν αὐτῶι διελέχθησαν οἱ στρατηγοὶ καὶ οἱ [σύν]-
[εδροι παρακαλοῦντες τῶν ἐκ Πριήνης τῶν ἐν τ]ῶι Χάρακι ὄντων ἐπιμέλειαν ποήσασθαι καί μὴ περιιδεῖν ἀλλοτριωθὲν τὸ φρούριον,
- Ephesos 59
- Ionia : Ephesos
αὐτὸν τοὺς ἐσσῆνας εἰς φυλὴγ καὶ χιλιαστὺγ καὶ ἀναγράψαι αὐτῶι ταῦ-
τα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ καὶ τὰς λοιπὰς πολιτείας
ἀναγράφουσιν, ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ἐπίσταται χάριτας ἀπο-
- Ephesos 60
- Ionia : Ephesos
κατασταθεὶς εἰς τὸν δῆμον περί τε τῆς [ο]ἰκείοτητος τῆς γεγενημένης
αὐτοῖς διελέχθη καὶ περὶ τῆς εὐν[οία]ς ἣν ἔχοντες διατελοῦσιν εἰς
τοὺς Ἕλληνας καὶ τὴμ φιλίαν τὴμ πρότερον ὑπάρχουσαν αὐτῶι
[καὶ ἐν εἰρήνη]ι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηι ἢ ἐξάγηι ἢ εἰς τὸν ἴδιον οἶκον,
[καὶ ἔφοδον ἐπὶ τὴ]μ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱερά· ταῦτα δὲ εἶναι
[καὶ τοῖς ἐκγόνοις· ἀνα]γράψαι δὲ τὰ[ς] δεδομένας αὐτῶι δωρεὰς τοὺς νεωποίας
[εἰς τὸ ἰερὸν τῆς Ἀρτέμ]ιδος· ἐπικληρῶ[σ]αι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ εἰς
[χιλιαστὺν τοὺς ἐσσῆ]νας, ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ὁ Ἐφεσίων
- Ephesos 62
- Ionia : Ephesos
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμ]ωι· ἐπειδὴ οἱ θεωροὶ κατασταθέντες εἰς τὴ[ν βουλὴν —]
[․․․․․․c.17․․․․․․․ Σαρδι]α̣νὸς προθύμως ἐβοήθησεν τῶι ἱερῶι καὶ διέσ[ωσεν —]
[․․․․․․․․․c.23․․․․․․․․․․]ηι, ὅταν τὰ ἀδικήματα ἐξετασθῇ τὰ περὶ τὴ[ν —]
[․․․․․․․․c.20․․․․․․․․ εἰς] τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου καὶ αἱ λοιπαὶ π[ολιτεῖαι ἀναγράφονται.]
[ἐπικληρῶσαι δὲ αὐτὸν τοὺς ἐσσῆνας εἰς φυλὴν] καὶ εἰς χιλιαστύν· ἔλ[αχε φυλὴν —]
- Ephesos 64
- Ionia : Ephesos
φάνηι Ἀριστείδους Τηΐωι πολιτείαν αὐτῶι κ[αὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίηι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν]
καὶ χιλιαστύν, ἀναγράψαι δὲ τὸ ψήφισμα το[ῦτο τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ τὰς λοι]-
πὰς ἀναγράφουσι πολιτείας· ἔλαχε φυλὴν [—, χιλιαστὺν —.]
- Ephesos 66
- Ionia : Ephesos
σης εὐνοίας καὶ προθυμίας χρήσιμός ἐστιν, καὶ περὶ τούτων οἱ νεωποῖαι
προγραψάμενοι διελέχθησαν τῇ βουλῆι καὶ ἐξήγγειλαν τὴν εὔνοιαν
καὶ προθυμίαν τὴμ Μελανθίου· δεδόχθαι τῆι βουλῆι· δοῦναι Μελανθίωι Ἑρμίου
τρωι· εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον πρώ-
τωι μετὰ τὰ ἱερὰ καὶ τὰ βασίλεια· ἐπικληρῶσαι δ’ αὐτὸν τοὺς ἐσ-
σῆνας εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπως ἅπαντες εἰ-
δῶσι ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τιμᾶι τοὺς προθύμους γινομένους
- Ephesos 67
- Ionia : Ephesos
εὐεργέταις, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς χιλιαστὺν
καὶ παραδοῦναι τὸ ψήφισμα ἀναγράψαι τοῖς νεωποίαις εἰς τὸ ἱερόν,
ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι, ὑπάρχειν δὲ τὴν πολιτείαν
- Ephesos 68
- Ionia : Ephesos
[ἀ]γωνοθέτην τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, δοῦναι δὲ καὶ πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ [ἵσηι καὶ ὁμοίηι καὶ ἔφοδον]
[ἐπὶ τὴ]ν βουλὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ καὶ τὰ βασίλεα πρώτωι, καὶ εἴσπλουν καὶ ἔκπ[λουν καὶ ἐμ πολέμωι καὶ]
[ἐν εἰρήνηι,] ἐπικληρ[ῶ]σ[αι δὲ τοὺ]ς ἐσσῆν[ας αὐτὸ]ν [καὶ] εἰς φυλὴν καὶ χι[λ]ιαστύν. ἔ̣[λαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 73
- Ionia : Ephesos
ἐσῆνας ἐπικληρώσαντας εἰς φυλὴ[γ καὶ χιλιαστὺν — τοὺς]
δὲ νεωποίας παραλαβόντας ἀναγράψ̣[αι τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου καὶ τοὺς λοιποὺς]
πολίτας ἀναγράφουσι. Μνησίθεος Ἀπο[— ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 79
- Ionia : Ephesos
[πρὸς τὸν δῆμον· ἐπαινέσαι ․c.4․]ξιν εὐνοίας ἕνεκε καὶ φιλοτιμίας, ἣν ἔχει πρὸς τὸν δῆμ̣[ον·]
[εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐ]πὶ τὴμ βουλὴν καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· ἀναγράψ[αι δὲ]
[τὰς δεδομένας αὐτῶι τιμ]ὰ[ς] τοὺς ἐσσῆνας· ταῦτα δὲ εἶναι αὐτῶι καὶ ἐκγόνοις.
- Ephesos 86
- Ionia : Ephesos
[παρεχόμενος — δεδόχθαι τῶι δήμωι ἐπαινέσαι αὐτὸ]ν ἀρετῆς ἕνεκεν καὶ
[εὐνοίας ἧς ἔχει περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν καὶ στε]φανῶσαι αὐτὸν χρυσέωι
[στεφάνωι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, — ὅπως ἅπαν]τες εἰδῶσιν ὅτι ὁ δῆμος
[τιμᾶι τοὺς εὐεργετοῦντας δωρεαῖς ταῖς προσηκούσαις, καὶ τὸν στέφαν]ον τοὺς νεωποίας
[ἀναγράψαι εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος.]
- Ephesos 87
- Ionia : Ephesos
[βουλῆι καὶ τῶι δήμωι· εἶναι αὐτὸν πολίτην ἐφ’ ἵσηι καὶ ὁμοίηι καθάπερ καὶ τοὺς ἄλλους εὐεργέτας, ἐπικληρῶσαι δὲ α]ὐτὸν τοὺς ἐσσῆνας
[εἰς φυλὴν καὶ χιλιαστύν, ἀναγράψαι δὲ τὴν πολιτείαν τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου καὶ αἱ λοιπαὶ πολιτεῖαι ἀ]ναγράφονται·
[ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 89
- Ionia : Ephesos
αστύν· ἀναγρά[ψαι δὲ τόδε τὸ ψή]-
φισμα τοὺς νεωπο[ίας εἰς τὸ ἱερὸν τῆς]
Ἀρτέμιδος ὅπου κα[ὶ τὰς ἄλλας πολι]-
- Ephesos 94
- Ionia : Ephesos
[—]ηαν ἀναγράψαι τοὺς νε̣ω̣ποίας
[— καὶ φυλὴν καὶ χιλιαστύν,] ἧς ἂν λάχηι, εἰς τὸ ἱερ[ὸν]
[τῆς Ἀρτέμιδος, ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσιν· ἔλαχε φυλὴν —]ο̣ς, χ̣ι̣λ̣ι̣α̣στὺ̣[ν —.]
- Ephesos 101
- Ionia : Ephesos
καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίηι, ἐπικληρῶσαι δὲ αὐτὸν τοὺς πρ[οέδρους εἰς φυλὴν καὶ χιλιαστύν· ἀναγράψαι δὲ ταῦτα]
εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, οὗ καὶ τὰς ἄλλας πολιτείας ἀνα[γράφουσιν —]
- Ephesos 103
- Ionia : Ephesos
ἔδοξεν τ[ῆι] βουλῆι καὶ τῶι δήμωι· Ἀριστομένης Ἀριστείδου εἶπεν· ἐπειδὴ [— εὔνους ἐστὶν περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον]
καὶ χρείαν παρεχόμενος διατελεῖ καὶ κοινῆι τῶι δήμωι, καὶ ἰδίαι τοῖ[ς ἐντυγχάνουσι τῶν πολιτῶν χρήσιμον ἑαυτὸν παρ]-
τῆι πρὸς τὴμ πόλιν, καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ [ὁμοίηι, τοὺς δὲ ἐσσῆνας ἐπικληρῶσαι]
αὐτὸν̣ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ν̣[εωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου]
καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι· ἔλαχε φυλὴν Βεμβινῆς, χιλ[ιαστὺν —.]
- Ephesos 108
- Ionia : Ephesos
ἐπὶ τοῖς εὐτυχήμασιν τοῖς ἐξηγγελμένοις, [θύειν δὲ καὶ]
[εὐ]αγγέλια τῆι Ἀρτέμιδι τοὺς ἐσσῆνας καὶ [τὴν ἱέρειαν]
[καὶ τ]ὸν οἰκονόμον, καὶ εὔχεσθαι καὶ εἰς τὸ λοιπὸν ἐπ[ὶ πλέον εὖ]
[κ]αθάπερ καὶ τοῖς ἄλλοις εὐερ[γέταις, καὶ προσόδον εἰς]
[τ]ὴμ βουλὴγ καὶ τὸν δήμο[ν πρώτωι μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς]
ἀγῶσι καθάπερ [κ]αὶ τοῖς [ἄλλοις εὐεργέταις· ἀναγράψαι δὲ καὶ τὰς]
δεδομένας δωρεὰς το[ὺς νεωποίας ἐν τῶι τῆς Ἀρτέμιδος ἱερῶι, ὅπου καὶ]
τὰς ἄλλας πολιτεί[ας ἀναγράφουσιν. ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 111
- Ionia : Ephesos
ἐπεὶ ὁ πρύτανις Διο[νυ]σόδωρος Διονυσ[ί]ου φιλοσέβαστος σὺν τοῖς ἄλλοις οἷς ἢ διὰ φιλοδοξιῶν λαμπροτάτων
ἢ δι’ ἀναθημάτων παντ[ὶ κ]αιρῷ περὶ τὴν κοινὴν ὑμῶν ἐσπούδακε πατρίδα καὶ ἐν τῷ καθ’ ἕτος ἐνιαυτῷ τὴν ἱερωτάτην ἐκπληρῶν
πρυτανείαν, εὐσεβεστά[τη]ν μὲν εἰς πάντας τοὺς θεοὺς πεποίηται θρησκείαν, τό τε πρυτανεῖον ἐξ εἱκανῶν ἀμεληθὲν χρόνων
ἐπισκευάσας ἐκ τῶν ἰδ̣[ί]ων τὸν ὀφειλόμενον ἀποδέδωκεν αὐτῷ κόσμον καθείδρυκέν τε ἐν αὐτῷ καὶ τὸν μαντεῖον τῆς πόλεως
Ἀπόλλωνα, ἱεροπρε[π]ῆ κατασκευάσας εἰς τὴν θέσιν αὐτοῦ θαλαμεῖδα, τούς τε καθ’ ὅλην τὴν πόλιν καὶ τοὺς ἐν τοῖς πατρίοις ἱε-
ροῖς βωμοὺς καὶ ἐπεσκεύακεν καὶ ἐκ τῶν ἰδίων καινοὺς καθιέρωκεν, ἐκ παντὸς τρόπου τὴν τῆς πόλεως εἰς τοὺς θεοὺς ἐκπληρῶν εὐ-
σέβειαν, δι’ ὅπερ ἡ βου[λ]ὴ καὶ ὁ δῆμος ἀποδεχόμεν[οι] τὸν ἄνδρα τῆς περὶ πάντα σπουδῆς ἔκρειναν τὸν μὲν Ἀπόλλωνα τὸν μαντεῖον δια-
τούς τε βωμοὺς καὶ τὰ λοιπά, ὅσα κατεσκεύακεν ἢ ἐπεσκεύακεν πρύταν[ις Δι]ονυσ̣όδωρος, πάντα διὰ
χρηματισμοῦ δηλώσαντα αὐτὸν εἰς τὸ ἱερὸν ἀποθέσθαι ἀντιγραφῖον· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ φι-
λοσεβάστοις γενέσθαι καθότι προγέγραπται.
ἱερουρ[γο]ί·
Πό(πλιος) Κορ(νήλιος) Ἀρίστων [ἱερ]οσκόπος βου(λευτής)
Μουνδίκιος ἱεροφάντης βου(λευτής)
Ἐπικράτης ἱεροκῆρυξ
Τρύφων ἀκροβάτης ἐπὶ θυμι-
- Ephesos 113
- Ionia : Ephesos
προνο[εῖν, ὡς] ἐν μὲν τοῖς δε[ίπνοις λαμ]παδουχε[ῖ]ν, ἐν δὲ ταῖς κατακλίσεσιν κατε[— τοὺς συνέδρους μετα]-
λαμβάνειν [τῆς] εὐωχίας. εἴ ποτ̣[ε δὲ μὴ παρ]εῖεν ἕτεροι [π]όροι, ἐπὶ ταῖς ὁμοίαις εὐωχίας [καὶ θυσίας ἐπιτελεῖν, τὸν δὲ —]
ἀπὸ τοῦ τῶν προσόδ̣[ων κολλύβου προσθή]κην ποιεῖσθ[αι] τοῖς προϋπάρχουσιν πόροις [ἰς τὴν δαπάνην τῆς θυσίας· τοῖς δὲ πολεί]-
ταις διανομὰς γ̣[ενέσθαι πάσας κατὰ τόδε τὸ] ψήφισμα ἐν τοῖς περὶ τὸν ναὸν τῆς Σωτεί[ρας — οἴκοις· ἑορτάζειν δὲ καὶ]
[σμ]ένα. περὶ οὗ ἐπηρά[σατ]ο μὲ[ν κ]οινῇ π̣ᾶσα ἡ γερουσία τῷ [πειράσοντι —, ἐψηφίσατο δὲ καὶ ἀσεβείᾳ αὐτὸν]
ε̣ἶ̣ναι ὑπεύθυνον κα[ὶ ἱερο]συλίᾳ· ἔ̣[τι κ]αὶ ὑπεύθυνον αὐτὸν κατέσ[τησεν —· ἐπαινέσαι δὲ Νεικομήδην καὶ τοὺς υἱοὺς]
αὐτοῦ, ἀποκηρύττει[ν δὲ κ]αὶ πατρογέ[ρ]οντας. ἔτι ἔδοξεν τὸν καθ’ ἕτο[ς —]
- Ephesos 115
- Ionia : Ephesos
[μως] τὴν ἀρχηγέτιν πο[ικίλ]α̣ις μὲν ἐπινοίαις ἐσπούδακεν περὶ τὴν θρησ̣-
[κείαν,] μεγαλοψύχο[ις δὲ] καθιερώσεσιν τὴν πόλιν κα̣τ̣ὰ̣ πᾶν τετε[ίμη]-
κεν, προσ[έτι δὲ καὶ νῦν προσελθ]ὼ̣ν εἰς τὴν ἐκκλησίαν ὑπέσχε[το ἐννέα ἀ]-
πεικονίσ[ματα καθιερώσειν,] ἓν μὲν χρύσεον, ἐν ᾧ καὶ ἀργ[ύρεα]
ἐπίχρυσα, ἕτ̣[ερα δὲ ἀργύρεα] ἀ̣πεικονίσματα ὀκτώ, εἰ[κόνας τε]
Νέρουα Τραϊα[νοῦ Καίσαρος Σ]ε̣β̣α̣στ̣οῦ Γερμανικοῦ, Δ̣[ακικοῦ, καὶ]
τῆς ἱερωτάτ[ης γυναικὸς αὐτοῦ Πλ]ωτείνης καὶ τῆς ἱερ[ᾶς συνκλήτου]
κ̣αὶ τοῦ Ῥω[μαίων ἱππικοῦ τάγμα]το̣ς καὶ δήμου, [τούτων δὲ χω]-
τικῆς [πύλης εἰς τὸ θέατρον κα]ὶ ἀπὸ τοῦ θε̣[άτρου κατὰ]
τὸν αὐ[τὸν τρόπον,] τῇ τε ν[ουμ]η̣νίᾳ ἀρχ[ιερατικοῦ]
ἔτους θυσί̣[ᾳ καὶ ἐν τ]α̣ῖ̣ς ι̣[βʹ καθ’ ἕκαστο]ν μῆνα ἀ̣[θροιζο]-
μέναις ἱερα[ῖς τε κα]ὶ νομ[ίμοις ἐκκλ]ησίαις κα[ὶ ἐν ταῖς τῶν]
Σεβ̣[ασ]τ̣είων [καὶ Σω]τ̣ηρίων [καὶ τῶν π]ε̣ντ[ετηρικῶν —]
5 lines are missing
μοτε[— τῶν δὲ χρημάτων τῶν καθιε]-
ρωμένω[ν ὑπ’ αὐ]τ[οῦ Ἐφεσίων τῇ βουλῇ καὶ τῇ γερουσίᾳ]
[ὁ]μολογήσας ἀποδώσε̣[ι]ν̣ τὰ χρήματ[α ἢ] ἑαυτὸν τὰ [κα]-
[θι]ε̣ρωμένα, ὅταν βουλη[θ]ῇ, ἢ τοὺς κληρον̣ό[μους αὐ]-
[το]ῦ̣ τῇ πόλει, κομιζομ̣έ̣νων τῶν ἑκά[σ]του προ[σώ]-
[συ]νηδόμενο̣[ι ἀντέ]γραψαν, ἐ[πεκέλ]ευσαν, ὥστε δι’
[αὑτῶ]ν εἰσενε[νκεῖν π]ερὶ τῶν [καθιερώσ]εω̣ν̣ αὐτ̣[οῦ·]
δ[εδόχθ]αι Γ[άϊον Οὐεί]βιον [Σαλουτάριον, ἄνδρα ε]ὐσεβῆ
τει̣[μῆσ]θαι τ[αῖς κρ]α̣τίσταις τιμ[αῖς εἰκόν]ων τε ἀναστάσε-
σιν ἔν [τε τῷ] ἱερῷ τῆς Ἀρτέμιδο̣[ς καὶ ἐν τοῖ]ς ἐπισημοτάτοις
τόποις τῆς πόλεως, ἀναγορεῦσαι δὲ αὐ]τὸν καὶ χρυσέῳ
στεφάνῳ ἐν ταῖς ἐκκ[λησίαις ὡς σπουδά]ζοντα καὶ φιλάρ-
τεμιν· τὴν δὲ παρα̣τ̣ή̣[ρησιν τῶν προγ]εγραμμένων ἱε-
ρῶν̣ [εἰδ]ῶν καὶ τὴν πρὸ κοιν̣[οῦ ἀπὸ τοῦ ἱ]εροῦ εἰς τὸ θέα-
τρον καὶ τὴν ἐκ τοῦ θεάτρου εἰ[ς τὸ ἱερὸν] τῆς Ἀρτέμιδος
[μετακομιδὴν ποιῆσαι κατὰ τὴν διάταξιν κ]αθ’ ἕκαστον [ἔ]-
[τῷ Ἀρτεμ]ι̣σ̣ίῳ ἐν τόπῳ ἐπιτηδείῳ, φιλοτει[μίας ἕνεκα κ]αὶ
[ἀρετῆς·] καὶ περὶ τῆ[ς δ]ιαμονῆς τῶν καθι[ερωμένων] ὑ̣π’ αὐ-
[τοῦ χρ]η̣μάτων τῇ τε βουλῇ καὶ τῇ γερο̣[υσίᾳ καὶ πολείταις καὶ]
- Ephesos 116
- Ionia : Ephesos
[μίας· ἐφ’ οἷς] ὁ δῆμος εὐχάριστος ὢν καὶ ἐπεγνωκὼς τὴν τοῦ ἀνδρὸς καλοκαγαθίαν ἔκρινεν ἐπαινέσαι Σκύθην ἐφ’ ἧ[ι ἔχει]
[σπουδ]ῆι καὶ προνοίαι περί τε τὰ ἱερὰ καὶ δημόσια πράγματα καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ ψηφίσματος δηλούμενα καὶ σ[τεφα]-
[νῶσαι αὐ]τὸν χρυσῶι στεφάνωι ἐν τοῖς Διονυσίοις τοῖς μετὰ Βαδρόμιον πρύτανιν ἐν τῶι ἀγῶνι τῶν ἀνδρῶν γενομέν[ης ἀν]-
[γίνωνται —] καὶ προθύμως ἐπιδιδῶσιν ἑαυτοὺ̣ς [—]αρ[—]
[—]αι Σκύθην καὶ εἰκόνα χαλκῆν [στῆσαι ἐν τ]ῶι τῆς Ἀρτέμιδος [ἱερῶι —]
- Ephesos 117
- Ionia : Ephesos
λιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίηι καὶ ἀναγράψαι
τοὺς νεωποίας εἰς τὸ ἱερόν, οὗ καὶ τὰς ἄλλας πολιτείας
ἀναγράφουσιν, στεφανῶσαι δὲ αὐτὸγ χρυσέωι στεφάνωι
- Ephesos 121
- Ionia : Ephesos
[— εἰς τὸ ἱερὸν] τῆς Ἀρτέμιδος, [ὅπου καὶ τ]ὰ̣ς̣ λοιπὰς
π[ολι]τ̣ε̣[ίας] ἀναγρ[άφ]ου̣[σιν· ἔ]λαχε φυλὴ[ν —]
- Ephesos 122
- Ionia : Ephesos
δὲ κοσμοῦντες ἔν τε τοῖς ο̣[— καὶ]
ταῖς ἱεραῖς προόδοις τοὺς ἀ[ρχιερέας? — τῆς]
Ἀσίας καὶ τῶν ἱερῶν στεφ[άνων — φιλοτι]-
μουμένους ἄνδρας τῆς [— καλλίστης]
- Ephesos 123
- Ionia : Ephesos
[— ἐπρέσβευσε πρὸς τὸν αὐτοκράτορα]
[— καὶ] τὴν ἱερ[ὰν σύνκλητον περὶ τοῦ —]
[— νε]ωκόρο[ν γ]ενέσθ[αι τὴν πόλιν —]
- Ephesos 125
- Ionia : Ephesos
[— ἐπειδὴ — ἀγαθὸς καὶ πρόθυμός ἐσ]-
[τιν πε]ρὶ τὸ ἱερὸ̣[ν —·]
[ἔδοξε] τῆι βου[λῆι καὶ τῶι δήμωι· εἶναι πολιτείαν
- Ephesos 129
- Ionia : Ephesos
[ισται?— τ]ὸ κοινὸν τῶν Χρυ[σ—]
[—] ἱεροῦ καὶ ὁ ἀποστ[α]-
[λεὶς — πρὸς τὴν ἐκκλ]ησίαν διελέγη ἀκολού-
[θως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις μετὰ πάσ]ης σπουδῆς
- Ephesos 134
- Ionia : Ephesos
νήκοντος εἴς τε τὸν πόλεμον καὶ εἰς τὴν φυλακὴν καὶ ἀσφάλειαν κα[ὶ]
σωτηρίαν τοῦ τε ἱεροῦ τῆς Ἀρτέμιδος καὶ τῆς πόλεως καὶ τῆς χώ-
[ρ]ας, τοὺς στρατηγοὺς καὶ τὸν γραμματέα τῆς βουλῆς καὶ τοὺς
προέδρους εἰσενεγκεῖν ψήφισμα παραχρῆμα καὶ περὶ φιλανθρώπων
καθότι συμφέρειν, καὶ περὶ τούτου διέλαβεν ὁ δῆμος.
- Ephesos 135
- Ionia : Ephesos
[γ]ειλαμένων τῶν στρατηγῶν· ἐπεὶ τῶν μεγίστων κινδύνων ἐ-
παγομένων τῶι τε ἱερῶι τῆς Ἀρτέμιδος καὶ τῆι πόλει καὶ πᾶσι τοῖς πολεί-
ταις καὶ τοῖς κατοικοῦσιν τήν τε πόλιν καὶ τὴν χώραν, ἀναγκαῖόν ἐστι
μωι, τοῦ πράγματος ἀνήκοντ[ος εἰς] τὴν φυλακὴν καὶ ἀσφάλειαν καὶ σωτ[η]-
ρίαν τοῦ τε ἱεροῦ τῆς Ἀρτέμ[ιδος καὶ] τῆς πόλεως καὶ τῆς χώρας. τοὺς
μὲν ἐκγεγραμμένους ἢ παρα[γεγραμ]μένους ὑπὸ λογιστῶν ἱερῶν ἢ δ[η]-
μοσίων ὡιτινιοῦν τρόπωι πά[λιν εἶ]ναι ἐντίμους καὶ ἠκυρῶσθαι τὰς κα-
[τ’] αὐτῶν ἐκγραφὰς καὶ ὀφειλήμ[ατα], τοὺς δὲ παραγεγραμμένους πρὸς [ἱε]-
[ρ]ὰς καταδίκας ἢ δημοσίας ἢ ἐπίτειμα ἱερὰ ἢ δημόσια ἢ ἄλλα ὀφειλήματ[α]
ὡιτινιοῦν τρόπωι παρεῖσθαι πάντας καὶ εἶναι ἀκύρους τὰς κατ’ αὐτῶν
πράξεις· εἰ δέ τινες ἔνεισιν ἐν ταῖς ἱεραῖς μισθώσεσιν ἢ δημοσίαις ὠ-
ναῖς μέχρι τοῦ νῦν, τούτοις ἑστάναι τὰς πράξεις κατὰ τὰς προϋπαρχούσας
οἰκονομίας κατὰ τοὺς νόμους· ὅσα δὲ ἱερὰ δεδάνεισται, πάντας τοὺ[ς]
ὀφείλοντας καὶ χειρίζοντας ἀπολελύσθαι ἀπὸ τῶν ὀφειλημάτων, πλὴ[ν]
τίμους καὶ τῶν αὐτῶν μετέχειν φιλανθρώπων· λελύσθαι δὲ καὶ εἶναι ἀκύρο[υς]
τάς τε ἱερὰς καὶ δημοσίας δίκας, εἰ μή τινές εἰσιν ὑπὲρ παρορισμῶν χώρας ἢ δι’ ἀμφ[ισ]-
βητήσεως κληρονομίας ἐζευγμέναι· εἶναι δὲ καὶ τοὺς ἰσοτελεῖς καὶ παροίκους
καὶ ἱεροὺς καὶ ἐξελευθέρους καὶ ξένους, ὅσοι ἂν ἀναλάβωσιν τὰ ὅπλα καὶ πρὸς το[ὺς]
ἡγεμόνας ἀπογράψωνται, πάντας πολίτας ἐφ’ ἴσῃ καὶ ὁμοίαι, ὧν καὶ τὰ ὀνόματα [δια]-
[οἱ τραπεζεῖται τοῖς θεματείται]ς καὶ οἱ θεματεῖται τοῖς τραπεζείταις τὰς ἀ-
[ποδόσεις ποιείσθωσαν κατὰ μέρος ἀπὸ] το̣ῦ εἰσιονόντος εἰσιόντος ἐνιαυτοῦ ἐν ἔτεσιν δέ-
[κα, τοὺς δὲ τόκους ἀποτινέτωσαν κατὰ τ]ὸ ἀνάλογον· ἐὰν δὲ ἔν τινι ἐνια-
- Ephesos 139
- Ionia : Ephesos
[—]α̣ν․4․․[—]
[— βου]λὴ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδ[ος ἤχθη —]
[— σὺν τ]οῖς χαλκεῖσιν [․․․ τ]ῷ ἱερῷ τ․[—]
[—]․τ̣ων ὑπὸ ․․[․c.5․]․c.4․[—]
- Ephesos 141
- Ionia : Ephesos
[— ψήφισμα ἐμ]μάρτυρον τῆς ἀπὸ τῶν ἀρχιερέ̣[ων]
[—] τειμῆς τυνχάνειν
[τοῦ Σεβαστοῦ καὶ τοῦ Σεβασ]τοῦ οἴκου θυσίας καὶ σπονδὰς
[εἰς πόρους? — τοῦ ἀρχ]ιερέως ναοῦ τοῦ ἐμ Περ-
[γάμῳ κοινοῦ τῆς Ἀσίας — δη]νάρια χείλια· ἧς φιλοδοξί-
- Ephesos 144
- Ionia : Ephesos
[—]․․․[—]․․ο̣․λ̣[—]
[περι]έχει· ὃ ψήφισμα ἐκυρώθη ἀρχιερατεύοντος τοῦ Σεβαστοῦ Τιβερί[ου Κλαυδίου —]
[—]․ω ἄλλο τοσοῦτον καὶ πασχέτω ἅ δεῖ πάσχειν τοὺς ἀσεβοῦντας· δεδόχθαι τῷ [—]
- Ephesos 145
- Ionia : Ephesos
[φιλοσέβαστος γραμματ]εὺ̣ς τοῦ δήμου, ὁ καὶ αὐτὸς βασιλεὺς
[καὶ ἱερεὺς Δήμητρος διὰ] γένο̣υ̣ς, καὶ οἱ στ[ρα]τηγοὶ τῆς πόλεως
[εὐσεβεῖς φιλοσέβαστοι] εἰσφέρ̣ο̣υ̣σιν̣· τ̣ὰς περὶ τῶν ὑδάτων̣
- Ephesos 151
- Ionia : Ephesos
[— Αἰχμ]οκλέους? διὰ το․[—]
[— ἐν] τῷ ἱερῷ ἀρχε[ίῳ —]
[— ἐγρ]άψαντο διὰ λε․[—]
- Ephesos 153
- Ionia : Ephesos
φ[οροῦσιν τῇ θεῷ φέρειν εἰς τὰς] ἐκκλησίας καὶ τοὺς ἀγῶνας
τὰ ἀπεικ[ον]ίσματα καὶ τὰς εἰκόνας τὰ καθιε̣ρωμέν[α ὑπὸ Γαΐο]υ
Οὐειβίου Σαλουταρίου ἐκ τοῦ προνάου τῆς Ἀρτέμιδος̣, συν-
- Ephesos 154
- Ionia : Ephesos
καὶ οἱ στρατηγοὶ τῆς πόλεως φιλοσέβαστοι.
ἐπεὶ οἱ χρυσοφοροῦντες τῇ θεῷ ἱερεῖς καὶ ἱερονεῖκαι ὑπέσ-
χεντο φέρειν καὶ αὖ φέρειν τὰ ἀπεικονίσματα τὰ καθιερω-
θέντα ὑπὸ Οὐειβίου Σαλου[τ]αρίου ᾐτήσαντό τε τόπον
- Ephesos 159
- Ionia : Ephesos
[—] Ἀπολλόδοτος Βᾶσσος
[— τῶν ἀπὸ τοῦ Μ]ουσείου ἰατρῶν ἐπὶ ἱερέως
[Τιβ(ερίου) Κλαυδίου Δημοστρά]του, ἄρχοντος Λ(ουκίου) Ἀτειλίου Οὐάρου.
- Ephesos 163
- Ionia : Ephesos
[κεν, ἀ]λλὰ καὶ παρ̣ὰ̣ [Ἕλλησίν τε κ]α̣ὶ̣ [β]α̣ρ̣β̣ά̣ρ̣[ο]ις, ὥ[στε παν]-
ταχοῦ ἀνεῖσθαι αὐτῆς ἱερά τε κα[ὶ τεμένη, ναοὺς δὲ]
αὐτῇ τε εἱδρύσθαι καὶ βωμοὺς αὐτῇ ἀνακεῖσθαι διὰ
τοῖς Ἑλληνικοῖς καὶ ταῖς ἐν αὐταῖς πόλεσιν
Ἀ̣ρτεμίσιον, ἐν ᾧ μηνὶ πανηγύρεις τε καὶ ἱερο-
μηνίαι ἐπιτελοῦνται, διαφερόντως δὲ ἐν̣ [τῇ]
Ἐφεσίων ὅλον τὸν μῆνα τὸν ἐπώνυμον τοῦ θ̣[είου]
ὀνόματος εἶναι ἱερὸν καὶ ἀνακεῖσθαι τῇ θεῷ
ἐδοκίμασεν διὰ τοῦδε τοῦ ψηφίσματος [διατιθέ]-
ναι τὴν περὶ αὐτοῦ θρησκείαν· διὸ δεδόχ[θαι]
[ὅ]λον τὸν μῆνα τὸν Ἀρτεμισιῶ̣να εἶνα[ι ἱερὸν πάσας]
[τ]ὰς ἡμέρας, ἄγεσθαι δὲ ἐπ’ αὐταῖς μην[ός τε καὶ]
[δι’] ἔτ̣ους τὰς ἑορτὰς καὶ τὴν τῶν Ἀρτεμ[ισίων πανή]-
[γ]υριν καὶ τὰς ἱερομηνίας, ἅτε τοῦ μηνὸς ὅ[λου ἀνακειμέ]-
ν̣ου τῇ θεῷ· οὕτω γὰρ ἐπὶ τὸ ἄμεινον τῆς [θεοῦ τιμωμέ]-
- Ephesos 167
- Ionia : Ephesos
[οἱ δὲ πολῖται] πάντες ἐν τῶι ἱερῶι τῆς Ἀ̣ρ̣[τ]έμι[δος ὀμοσάντων]
[ἦ μὴν μήτε] μεταθήσειν μήτε τρόπωι μηδεν̣[ὶ κινήσειν τὴν πολιτείαν·]
[ὡσαύτως δὲ κα]ὶ τοὺς εἰς τοὺς ἐφήβους ἀποκρινθ[έντας ἦ μὴν ἀμυνεῖσ]-
[θαι ὑπὲρ το]ῦ ἱεροῦ τῆς Ἀρτέμιδος καὶ τῆς π̣ό̣λ̣[εως —]
[— τῶι γρα]μματεῖ τῆς β̣[ουλ]ῆ̣ς ὑπὸ τῶν ηι[․]εν[—]
[—] καὶ τὰ σιτικὰ ι̣[․c.5․]τα πάντα κοιν[ὰ ἕξειν —]
[— τοῦ] δήμου ΔΙΕΙΣΘΑΙ σ․c.5․α[․c.4․]α[․․․]μ̣․[—·]
[τὸ δὲ ἀνάλωμα] π̣ροχρῆσαι παραχρῆμα τοὺ[ς —]
- Ephesos 184
- Ionia : Ephesos
[—]λ̣ιου̣ [κα]τὰ προαίρεσιν οὐ μό-
[νον —] καὶ τριετηρίδων διὰ τὰ
[— ὀφειλομ]ένων? ἀναθέσεσιν τῶν
την[—]
σειε̣[—]
τηρ[—]
- Ephesos 187
- Ionia : Ephesos
[ἀπα]ιτήσει· ἐπ[εὶ] δὲ οἶδα εν τῷ τοι[ούτῳ ὅτι ῥαδίως τινὲς ἐπὶ τὰς ἐπικλήσεις ἀπατῶντες]
[ἐνπ]οδίζοιεν τ[ο]ὺ̣ς λογισμούς, ἐνε̣[τειλάμην καὶ τοῦτο, ὅπως μηδενὸς ἐπικλήσεις πρὸ ἀπο]-
φάσεως λαμβά[νο]ι· ἄριστα δὲ ποιήσ[ουσιν καὶ οἱ τὰς εὐθύνας ὀφείλοντες εὐθὺς δόντες τοὺς λογισ]-
μούς, [ἵ]να αὐτοί τ[ε θᾶ]ττον ἀπαλλαγεῖ̣[εν τῶν πραγμάτων ἥ τε πόλις κομίσαιτο τὰ αὑτῆς ὅ τε λογισ]-
τὴς [θᾶτ]τον ἐπιδ[είξα]ιτό μοι τὰ διοικ[ονομηθέντα ὑπ’ αὐτοῦ· δῆλον γὰρ ὅτι ἐνχειρισθεὶς ὑπ’ ἐμοῦ τῆς]
[μ]ατα μόνον, ἀλλ[ὰ κ]α̣ὶ τοὺς πολ[ίτας πάντας —]
[κ]αὶ τοὺς ὅρους τ̣ο̣[ὺς] ἱεροὺς καὶ δημο[σίους —·]
ἐπρέσ[βε]υεν Φλ[άουι]ος Ἀθη̣[ν—, ᾧ καὶ τὸ ἐφόδιον δοθήτω,]
- Ephesos 188
- Ionia : Ephesos
καὶ οἱ τὰς εὐθύνας ὀφείλοντε[ς]
[εὐθὺς δό]ντες τοὺς λογισμούς, ἵνα αὐτοί τε θᾶττον ἀπαλλαγεῖεν τῶν πραγ[μάτων]
[ἥ τε πό]λις κομίσαιτο τὰ αὐτῆς ὅ τε λογιστὴς θᾶττον ἐπιδείξαιτό μοι τὰ δι[ο]ι-
- Ephesos 190
- Ionia : Ephesos
[θεοῦ Νέρουα υ]ἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστός,
[ἀρχιερεὺς] μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ δʹ,
[ὕπατος τ]ὸ γʹ, Ἐφεσίων τῆι γερουσίαι χαίρειν.
- Ephesos 191
- Ionia : Ephesos
Παρθ[ι]κοῦ ὑιός, θεοῦ Νέρ[ο]υ̣α̣ υ̣[ἱ]ων[ός,]
Τραια[ν]ὸς Ἁδριαν[ὸ]ς Σεβασ[τός, ἀρ]χιερεὺ[ς]
μέγισ[το]ς, δημαρχ[ικῆ]ς ἐξουσί[ας το ι]γʹ, ὕπατος τὸ γʹ,
- Ephesos 192
- Ionia : Ephesos
[υἱός,] θε[οῦ Νέρ]ου[α υἱω]ν̣ός, Τραιανὸς Ἁδριανὸς
[Σεβ]αστ[ός, ἀρχιερεὺς] μέγιστος, δημαρχικῆς ἐξου-
[σία]ς τὸ ι[γʹ, ὕπατος] τὸ γʹ, πατὴρ πατρίδος Ἐφεσίων
- Ephesos 193
- Ionia : Ephesos
[— Ἀντων]ε̣ῖ̣ν̣[ος —]
[— ἀρχιερεὺς μέγι]στος, δ̣[ημαρχικῆς ἐξουσίας τὸ —ʹ,]
[— ὕπατος τ]ὸ γʹ, πα[τ]ὴρ πα[τρίδος —]
- Ephesos 195
- Ionia : Ephesos
θεοῦ Νέρουα ἔκγον[ος Τίτος Αἴλιος Ἁδρι]ανὸς
Ἀντωνεῖνος Σεβασ[τός, ἀρχιερεὺς μέ]γιστος,
δημαρχικῆς ἐξουσία[ς τὸ —ʹ, αὐτοκράτωρ τὸ βʹ,] ὕπατος
- Ephesos 198
- Ionia : Ephesos
[θεοῦ Νέρουα ἔ]κγον[ος Τίτος] Αἴλιο[ς Ἁδρι]ανὸς
[Ἀντωνεῖνος Σεβα]στό[ς, ἀρχιερεὺ]ς μ[έγιστος, δη]μαρ-
[χι]κ[ῆς ἐξουσίας] τὸ ηʹ, α[ὐτοκράτωρ τ]ὸ βʹ, ὕπατος τ̣[ὸ δʹ, πα]-
- Ephesos 199
- Ionia : Ephesos
θεοῦ [Ν]έρο[υα ἔ]κγ[ο]νος [Τίτος Αἴλιος]
Ἁδριανὸς Ἀντωνε[ῖνος Σε]βαστ[ός, ἀρχιερ]εὺς
μέγιστος, δημαρχικῆς ἐ[ξουσί]ας τὸ [ι—ʹ], αὐτοκ[ράτωρ] τ[ὸ] β̣ʹ,
- Ephesos 200
- Ionia : Ephesos
ουα ἔκγονος Τ[ίτος Αἴλιος Ἁ]δριανὸς
Ἀντωνεῖνος Σεβασ[τός,] ἀ̣ρχιερεὺς
μέγιστ[ος, δ]ημαρχικῆ[ς ἐξ]ουσίας τὸ
- Ephesos 201
- Ionia : Ephesos
[δριανοῦ υἱωνός,] θεοῦ Τρ[αιανοῦ ἔκγονος, Μ(ᾶρκος) Αὐρήλιος Ἀντωνεῖ]-
[νος Σεβαστὸς Γε]ρμανικ[ός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσί]-
[ας τὸ —ʹ, αὐτοκρ]άτωρ τὸ [—ʹ, ὕπατος τὸ —ʹ, πατὴρ πατρίδος]
- Ephesos 202
- Ionia : Ephesos
[Αὐτοκράτωρ Καῖσαρ Λ(ούκιος) Α]ὐρήλιος Οὐῆρ[ος Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας
τὸ ․ʹ, αὐτοκράτωρ τὸ εʹ]∙ ὕπατος∙ τὸ γʹ, Π[αρθικὸς μ]έγι[στος, Ἀρμενιακός, Μηδικός, ἀνθύπατος,]
- Ephesos 211
- Ionia : Ephesos
Λουκίου Πομπηΐου Ἀπολλωνίου Ἐφεσίου·
"μυστήρια καὶ θυσίαι, κύριε, καθ’ ἕκαστον
ἐνιαυτὸν ἐπιτελοῦνται ἐν Ἐφέσῳ Δήμητρι
ἁγνείας καὶ νομίμων ἐθῶν σὺν ταῖς
ἱερίαις ἀπὸ πλείστων ἐτῶν συντετηρημένα
ἀπὸ βασιλέων καὶ Σεβαστῶν καὶ τῶν
κατ’ ἐνιαυτὸν ἀνθυπάτων, καθὼς αἱ
παρακείμεναι ἐπιστολαὶ αὐτῶν περιέχουσιν·
ὅθεν, ἐπειγόντων καὶ ἐπὶ σοῦ τῶν μυστηρίων,
ἀναγκαίως, κύριε, ἐντυγχάνουσί σοι δι’
ἐμοῦ οἱ ὠφείλοντες τὰ μυστήρια ἐπιτελεῖν,
- Ephesos 212
- Ionia : Ephesos
ξιν εἰ[σφέρει τῇ Ἐφεσίων βουλῇ φιλοσεβάστῳ καὶ τῷ νεοκόρῳ]
Ἐφεσίω[ν δήμῳ φιλοσεβάστῳ, περὶ ὧν καθιέρωκεν ἐπὶ]
ταῖς ὑπ̣[ογεγραμμέναις οἰκονομίαις τῇ μεγίστῃ θεᾷ Ἐφεσίᾳ Ἀρ]-
[Ἐφεσίων ἐφήβοις καὶ τοῖς θεολόγοις καὶ ὑμνῳδοῖς καὶ τοῖς νεο]-
[ποιοῖς καὶ σκηπτούχοις καὶ τοῖς αἰεὶ ἐσομένοις Ἐφεσίων]
[παισὶν καὶ παιδωνόμοις ἀπεικονισμάτων τῆς θεοῦ ἐννέα, ἑ]-
[Πλ]ω̣[τείνης Σεβαστῆς, ὁλ]κ̣ῆς λειτρῶν γʹ, νεοκορῶνται πα[ρ’ αὐτῶι]
Σαλο[υταρίωι] τῶι κ[αθι]ερωκότι, μετὰ δὲ τὴν Σαλουταρίο[υ τελευτὴν]
ἀποδοθ[ῶ]σιν αἱ προδηλούμεναι εἰκόνες τῶι Ἐφεσίων γραμμ[ατεῖ ἐπὶ τῶι]
ὁλκῆς λειτρῶν δύο, οὐνκιῶν δέκα, γραμμάτων πέντε, καὶ εἰ[κὼν ἀργυ]-
ρέ̣[α τῆ]ς ἱερᾶς συνκλήτου, ὁλκῆς λειτρῶν δʹ, οὐνκιῶν βʹ, καὶ εἰ[κὼν ἀργυ]-
ρ̣[έα τῆ]ς φιλοσεβάστου καὶ σεμνοτάτης Ἐφεσίων βουλῆς, ὁ[λκῆς λει]-
[τρῶ]ν δʹ, γραμάτων θʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι [καὶ τῇ φιλο]-
σ̣[εβ]άστῳ Ἐφεσίων βουλῆι. ὁμοίως καὶ ἀργυρέα Ἄρτεμις λα[μπαδηφό]-
καὶ εἰκὼν ἀργυρέα τῆς φιλοσεβάστου γερουσίας, ὁλκῆς [—ʹ, τὰ καὶ]
αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τῇ Ἐφεσίων γερουσίᾳ.
ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος, ἐ[μφερὴς]
κίου, γραμμάτων γʹ, καὶ ἄλλη εἰκὼν ἀργυρέα τῆς ἐφηβεία[ς, ὁλκῆς —ʹ,]
τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τοῖς κατ’ ἐνιαυτὸ[ν οὖ]-
[σι]ν ἐφήβοις. ὁ[μοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος, ἔχου]-
[θεο]ῦ̣ Σεβαστοῦ, [ὁλκῆς —ʹ, οὐνκιῶν —ʹ, γραμμάτων —ʹ, καὶ εἰκὼν ἀργυρέα φυ]-
[λῆς Σε]βαστῆς, ὁ[λκῆς —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ]
[τοῖς αἰεὶ ἐ]σ̣ομέν[οις πολείταις τῆς Σεβαστῆς φυλῆς. ὁμοίως καὶ ἄλλη]
[Ἄρτεμις ἀργυρέα —, ὁλκῆς —ʹ,]
[καὶ εἰκὼν ἀργυρέα τοῦ φιλοσεβάστου Ἐφεσίων δήμου, ὁλκῆς —ʹ,]
[καὶ εἰκὼν ἀργυρέα φυλῆς Ἐ]φ̣[εσέων, ὁλκῆς —ʹ, τὰ καὶ αὐτὰ καθιερωμ]έν[α]
[τῇ τε Ἀρτέμιδι καὶ τοῖς αἰεὶ ἐ]σ̣ομέν[οις πολείταις τῆς Ἐφεσέων φυλῆς.]
[ὁμοίως καὶ ἄλλη Ἄρτεμις] ἀ̣ργυρέα [— χ]ε̣ιρὶ
[εἰκὼν ἀργυρέα φυλῆς Καρηναίων, ὁλκῆς —ʹ, οὐνκιῶν —ʹ, γραμμ]ά̣των γ̣ʹ, τ̣ὰ
[καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τοῖς αἰεὶ ἐσομένοις πο]λείταις
[τῆς Καρηναίων φυλῆς. ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπ]αδηφό-
[ρος ․․8-9․․․, ὁλκῆς —ʹ, καὶ εἰκὼν ἀργυρέα Λυσιμάχου, ὁλκῆς —ʹ, γ]ρ(αμμάτων) γʹ, καὶ εἰκὼν
[ἀργυρέα φυλῆς Τηΐων, ὁλκ]ῆς [ —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τ]ε Ἀρτέμιδι
[καὶ τοῖς αἰεὶ ἐσομένοις π]ολε[ίταις τῆς Τηΐων φυλῆς.] ὁμο[ίω]ς καὶ ἄλλη Ἄρ-
[τεμις ἀργυρέα ἔχου]σ̣α τὸ τ̣[․5-6․․, ὁλκῆς —ʹ, οὐνκι]ῶν γʹ, ἡμίσ̣ους γράμμα-
[τος, καὶ εἰκὼν ἀργ]υρέα Ε̣[ὐωνύμου, ὁλκῆς —ʹ, καὶ εἰκὼν ἀργυρ]έ̣α φυλῆς Εὐ-
[ωνύμων, ὁλκῆς ] γʹ, ἡμ[ιουνκίου, γραμμάτων —ʹ, τὰ καὶ αὐτὰ κ]α̣θιερωμέ-
[να τῇ τε Ἀρτέμιδι καὶ το]ῖς [αἰεὶ ἐσομένοις πολεῖταις τῆς Εὐωνύμω]ν φυλῆς.
[ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος — Κα]σταλ̣ί-
[α —, ὁλκῆς —ʹ, οὐνκιῶν —ʹ, καὶ εἰκὼν ἀργυρέα Πίωνος, ὁλκῆς —ʹ, καὶ ε]ἰκὼν
[ἀργυρέα φυλῆς Βεμβειναίων, ὁλκῆς —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ] τε Ἀ̣[ρ]-
[τέμιδι καὶ τοῖς αἰεὶ ἐσομένοις πολείταις τῆς Βεμβειναίων φυλῆ]ς.
[ὁ δὲ προγεγραμμένος σταθμὸς τῶν ἐννέα ἀπεικονισμάτω]ν τῆς θ̣ε-
[οῦ καὶ τῶν εἴκοσι εἰκόνων παρεστάθη Εὐμέ]νει Εὐμέν[ους τοῦ Θεοφίλ]ου, τῶι
[καὶ αὐτῶι στρατηγῶι τῆς Ἐφεσίων πόλεως, δι]ὰ̣ τοῦ ζυγ[οστάτου Ἑρμίου,] ἱεροῦ τῆς
[Ἀρτέμιδος, συμπαραλαμβάνο]ν̣τ̣[ος Μουσαί]ου, ἱεροῦ τ[ῆς Ἀρτέμιδος, τοῦ] ἐπὶ τῶν
[παραθηκῶν. τὰ δὲ προγεγρ]αμμέ[να ἀπεικο]ν̣ίσματ[α ἀποτιθέσθω]σαν κατὰ
[πᾶσαν νόμιμον ἐκκλ]η̣σίαν κ[αὶ τῇ τῇ νέᾳ] νουμη̣[νίᾳ ἔτους ἀρ]χιερατι-
[κοῦ ἐπιτελουμένῃ θυσί]ᾳ ἐν τῶι [θεάτρωι ὑπ]ὸ τῶν κα[θηκόντων ἐπὶ τὰ]ς̣ κατὰ σε-
[λίδας τεθειμένας κ]αὶ ἐπιγεγ[ραμμένας] θʹ βάσεις [ἀνὰ γʹ, ὡς ἡ ἐπὶ] τ̣οῖς βά-
[θροις καὶ ἡ ἐν τῇ δ]ιατάξει βο̣[υλῆς, γερου]σίας, ἐφη[βείας καὶ φυλῆ]ς̣ κ̣α̣θιέ-
[ρωσις· μετὰ δὲ τ]ὸ λυθῆν̣[αι τὰς ἐκκλησί]ας ἀποφ[ερέσθωσαν τὰ ἀπεικονίσ]-
[ματα καὶ αἱ εἰκόνε]ς̣ ε[ἰς τὸ ἱερὸν τῆς Ἀρτέμ]ιδος κα[ὶ παραδιδόσθωσαν ὑπὸ]
[τῶν φυλάκων, συνεπιμελουμένων ἐκ] τῶν νεο[ποιῶν δύο καὶ σκηπτούχου,]
[Μουσαίῳ, ἱερῷ τῆς Ἀρτέμιδος τῷ ἐπὶ τῶν παρ]α̣θη[κῶν, διαδεχομένων καὶ συμ]-
[προπεμπόντων καὶ τῶν ἐφήβων ἀπὸ τῆς Μαγνητικῆς πύλης εἰς τὸ θέα]-
[μετονομασθῆναι ἢ ἀναχωνευθῆναι ἢ ἄλλωι] τινὶ τρόπωι κακουργηθῆνα[ι,] ἐπεὶ
[ὁ ποιήσας τι τούτων ὑπεύθυνο]ς̣ ἔστω ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ οὐδὲν
[ἧσσον ὁ αὐτὸς ἐπιδεικνύσθω στα]θμὸς ἐν τοῖς προγεγραμμένοις ἀπεικονίσ-
[μασιν καὶ εἰκόσιν λειτρῶν] ριαʹ, ἔχοντος τὴν περὶ τούτων ἐκδικίαν ἐπ’ ἀνάν-
[κῃ —.] τῶν δὲ καθιερωμένων ὑπὸ Σαλουτα-
[ρίου δην(αρίων) βʹ] μ̣(υρίων) τ[ε]λέσει τόκον Σαλουτάριος δραχμιαῖον καθ’ ἕκαστον ἐνι-
[τεῖ τῆς β]ουλῆς δηνάρια τετρακόσι[α π]ε̣ντήκοντα, ὅπως ἐπιτελεῖ διανομὴν
[τοῖς] βουλευταῖς ἐν τῷ ἱερῶι ἐν τ[ῶι πρ]ονάωι τῆι γενεσίωι τῆς μεγίστης θεᾶς Ἀρ-
[τέμιδος,] ἥ̣τι̣ς ἐστὶν μηνὸς Θαργη[λι]ῶνος ἕκτῃ ἱσταμένου, γεινομένης τῆς διανο-
[των ἀνὰ δηνάριον ἓν λαμβάνοντ]ος. διδόσθ[ω δὲ καὶ]
[τοῖς — τοῖς νεοκοροῦσι παρὰ] Σα[λ]ουταρίῳ τ[ῷ καθιερω]-
[κότι εἰς διανομὴν δη(νάρια) —ʹ καὶ το]ῖς ἀσ̣ιαρχή̣[σασι] τ̣οῖς
[τῆι πέμπτηι, μὴ ἔχοντος ἐ]ξουσίαν τοῦ γραμματέος τῆς
[γερουσίας τοῦ παριέναι τὴν δ]ιανομὴν ἢ ἀναγραφὴν μετὰ
[τὴν Σαλουταρίου τελευτή]ν̣, ἐπεὶ ἀποτεισάτω πρόστειμον
[λάρχοις ἀνὰ δη(νάρια) ρκεʹ, ὅπ]ω̣ς ἐπ[ιτελῶ]σ̣[ι] κλῆρον τῆς προγεγραμ-
[μένης καθιερώσεως τῆς] θεοῦ ἐξ [ἑκάστη]ς φυλῆς εἰς ὀνόματα δι-
[ακόσια πεντήκοντα, λα]μβανόν̣[των τ]ῶν ληξομένων ἀσσάρια θʹ
[ρὶς τούτων δη(νάριον) αʹ. ὁμοίως δώσει ἀπὸ τ]οῦ προγεγραμμέ-
[νου τόκου καὶ τῷ ἀρχιερεῖ Ἀσίας τοῦ ἐν Ἐφέ]σῳ ναοῦ κοινοῦ
[τῆς Ἀσίας δη(νάρια) κδʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ] κατ’ ἐνιαυτὸν ἕκασ-
[τον, ὅπως ἐξ αὐτῶν τῇ γενεσίῳ τῆς θ]εοῦ ἡμέρᾳ ἐπιτελεῖ
[κλῆρον τῶν θεολόγων ἐν τῷ ἱερῷ] τῆς Ἀρτέμιδος, λαμ-
[βάνοντος ἑκάστου τῶν παρ’ αὐτῶ]ι ἀναγραψαμένων
[γραφῆς τῆι πέμπτηι. ὁμοίως δώσ]ει ἀπὸ τοῦ προγεγραμ-
[μένου τόκου κατ’ ἐνιαυτὸν ἕκαστον τ]ῇ ἱερείᾳ τῆς Ἀρτέμιδος
[ὑπὲρ τῶν ὑμνῳδῶν τῆς θεοῦ τῆι γενεσίω]ι τῆς Ἀρτέμιδος εἰς
[νου τόκου κατ’ ἐνιαυτὸν ἕκαστο]ν καὶ τοῖς παιδωνόμοις
[δη(νάρια) ιεʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ, ὅπως τῇ γενε]σίῳ τῆς θεοῦ ἡμέρᾳ ἐπιτελέ-
[σωσι κλῆρον τῶν παίδων πάν]τ̣ων εἰς ὀνόματα μθʹ, λαμβανόν-
[των τῶν ληξομένων ταύτ]ῃ τῇ ἡμέρᾳ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος
[ἀνὰ ἀσ(σάρια) δʹ ἥμισυ, λαμβανό]ντων καὶ τῶν παιδωνόμων χωρὶς
[—] τὰ λοιπὰ δη(νάρια) τριάκοντα, ὥστε κα-
[θαρίζειν ἑκάστοτε, ὁπόταν εἰ]ς τὸ ἱερὸν ἀποφέρηται̣ τὰ ἀπεικον-
[ίσματα τῆς θεοῦ, πρὶν ἀποθεῖν]α̣ι αὐτὰ εἰς τ̣ὸν πρόναον τῆς Ἀρτέ-
ἐὰν δέ τ̣ι̣[ς ἀγοράσῃ αὐτήν, βουλ]ηθῇ δὲ ἀποδοῦναι τάχειον τὰ̣ τῆς
καθιερώ[σεως ἀρχαῖα ἅπαντ]α, ἐξέσται αὐτῷ ἐπ’ ἀνάνκῃ ληψομέ-
νῳ τ[ῷ ἐπὶ τῶν χρημάτω]ν τῆς βουλῆς τὰ γεινόμενα ὑπὲρ τῶν
κα[θ]ιερω[μένων τῇ βουλῇ] ἀρχαίου δη(νάρια) πεντακισχίλια,
ὁμ[ο]ίως κα[ὶ τῷ ἐπὶ τῶν χρη]μάτων τῆς γερουσίας τὰ γεινόμενα
ὑπὲρ τῆς καθιερωμέ̣[ν]ων τῇ γερουσίᾳ δη(νάρια) τετρακ̣[ι]σ̣[χ]ε̣[ί]-
λια τετρακόσια πεντήκοντα, ὁμοίως καὶ τοῖς θεολόγοις
καὶ ὑμνῳδοῖς τὰ γεινόμενα ὑπὲρ τῆς καθιερώσεως ἀρχαίου
δη(νάρια) διακόσ[ι]α πεντήκοντα πέντε, ὁμοίως τῷ γραμματεῖ
τοῦ δήμου τὰ λοιπὰ γεινόμενα τοῦ ἀρχαίου ὑπὲρ τῆς καθιερώ-
σεως τῶν εἰς τοὺς πολείτας κλήρων καὶ ἐφήβων καὶ νεο-
Σαλουτάριος, ὑποκείσθωσαν οἱ κληρονόμοι αὐτοῦ τῇ εὐ-
λυτήσει τῶν καθιερωμένων δη(ναρίων) δισμυρίων καὶ τοῖς ἐπα-
κολουθήσασι τόκοις μέχρι τῆς εὐλυτήσεος, ὑποκει-
μένων αὐτῶν τῇ πράξει κατὰ τὰ ἱερὰ τῆς θεοῦ καὶ τὰ πα-
ρὰ τοῖς πρεσβυτέροις ἐκδανιστικὰ ἔνγραφα. ὑπέσχετο
τῃ πε̣[ιρᾶ]σαί τι ἀλλάξαι ἢ μεταθεῖναι ἢ μετοικονομῆσαι ἢ μετα-
ψηφί[σ]ασθα[ι] τῶν καθιερωμένων ἀπεικονισμάτων ἢ τοῦ
ἀργυρίου ἢ τῆς [π]ροσόδου αὐτοῦ ἢ μεταθεῖναι εἰς ἕτερον πόρον
Γάϊος Οὐείβιος, Γαΐου υἱός, Ὠφεντείνα, Σαλουτάριος εἰ[σ]ενήνοχα
τὴν διάταξιν καὶ καθιέρωσα τὰ προγεγραμμένα.
- Ephesos 213
- Ionia : Ephesos
[ὑμετέρας πόλεως, τοῖς δὲ πολείταις εἰς διανο]μ̣ὰς καὶ κλή-
[ρους καθιέρωκε δην(άρια) δισμύρια, νομίζω καὶ ὑμᾶς,] ἐφ’ οἷς ἤδη
[πεποίηκεν ὑμεῖν καὶ νῦν ἐπανγέλλεται ἀγαθοῖ]ς, χρῆναι τῇ τε
[πρὸς τὸ καὶ πλείους γενέσθαι τοὺς κατὰ τὰ] δυνατὰ προ-
[θυμουμένους εἰς τὰ ὅμοια. τὰ δὲ ὑπ’ αὐτοῦ καθιε]ρούμενα χρή-
[ματα καὶ τὰ ἀπεικονίσματα τῆς θεοῦ καὶ τὰ]ς̣ εἰκόνας η τισ
[ἢ] εἰσ[ηγ]ή̣σασθαί τι τοιοῦ̣τ̣ο̣ν̣ [πειράσει, ὑποκείσθω εἰς προσ]-
[κ]όσ[μ]η̣σιν τῆς κυρίας Ἀρτέμιδ[ος δη(ναρίοις) ͵ε καὶ εἰς τὸν ἱε]-
[ρ]ώτατον φίσκον ἄλλοις δη(ναρίοις) δισμυρίοις πεντακισχειλίοις καὶ]
[οὐ]δὲν ἔλαττον ἔστω ἄκυρον ἅ[παν τὸ παρὰ τὴν] καθιέ̣[ρωσιν. συν]-
[ή]δοιμαι συνήδομαι δὲ αὐτῷ εἰς τὸ πᾶσιν [νῦν φανερὰν γενέ]σθαι τή̣[ν]
- Ephesos 214
- Ionia : Ephesos
[το]υ̣ ἤθου[ς ὤν, ὅτι ἐξ ἧς πρ]ὸς ἡμᾶς ἔχ̣[ει διαθέσε]ος, τῶν οἰκιο-
[τ]ά[των καὶ ἀν]ανκ̣α[ι]ο̣[τάτ]ων ἡμεῖν διεφ[άνη φί]λος, ἐν πολλοῖς
[ἐ]γ[νωρίσθη,] εἰ καὶ τοὺ[ς] πλείστους ἐλάν̣[θανε]ν, ὡς ἔχει πρὸς
φανεσ[τάτης θεᾶς] Ἀρτέμιδος καὶ τοῦ οἴκου τῶν αὐτοκρατό-
ρ[ω]ν δ[ωρεαῖς καὶ χρη]μάτων ἀφιερώσει τὰ̣ νῦν φιλοτειμου-
μένου, [συνήδομ]αι ὑμεῖν τε καὶ περὶ τἀνδρὸς [ἐμοί τ’ ἐ]ξ ἴσων
νομίζω εὔλογον εἶναι καὶ ὑμᾶς οὕτ[ω] ψηφίσασθαι. ἐπεὶ
ἂν δὲ ὑπό τε αὐτοῦ τοῦ καθιεροῦντος καὶ ὑμῶν αὐτῶν κυρω-
θῇ τὰ δόξαντα, βούλομαι ταῦτα εἰσαεὶ μένειν ἐπὶ τῶν αὐτῶν
μῶν κυρωθησομένων, τοῦτον ἀνυπερθέτως βούλομαι
ε[ἰ]ς μὲν τὸ τῆς μεγίστης θεᾶς Ἀρτέμιδος ἱερὸν καταθέσ-
θαι προστείμου δη(νάρια) πεντακισ[χί]λια, εἰς δὲ τὸν τοῦ
- Ephesos 217
- Ionia : Ephesos
Αἰμιλίῳ Ἀριστείδῃ τῷ κρατίστῳ Κλ(αυδία) Ἀντωνία Τατιανὴ χαίρειν. συγχωρῶ σοι, κύριέ μου ἀδελφέ, ἐν ἡρῴῳ τῷ ὄντι μοι ἐν Ἐφέσῳ πρὸ τῆς π[ύλης τῆς Μαγνητικῆς τὴν ἐν δεξιᾷ? σορόν, ἐφ’ ᾧ κη]-
δεῦσαί σε τὴν γυναῖκά σου. ἐγραψα τὴν ἐπιστολὴν διὰ δούλου μου Διονυσίου, ᾗ καὶ αὐτὴ ὑπέγραψα. ἐπὶ ὑπάτων Φαβίου Κείλωνος τὸ βʹ καὶ Ἀν[νίου Λίβωνος, ἔχοντός σου ἐξουσίαν ἀντιγράψαι]
ἢ ἀποθέσθαι εἰς ὁποῖα ἂν βουληθῇς ἀρχεῖα καὶ μὴ παρούσης ἐμοῦ. Κλ(αυδία) Ἀντωνία Τατιανὴ ἔχουσα τέκνον δίκαιον ἐκέλ[ευσα — γενέσθαι — καθότι]
προγέγραπται· καὶ ἔρρωσθαί σε, κύριέ μου, εὔχομαι. καὶ ἀπετέθη εἰς τὰ ἀρχεῖα πρὸ ιʹ Καλ(ανδῶν) Δεκενβρίων Φαβίῳ Κίλ[ωνι τὸ βʹ Ἀννίῳ Λίβωνι ὑπάτοις.]
- Ephesos 219
- Ionia : Ephesos
καὶ νῦν φανερωθῇ ἥ τε ἐξ ἀρχῆς ἔκ τε τῶν νόμων καὶ τῶν θείων
διατάξεων καὶ τῶν δογμάτων τῆς ἱερᾶς συνκλήτου τῇ ὑμετέρᾳ μητροπόλει
προεδρία προσνενεμημένη· ἐπειδὴ τοίνυν τὰ δικαιώματα σύνπαντα
Οὐλπιανῷ εἰρημένα καὶ τὰ ἐκ τῶν διατάξεων ω̣[— καὶ τὰ]
ἐκ τῶν δογμάτων τῆς ἱερᾶς συνκλήτου με[—]
[ἀ]ποστεῖλαι πρός με, ἵ[να —]
- Ephesos 227
- Ionia : Ephesos
[τῇ πόλει ἢ παντελῶς ἀδύνατον οἶδα, ἐὰν ἀπαριθμεῖν ν]ῦ[ν ἀνανκά]ζ[ηται, ἃ παρὰ τῶν ὠνησα]μένων ἔλ[αβεν], οὐ-
[δὲν πλέον παρέχεσθαι τοῖς ἱερεῦσιν τὴν πόλιν ἀρέσκει ἢ] ἑκα[τοστ]ὴν [τῆς δεδομένης τό]τε τειμῆς κατὰ
[τὴν Οὐηδίου Πωλλίωνος διάταξιν τὴν καὶ ὑπὸ τοῦ θ]εοῦ Σεβαστο[ῦ συνφυλαχθεῖσαν· δι]δόναι δέ τι τῇ βουλῇ
[τοὺς ἱερεῖς ἢ πάλιν ἐν μέρει παρ’ αὐτῆς λαμβάνειν οὐκ ἀρ]έ̣σ̣κ̣ε̣[ι μ]ο[ι. ὁμοίως ὅσοι ὄντες ἐλε]ύθεροι δούλων
[δημοσίων ὑπηρεσίαν παρέχονται καὶ περισσῇ δαπάνῃ φορ]τίζο[υ]σιν τὰ [κοινά, ἀπ]ο[λυθῆναι ὀφείλειν δ]οκοῦσιν ὑποσταθέν-
[των εἰς τὸν τόπον τῆς ὑπηρεσίας αὐτῶν δούλων δημοσίων.] ὁ̣μο]ίως [δημοσίους δούλους, οἵτινε]ς λέγονται βρέφη τοῦ
[τυχόντος διαφόρου ὠνούμενοι τῇ Ἀρτέμιδι καθιεροῦν, ἵν’ ἐκ τ]ῶν προσό̣[δ]ω̣[ν αὐτῆς τρέφωνται οἱ δοῦλ]οι αὐτῶν, ἀρέσκει
[τοῖς ἰδίοις δούλοις αὐτοὺς παρέχειν τροφάς. ὁμοίως το]ὺς ἱε[ρονείκας, ὅσοι τῆς Ἀρτέμιδος ἱε]ροὶ εἰς τὸν τοῦ ὀψω-
[νίου λόγον εἶναι λέγονται, τρέφεσθαι οὐκ ἀρέσκει ὑπὸ] τῆ̣ς Ἀρτέ̣[μιδος, ἀλλὰ τοσοῦτον λαβεῖν, ὅ]σ̣ον [κα]τ[ὰ] τὴν Οὐηδίο[υ]
[Π]ω̣[λλίωνος διάταξιν ἐψηφί]σ̣θ[η. ὁμοίως μηδένα τῶν τῆς Ἀρτέμιδος ἱερέων ἢ τῶν ἐτησίων ἀρχόν]τω[ν ὑπὲρ τοῦ δημοσίου ἀρέσκει]
χρήματα δανεί[ζεσθαι, εἰ] μὴ ὅσα ἐκ τῆς προσ[όδ]ου τ[ῆ]ς το[ῦ ἔ]το[υς τούτ]ου ἀπ̣οδοῦνα[ι δύναται·] ἐὰν δέ τι[ς] τὴν τοῦ [ἐπ]ιό[ντ]ος ἐ[νιαυ]-
παρέχεσθαι τὴν χρείαν. ἵνα μέντοι μὴ δόξω πᾶσιν τοῖς πανταχοῦ ὑμνωδοῖς τοῦτο πεπο[ιηκέναι] τ[ὸ πρόκρι]μα, ὑπ[ε]ξαιροῦμα[ι]
τοὺς̣ ἐν Περγάμῳ αὐτὸν τὸν θεὸν Σεβαστὸν ὑμνοῦντας ἐν τῷ ὑπὸ τῆς Ἀσίας κα[θιερ]ω[μέν]ῳ τ[εμ]έν[ε]ι̣, ὧν ἡ πρώτη
σύνοδος οὐκ ἐ[πί]μισθος συνήχθη, ἀλλὰ ἐθελούσιος καὶ χωρὶ[ς] ἀργυρίου· διὸ καὶ ὁ θεὸς Σε[βα]σ[τὸς τὰ μετὰ ταῦτα] ψ̣ηφισθέντα
Ἰ̣ουλ̣ίᾳ̣ Σεβα̣[σ]τῇ [διὰ τοῦ] Σ[εβαστοῦ αὐτοκράτορος τοῦ εὐσεβεστάτου ἡμῶν καὶ κρατίστου] ἡγεμόν[ος ἀπεδόθη, ἀνανκαῖόν ἐστιν ἀξιοῦσθαι]
τοὺς ἐκείνης ὑμνωδοὺς τῶν αὐτῶν δικαίων, [ὧν καὶ τ]οὺς θεοὺς Σεβαστοὺς [ὑμνοῦντας, ἐπε]ὶ νόμοις τ[ε ἱεροῖ]ς [τειμηθεῖσ]αν [πρὸ] τῆς ἀθανασίας
καὶ θεότητος ἠξ̣ίω̣σεν καὶ ἀπεθέωσεν α̣ὐτ[ὴν ἥ τε σύνκλητος κ]αὶ θεὸς Σεβαστ̣[ὸς ․․c.8․․․] ὁμοίως καὶ ἑτέρο[ις ἐπικυρῶσαι προσῆκ]ο[ν] τὰς τειμάς,
[ἃς προσεφώνησεν] ὁ ἐπὶ τοῦ βήματος ἀνιών, ὧν το[ύτῳ τῷ] ἐπικρίματι ὑποτέτα[κται τὸ κεφάλαιον. ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν προσ]-
[φω]νίσαντος τὸ ἐπὶ τοῦ βήματος Ἀλεξάνδρου τ[οῦ ․․․c.11․․․․] ἐν τῇ Ἀσίᾳ ἐπὶ Γαΐου Ἰο[υλίου ․․․․․․c.16․․․․․․] ἀρχιερέως. εὐσεβ[ὲς] πρᾶ[γμα —]․ουσ․c.3․Ν[․]․[—]․․[—]․Σ
․c.5․ΣΤ̣Ι̣[․]․Ι̣․[․c.2․]․c.5․[․c.4․]Ι̣ΤΕ․[․c.3․]Λ̣․Ι̣[․c.3․] ․λιος̣ ὑπ̣ο[․c.4․]․c.5․[․c.2․]․[․c.2․]ο τειμ̣[—]ο̣․ κα̣ὶ τὸν ν[[․]․[—]ο̣υ̣[․c.4․]ιους σω̣[—]․[․]
[—]Λ̣․[․]Ρ̣[․c.2․]․[․․c.7․․]ν̣ καὶ ι̣[․c.5․]ο̣[․]․ ἐπιφα̣ν̣ε̣στα̣τ[—] ․c.4․ ΕΠΑ̣․․[—]ου τῆς Ἀσίας Α̣[—]Κ[․]․[․]․[․c.3․]Ο[—]․Ε
․․[․c.4․]․c.3․[—]․[․c.3․]․[․]ΠΟΛ[․c.3․]Υ[․c.2․]․․[․c.2․]ΤΗ․․․ [—]․c.5․[— ἀ]ρχιερέων ΠΑ̣․Λ̣[․c.2․]Ο․[․]․[․c.4․]Λ̣[․c.3․]․[—] ․[․c.2․]․c.2․
ΜΕ[—]ι̣ος Ο̣Ι̣․[․]Ε[․c.2․]․[․]․ΟΣ․Ν̣[—]․[․]․Λ̣․c.2․ ΝΙ̣Α̣ΥΤΟ․[—]․[․]Α̣ΝΟΣ[․]ΟΥ̣ΤΟΤΟ[—]ΙΛΕΙΝ ΖΟ̣[—]
ΜΗΝ̣Ε̣Ι̣Λ̣[—]․c.6․․[—] τὴ̣ν Λ̣ΙΤΗ̣Ν̣[—]․[․c.3․]․[—] ΟΥ․c.3․[—]
- Ephesos 228
- Ionia : Ephesos
at least 16 lines missing
[πολλαὶ γὰρ θεῖαι οἰκίαι ἢ διὰ πυρὸς διεφθαρμέναι ἢ διὰ]
συμπτώσεως ἀμόρφως εἰσὶν κατερριμμέναι, τό
τε τῆς Ἀρτέμιδος αὐτῆς ἱερόν, ὃ τῆς ἐπαρχείας
ὅλης ἐστὶν κόσμος καὶ ὃ διὰ τὸ τοῦ ἔργου μέγεθος
μὸν τό τε σχῆμα τῆς θείας οἰκίας προκάλυμμα
ποιούμενοι τὰς ἱερωσύνας ὥσπερ ἐν ἀπαρτεί-
ᾳ πιπράσκουσιν καὶ ἐκ παντὸς γένους ἐπὶ τὴν
ὁ πρέπων ἐπιτεθήσεται στέφανος· προσόδους
[τε ὁρ]ί̣ζουσιν τοῖς ἱερωμένοις, ὅσας ἂν οἱ λαμβάνον-
[τες θε]λ̣ήσωσιν, ἵνα ὡς πλεῖστον αὐτοὶ νοσφί̣ζωνται̣.
block layer of unknown height missing
[οὐ γὰρ χρὴ τοὺς τὰς ἱερωσύνας ὠνοῦντας τοιαῦτα ὑ]-
πομένειν ἀναλώ[ματα, ὅπως ἀξιωθή]σεται τῆς
ἀνανκάζηται, ἃ παρὰ τῶν ὠνησαμένων ἐλαβεν
οὐδὲν πλέον παρέχεσθαι τοῖς ἱερεῦσιν τὴν πόλιν
ἀρέσκει ἢ ἑκατοστὴν τῆς δεδομένης τότε τειμῆς
τοῦ θεοῦ Σεβαστοῦ συνφυλαχθεῖσαν· διδόναι δέ τι̣
τῇ βουλῇ τοὺς ἱερεῖς ἢ πάλιν ἐν μέρει παρ’ αὐτῆς λαμ-
βάνειν οὐκ ἀρέσκει μοι. ὁμοίως ὅσοι ὄντες ἐ-
βρέφη τοῦ τυχόντος διαφόρου ὠνούμενοι τῇ Ἀρτέμιδι κα-
θιεροῦν, ἵν’ ἐκ τῶν προσόδων αὐτῆς τρέφωνται οἱ δοῦλοι αὐ-
τῶν, ἀρέσκει τοῖς ἰδίοις δούλοις αὐτοὺς παρέχειν τρο-
φάς. ὁμοίως τοὺς ἱερονείκας, ὅσοι ἱεροὶ τῆς Ἀρτέμιδος
some 12 lines missing
α̣ὐτὸν τὸν θεὸν Σεβαστὸν ὑμνοῦντας ἐν τῶι ὑπὸ τῆς Ἀσ[ί]-
ας καθιερωμένωι τεμένει, ὧν ἡ πρώτη σύνοδος οὐκ ἐπίμισθ[ος]
συνήχθη, ἀλλὰ ἐθελούσιος καὶ χωρὶς ἀργυρίου· διὸ καὶ ὁ θεὸς
- Ephesos 229
- Ionia : Ephesos
[fecit restitutio beneficiorum, quae co—]
[—]t expedire; quotiens
[enim Roma laetior nuntius affertur, — ad emptionem con]vocant aut aucti-
placet ex constitutione Vedi Pollionis confir[mata a divo Augusto. sacerdotibus autem et decurionibus facultatem]
invicem dandi aut accipiendi esse non placet. [item qui liberi servorum publicorum munus praestant]
et inpensa supervaqua rem publicam oneran[t, dimitti placet, servis publicis in locum eorum substitutis.]
item servos publicos, qui dicuntur infantes exig[uo pretio ementes Dianae consecrare, ut ex reditibus eius servi]
ipsorum alantur, vicariis suis placet ip[sos alimenta praebere. item non placet hieronicas, qui consecrati]
Dianae in portione opsoni dicuntur esse, diu[tius ex eius deae reditibus ali, sed tantum modo accipere,]
- Ephesos 234
- Ionia : Ephesos
φυλακῇ τοῦ λιμένος πείλας τ[ῷ] βάρει τῶν φορτίων
λυμαίνονται, οἱ δὲ ὑπὸ τῆς ἐνειεμ[έν]ης σμείρεως
[․c.5․]τ̣η̣σ̣επει εἰσφερομένη̣ς̣ τὸ βάθος [συ]νχωννύντες
- Ephesos 235
- Ionia : Ephesos
της Ἐφεσίων βουλῆς τοὺς πρὸ ἐμ[οῦ]
κρατίστους ἀνθυπάτους ἱε[ρὰς]
νομίσαι τὰς ἡμέρας τῆς π[α]νη̣[γύρεως]
ῆσαι διατάγματι ἔσεσθαι τὰς ἡμέρας
ταύτας ἱερὰς καὶ τὰς ἐπ’ αὐταῖς ἐκε-
χ̣ειρίας φυλαχθήσεσθαι· προεστῶ-
- Ephesos 236
- Ionia : Ephesos
ταλαμβάνῃ τοῦ μέτρου τῆς λογιστείας· ἀλλ’ ἐπειδ[ὴ ․․․․․․․․․․․26-28․․․․․․․․․․․]
ὑπήρξω καὶ τὸ συγχωρηθῆναι διεπράξω παρ’ ἡμῶ[ν ․․․․․․․․․․25-27․․․․․․․․․․․]
πραχθῆναι, ἔπειτα καὶ ἄλλους πρὸς τὸ μάλιστα ἀνεσ̣[․․․․․․․․20-22․․․․․․․․, οὓς ἂν]
νος ὑπό σου, πρὸς οὕ[στ]ινας ἐπανελθεῖ[ν] σε δεῖ τῶν ἐκείνῳ καταβεβληκότω[ν, διακρίνων]
[κ]α̣ὶ̣ ἐκ τοῦ χρόνο[υ τοῦ με]ταξὺ διελ[ηλ]υ[θ]ότος καὶ τῶν [․․]ιω̣ν τοῦ̣ τ̣ρόπου̣ [․․․c.10․․․]
[․․․․․․c.16․․․․․․τ]ετεικὼς ἀ̣π̣οδεικνύει, παρασταίη [․․․․․․․․․22-24․․․․․․․․․]
[συν]όλου συνεδρίου κοιν[․․․․․․․․․․․․․․․․․․․․c.45․․․․․․․․․․․․․․․․․․․․․ προ]-
[σ]ιέναι τῷ κρατίστῳ ἀνθυπ[άτῳ ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․]
[․]ου. καὶ γὰρ τοῦτο τὸ σκέμμ[α ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․ ἀ]-
- Ephesos 238
- Ionia : Ephesos
[ουῆρος Εὐσεβ]ὴ̣ς Περτίναξ [Σεβαστὸς Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς μέ]-
[γιστος, ἀρχιερε]ὺ̣ς μέγιστος δ̣[ημαρχικῆς ἐξουσίας τὸ —ʹ, αὐτοκράτωρ τὸ —ʹ, ὕπα]-
[το]ς τὸ γʹ, πατ[ὴρ] π̣ατρίδος, ἀνθ[ύπατος,
- Ephesos 239
- Ionia : Ephesos
[․]ο α[․]υομεν⋮ τέͳαρας καὶ δέκα μνέας·⋮ ⋮⋮ ἐγένοντο δὲ⋮ ἐκ ττούτο [—]εν
η⋮ ἡμιμν[ῆ]ιον τῆς φιάλης⋮ καὶ πέντε ἡμίεκττα·⋮
sixth and seventh lines empty
- Ephesos 242
- Ionia : Ephesos
ἐπὶ πρυτάνεως∙ Μ(άρκου)∙ Αὐρ(ηλίου)∙ Μενεμάχου
τοῦ καὶ ἀνανεωσαμένου∙ τὸ ἱερὸν συν-
έδριον τῶν κουρήτων∙ δόντος∙ διανομὰς
φιλοσεβ(άστου)∙ καὶ∙ Ἑρμεία∙ βʹ∙ Ἀπολλωνίου
ὅσοι καθιέρωσαν πρυτάνεις τοῖς κεκουρητευκόσιν·
Πό(πλιος)∙ Οὐήδ(ιος)∙ Ἀντωνῖνος∙ συνκλ(ητικὸς) 𐆖 ͵α·
[Ἀ]πολλώνιος Μουσικοῦ·
Βέριος∙ Φλαβιανὸς ἱεροφάντης·
Γ(άϊος)∙ Φλ(άουιος) Διονύσιος·
Διογένης∙ Διοφάντου·
Δωρᾶς∙ ἱεροφάντης·
[Ἑκα]τώνυμος∙ δʹ∙ Βᾶρος·
- Ephesos 243
- Ionia : Ephesos
[—] Καλλίνικος
[— ἀντιγρ]αφεὺς? τῶν ἱερῶν μ(υριάδας) βʹ
[— Κ]αιυστρίου μ(υριάδα) [αʹ]
- Ephesos 260
- Ionia : Ephesos
basili[cam∙ Dianae∙ Ephesiae∙ et∙ Imp(eratori)∙ Caesari∙ Divi∙ f(ilio)∙ Augusto∙ pontifici∙ maximo∙ tribunicia∙ potestate∙ XXX[—ʹ] co(n)s(uli)∙ XIII∙ imp(eratori)∙ XX∙ patri∙ patriae∙ et∙ Tiberio∙ C]aesa[ri∙ A]u[gusti∙ f(ilio)∙ tribunicia∙ potestate∙ —ʹ∙ co(n)s(uli)∙ II∙ imp(eratori)∙ —ʹ∙ et∙] civitati∙ Eph[esiorum∙ C(aius)∙ Sextilius∙ P(ublii)∙ f(ilius)∙ Vot(uria)∙ Pollio∙ cum∙] Ofil[lia∙ A(uli)∙ f(ilia)∙ Cor(nelia)∙ Bassa∙] uxor[e∙ sua∙] e[t∙ C(aio)∙ Ofillio∙] A(uli)∙ f(ilio)∙ Cor(nelia)∙ Pro[culo∙ f(ilio)∙ suo∙ cetereisqu]e∙ le[ibereis∙ sueis∙] d(e)∙ s(ua)∙ [p(ecunia)∙ f(aciendam)∙ curavit.] [βασ]ιλι[κὴν∙ στοὰν∙ Ἀρτ]έμι[δι∙ Ἐφεσίαι∙ καὶ∙ Αὐτοκράτορι∙ Καίσαρι∙ θεοῦ∙] υἱῶ[ι∙ Σεβαστῶι∙ ἀρχιερεῖ∙ μεγίστωι∙ δημαρχικῆς∙ ἐξουσίας∙ τὸ∙ λʹ∙ ὑπάτωι∙ τὸ∙ ιγʹ∙ αὐτοκράτορι∙] τὸ∙ κʹ[∙ πατρὶ∙ πατρίδος∙ καὶ∙ Τιβερίωι∙] Καίσαρι∙ Σεβασ[τοῦ∙ υἱῶι∙ δημαρχικῆς∙ ἐξουσίας∙ τὸ∙ —ʹ∙ καὶ∙ τῶ]ι∙ δήμ[ωι∙ Ἐφεσίων∙ Γάϊος∙ Σεξτίλιος∙ Ποπλίου∙ υἱὸς∙ Οὐοτουρία]∙ Πω[λλίων∙ σὺν∙ Ὀφελλίαι∙ Αὔλου∙ θυγατρὶ∙ Κορνηλία∙ Βάσσηι∙ τῆι∙ γυναικὶ∙ καὶ∙ Γαΐωι∙ Ὀφελλί]ωι∙ Κορ[νηλία∙ Πρόκλ]ωι∙ τῶι∙ υἱῶι[∙ καὶ∙ τοῖς∙ λοιποῖς∙ τέκνοις∙ ἐκ∙ τῶν∙ ἰδίων∙ ἀνέθηκεν∙.]
- Ephesos 265
- Ionia : Ephesos
[Νέρωνι Κλαυ]δίωι Καίσαρι Σεβ[αστ]ῶι Γερμανι[κ]ῶι ἱερεῖ μ[εγίστωι — πατρὶ π]ατρίδος
[— ὁ] δῆμος Ἐφεσίων ❦ Μ[․․]․ος [—]
- Ephesos 266
- Ionia : Ephesos
[Ἀρτέμι]δι Ἐφεσί[αι] ․ [⁵¹Νέ̣ρ̣ων̣ι̣]⁵¹ Κα̣ίσα̣ρ̣[ι Σεβαστῶι] [⁵¹Γ̣ε̣ρ̣μ̣α̣ν̣ι̣κ̣ῶ̣ι̣]⁵¹ [—]
[Γ(άϊος) Στερ]τίνιος Ὄρπηξ σὺν Στερτιν[ίαι Μαρείναι τῆι ἑα]υ[τ]οῦ θυγατρί, ἱερῆ̣ι̣ Ἀρ[τέμιδος — τὸν τοῖ]-
[χον τὸ]ν κατακερκίζοντ[α] κ[α]ὶ ἐ[․․․․․․c.17․․․․․․․]ον καὶ τὰς ἐφεξῆς ἱε[—]
[․c.5․] περιπ[ά]τωι κ[α]ὶ Νεικονεμεσ[είωι ․․․․․c.14․․․․․] ἔργων αὐτῶν τόπον [—]
[ἐκ] τ̣ῶ̣ν ἰδίων ἐντὸς διετίας καθιέρω[σεν ․c.5․· τὴν δε ἐφε]ξῆς τρίτην σελίδα ὁ ἐ[—.]
- Ephesos 267
- Ionia : Ephesos
καὶ τῶι δήμωι τῶι Ῥωμαίων καὶ τῶι δήμω[ι]
Ἐφεσίων οἱ ἁλιεῖς καὶ ὀψαριοπῶλαι τὸν
τόπον λαβόντες ψηφίσματι ἀπὸ τῆς πόλεως
δη(νάρια) κεʹ
Ἱέραξ Ἑρμοκράτου
σὺν γυναικί·
νους μετὰ παιδίου·
δη(νάρια) ιεʹ
Ἄτταλος Ἀττάλου
τοῦ Κασιάδου·
δη(νάρια) ιεʹ
Διογένης Διογέ-
νου μετὰ τοῦ υἱοῦ·
δη(νάρια) ιεʹ
Οὐεττίδιος Νεί-
κανδρος σὺν υἱοῖς·
δη(νάρια) ιεʹ
Γάϊος Ῥωσκίλιος vacat δη(νάρια) ιεʹ·
Ζώσιμος Γαΐου Φουρίου vacat δη(νάρια) ιεʹ·
Βάκχιος Εὐφροσύ-
νου μετὰ τῆς μητρός·
δη(νάρια) ιεʹ
Λού(κιος) Οὐιτέλλιος
μετὰ τοῦ υἱοῦ·
δη(νάρια) ιεʹ
Λού(κιος) Κώνσιος Ἐπα-
φρόδειτος·
δη(νάρια) ιεʹ
Ἀριστέας Ἀριστο-
βούλου μετὰ τοῦ υἱοῦ·
δη(νάρια) ιεʹ
Φουφίκιος Φαῦστος vacat δη(νάρια) ιεʹ·
Πό(πλιος) Λείουιος vacat δη(νάρια) ιεʹ·
Ἀντίοχος Ψυχᾶς
μετὰ τοῦ υἱοῦ·
δη(νάρια) ιεʹ
Χάρης Χάρητος
μετὰ τῶν υἱῶν·
δη(νάρια) ιεʹ
- Ephesos 269
- Ionia : Ephesos
[τοῦ,] τῆς χορηγίας γενομένης ἐκ τῶν
[ἱερῶ]ν προσόδων, γραμματεύοντος Λου-
[κίου] Ἑρεννίου Περεγρείνου ἁγνοῦ τὸ βʹ.
- Ephesos 272
- Ionia : Ephesos
Παμμένους Ἀλεξαν-
[δ]ρεὺς τῶν ἱερονεικῶν
[κ]αὶ ἀτελῶν καὶ ἀνεισφό-
βασιν φέρουσαν ἰς τὴν τετρά-
γωνον ἀγορὰν διέκοψαν καὶ
[κ]ατεσκεύασαν, καὶ ὁμοίως
τῶι περὶ αὐτὴν κόσμωι
καθιέρωσαν
[⁵¹—]⁵¹
- Ephesos 274
- Ionia : Ephesos
[Ἀρτ]έμι[δι Ἐφεσίαι καὶ Αὐτοκράτορι ][⁵¹Δομετια]ν̣ῶ̣ι̣]⁵¹ [Καίσαρι Σεβαστῶι Γερμανικῶι, ἀρχιερεῖ μεγίστωι,] δη̣[μαρ]χι[κῆς ἐξουσίας τὸ —ʹ,] αὐτ[οκράτο]ρ̣ι τὸ ιαʹ, [ὑπάτωι τὸ —ʹ, τειμητῆι διηνεκεῖ, πατρὶ
πατρίδος] ἡ νεο[κό]ρος [τῶν Σεβαστῶν Ἐφεσ]ίων πό[λις τὴν σκηνὴν] μετ̣[ὰ τοῦ κόσμου —] κατε[σ]κεύ[ασεν —]
- Ephesos 275
- Ionia : Ephesos
[[⁵¹Δομιτιανῷ]⁵¹ Σε]βαστῷ [⁵¹Γερμανικῷ]⁵¹ ἀρχιερεῖ μεγίστωι, δ[ημαρ]-
[χικῆς ἐξουσίας] τὸ ιβʹ, αὐτοκράτορι τὸ κβʹ, ὑπάτωι τὸ ιϛʹ, τειμητῇ [διὰ]
[σίων πόλις —] ἐκ τῶν ἰδίων κατεσκεύασεν Ποπλίου [Καλουι-
[σίου Ῥούσωνος] τοῦ ἀνθυπάτου εἰσαγαγόντος καὶ [καθιερώσαντος.]