64544 matches in 33335 texts. | 23701-23800 23801-23900 23901-24000 24001-24100 24101-24200 24201-24300 24301-24400 24401-24500 24501-24600 24601-24700 |
10877 | 0.8418% | Attica (IG I-III) |
2358 | 0.9409% | Peloponnesos (IG IV-[VI]) |
8681 | 1.3633% | Central Greece (IG VII-IX) |
1592 | 0.8946% | Northern Greece (IG X) |
2664 | 1.3112% | Thrace and the Lower Danube (IG X) |
687 | 0.8219% | North Shore of the Black Sea |
12424 | 1.0912% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
18411 | 1.5041% | Asia Minor |
627 | 2.1354% | Cyprus ([IG XV]) |
1492 | 2.4591% | Greater Syria and the East |
2786 | 1.2479% | Egypt, Nubia and Cyrenaïca |
99 | 0.5660% | North Africa |
1704 | 1.2346% | Sicily, Italy, and the West (IG XIV) |
142 | 0.5749% | Upper Danube |
- SEG 35:1243
- Lydia : Saittai
ἔτους ρεʹ, μη(νὸς) Δύστρου,
οἱ φίλοι Μηνογένης, Εὐάρεστος
Ἀπολλώνιος, Γάϊος, Νέστωρ, Ἀ-
- SEG 35:1233
- Lydia : Saittai
relief
Θειογένην κατὰ τύμβος ἔχει γηραιόν, ὁδῖτα,
ἱερέα Λαρμηνῆς, εὐσεβίης κανόνα,
παιδὸς ἀφ’ ἡλικίην ὑακίνθινον ὤλεσε Κλωθώ,
πρὶν γένυν ἀνθῆσαι μαλακὴν τρίχα· πᾶς δ’ ἄρα δῆμος
πένθος κοινώσαντο, ἐπεὶ θάνε σεμνὸς ἔφηβος·
- SEG 34:1231
- Lydia : Saittai
vac. Εὔτυχος vac.
vac. Ἑρμογένης· Εἰρήνη Κ-
όσμος· Ἐλπὶς· Χαρμοσύνη οἱ
σύντροφοι· Παπιας καὶ Αμμι-
ας οἱ συνγενεῖς· ἐτείμησαν
vacat of 2 lines
- SEG 34:1224
- Lydia : Saittai
καὶ Ἡρακλίδης ὁ ἀδελφὸς καὶ οἱ θρε-
πτοὶ καὶ Μηνογένης ὁ̣ [π]ε̣ν-
θερίδης. vac.
- SEG 34:1221
- Lydia : Saittai
ηʹ ἀ(πιούσῃ), Μηνόδωρος Ἀθηναίου ἐτε[ί]-
μησεν Τατιαν Ἑρμογένου τὴν
ἑαυτοῦ γυναῖκα· Ἀθήναις καὶ Θυοδ-
- SEG 31:1028
- Lydia : Saittai
σα κ(αὶ) Εὐπόριστος ὁ
ἀδελφὸς κ(αὶ) Ἑρμογένης ὁ σύντρο-
φος κ(αὶ) Ἀπάλαυστος ὁ σύντρο-
- SEG 29:1199
- Lydia : Saittai
κὲ ὁ ὑὸς Αὐρ(ήλιος) Τερ(τίαν) Αὐρηλίαν [ζή]-
σα̣σαν ἀξίως τοῦ γένου[ς] vac.?
εἶδ̣ος μὲν ἔσχας ἄξιον [τοῦ σοῦ(?)]
- SEG 29:1188
- Lydia : Saittai
ἔτ(ους) σνεʹ, μη(νὸς) Ἀπ[ελλαίου]
ηʹ, Γλάφυρον Δ[ιογέ(?)]-
νους οἱ συνβιω̣[ταὶ τὸν]
- Sardis 7,1 1
- Lydia : Sardeis
ἐκ πασῶν οὖν τῶν κωμῶν καὶ ἑκ τῶν κλήρων καὶ τῶν οἰκοπέδων προσκυρόντων καὶ τῶν λαῶν πανοικίων
σὺν τοῖς ὑπάρχουσιν καὶ τῶν ἀγγείων τῶν οἰνηρῶν καὶ τοῦ φόρου τοῦ ἀργυρικοῦ καὶ τοῦ λητουργικοῦ καὶ τῶν
ἄλλων τῶν γινομένων ἐκ τῶν κωμῶν καὶ χωρὶς τούτων ἔτι πλέον, τῆς διαιρέσεως γενομένης,
ἐξαίρημα ἔλαβεν Πύθεος καὶ Ἄδραστος ἐν Τβαλμουροις αὐλήν, καὶ ἔξω τῆς αὐλῆς εἰσιν οἰκίαι τῶν
μήτε ἄλλωι μηθενὶ μηκέτι ἀπολύσασθαι· καὶ ἐάν τις ἐμποιῆται ὑπέρ τινος τῶν κωμῶν ἢ τῶν κλήρων
ἢ ὑπὲρ τῶν ἄλλων τῶν ὧδε γεγραμμένων ἐγὼ καὶ οἱ ἐμοὶ ἔκγονοι βεβαιώσομεν καὶ τὸν ἀντιποιούμενον
ἐξαλλάξομεν, ἐὰν δὲ μὴ βεβαιώσωμεν ἢ παρὰ τὴν συγγραφὴν παραβαίνωμεν τήνδε γεγραμμένην
ἐπ[ὶ] τὰς κώμας καὶ τοὺς κλήρους καὶ τὰ χωρία καὶ τοὺς οἰκέτας ἅπαντας εἰς τὰ Ἀρτέμιδος ἐχέτωσαν,
ὡς ἂν βούλωνται, καὶ ἐγὼ Μνησίμαχος καὶ οἱ ἐμοὶ ἔκγονοι ἀποτείσομεν εἰς τὰ Ἀρτέμιδος
χρυσοῦς δισχιλίους ἐξακοσίους πεντήκοντα, καὶ ὑπὲρ τῶν γενημάτων καὶ τῶν καρπῶν
ἐὰν μὴ καρπεύσωνται ἐν ἐκείνωι τῶι ἔτει εἰς τὰ Ἀρτέμιδος ὁπόσου οὖν χρυσίου ἄξια ἦι καὶ ταῦτα
ἐγὼ Μνησίμαχος καὶ οἱ ἐμοὶ ἔκγονοι, καὶ τῶν οἰκοδομημάτων καὶ φυτευμάτων τῆς Ἀρτέμιδος
ὅσου ἂν ἄξια ἦι τὴν ἀξίαν ἀποδώσομεν παραχρῆμα, καὶ ὑπὲρ τῶν γενημάτων καὶ τῶν καρπῶν
ἐὰν μὴ καρπεύσωνται ἐν ἐκείνωι τῶι ἔτει εἰς τὰ Ἀρτέμιδος ὁπόσου ἂν χρυσίου ἄξια ἦι καὶ ταῦτα
ἀποδώσομεν, μέχρι δὲ ὅσου μὴ ἀποδῶμεν ἔστω ἐν ἐμοὶ ἐν παρακαταθήκηι καὶ ἐν τοῖς ἐμοῖς ἐκγόνοις
ἕως ἂν ἅπαν ἀποδῶμεν εἰς τὰ Ἀρτέμιδος· καὶ ἡ πρᾶξις τέως ἂν ἐξ ἡμῶν μήπω γένηται ἐξεῖναι.
- Sardis 7,1 4
- Lydia : Sardeis
καὶ πίστεως οὐ μικρᾶς ἠξιωμένος, ἔν τε τοῖς κατὰ τὴν
χρείαν διεγενήθη ἀκολούθως τῆι τοῦ ἐγχειρίσαντος
προαιρέσει καὶ ἐν τοῖς ἄλλοις ἀνεστράφη ἀμέμπτως,
ἐν τῶι θεάτρωι θαλλοῦ στεφάνωι ἐν τοῖς ἀχθησομένοις
Διονυσίοις προνοηθέντων τῆς ἀναγγελίας τοῦ τε
ἀγωνοθέτου καὶ τοῦ γραμματέως τοῦ δήμου, ἀναγράψαι
ἐν τῶι ἱερῶι, ὅπως οὗτός τε πολλῶι μᾶλλον ἐκκαλῆται
πρὸς εὐεργεσίαν τῆς πόλεως καὶ οἱ ἄλλοι βλέπον-
τες τὴν ἀπαντωμένην τοῖς ἀξίοις τῶν ἀνδρῶν
- Sardis 7,1 5
- Lydia : Sardeis
Ἀλέξανδρος Μηνοφίλου, Χάρης [— — —]-
νης Διογένου, Ἑρμογένης Ἀρτ[— — —]-
ρος Ἀπολλωνίου, Ἀπολλώνιος Μη[— — —]-
- Sardis 7,1 8
- Lydia : Sardeis
Ἑλλήνων καὶ ὁ δῆμος ὁ Σαρδι-
ανῶν καὶ ἡ γερουσία ἐτίμησαν Μηνογέ-
νην Ἰσιδώρου τοῦ Μηνογένους τοῖς ὑπογεγραμμένοις·
εἰσανγειλάντων Μητροδώρου Κόνωνος καὶ Κλεινίου καὶ Μουσαίου καὶ Διονυσίου στρατηγῶν·
ἐπεὶ Γάϊος Ἰούλιος Καῖσαρ ὁ πρεσβύτατος τῶν τοῦ Σεβαστοῦ παίδων τὴν εὐκταιοτάτην
ἐκ περιπορφύρου λαμπρὰν τῷ παντὶ κόσμῳ ἀνείληφε τήβεννον, ἥδονταί τε πάντες
ἄνθρωποι συνδιεγειρομένας ὁρῶντες τῷ Σεβαστῷ τὰς ὑπὲρ τῶν παίδων εὐχάς, ἥ τε ἡ-
μετέρα πόλις ἐπὶ τῇ τοσαύτῃ εὐτυχίᾳ τὴν ἡμέραν τὴν ἐκ παιδὸς ἄνδρα τεληοῦσα[ν]
ἱεροκηρύκων ὑπὲρ τῆς σωτηρίας αὐτοῦ, συνκαθιερῶσαι τε ἄγαλμα αὐτοῦ τῷ τοῦ πατρὸς ἐν-
ιδρύοντας ναῶι, ἐν ᾗ τε εὐανγελίσθη ἡ πόλις ἡμέρᾳ καὶ τὸ ψήφισμα ἐκυρώθη καὶ ταύτην στε-
φανηφορῆσαι τὴν ἡμέραν καὶ θυσίας τοῖς θεοῖς ἐκπρεπεστάτας ἐπιτελέσαι, πρεσβήαν τε
βαστῶι περὶ τῶν κοινῇ συμφερόντων τῇ τε Ἀσίαι καὶ τῆι πόλει. καὶ ᾑρέθησαν πρέσβεις Ἰόλλας Μητροδώρο[υ]
καὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους.
Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸς Σεβαστός, ἀρχιερεύς, δημαρχικῆς ἐκξουσίας ιθʹ,
Σαρδιανῶν ἄρχουσι βουλῆι δήμωι χαίρειν· οἱ πρέσβεις ὑμῶν Ἰόλλας τε Μητροδώρου καὶ
Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους συνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ παρ’ ὑμῶν
ψήφισμα ἀπέδοσαν δι’ οὗ τά τε δόξαντα ὑμεῖν περὶ ὑμῶν δηλοῦντες καὶ συνήδεσθε ἐπὶ τῆι τε-
λειώσει τοῦ πρεσβυτέρου μου τῶν παίδων· ἐπαινῶ οὖν ὑμᾶς φιλοτειμουμένους ἀνθ’ ὧν εὐεργε-
τῆσθε ὑπ’ ἐμοῦ εὐχαρίστους ἁτοὺς εἴς τε ἐμὲ καὶ τοὺς ἐμοὺς πάντας ἐνδείκνυσθαι· ἔρρωσθε.
εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῶι ἐξιόντι ἔτει
ἐκλογιστής, ἀνὴρ καλὸς καὶ ἀγαθὸς ἐκ προγόνων καὶ ἀνεστραμμένος ἐν τῆι ἀρχῆι ἐπιμελῶς καὶ
ως τῆς πόλεως, καὶ συντυχὼν τῶι Σεβαστῶι ἐδήλωσεν τὴν τῆς πόλεως ἐπὶ τῶι Γαΐωι χαρὰν καὶ
περὶ ὅλον τὸν οἶκον αὐτοῦ εὔνοιαν, παραγενόμενός τε ἐν τῆι συναχθείσῃ δημοτελεῖ ἐκκλησίαι
τὴν ἀποπρεσβείαν ἐποιεῖτο, ὁ δὲ δῆμος ἀποδεξάμενος αὐτὸν καὶ ἐξ ὧν ἐκόμισεν ἀποκριμάτων
δεδηλῶσθαι διὰ τοῦδε τοῦ ψηφίσματος, εἶναί τε αὐτὸν ἐν τῇ καλλίστῃ καὶ ἐν τούτοις ἀποδοχῇ.
εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ βουλευτὴς καὶ ἐν τῷ
ἐξιόντι ἔτει ἀποδιχθεὶς ἔκδικος ὑπὸ τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, ἀνὴρ σπουδαῖος περὶ τὴ[ν]
καὶ ἀναλῶν εἰς τὰ συνφέροντα, πρός τε τὸν Σεβαστὸν θεὸν Καίσαρα εἰς Ῥώμην ἀφικόμενος καὶ
πρὸς Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ ὑπέρ τε τῶν Ἑλλήνων καὶ τοῦ δήμου καὶ τῆς γερουσίας ἡμῶ[ν]
ὡς μάλιστα κοσμῆσαι τοὺς ἐκπέμψαντας δι’ ὧν ἐκόμισεν παρὰ τοῦ Σεβαστοῦ ἀποκριμάτων, ἔν [τε]
ταῖς ὑπὸ τῆς πατρίδος δεδομέναις αὐτῷ ἀρχαῖς καὶ λειτουργίαις ἀνεστραμμένος ἁγνῶς καὶ πιστ[ῶς]
καὶ ἐπαξίως τοῦ γένους, ἐστὶν ἐν τῇ καλλίστῃ ἀποδοχῇ, ἐφ’ οἷς ὁ δῆμος καὶ διὰ τὴν λοιπὴν ἀναστροφὴ[ν]
καὶ ἐν πᾶσιν σεμνότητα αὐτοῦ ἐπηνέχθη τειμᾶν αὐτόν· νῦν δὲ ὄντων τῶν ἐννόμων χρόνων δεδό-
χθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπηνῆσθαί τε αὐτὸν τετειμῆσθαι δὲ καὶ εἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ καὶ
ἀγάλματι μαρμαρινῷ, ἃ καὶ ἀνατεθῆναι ἐν τῇ ἀγορᾷ γενομένης ἐπιγραφῆς· ὁ δῆμος ἐτείμησεν
Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους πρεσβεύσαντα εἰς Ῥώμην πρὸς τὸν Σεβαστὸν Καίσαρα
καὶ Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ, γενόμενον ἔκδικον τῶν Ἑλλήνων καὶ ἀναστραφέντα ἁγνῶς καὶ πιστῶ[ς].
Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος τῶν γερόντων καὶ Ἀπολλώνιος Διοδώρου τοῦ Ἑρμίππου Παταγας λογιστὴς εἶπ[ον]·
ἐπεὶ, τῆς ἀποπρεσβείας γενηθείσης ὑπὸ Μηνογένους τοῦ Ἰσιδώρου τοῦ Μηνογένους τοῦ ἐν τῷ ἐξιό[ν]-
τι ἔτει ἐκλογιστοῦ τῆς πόλεως ἡμῶν, ἀνδρὸς ἀγαθοῦ κατὰ πᾶσαν ἀρετὴν καὶ διὰ τῶν ἐνκεχιρισμένων αὐ-
τῶι ἀρχήων ὑπὸ τῆς πατρίδος ἀνεστραμμένου ἐπιμελῶς καὶ πιστῶς καὶ καθαρείως, ἔν τε τούτοις καὶ τῇ λ̣[οι]-
πῇ τοῦ βίου σώφρονι καὶ κοσμίῳ ἀγωγῇ τῆς πρεπούσης ἀποδοχῆς καὶ παρὰ τῶι δήμωι καὶ τῇ γερουσίᾳ [τυν]-
χάνοντος περὶ ὧν ἐπρέσβευσεν πρός τε τὸν Σεβαστὸν καὶ Γάϊον τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων καὶ τοὺ[ς]
λοιποὺς ἡγεμόνας ὑπέρ τε τῆς πόλεως καὶ τοῦ κοινοῦ τῶν Ἑλλήνων, καὶ ἀποδεδωκότος τὰ ἀποκρίματα ἄξια τῆς
γερουσίας ἡμῶν, σπουδὴν εἰσενηνεγμένου φιλοφρόνως τοῦ καὶ ἐκ τῶν ἡγεμόνων τὸ ἀξίωμα αὐτῆς [δι]-
αφυλάσσειν, ἡ γερουσία ἀποδεξαμένη αὐτὸν ἔκρινεν νῦν μὲν τὸν ἀληθῆ καὶ καθήκοντα αὐτῷ ἔπαιν[ον]
διὰ τοῦ ψηφίσματος μαρτυρῆσαι περί τε τιμῶν αὐτῶι τῶν πρεπουσῶν γενέσθαι πρόνοιαν ἐν τοῖς κ[αθή]-
κουσιν χρόνοις· δεδόχθαι γενέσθαι καθ’ ὅ τι προγέγραπται.
Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος καὶ Ἀπολλώνιος Διοδώρου τοῦ Ἑρμίππου Παταγας λογιστὴς [εἶπον]·
ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῷ ἐξιόντι ἔτει ἐκλογιστὴς τῆς πόλεως ἡμ[ῶν, ἀνὴρ]
καλὸς καὶ ἀγαθὸς καὶ πατρὸς ἐκ προγόνων τιμίου, ἀπὸ τῆς ἐκ παιδὸς ἡλικίας ἠγμένος εὐτάκτως [καὶ δικαί(?)]-
ως περί τε τὸ ἦθος καὶ τὴν λοιπὴν τοῦ βίου σώφρονα καταστολήν, γεγονὼς ἀνὴρ βέλτιστος ἐν [πᾶσιν καὶ]
τυνχάνων τῆς καθηκούσης ἀποδοχῆς, διά τε τῆς ἀρχῆς παρεσχημένος ἑαυτὸν σπουδαῖον καὶ ε[ὔνουν]
τῇ πατρίδι, εἱρέθη καὶ πρεσβευτὴς εἰς Ῥώμην ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδο[ς πρός τε Αὐ]-
τοκράτορα Καίσαρα Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτοῦ, καὶ ἐτέλεσεν τὴν πρεσβήαν καὶ ὑπὲρ τῶ[ν γερόντων]
ἐπιτυχῶς, οἱ δὲ γέροντες καὶ πρότερον μὲν αὐτὸν ἐπήνεσαν καὶ νῦν ἔκριναν, τῶν ἐννόμων ἐ[λθόντων]
χρόνων, καὶ τιμῆσαι αὐτόν· δεδόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς γενομ[ένης τῆς]
ἀναθέσεως ἐν τῷ πρεσβυτικῷ ἐπιγραφῆναι· ἡ γερουσία ἐτίμησεν Μηνογένην Ἰσιδώρου τοῦ Μη[νογένους]
ἄνδρα καλὸν καὶ ἀγαθὸν, πρεσβεύσαντα δὲ καὶ ἰς Ῥώμην πρὸς τὸν Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτ[οῦ καὶ πρὸς]
τοὺς λοιποὺς ἡγεμόνας καὶ ὑπὲρ τῆς γερουσίας ἐπιτυχῶς, ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς ἑατ[ήν].
Χαρῖνος Χαρίνου Περγαμηνὸς, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστο[ῦ, Σαρδιανῶν]
κατὸν κ(αὶ) νʹ ἀνδρῶν τιμᾶν ἐπηνέχθησαν ἄθροοι τὸν καθ’ ἔτος ἔκδικον τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσί[ας Ἑλ]-
λήνων Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην ὑμῶν, διὰ τὴν ἐξ αὐτοῦ ἰς τὴν Ἀσίαν [εὔδη]-
λον εὔνοιαν καὶ διὰ τὸ τὴν ἀρχὴν αὐτὸν τετελεκέναι καθαρῶς καὶ συνφερόντως, ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρ[ύσῳ]
ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν βούληται πόλει τῆς Ἀσίας, ἐφ’ ἧς καὶ ἐπιγραφῆναι· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησ[αν]
Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἔκδικον, τελέσαντα τὴν ἀρχὴν καθαρῶς καὶ σ[υν]-
φερόντως τῇ Ἀσίᾳ· δι’ ὃ καὶ γεγράφαμεν ὑμεῖν περὶ τῶν τιμῶν αὐτοῦ ἵνα ἰδῆτε.
Δημήτριος Ἡρακλείδου Μασταυρείτης, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβα[σ]-
τοῦ, Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν· Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην ὑμῶν
ἐπηνέχθησαν ἐπὶ τῶν ἀρχαιρεσιῶν οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες διὰ τὴν ἀρετὴν καὶ περὶ πάντα σεμνό-
τητα τειμῆσαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν καὶ ἐξεῖναι ἀναθεῖναι τῷ Μηνογένη ἐν ᾧ ἂν βούλη-
ται τῶν τῆς Ἀσίας τόπων γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Μηνογένην
Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἄνδρα ἀγαθὸν καὶ τίμιον τῇ Ἀσίᾳ.
ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν γνώμη τοῦ ἀρχιερέως θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος
θεοῦ ὑοῦ Σεβαστοῦ Φιλιστήους τοῦ Ἀπολλοδώρου τοῦ Ἀπολλοδώρου φιλοπάτριδος Σμυρναίου· ἐπεὶ
Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανὸς ἀνὴρ ἀγαθὸς καὶ ἐν τῇ πατρίδι πλείστης
ἀποδοχῆς τυνχάνι ἐπί τε καλοκἀγαθίᾳ καὶ σεμνότητι καὶ πρεσβήαις ταῖς πρὸς τὸν Σεβαστὸν καὶ τῆι
πάσῃ δὲ χρώμενος σπουδῇ, ἐφ’ οἷς δίκαιός ἐστιν τετειμῆσθαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν
καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας ἐτίμησαν
Ἕλληνες Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, τὸ δεύτερον ἔκδικον καὶ ἀνα-
στραφέντα ἁγνῶς καὶ συνφερόντως τῇ Ἀσίᾳ, ἀρετῆς ἕνεκα πάσης.
θεοῦ υἱοῦ Σεβαστοῦ, ἀρχιερέως μεγίστου καὶ πατρὸς τῆς πατρίδος καὶ τοῦ σύνπαντος τῶν ἀνθρώπων
γένους· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανός, ἀνὴρ γένους ἐνδοξοτάτου
καὶ πολλὰ παρὰ τῇ πατρίδι ἠνδραγαθηκότος διά τε ὧν ἐπιστεύθη ἀρχήων καὶ ἱερωσυνῶν, πρεσβεύ-
σας τε καὶ πρὸς τὸν Σεβαστὸν Καίσαρα ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδος, καὶ πάντα
καὶ πάντα κατορθωσάμενος προσηκόντως καθὼς τὰ ἀποκρίματα περιέχι, γενόμενος δὲ καὶ τῆς
Ἀσίας τὸ τρίτον ἔδικος, καὶ ἀναστραφεὶς ἁγνῶς καὶ συνφερόντως τοῖς τῆς Ἀσίας πράγμασιν ὡς
τὸς ἀγαθοῦ γίνεται· δι’ ὃ δεδόχθαι τῷ κοινῷ τῶν Ἑλλήνων τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ
ἐπιχρύσῳ, ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσί-
ας Ἕλληνες ἐτίμησαν Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, γενόμενον τρὶς ἔ[κ]-
δικον καὶ ἀναστραφέντα πιστῶς καὶ ἀξίως τοῦ γένους, ἀρετῆς ἕνεκα πάσης· τετιμῆσθαι δὲ καὶ
Ἰσίδωρον Μηνογένους τοῦ Ἰσιδώρου Ἀσιανόν, τὸν υἱὸν αὐτοῦ γεγεννημένον ἐπὶ ταῖς καλλίσταις
ἐλπίσιν, καὶ ἀνατεθῆναι αὐτοῦ ἰκόνα ἔνοπλον ἐπίχρυσον ἐν ᾗ ἂν πόλι βούληται τῆς Ἀσίας Μηνο-
γένης ὁ πατὴρ αὐτοῦ γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Ἰσίδωρον Μηνογέ-
νους τοῦ Ἰσιδώρου Ἀσιανὸν τὸν Μηνογένους υἱόν, διὰ τὴν τοῦ πατρὸς αὐτοῦ πρὸς τὴν Ἀσίαν σπουδήν
τε καὶ εὔνοιαν, ἀρετῆς ἕνεκα πάσης· ἐξῖναί τε τῷ Μηνογένη τὰ ἴδια τίμια καὶ τὰ τῶν προγόνων ἐν
στήλῃ μαρμαρινῇ ἐνχαράξαι ἣν καὶ ἐπιτετράφθαι αὐτῷ ἐν ᾗ ἂν βουληθῆ τῆς Ἀσίας πόλις ἢ ἱερῷ ἀναστῆ-
σαι, πεμφθῆναι δὲ τοῦδε τοῦ ψηφίσματος τὸ ἀντίγραφον πρὸς Σαρδιανοὺς ἐσφραγισμένον τῇ ἱερᾷ σφραγῖδι.
ἔδοξεν τῇ βουλῇ περὶ ὧν εἰσήνγειλαν οἱ στρατηγοὶ Ποσιδώνιος Νικομάχου ὁ καὶ Νεικόμαχος καὶ Μωγέτης
καὶ Παρδαλας καὶ Μοσχίων· ἐπειδὴ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ ἔκδικος τὸ τρίτον τῆς Ἀσίας,
ἀνὴρ ἀγαθὸς καὶ εὐγενής, ἀπὸ τῆς πρώτης ἡλικίας σπουδάσας περὶ ἀρετήν, τέλειος ἀνὴρ γέγονεν, πισ-
τευθείς τε παρὰ τῆς πατρίδος ἀρχὰς τιμιωτάτας ἐν πάσαις ἀνέστραπται ἁγνῶς καὶ ἐπιμελῶς καὶ
πιστῶς, πρεσβεύσας τε πρός τε τὸν Σεβαστὸν καὶ τοὺς ἄλλους ἡγεμόνας ἐπιτυχῶς καλλίστοις
ἀποκρίμασιν τὴν πατρίδα ὑπὲρ τῶν συνφερόντων κεκόσμηκε, τῇ τε παρὰ τοῖς Ἕλλησι διαπρέπων
λὴ ἐπαινέσασα αὐτὸν καὶ ἐπὶ τῷ ἱεροπρεπῶς τὴν Περγαμηνῶν ἱερωσύνην ἄρξαι ἔκρινε τιμῆσαι· δε-
δόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι χαλκῇ, ἧς ἀνατεθείσης ἐν τῇ ἀγορᾷ γενέσθαι τὴν ἁρμόζουσαν ἐ[πι]-
γραφὴν, τετιμῆσθαι δὲ αὐτοῦ καὶ τὸν υἱὸν Ἰσίδωρον ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς ἀνατεθίσης ἐν
ἐνχαράξαι εἰστήλην καθὼς καὶ οἱ Ἕλληνες ἐψηφίσαντο.
ἔδοξεν τῇ βουλῇ περὶ ὧν ἰσήνγειλεν Χρυσόγονος Χρυσογόνου νεώτερος Οπινας, ὁ γραμματεὺς τοῦ δήμου
τὸ δεύτερον καὶ ἀντάρχων τῶν στρατηγῶν· ἐπιδὴ ἐπελθόντες οἱ ἐν τῷ ἱερῷ τοῦ τε Πολιέως Διὸς
καὶ τῆς Ἀρτέμιδος οἰκοῦντες ἠτήσαντο εὐχαριστίας ἕνεκαν καὶ ὧν πεπόνθασιν εὖ ἐκ Μηνογένο[υς]
τοῦ Ἰσιδώρου τοῦ Μηνογένους, ἀνδρὸς ἀγαθοῦ καὶ παρά τε τῇ πατρίδι τῆς καλλίστης τυνχάνοντος ἀπ[ο]-
δοχῆς τε καὶ μαρτυρίας καὶ παρὰ τοῖς Ἕλλησιν τιμῆς, οἳ τρὶς ἤδη ἔκδικον αὐτὸν πεποίηνται ἑατῶν, ἰκόνα
γραπτὴν ἔνοπλον ἐπίχρυσον τοῦ υἱοῦ αὐτοῦ ἀναθῖναι ἐπιτραπῆναι αὐτοῖς Ἰσιδώρου τοῦ Μηνογένους τοῦ
Ἰσιδώρου Ἀσ[ια]νοῦ, καὶ ἡ βουλὴ διά τε τὸν πατέρα αὐτοῦ Μηνογένην καὶ διὰ τοὺς αἰτουμένους ἐπέτρεψεν· δε-
δόχθαι ἀνατεθῆναι τὴν ἰκόνα αὐτοῦ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος, ἐφ’ ἧς καὶ γενέσθαι τὴν οἰκείαν ἐπιγραφήν.
- Sardis 7,1 9
- Lydia : Sardeis
Ὑρκάνι[ο]ς· ἔδοξεν. ❦ Σεραπίων Φιλο[δ]ήμου Μ̣υ̣ρειναῖος· ἔδοξεν. ❦ [ὁ δεῖνα Τμωλείτης(?)· ἔδοξεν].
Διογένης Διογένους Τημνείτης· ἔ[δοξε]ν.
- Sardis 7,1 10
- Lydia : Sardeis
[Ti. Claudi]us Drusi f. Caesar August[us Germanicus, pont(ifex) max(imus), trib. pot(estate) X—],
[co(n)s(ul) V, imp(erator) X]XVII, p(ater) p(atriae), [a]quam cibitati civitati Sardianorum [ex fonte perduxit],
[ vac. ] Ti Cla[u]dio Demetri f. Quirina Apollop[hane opera curante].
[Τι. Κλαύδι]ος Δρούσου υἱὸς Καῖσαρ Σεβαστὸς Γερμανικός, [ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας τὸ ι․ʹ, ὕπατος τὸ εʹ],
[αὐτοκράτωρ] τὸ κζʹ, πατὴρ πατρίδος, ὕδωρ ἀπὸ πηγῆς π̣[ρὸς τὴν Σαρδιανῶν πόλιν διήγαγεν],
[ vac. ] ἐργεπιστατήσαντος Τιβερίου Κλαυδίο[υ Δημητρίου υἱοῦ Κυρείνα Ἀπολλοφάνους].
- Sardis 7,1 11
- Lydia : Sardeis
[— — —c.18— — —]ν[— — —c.19— — — Γαΐου]
[Γερμα]ν̣ικοῦ Κα[ίσαρ]ος Σεβα[στοῦ — — —c.19— — —]
[․․․] Τιβερί[ου Κ]λαυδίο[υ Καίσαρος Σεβαστοῦ Γερμα]-
[νικο]ῦ τοῦ Αὐτ[οκρά]τορος [— — —c.22— — —]
〚 line erased [ 〛],
ἐργεπιστατ[ήσαντο]ς Τιβε[ρίου Κλαυδίου Δημητρίου υἱ]-
οῦ Κυρείνα Ἀπ[ολλοφά]νους.
- Sardis 7,1 12
- Lydia : Sardeis
διστέγῳ καὶ ἑτέρᾳ ἀποθή-
κῃ καταγείῳ τῇ οὔσῃ ἐν τῷ
προσεχεῖ ἰδίῳ τῆς φυλῆς κή-
- Sardis 7,1 13
- Lydia : Sardeis
[— — —c.30— — — ἐπιτελ]ουμένους ἐπὶ στεφάνῳ καὶ δόξη προῖκα [κα]τὰ τὸ τῆς συν-
[όδου ψήφισμα — — —c.25— — —]νου τε διὰ γένους ἀγωνοθέτου ὑπὸ τ[ῆς συν]όδου.
- Sardis 7,1 16
- Lydia : Sardeis
pretia cohibuisse, nos senos his ce[nsemus aureos pro damnato solvendos. certum]
genus digladiantium —trincos eos [nuncupant— iudicio nostro inhumanitatis conde]-
mnatur, verum uti aliut aput alios [sancitur, si quo sacro die aput Gallos sollemne est]
- Sardis 7,1 17
- Lydia : Sardeis
καὶ ὅσοις ἀπενεμ[ήθη ὕδωρ· κρήνη]
γυμνασίῳ γερουσι[ακῷ ἐναντία· κρήνη]
μυστηρίοις δυσὶ[ν ἐναντία —· κρήνη]
μάχου, (ἑκατοντά)χ(ους) γʹ· κρήνη Π[—Name —c.10— πρὸς τῷ]
Μηνογενείῳ, (ἑκατοντά)χ(ους) γʹ· κρή[νη Ἀρσινόης(?) —]·
ἀπὸ τῆς Ἀρσινόης κρ[ήνη ἀπόρρυτος]
- Sardis 7,1 18
- Lydia : Sardeis
[ἡμῖν διδόναι τοὺς] συ[ν]αρέσαντας [μ]ισθούς· εἰ δὲ οἱα-
[δήποτε παραίτησις] πα[ρα]γένητε τ[ῷ ἐ]ργολαβήσαντι
[ἐπὶ προφάσει αὐτοῦ ε]ἴτ[ε] ἰδιωτεικ[ῇ] εἴτε δημοσία,
[δήποτε τεχν]ίτου ὑπεισιόντος, το[ι]αύτ[ης κωλύσεως]
[διδόναι ἡμᾶ]ς μισθοὺς κατὰ τὸ γενόμ[ε]νο[ν μετα]ξὺ
[αὐτοῦ τε τοῦ] ἐργοδότου καὶ αὐτοῦ τοῦ τεχνίτου σύμφω-
[ὡς τοῦ παραιτησ]αμένου ποιούμ[εθα] τὸν λόγον· καὶ παραιτουμένου
[τοῦ ἐργολαβήσαντος, εἰ μ]ηδὲν κατὰ τὰ προγεγραμμένα εὑρεθίη
[μήτε πράττων μήτε ἐργαζ]όμενός τις ἐξ ἡμῶν, συν[τ]ιθέμεθα
[διορισθεῖσιν] κ[αὶ] ὁ[μ]ολογηθεῖσιν παρ’ [ἡ]μῶν· καὶ ὑπεθέμεθα
[εἰς τὴν ἔκτισι]ν τοῦ π[ρ]οστίμο[υ], ἐνεχύρου λόγῳ τῷ γενικῷ
[καὶ ἰδικῷ], πάντα [ἡμῶ]ν̣ τὰ ὑπάρχοντα καὶ [ὑ]πάρξοντα
[ἐ]ν παν[τὶ] εἴδ[ε]ι καὶ [γέ]νι· καὶ πρὸς τὰ προγεγ[ρα]μμένα
πάντα ἐπερωτηθέντες παρὰ τῆς σῆς θαυμασιότητος ὁμ-
ολο[γ]ήσαμεν τῇδε τῇ ὁ]μολογίᾳ καὶ ἐξομοσίᾳ, ἡμέρᾳ
[καὶ ὑπ]ατ[ί]ᾳ τ[ῇ] προγεγραμμένῃ.
- Sardis 7,1 20
- Lydia : Sardeis
νέαν ἀσπάζεσθαι τὴν κατάστασιν· τὸ
τοιοῦτο κ(αὶ) θεῖόν ἐστιν παράγγελμα
κ(αὶ) τοῖς νόμοις ἐπιτηδεύϊται κ(αὶ) βασιλεῖ
- Sardis 7,1 26
- Lydia : Sardeis
ὁ δῆμος Διομή[δην —c.8—]
ἄνδρα τε ἀγαθὸν γεν̣[όμενον]
[κα]ὶ̣ ἄ̣ξιον̣ τῶ̣ν πρ̣ο̣γό̣[νων].
- Sardis 7,1 27
- Lydia : Sardeis
τα ἐκ τοῦ ἰδίου βίου ἐπιφανέστατα, καὶ ἀγωνοθετή-
σαντα Παναθήναια καὶ Εὐμένηα παρ’ ἑατοῦ, καὶ γενό-
μενον ἱερέα τῆς Ῥώμης καὶ καλλίστας ποιήσαντα θυ-
βίῳ ποιησάμενον ἐπιδόσεις τῇ πατρίδι, πάσης
ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς ἑαυτόν.
- Sardis 7,1 35
- Lydia : Sardeis
Δροῦσον Καίσ[αρα, Γερ]-
[μανι]κοῦ Καίσαρος υ[ἱὸν]
[Σεβαστοῦ ἔγονον], Γε[ρ]-
[μανικὸν — — —]
- Sardis 7,1 40
- Lydia : Sardeis
Ἀθηναίω̣ν τὸν ἑ[αυ]-
τῶν συνγενῆ·
Ἀπολλοδώρου τοῦ [Ἑρ]-
μίππου Μοιραγέν[ους],
φύσει δὲ Μητρο̣δ̣[ώρου]
- Sardis 7,1 44
- Lydia : Sardeis
[κ]αὶ κάλ[λ]ει, γυναῖκα δὲ Κλαυδί[ου Μη]-
νογένους τοῦ ἱερέως καὶ στρατ[ηγοῦ]
καὶ στεφανηφόρου, διά τε τὴν τ[οῦ γέ]-
νους ἀξίαν καὶ τῶν ἠθῶν ἣν ἐπ[εδεί]-
- Sardis 7,1 45
- Lydia : Sardeis
[της] Σκυθικῆς, τὸ[ν ἑαυτῶ]ν
[εὐε]ργέτην καὶ σ[ωτῆρα· λογι]σ-
[τεύ]ο̣ντος Κοίντ̣[ου Σουλπικί(?)]-
- Sardis 7,1 47
- Lydia : Sardeis
Τιβερίου Καίσαρος καὶ στρατηγὸν πρῶτον δὶς
καὶ ἀγωνοθέτην διὰ βίου· ἐνδείας δὲ γενομένης
κατὰ τὸν δῆμον μεγαλοψυχία χρησάμενος
- Sardis 7,1 48
- Lydia : Sardeis
[κ]α̣ὶ δὶς στρ[ατηγὸν πρῶτον, καὶ]
[τ]οῦ δήμ[ου γενόμενον τρὶς(?)]
[γρ]αμματέ[α καὶ δὶς(?) γυμνασί]-
[α]ρχ[ο]ν καὶ [πολλάκις(?) ἀργυρο]-
[τα]μίαν τῆ[ς φιλοσεβάστου γε]-
[ρο]υσίας, [— —c.15— —]
[․․]ς ἐπὶ τὸ [— — —]
[χο]ρηγεῖν ε[— — —]
[πρ]ογεγονό̣[τα — — —]
[․․] τε τῶν [— — —]
- Sardis 7,1 56
- Lydia : Sardeis
καὶ κατ’ ἐνιαυτὸν ἄχρι τοῦ περίεστ̣ιν ἑκάστῳ πολείτῃ
δηνάριον ἐπηνγελμένον καὶ δεδωκότα,
καὶ δίδοντα καὶ παρεσχημένον ὁμοίω[ς] ἑκάστῳ
- Sardis 7,1 63
- Lydia : Sardeis
[Πόπλ.] Αἴλ. Θεόδωρο[ν ․․․․]-
[․․α]ν̣ὸς ὁ ἐργεπισ[τάτης]
τῆς τε οἰκοδομήσ[εως καὶ]
δος καὶ ἑαυτοῦ ἐν [πᾶσιν]
εὐεργέτη[ν].
- Sardis 7,1 77
- Lydia : Sardeis
[λ]ῶ̣[ν] συ[νκλητι]κῶν συ[ν]-
[γε]ν̣ῆ, [τ]ῶ[ν π]ρώτων ἀ-
[γ]ώνων Χρυσανθίνω[ν]
- Sardis 7,1 78
- Lydia : Sardeis
[․․․․․․ο]υ̣, ἀπόγο[νος]
[γένους ὑ]πατικο[ῦ, ἀ]-
[γωνοθέτης] κὲ ἀθλοθ[έ]-
- Sardis 7,1 79
- Lydia : Sardeis
[ο]ς, Περγαμηνός, Κ[ορίνθιος, Ἀθηναῖ]-
ος, Ἀργεῖος, Λακεδ[αιμόνιος, Δελφός, Ἠ]-
[λ]εῖος, νεικήσας ἀ[γῶνας τοὺς πάντας]
Ἑλλάδος Ἀσίας Ἀλεξανδρεί[ας τοὺς ὑ]-
πογεγραμμένους· Ὀλύμπια ἐ[ν Πείσῃ],
Πύθια ἐν Δελφοῖς γʹ, Ἴσθμια εʹ, [Νέμεα],
νείκου παραδόξου καὶ Δημο[στράτου]
Ἡγεμονίδου πλειστονείκο[υ παραδό]-
ξου καὶ Δαμιανοῦ ξυστάρ[χου]
[τ]είᾳ μὲν Ἀλεξανδρέων ἰθ[α]-
[γ]ενεῖ, ξυσταρχίαις δὲ ταῖς
ὑπογεγραμμέναις·
Ῥώμης Καπιτωλίων,
- Sardis 7,1 88
- Lydia : Sardeis
β̣ασιλ̣[εὺς Εὐμένης(?) καὶ]
οἱ ἡγε[μόνες ἐκ λαφύρων]
τῶν αἱ[ρεθέντων Ἀρτέμιδι].
- Sardis 7,1 104
- Lydia : Sardeis
οἰκτρὰ μαραινομένην· ἀλλ’, ὦ ξένε, τόμ μ’ ὑπὸ τύμβωι
θέντα πόσιν μύθοις εὐλογέων παρίοις,
πιστὸν Ἀλεξάνδρου Ἀπολλώνιον, ὅς με δὶς [ὅσσον]
- Sardis 7,1 115
- Lydia : Sardeis
[—c.9—, μηνὸς Ἀ]π̣ελλαίου πέμπτ[ῃ ἀ]-
[πιόντος(?), Ἀλεξάνδ]ρα Μηνογένους
[ἐτῶν —ʹ].
- Sardis 7,1 140
- Lydia : Sardeis
menṭa[rius]
leg(ionis) X gẹ[m(inae) p(iae) f(idelis), a]-
gens cụ[ram]
custod(iae) [armo]-
- Sardis 7,1 152
- Lydia : Sardeis
[των ὄνησις εἴ]η̣ μήτε ὀμμάτων
[ὅρασις, αὐτῷ δὲ] ἐξώλη γένοιτο
[καὶ μετὰ θάνα]τον.
- Sardis 7,1 166
- Lydia : Sardeis
κὲ τοῦ αὐτῆς Αὐρ. Ζωτικοῦ Σαρδιανοῦ,
γερουσιαστοῦ, ἀρτοπώλου πολειτικοῦ.
- Sardis 7,1 197
- Lydia : Sardeis
(?) [Ἰουλίαι Αὐτοκράτορος Καίσαρος Σεβαστοῦ θυγατρί, γυναικὶ δὲ Μάρκου Ἀγρίπ]π̣α τοῦ Ἑλλ[ήνων τῶν ἐπὶ τῆς Ἀσίας εὐεργέτου]. (?)
- Sardis 7,1 199
- Lydia : Sardeis
[— — —τ]ων παρακ[— — —]
[— — — ἡγ]εμονία[ν — — —]
[— — —] καὶ ἰδία το[ῖς — — —]
- Sardis 7,1 207
- Lydia : Sardeis
[ἐτείμησ]εν Τ̣[—Name —]
[— — —]ν̣, ἡγε[μόνα — — —]
[— — — ἀν]θύπα[τον — — —]
- Sardis 7,1 214
- Lydia : Sardeis
[— — —]os [— — —]
[— — — ge]neruṃ [— — —].
[— — —]ου υἱὸς Ἐ̣π̣[— — —]
- Sardis 7,1 215
- Lydia : Sardeis
[— — — περὶ ὧ(?)]ν ἔσονται [ποιναὶ αἱ ἐν στήλαις]
[ἐπιγεγρ]α̣μμέ̣[ν]αι ἐν [τῷ ἡρῴῳ — — —]
— — —
- SEG 39:1290
- Lydia : Sardeis
πο[λ]ιτεί̣αν τῶν Σαρδιανῶν ἐν τῆι φιλί̣[α]ι̣ τοῦ δ[ή]-
μου τοῦ Ῥ̣ωμαίων διὰ παντὸς γεγονέναι
κ̣αὶ τὴ̣[ν — — —c.18— — —]ν̣ πίστιν το[ῖς]
τε ἐν [— — —c.23— — —] πεπραγ[μέ]-
νων εἰς τὴν ἡγεμονίαν [Ῥω]μ̣αίων· vac. ἀντὶ το[ύ]-
των ἁπάντων ἀρέσκ̣ε̣ι̣ α̣ὐ̣τ̣ο̣ῖς συνχωρεῖν ἃ ἐ-
- SEG 39:1289
- Lydia : Sardeis
— — —
[— — — ἡ] βασίλισ̣σα γέγρα[φεν — — —]
— — —ΕΝΕΙ τῶν περὶ Η̣ΜΑΣΕΙ— — —
- SEG 39:1287
- Lydia : Sardeis
μῶν πρ[εσβευταὶ ἀπέδωκαν ἡμῖν τὸ ψήφισμα ἐν ὧι]
ἐ̣γεγ[ράφειτε — — —c.29— — —]
γῆ[ς γὴ[ν? — — —]
- SEG 39:1286
- Lydia : Sardeis
— — —— — —c.14-15— — —Κ̣ΑΘ․․Α̣Σ̣ [ἀπ]αγγελο[ῦ]-
[σιν ὑ]μῖν καὶ οἱ πρεσβευταὶ περὶ τῶν αὐτῶν· ἔρρωσθε.
Λέοντος πολλὰς καὶ μεγάλας χρείας παρείσχηται vac.
τῶι δήμωι κοινῆι τε καὶ ἰδίαι ἕκαστον τῶν πολιτῶν εὐεργετῶν
καὶ πρεσβεύων πολλὰ συνκατεσκεύακεν τῶν πρὸς δόξαν
- SEG 39:1285
- Lydia : Sardeis
χωρήσαντες πάντα ἃ διέτε̣[ιν]εν πρὸς ἐπανόρθωσιν καὶ νῦν̣
προαιρούμενοι γενέσθαι ὑμᾶς ἐμ βελτίονι διαθέσει πεποήκαμεν τὰ
ἐνδεχόμενα· τοῖς τε γὰρ νέοις ἀποτετάχαμεν εἰς ἐλαιοχρίστιον
ἀγομέμενοις Λαοδικείοις ὑπὸ τῆς πόλεως ὑπάρχειν ὑμῖν ἀτέ-
λ̣ε̣ιαν ἐφ’ ἡμέρας τρεῖς κ̣α̣ὶ̣ πε̣ρ̣ὶ̣ π̣ά̣ν̣τ̣ω̣ν̣ γ̣ε̣γ̣ρ̣ά̣φ̣α̣μ̣ε̣ν π[ρὸς] Ζ̣ε̣ῦ̣ξ̣[ιν]
— — —
- SEG 39:1284
- Lydia : Sardeis
πρεσβευταὶ ἀπέδωκαν τὸ ψήφισμα καθ’ ὃ τέμενός τε Λαοδίκειον ἀνεῖναι
ψηφίσαισθε καὶ βωμὸν ἱδρύσασθαι, ἄγειν δὲ καὶ πανήγυριν Λαοδίκεια
καθ’ ἕκαστον ἔτος ἐν τῶι Ὑπερβερεταίωι μηνὶ τῆι πεντεκαιδεκάτηι
καὶ πονπὴν καὶ θυσίαν συντελεῖν Διὶ Γενεθλίωι ὑπὲρ τῆς τοῦ ἀδελφοῦ
ἡμῶν βασιλέως Ἀντιόχου καὶ τῆς ἡμετέρας καὶ τῶν παιδίων vac.
[καὶ πειρασό]μεθα ἀεί τι ἀγαθὸν συνκατασκευάζειν τῆι πό-
[λει· ἀπαγγελ]ο̣ῦσι δὲ περὶ τούτων καὶ οἱ πρεσβευταί. vac.
θϟʹ ἔτους, Πανήμου ιʹ
- SEG 39:1283
- Lydia : Sardeis
διορθώσεσθε ἐν ἔτεσιν τρισίν, ε̣[ὐ]θ̣έ̣[ω]ς δὲ καὶ ξυλὴν
εἰς τὸν συνοικισμὸν τῆς πόλεως κόψαι καὶ ἐξαγαγέσθαι
ἐκ τῶν ἐν Ταρανζοις ὑλῶν καθ’ ἂν συνκρίνῃ Ζεῦξις· vac.
ἐπὶ τὴν πολιτικὴν καὶ τὸ γυμνάσιον ὧι πρότερον ἐχρῆσθε
συντετάχαμεν ἀποκαταστῆσαι ὑμῖν καὶ γεγράφαμεν
περὶ πάντων πρὸς Ζεῦξιν καὶ Κτησικλῆν· ὑπὲρ αὐτῶν δὲ
τούτων ἀπαγγελοῦσιν ὑμῖν καὶ οἱ περὶ Μητρόδωρον· vac.
ἔρρωσθε. θϟʹ, Ξανδικοῦ εʹ.
- SEG 37:1004
- Lydia : Sardeis
βασιλ[έα Ἀντίοχον βασιλέως Σελεύκου]
οἱ ἡγε[μόνες μετὰ τῶν ὑπ’ αὐτοὺς στρατιω]-
τῶν αἱ[ρέσεως ἕνεκεν καὶ ἀνδραγαθίας].
- SEG 37:1003[2]
- Lydia : Sardeis
[τῶν λοιπῶν ἁπάντων καὶ τοὺς φόρους τοὺς ἐπιβάλλον]-
τας αὐτ̣[ο]ῖ̣ς [ἐκ τῶν γεν]ημάτων κατ̣’ ὅλ[ου μή τελεῖν εἰς]
[τὸ] βασιλικ[όν· ἐὰν μέρος] τ[ι τ]ῶν [ἐπιβαλλόντων κατ’ ἐνι]-
- SEG 36:1099
- Lydia : Sardeis
[θαῦμ]α μ’ ἔχει πόθεν ἔργον ․․․ΑΤΟ γαῖα
[δώμ]ατος ὑ[ψ]ορόφου χρυσαυγέος ἀπλέτ[ου ․․]
․․Ρ̣ΟΝΙΒ̣ΟΥ․․․ΕΣΚΕΠ․․․ τὸ γῆ[ρ]ας
Μ̣[εμ]νόνιος πάτρης γενέ̣τ̣η̣[ς] νῦ[ν]
ὡς ἴδεν ὡς κόσμ[ησε․․․ αὐ]τίκα τεῦξεν vac.
- SEG 36:1095
- Lydia : Sardeis
[Α]ὐτοκ[ράτορι Καίσαρι Μ(άρκῳ)] Αὐρ(ηλίῳ) Ἀντωνεί[νῳ ․․․]
Καί〚σαρι Πο(πλίῳ) Σεπτιμίῳ Γέτᾳ Σεβασ〛τῷ σὺν παντὶ ο̣[ἴκῳ τῶν Σεβαστῶν ․․․]
ΑΣΕΡ̣․․․․ΝΗΣ βασιλείας καὶ τῆς διην[ε]κοῦς καὶ ἀνεικήτ[ου ․․․]
- SEG 36:1092
- Lydia : Sardeis
Αὐτοκράτορα τὸν Τιβερίου
Κλαυδίου Γερ-
μανικοῦ Καίσα-
πόλεως κτίστης(!)
καὶ εὐεργέτην τοῦ
κόσμου εὐσεβεί-
καθιέρωσεν,
ἐργεπιστ̣α̣τ̣ή̣σ̣α̣ν̣τ̣ο̣ς̣
Τιβ̣[ερίου Κλαυδίου]
- SEG 36:1087
- Lydia : Sardeis
διορθώσεσθε ἐν ἔτεσιν τρισίν· ἔ̣π̣ε̣ι̣τ̣α̣(?) δὲ καὶ ξύλην
εἰς τὸν συνοικισμὸν τῆς πόλεως κόψαι καὶ ἐξαγαγέσθαι
ἐκ τῶν ἐν Ταράνζοις ὑλῶν καθ’ ἃν συνκρίνῃ Ζεῦξις·
ἐπὶ τὴν πολιτικήν· καὶ τὸ γυμνάσιον ὧι πρότερον ἔχρησθε
συντετάχαμεν ἀποκαταστῆσαι ὑμῖν· καὶ γεγράφαμεν
περὶ πάντων πρὸς Ζεῦξιν καὶ Κτησικλῆν· ὑπὲρ αὐτῶν δὲ
τούτων ἀπαγγελοῦσιν ὑμῖν καὶ οἱ περὶ Μητρόδωρον.
ἔρρωσθε. vac. θϟʹ, Ξανδικοῦ εʹ.
- SEG 26:1316
- Lydia : Sardeis
θαῦμα μ’ ἔχει πόθεν ἔργον — — — γαῖα
δώματος ὑψορόφου χρυσαυγέος ἀπλέτ[ου — — —]
— — — τὸ γῆρας — — —
— — —νονιος πάτρης γενέτη[ς — — —].
ὡς ἴδεν ὡς κόσμ[ησε — — — αὐ]τίκα τεῦξεν