74982 matches in 23018 texts. | 20801-20900 20901-21000 21001-21100 21101-21200 21201-21300 21301-21400 21401-21500 21501-21600 21601-21700 21701-21800 |
11943 | 0.9243% | Attica (IG I-III) |
2221 | 0.8862% | Peloponnesos (IG IV-[VI]) |
13209 | 2.0743% | Central Greece (IG VII-IX) |
1643 | 0.9233% | Northern Greece (IG X) |
1514 | 0.7452% | Thrace and the Lower Danube (IG X) |
622 | 0.7441% | North Shore of the Black Sea |
15046 | 1.3215% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
21511 | 1.7573% | Asia Minor |
254 | 0.8651% | Cyprus ([IG XV]) |
1198 | 1.9746% | Greater Syria and the East |
2884 | 1.2918% | Egypt, Nubia and Cyrenaïca |
180 | 1.0290% | North Africa |
2742 | 1.9866% | Sicily, Italy, and the West (IG XIV) |
15 | 0.0607% | Upper Danube |
- Pan du désert 84
- Egypt and Nubia
[βασιλεῖ Πτολ]εμαίωι καὶ
[βασιλίσσηι Ἀρ]σινόηι, θεοῖς
[Φιλοπάτορσι, κ]αὶ Διονύσωι
- Pan du désert 86
- Egypt and Nubia
γὴν τῆς πολυτ[ε]λοῦς λιθείας καὶ ἐπὶ τῶν
πλῶν καὶ παρεξόμενος τὴν ἀσφάλειαν το[ῖς]
κατακομίζουσι ἀπὸ τοῦ κατὰ Κόπτον ὄρου[ς]
τὰ λιβανωτικὰ φορτία καὶ τἆλλα ξένια̣
Πανὶ Εὐόδωι καὶ τοῖς ἄλλοις θεοῖς
πᾶσι καὶ πάσαις, (ἔτους) μαʹ, Θὼθ ιʹ.
- Paneion d'el-Kanaïs 8
- Egypt and Nubia
ω̣ι̣, ὃ̣ς̣ δ̣ι̣έσωισεν | Τρωγο̣δ̣υτῶν με [ἐκ]
γῆς, πολλὰ παθόντα πόνοις | δισσοῖς, Σ̣[μυρνο]-
φόρου θ’ ἱερᾶς̣ Κ̣ο̣λοβῶν τ̣ε̣ ἀπὸ — — — | σώισᾳς̣ [δὲ(?) ἐν πε]-
θῆκας ἑλισσ[ομ]έναις ἐνὶ πόντωι, | συρίζων
λ̣ιγυροῖς πνεύ̣μασιν ἐγ δονάκ[ων] | μ̣έχ̣ρ̣ι κ̣α̣ὶ εἰ[ς]
[λιμ]ένα Πτολε̣μ̣αΐδος ἤγαγες αὐτὸς | σ̣αῖσι κ̣[υ]-
- Paneion d'el-Kanaïs 12
- Egypt and Nubia
[— — —]. ὤ̣φελε Πὰν συνπαρα-
[γέ]νε̣σ̣[θαι — — — καὶ] τοῖς
— — — — — — — — — — — — — — —
- Paneion d'el-Kanaïs 59bis
- Egypt and Nubia
[τιώτ]ης χώρτης αʹ Λυσιτα-
[νῶν] (ἑκατοντα)ρχ(ίας) Σερήνου ἐν ὀνίροις
[ἤκουο]ν "τὸ συνπόσι(ο)ν ποίησαι
- Philae 6
- Egypt and Nubia
[Σ]αράπιδ̣ι̣, Ἴ̣σιδι, θεοῖς Σωτῆ̣ρσ[ι]ν,
[Ἕ]ληνος̣ ․․οιρίωνος Ἡφαισ̣τ̣ι̣ε̣ὺ̣ς̣
- Philae 12bis
- Egypt and Nubia
[βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι θεοῖς Φιλομήτορσι]
[χαίρειν οἱ ἱερεῖς τοῦ ἐν Φίλαις Μονδουλεύου θεοῦ μεγίστου. ἐπειδὴ]
ἑρίων ὁλκῆς τάλαντα δύο δια[— — — — — — — — — — — — — — — — — — — —]
ταξαμένοις, ἵν’ ἔχωμεν εἰς τά[ς τε θυσίας καὶ τὰς σπονδὰς ἐν τῶι τοῦ]
Μονδουλεύου θεοῦ μεγίστου [ἱερῶι καὶ εἰς τἆλλα τὰ νομιζόμενα ἐν τοῖς κατὰ]
Φίλας τόποις ὑπέρ τε σοῦ καὶ [τῆς βασιλίσσης καὶ τῶν τέκνων καὶ τῶν προγό]-
νων σοῦ· νυνὶ δὲ προαιρούμε[νοι τάς τε θυσίας καὶ τὰς σπονδὰς ἀνα]-
κατὰ μῆνα τὰ προκείμενα μηθὲν π[αραλείπων φροντίδος μητ’ εὐνοίας]
καὶ ἵνα ἡμῖν κατακολουθῆι τοῖς ἔτι [πρότερον ἐπικεχωρημένοις ὑπ’ αὐτοῦ]
καὶ νῦν προστεταγμένοις· τού[του δὲ γενομένου, ἐσόμεθα ἡμεῖς τε καὶ]
τὸ ἱερὸν πεφιλανθρωπημένοι. εὐ[τύχει].
- Philae 13
- Egypt and Nubia
[— — — — — — τῶν ὁμοτίμων τοῖς]
πρώτοις φίλοις καὶ διοικητὴν,
εὐνοίας ἕνεκεν ἧς ἔχων διατελεῖ
- Philae 15
- Egypt and Nubia
[βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι]
[ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ θεοῖς]
[Εὐεργέταις κ]αὶ τοῖς ἐν Φ̣ί̣[λαις καὶ ἐν τῶι Ἀβάτωι θεοῖς]
[πᾶσι καὶ πάσαι]ς ὑπὲρ Β[οήθου τοῦ Νικοστράτου?]
- Philae 16
- Egypt and Nubia
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι
[Κ]λεοπάτραι τῆι γυναικὶ, θεοῖς Εὐεργέτ(αις),
καὶ τοῖς τούτω̣ν τέκνοις, [Ε]ἴσιδι, Σαράπ[ιδι].
- Philae 18
- Egypt and Nubia
[τῆς γυναικὸς θεῶν Εὐεργετ]ῶν καὶ τῶν τέκνων αὐτῶν Ἴσιδι
[τῆι ἐν Φίλαις καὶ ἐν τῶι Ἀ]βάτωι καὶ τοῖς ἄλλοις πᾶσι καὶ
[πάσαις θεοῖς ἐπ’ ἀγα]θ̣ῶι τοὺς βωμοὺς καὶ σπονδεῖο[ν] ․․․
- Philae 19
- Egypt and Nubia
[βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα]
[ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ τοῖς ἱερεῦ]-
[σι τῆς ἐν τῶι Ἀβάτωι καὶ ἐν Φίλαις Ἴσιδος καὶ θεῶν]
τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι-
κί, θεοῖς Εὐεργέταις, χαίρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά-
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι-
κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά-
ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας,
καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ
λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι
τοὺς καθήκοντας περὶ τούτων χρηματισμούς, ἐν οἷς
ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἧι ἀναγράψομεν
ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν
τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι·
εὐτυχεῖτε.
- Philae 40
- Egypt and Nubia
Ὥ[ρου(?) πα]ρὰ [τῇ κυρίᾳ] Ἴσιδι
Κ— — — — — — — — — — —Υ̣ϹΥΝΟΙϹ
Α— — — — — — — — — —
- Philae 55
- Egypt and Nubia
τὸ προσκύνημα̣ παρὰ τῇ κυ-
ρίᾳ Ἴσιδι καὶ τοῖς συννάοις θε-
οῖς Θεόδοτος Ἀγησιφῶντος
Ἀχα̣ιὸς̣ ἀπὸ Πατρῶν πε̣ποί-
- Philae 63
- Egypt and Nubia
πὲρ Γαίωνος τοῦ νεωτέρου υἱοῦ —— ἔ-
τι δὲ καὶ σὺν τοῖς φίλοις καὶ συν-
αποδήμοις Συμμάχωι, Εὐμένει,
Ἀπολλωνίωι Χάρητος καὶ υἱῶι Ἀπελλᾶι,
καὶ Ἀ̣π̣ί̣ω̣ν̣ι̣ — — — καὶ — — — καὶ [τοῖς]
κεντορίωσι Ῥούφωι, Δημητρίωι, Νίγρωι,
- Philae 64
- Egypt and Nubia
τούτων τέκν[ων Χ]νούβιδι Ἴσιδι Ἥραι Ἀθηνᾶ̣[ι]
καὶ τοῖς ἐν τῶι Ἀ[βά]τωι θεοῖς Ἑρμίας
Πλάτωνος Ζήνε[ιος] τῶν πρώτων φίλων
- Philae 128
- Egypt and Nubia
περάρας τὸν καταράκτην, ἀβάτου στρατία[ις τῆς χώρ]ας πρὸ αὐτοῦ γενομένης, καὶ σύμπασαν τὴ[ν]
Θηβαΐδα μὴ ὑποταγεῖσαν τοῖς βασιλεῦσιν, [ὑποτάξ]ας, δεξάμενός τε πρέσβεις Αἰθιόπων ἐν Φί-
λαις καὶ προξενίαν παρὰ τοῦ βασιλέως λ[αβών, τύ]ραννόν τε τῆς Τριακοντασχοίνου τοπαρχία[ς]
μιᾶς ἐν Αἰθιοπίαι καταστήσας, θεοῖς πατ[ρῴοις, Ν]είλῳ συνλήπτορι χαριστήρια.
- Philae 144
- Egypt and Nubia
[μναμεῖον] ἁγνὸν ἐνεκόλαψεν ἱαρῶ
[τοίχοισι(?) σε]π̣τοῖς(?), τὰς καλὰς δρακὼν Φίλας.
— — — — — —ΩΙ μὴ συνέζευκται, ξένε,
— — — — — —ΑϹΤΩΩ τὰ πρὸς θεοῖς
— — — — — —Ι οὐδὲ κάρφος ἐβλάβη
— — — — — —ΙΑΓΝΩϹΙϹ ε[ὖ] δ’ ἔχοι τύχαι
— — — — — —Ϲ̣ καὶ θεοῖς τ[ιμ]ώμενος
— — — — — —Ο̣ΙϹ καὶ καὶ κα[λὰ] σώζοι Κύπρις.
- Philae 146
- Egypt and Nubia
καὶ στρατηγοῦ παρὰ τῆι μεγίστηι
θεᾶι Ἴσιδι τῆι ἐν Φίλαις καὶ παρὰ τοῖς
ἐν τῶι Ἀβάτωι θεοῖς καὶ τῶν παρ’
ἐμοῦ πάντων.
- Philae 158
- Egypt and Nubia
αἰὲν ἔτος σώζει Καίσαρος εὐτυχίαις.
χαῖρε, ἄνασσα φίλα, χαίροις θ’ ἅμα καὶ σύ, Σάραπι,
γαῖαν ἐναντιπέρα ναίων, Ἄβατον πολύσεμνον,
- Philae 159
- Egypt and Nubia
ἷκτο, Συηναίας ἑσμὸν ἄγων στρατιᾶς,
ἃ πανεορτεύουσα νέοις ἐγάνωσεν ἰάκχοις
Εἶσιν ἐκσῴζειν κόσμον ἐπισταμέναν.
- Philae 168
- Egypt and Nubia
ὁμοῦ σὺν Φήλικι καὶ Ἀπολλωνίῳ ζωγράφῳ,
χρησμοῖς Ἀπόλλωνος ἀνικήτοιο ἄνακτος,
σπονδῶν καὶ θυσιῶν ἕνεκα ἐνθάδ’ ἱκόντες,
- Philae 180
- Egypt and Nubia
ποιῶ, παρὰ τῇ μυριωνύμῳ Ἴσιδι
Φιλῶν καὶ Ἀβάτου καὶ τοῖς συν-
νάοις θεοῖς, καὶ ὅλου τοῦ οἴκου·
ηʹ, Τῦβι αʹ.
- Philae 183
- Egypt and Nubia
Π[ετεφάϋτος(?)], μητρὸς Σεν[ν]ῦρις
[παρὰ τῷ] κυρίῳ Ὀσίρει καὶ Ἴσιδι θεοῖς
[μ]εγίστοις.
- Philae 249
- Egypt and Nubia
[καὶ τῆς ἀδ]ελ̣φῆ[ς] σὺν τέκ-
[νοις παρὰ τῇ κ]υρίᾳ Ἴ-
σ̣ιδι καὶ Σα̣[ράπιδι — — —]
- Philae 268
- Egypt and Nubia
[παρὰ τῆι] θεᾶι μεγίστηι Ἴσιδι καὶ
παρὰ τοῖς ἐν τῶι Ἀβάτωι θεοῖς·
(ἔτους) βʹ, Μεχεὶρ αʹ.
- Portes du désert 23
- Egypt and Nubia
Ἁρβάκτ[ει κ]αὶ τοῖς ἄλλοις το[ῖς] ἐν [να]-
[ῶι θε]οῖς Ἡρώιδης τῶν διαδόχω[ν]
[κ]αὶ ἡγεμὼν ἐπ’ ἀνδρῶν καὶ ἐπ[ί]-
- Portes du désert 25
- Egypt and Nubia
Μάρκου Κλωδίου Ποστόμου ἐπιστρατήγου, Τρύφωνος στρατηγοῦντος, οἱ ἀπὸ τῆς μητροπόλεως
καὶ τοῦ νομοῦ τὸ πρόπυλον Ἴσιδι θεᾶι μεγίστηι καὶ τοῖς συννάοις θεοῖς, ἔτους λαʹ Καίσαρος, Θωὺθ Σεβαστῆι.
- Portes du désert 28
- Egypt and Nubia
ἡγεμόνος καὶ Αὔλου Φωλμίου Κρίσπου ἐπιστρατήγου〛, Σαραπίωνος Τρυχάμβου στρατηγοῦντος, οἱ ἀπὸ τῆς μητρ-
οπόλεως καὶ τοῦ νομοῦ τὸ πρόναον Ἀφροδείτηι θεᾶι μεγίστηι καὶ τοῖς συννάοις θεοῖς, [(ἔτους) ․․ʹ] Τιβερίου Καίσαρος [— — —].
- Portes du désert 34
- Egypt and Nubia
[— — — — — Γερμαν]ικοῦ Δακικ̣[οῦ]
[— — — — — — — κ]αὶ τοῖς συν[νάοις]
[θεοῖς ἐπὶ — — — —] τοῦ Γερμα— — — —
— — —οις — — —
— — — ἐπάρχ[ου — — —]
- Portes du désert 86
- Egypt and Nubia
[ἐπ]ὶ̣ τοῖς εὐτυχεστάτοις καιρ̣[οῖς]
[τ]ο̣ῦ κυρίου ἡμῶν Αὐτοκράτορο[ς]
νις β(ενεφικιάριος) τὸν κῆπον ἐκ θεμελίου ἀνῳ-
κοδόμησεν καὶ ἐζωγράφησεν σὺν τοῖς
φυτοῖς, ἐποίησεν ἐκ τοῦ ἰδίου
ἐπ’ ἀγαθῶι.
- Portes du désert 89
- Egypt and Nubia
Διὶ Ἡλίῳ μεγάλῳ
Σαράπιδι καὶ τοῖς συννάοις
θεοῖς αὐτὸν τὸν Πολιέα Σάραπ[ιν]
Μ(άρκος) Αὐρ(ήλιος) Ὠριγένης ὁ καὶ Ποτάμων
- Portes du désert 91
- Egypt and Nubia
ὑπὲρ εὐχῆς τῶν ἀνγέλων Ἐμεσηνοὶ ἀνέθηκαν·
νόοις τὸν ἀρχ̣ειερέα Διονῦσιν ἐν τῇ καλῇ ἡμέρᾳ μνῆσθη
Ἀραβία· Βάσος ἔγραψεν μεγάλῃ τύχῃ τῶν ἀνγέλων·
- Portes du désert 104
- Egypt and Nubia
βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμαῖος, θεοὶ μεγάλοι Φιλομήτορες
[καὶ Σωτῆρ]ες, καὶ τὰ τέκνα, Ἀροήρει θεῶι μεγίστωι καὶ τοῖς συννάοις θεοῖς.
- Prose sur pierre 3
- Egypt and Nubia
ἔδοξεν τοῖς τεχνίταις τοῖς περὶ τὸν
Διόνυσον καὶ θεοὺς Ἀδελφοὺς καὶ τοῖς
τὴν σύνοδον νέμουσιν, στεφανῶσαι
Διόνυσον καὶ θεοὺς Ἀδελφούς,
ἀναγ[ορε]ῦσαι δὲ τὸν στέφανον τοῖς
Διονυσίοις καὶ ἀναγραφῆναι [τὸ]
ψήφισ[μα] τόδε εἰς στή[λ]ην [καὶ] ἀναθεῖναι
- Prose sur pierre 4
- Egypt and Nubia
ἐν ταῖς ἀρχα[ιρεσίαις μέχρι βίας καὶ] ἀσ[ε]βείας, προεληλυθότας,
ἐπέστησαν τῆι κακ[ίαι, κολάζοντ]ε[ς τοῖς] ἐκ τῶν νόμων ἐπιτίμοις,
δι’ ὃ συμβέβηκεν τὴν πό[λ]ι[ν εὐνομωτέραν γεγο]νέναι· [εἶτα] καὶ ἐψηφίσαν[το]
ἐξ ἐπιλέκτων ἀνδρῶν τὴν βουλὴν [καὶ τὰ] δικαστή[ρια αἱρεῖσ]θαι· ἐφ’ ο[ἷς̣]
παροξυνόμενοι οἱ νεώτεροι καὶ οἱ ἄλλοι π[ολῖτ]αι ο[ἱ] αἱρο[ύμενοι] βέλτιον π[ολι]-
- Prose sur pierre 5
- Egypt and Nubia
ἀξίως τῆς πόλεως, καὶ ἰδίαι δὲ ἐκά̣[στων τῶν]
πολιτῶν καὶ κοινῆι ἐν τοῖς καθ’ αὑ̣[τὸν]
διετέ̣[λει παρ]ε̣χόμενος ἐν ΑΠΟΔ̣— — —
- Prose sur pierre 6
- Egypt and Nubia
ἔδοξεν τεχνίταις τοῖς περὶ τὸν Διόνυσον καὶ
θεοὺς Ἀδελφούς· ἐπειδὴ Λυσίμαχος Πτολεμαίου
θεοὺς εὐσεβῶς καὶ ὁσίως διακείμενος τυγχάνει,
τοῖς τε τεχνίταις φιλανθρώπως ἅπαντα χρῆται,
καὶ κατ’ ἰδίαν ἑκάστου καὶ κατὰ κοινὸν πάντων ἀντι-
Λυσίμαχον κιττοῦ στεφάνωι κατὰ τὰ πάτρια
τῇ ιαʹ τοῦ Περιτίου μηνὸς τοῖς Διονυσίοις ἀρετῆς
ἕνεκα καὶ εὐσεβείας τῆς εἴς τε βασιλέα Πτολεμαῖον
δοῦναι τὸν οἰκονόμον Σωσίβιον.
Ζώπυρος ὁ πρὸς τοῖς ἱεροῖς τῆς τριετηρίδος καὶ
ἀμφιετηρίδος καὶ τούτου ἀδελφοί.
- Prose sur pierre 7
- Egypt and Nubia
[τ]ὸν πολίτην τῆς Πτολεμαιέων πόλεως,
[δ]εδόσθαι δ’ αὐτῶι καὶ ἐγγόνοις σίτησιν
[ἐ]μ πρυτανείωι διὰ βίου κα[ὶ] προεδρίαν ἐν τοῖς
ἀγ̣ῶσιν, καὶ τοὺς πρυτάνεις καταχωρίσαι
- Prose sur pierre 8
- Egypt and Nubia
καὶ χορηγίας, καὶ τὰ ἐξενεγχθέντα ἐκ τῆς χώρας ἱερὰ ἀγάλματα ὑπὸ τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγυπτον καὶ ἀπέδωκεν [εἰς τὰ ἱερά, ὅθεν]
ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν [τῆι χώραι πᾶσιν]
καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐνλιπέστερον ἀναβάντος καὶ πάντων τῶν [ἐν τῆι χώραι]
καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβρο[χίαις περι]-
πεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμονικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνο[ηθέντες],
οὐκ ὀλίγας δὲ τῶν προσόδων ὑπεριδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ̣[ψάμενοι]
εἰς τὴν χώραν τιμῶν μειξόνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς μέγιστον ὑπόμνημα καταλείποντες [τοῖς τε νῦν]
οὖσιν καὶ τοῖς ἐπιγινομένοις, ἀνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλείαν καὶ δώσουσιν τἄλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδό[χθαι τοῖς]
κατὰ τὴν χώραν ἱερεῦσιν τὰς τε προυπαρχούσας τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν, θε[οῖς Ἀδελφοῖς],
καὶ τοῖς προγόνοις, θεοῖς Σωτῆρσιν, αὔξειν, καὶ τοὺς ἱερεῖς τοὺς ἐν ἐκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν, καὶ ἐν̣[γράφεσθαι]
ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φοροῦσιν προσενκολάπτεσθαι καὶ τὴν ἱερεωσύνην τῶν Εὐεργετῶν θεῶν, προσαποδει[χθῆναι] δὲ πρὸς ταῖς [νῦν ὑπαρχούσαις]
τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην ἣ προσονομασθήσεται πέμπτη φυλὴ τῶν Εὐεργετῶν θεῶν· ἐπεὶ καὶ σῦν τῆι ἀγαθῆι τύχ[ηι καὶ τὴν]
γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ [τὴν φυλὴν]
ταύτην καταλεχθῆν̣αι τοὺς ἀπὸ τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει καὶ το[ὺς τούτων]
τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶ[ν Εὐεργετῶν]
θεῶν ἄλλων πέντε· μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν, τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχο̣[ν αὐτῆς εἶναι],
καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσσάρων φυλῶν ὑπάρχει· καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψ̣ή̣[φισμα ἥ τε πέμπτη]
καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτελεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν παν[ήγυριν δημοτελῆ]
ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, τῆι ἡμέραι ἐν ἧι ἐπιτέλλει τὸ ἄστρον τὸ τῆς Ἴσ[ιος], ἣ ν[ομίζεται διὰ τῶν]
ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι ἐνάτωι ἔτει νουμηνίαι τοῦ Παυνὶ μηνός, ἐν ὧι καὶ τὰ μικρὰ Βουβάστια καὶ τὰ μεγάλα Βουβάστια ἄγ̣εται [καὶ ἡ συναγωγὴ τῶν]
ἑορτῶν τῶν ἀγομένων ἐν τῶι χειμῶνι ἄγεσθαί ποτε ἐν τῶι θέρει, τοῦ ἄστρου μεταβαίνοντος μίαν ἡμέραν διὰ τεσσάρων ἐτῶν, ἑτέρας δὲ τῶν νῦν ἀγομένων ἐν τῶ̣[ι θέρει]
ἄγεσθαι ἐν τῶι χειμῶνι ἐν τοῖς μετὰ ταῦτα καιροῖς, καθάπερ πρότερόν τε συμβέβηκεν γένεσθαι καὶ νῦν ἂν ἐγίνετο, τῆς συντάξεως τοῦ ἐνιαυτοῦ μενούσ[ης ἐκ τῶν]
τριακοσίων ἑξήκοντα ἡμερῶν καὶ τῶν ὕστερον προσνομισθεισῶν ἐπάγεσθαι πέντε ἡμερῶν, ἀπὸ τοῦ νῦν μίαν ἡμέραν ἑορτὴν τῶν Εὐεργετῶν θεῶν ἐπάγεσ[θαι διὰ]
οἳ μέγα μεν πένθος ἐπὶ τῶι συμβεβηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσείριος [ἐν τῶι]
ἐν Κανώπωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀ[λ]λὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμιωμένοις ὑπάρχει· καὶ ἡ ἀναγω[γὴ τοῦ]
ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ ἑνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοιάχ, τῶν ἐκ τῶν πρώτων ἱερῶν πάντων [θυσίας]
αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄπει καὶ Μνηύει εἰθισμένον ἐστιν γίνεσθ[αι],
δεδόχθαι συντελεῖν τῆι ἑκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς αἰδίους ἐν ἅπασι τοῖς κατὰ τὴν χώραν ἱεροῖς· καὶ [ἑπεὶ εἰ]ς̣ θεο[ὺς μετῆλθεν]
ἐν τῶι Τυβὶ μηνί, ἐν ὧιπερ καὶ ἡ τοῦ Ἡλίου θυγάτηρ ἐν ἀρχῆι μετήλλαξεν τὸν βίον, ἣν ὁ πατὴρ στέρξας ὠνόμασεν ὁτὲ μὲν βασιλείαν ὁτὲ δὲ ὅ[ρασιν αὐτοῦ, καὶ ἄγουσιν]
αὐτῆι ἑορτὴν καὶ περίπλουν ἐν πλείοσιν ἱεροῖς τῶν πρώτων ἐν τούτωι τῶι μηνί, ἐν ὧι ἡ ἀποθέωσις αὐτῆς ἐν ἀρχῆι ἐγενήθη, συντελεῖν καὶ [βασιλίσσηι Βερενίκηι τῆι]
ἐκ τῶν Εὐεργετῶν θεῶν ἐν ἅπασι τοῖς κατὰ τὴν χώραν ἱεροῖς ἐν τῶι Τυβὶ μηνὶ ἑο̣ρτὴν καὶ περίπλουν ἐπὶ ἡμέρας τέσσαρας ἀπὸ ἑπτακαι[δεκάτης, ἐν ἧι ὁ περίπλους]
καὶ ἡ τοῦ πένθους ἀπόλυσις ἐγενήθη αὐτῆι τὴν ἀρχήν· συντελέσαι δ’ αὐτῆς καὶ ἱερὸν ἄγαλμα χρυσοῦν διάλιθον ἐν ἑκάστωι τῶν πρώτων κ[αὶ δευτέρων ἱερῶν, καὶ]
καθιδρῦσαι ἐν τῶι ἁγίωι, ὃ ὁ προφήτης ἤ τις τῶν εἰς τὸ ἄδυτον εἱρημένων ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκά̣[λα]ι̣ς ὅταν αἱ [ἐξοδείαι καὶ πανηγύρεις]
τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων· εἶναι δὲ τὴ̣[ν ἐπιτιθεμένην βασιλείαν]
παρθένους τῶν ἱερέων ἄλλο ἄγαλμα Βερενίκης ἀνάσσης παρθένων, ὧι συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἄλλα τὰ συντελούμενα νόμιμα τῆι ἑορτ[ῆι ταύτηι. ἐξεῖναι δὲ]
κατὰ ταὐτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· ὑμνεῖσθαι δ’ αὐτὴν καὶ ὑπὸ τῶν ἐπιλεγομένων ἱερῶν παρ[θένων καὶ τὰς χρείας]
παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βασιλείας τῶν θεῶν, ὧν ἱερείαι νομίζονται εἶναι· καὶ ὅταν ὁ πρώιμος σπόρος παραστῆι, ἀναφέρε̣[ιν τὰς ἱερὰς παρθένους]
στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ· αἴδειν δ’ εἰς αὐτὴν καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν [τούς τε ὠιδοὺς ἄνδρας]
καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γράψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τὰ ἀντίγραφα καταχωρισθήσεται εἰς τὰς ἱερ[ὰς βύβλους· καὶ, ἐπειδὴ]
τοῖς ἱερεῦσιν δίδονται αἱ τροφαὶ ἐκ τῶν ἱερῶν, ἐπὰν ἐπαχθῶσιν εἰς τὸ πλῆθος, δίδοσθαι ταῖς θυγατράσιν τῶν ἱερέων ἐκ τῶν ἱερῶν προσόδων, ἀφ’ ἧ̣[ς ἂν ἡμέρας γένωνται]
τὴν συγκριθησομένην τροφὴν ὑπὸ τῶν βουλευτῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι κατὰ λόγον τῶν ἱερῶν προσόδων· καὶ τὸν διδόμενον ἄρτον ταῖ̣[ς γυναιξὶν τῶν ἱερέων]
ἔχειν ἴδιον τύπον καὶ καλεῖσθαι Βερενίκης ἄρτον. ὁ δ’ ἐν ἑκάστωι τῶν ἱερῶν καθεστηκὼς ἐπιστάτης καὶ ἀρχιερεὺς καὶ οἱ τοῦ ἱεροῦ γραμματεῖς [ἀναγραψάτωσαν]
τοῦτο τὸ ψήφισμα εἰς στήλην λιθίνην ἢ χαλκῆν ἱεροῖς γράμμασιν καὶ Αἰγυπτίοις καὶ Ἑλληνικοῖς καὶ ἀναθέτωσαν ἐν τῶι ἐπιφανεστάτωι [τόπωι τῶν τε]
πρώτων ἱερῶν καὶ δευτέρων καὶ τρίτων, ὅπως οἱ κατὰ τὴν χώραν ἱερεῖς φαίνωνται τιμῶντες τοὺς Εὐεργέτας θεοὺς καὶ τὰ τέκνα αὐτῶν, καθάπ[ερ δίκαιόν ἐστιν].
- Prose sur pierre 9
- Egypt and Nubia
τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγ̣[υπτο]ν̣ καὶ ἀπέδωκεν εἰς τὰ ἱερά, ὅθεν ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε
χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆ[ς π]ρ̣ὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν τῆι χώραι
πᾶσιν καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐλλιπέστερον ἀνα-
βάντος καὶ πάντων τῶν ἐν τῆι χώραι καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν
ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβροχίαις περιπεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμο-
νικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνοηθέντες, οὐκ ὀλίγα δὲ τῶν προσόδων ὑπερ-
ιδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων̣ [σ]ωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ-
ψάμενοι εἰς τὴν χώραν τιμῶν μ̣ε̣ι̣ζ̣όνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς
μέγιστον ὑπόμνημα καταλείποντες τοῖς τε νῦν οὖσιν καὶ τοῖς ἐπιγινομένοις. ἁνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλεί-
αν καὶ δώσουσιν τἆλ̣[λ]’ ἀ̣γ̣αθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον. ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς κατὰ τὴν χώραν ἱερεῦσιν τάς τε προϋπαρχούσας
τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν θεοῖς Ἀδελφοῖς καὶ τοῖς προγόνοις
θεοῖς Σω̣[τῆρ]σ̣ιν αὔξειν, καὶ τοὺς ἱερεῖς τοὺς ἐν ἑκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν καὶ ἐνγράφε-
σθαι [ἐν π]ᾶ̣σιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις, οἷς φορούσιν προσεγκολάπτεσθαι καὶ τὴν ἱερωσύνην τῶν Εὐεργετῶν θεῶν· προσαποδειχθῆ-
ν̣α̣[ι] δὲ πρὸς ταῖς νῦν ὑπαρχούσαις τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην, ἣ προσονομασθήησεται πέμ-
πτη φυλὴ τῶν Εὐεργετῶν θεῶν ἐπεὶ καὶ σὺν τῆι ἀγαθῆι τύχηι καὶ τὴν γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν
γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ τὴν φυλὴν ταύτην καταλεχθῆναι τοὺς ἀπὸ
τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει, καὶ τοὺς τούτων ἐκγόνους εἰς τὸν ἀεὶ
ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν ἄλλων πέντε. μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης
φυλῆς τῶν Εὐεργετῶν θεῶν τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχον αὐτῆς εἶναι, καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσ-
σάρων φυλῶν ὑπάρχει. καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψήφισμα
ἥ τε πέμπτη καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτε-
λεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν πανήγυριν δημοτελῆ ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι,
θεοῖς Εὐεργέταις τῆι ἡμέραι, ἐν ἧι ἐπιτέλλεται τὸ ἄστρον τὸ τῆς Ἴσιος, ἣ νομίζεται διὰ τῶν ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι
ἐνάτωι ἔτει νουμηνίαι τοῦ Παῦνι μηνός, ἐν ὧι καὶ τὰ μικρὰ Βουβάστια καὶ τὰ μεγάλα Βουβάστια ἄγεται καὶ ἡ συναγωγὴ τῶν καρπῶν καὶ ἡ τοῦ
οὖσαν κατάσταστασιν κατάστασιν τοῦ κόσμου, καὶ μὴ συμβαίνηι τινὰς τῶν δημοτελῶν ἑορτῶν τῶν ἀγομένων ἐν τῶι χειμῶνι ἄγεσθαί ποτε ἐν τῶι θέρει, τοῦ ἄστρου
μεταβαίνοντος μίαν ἡμέραν διὰ τεσσάρων ἐτῶν, ἑτέρας δὲ τῶν νῦν ἀγομένων ἐν τῶι θέρει ἄγεσθαι ἐν τῶι χειμῶνι, ἐν τοῖς μετὰ ταῦτα καιροῖς καθάπερ πρό-
τερόν τε συμβέβηκεν γενέσθαι καὶ νῦν ἂν ἐγίνετο τῆς συντάξεως τοῦ ἐνιαυτοῦ ἐνιαυτοῦ μενούσης ἐκ τῶν τριακοσίων καὶ ἑξήκοντα ἡμερῶν καὶ τῶν ὕστερον προσ-
οἳ μέγα μὲν πένθος ἐπὶ τῶι συμβεβηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν, καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσίριος ἐν τῶι
ἐν̣ Κ̣α̣[ν]ώ̣πωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀλλὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμωμένοις ὑπάρχει,
καὶ ἡ ἀναγωγὴ τοῦ ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ’ ἐνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοίαχ τῶν ἐκ τῶν π[ρώ]-
μετὰ δὲ ταῦτα τὰ πρὸς τὴν ἐκθέωσιν αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄ[πει]
καὶ Μνήμει εἰθισμένον ἐστὶν γίνεσθαι, δεδόχθαι συντελεῖν τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς ἀϊδίους ἐν ἅπασι τοῖς
κατὰ τὴν χώραν ἱεροῖς, καὶ ἐπεὶ εἰς θεοὺς μετῆλθεν ἐν τῶι Τυβὶ μηνί, ἐν ὧιπερ καὶ ἡ τοῦ Ἡλίου θυγάτηρ ἐν ἀρχῆι μετήλλαξεν τὸν βίον, ἣν ὁ πατὴρ στέρξας ὠ̣[νό]-
μασεν ὁτὲ μὲν βασιλείαν, ὁτὲ δὲ ὅρασιν αὑτοῦ, καὶ ἄγουσιν αὐτῆι ἑορτὴν καὶ περίπλουν ἐν πλείοσιν ἱεροῖς τῶν πρώτων ἐν τούτωι μηνί, ἐν ὧι ἡ ἀποθέωσις αὐ[τῆς]
ἐν ἀρχῆι ἐγενήθη, συντελεῖν καὶ βασιλίσσηι Βερενίκηι τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν ἐν ἅπασι τ[ο]ῖς κατὰ τὴν χώραν ἱεροῖς ἐν τῶι Τυβὶ μηνὶ ἑορτὴν καὶ πε-
ρίπλουν ἐφ’ ἡμέρας τέσσαρας ἀπὸ ἑπτακαιδεκάτης ἐν ἧι ὁ περίπλους καὶ ἡ τοῦ πένθους ἀπόλυσις ἐγενήθη αὐτῆι τὴν ἀρχήν· συντελέσαι δ’ αὐτῆς καὶ
ἱερὸν ἄγαλμα χρυσοῦν διάλιθον ἐν ἑκάστωι τῶν πρώτων καὶ δευτέρων ἱερῶν καὶ καθιδρῦσαι ἐν τῶι ἁγίωι· ὃ ὁ πρ[ο]φήτης ἤ τις τῶν εἰς τὸ ἄδυτον εἱρημένων
ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκάλαις, ὅταν αἱ ἐξοδεῖαι καὶ πανηγύρεις τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον
τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων. εἶναι δὲ τὴν ἐπιτιθεμένην βασιλείαν τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης
σκευάσαι τὰς παρθένους τῶν ἱερέων ἄλλο ἄγαλμα Βερενίκης ἀνάσσης παρθένων, ὧι συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἆλλα τὰ σ̣[υν]τ̣ελούμενα νό-
μιμα τῆι ἑορτῆι ταύτηι· ἐξεῖναι δὲ κατὰ ταὐτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· δ’ αὐτὴν καὶ ὑ-
πὸ τῶν ἐπιλεγομένων ἱερειῶν ἱερῶν παρθένων καὶ τὰς χρείας παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βασιλείας τῶ̣[ν θεῶ]ν̣, ὧν ἱέρειαι νομίζονται
εἶναι, καὶ ὅταν ὁ πρώϊμος σπόρος παραστῆι, ἀναφέρειν τὰς ἱερὰς παρθένους στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ, ἄιδειν δ’ εἰς αὐτὴν
καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν τούς τε ὠιδοὺς ἄνδρας καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γρά-
ψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τἀντίγραφα καταχωρισθήσεται εἰς τὰς ἱερὰς βύβλους. καὶ ἐπειδὴ τοῖς ἱερεῦσιν δίδονται αἱ τροφαὶ [ἐκ τῶν]
ἱερῶν ἐπὰν ἐπαχθῶσιν εἰς τὸ πλῆθος, δίδοσθαι ταῖς θυγατράσιν τῶν ἱερέων ἐκ τῶν ἱερῶν προσόδων, ἀφ’ ἧς ἂν ἡμέρας γένωνται, τὴν συνκριθη̣[σομέ]-
τῶν ἱερέων ἔχειν ἴδιον τύπον καὶ καλεῖσθαι Βερενίκης ἄρτον. ὁ δὲ ἐν ἑκάστωι τῶν ἱερῶν καθεστηκὼς ἐπιστάτης καὶ ἀρχιερεὺς καὶ οἱ τοῦ ἱεροῦ
γραμματεῖς ἀναγραψάτωσαν τοῦτο τὸ ψήφισμα εἰς στήλην λιθίνην ἢ χαλκῆν ἱεροῖς γράμμασιν καὶ Αἰγυπτίοις καὶ Ἑλληνικοῖς, καὶ ἀναθέ-
τωσαν ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῶν τε αʹ πρώτων ἱερῶν καὶ βʹ δευτέρων καὶ γʹ τρίτων, ὅπως οἱ κατὰ τὴν χώραν ἱερεῖς φαίνωνται τιμῶντες τοὺς Εὐεργέτας, θεοὺς καὶ τὰ τέκν̣α α̣ὐτῶν
- Prose sur pierre 10
- Egypt and Nubia
τον ἡιρημένων ἱερέων [πρὸς τὸν στολισ]-
μὸν τῶν θεῶν οἴσει ἑν [ταῖς ἀγκάλαις ὅ]-
ταν [α]ἱ ἐξοδεῖαι καὶ π[ανηγύρεις τῶν λοι]-
- Prose sur pierre 11
- Egypt and Nubia
[κα]θάπ[ερ δίκαιόν ἐστ]ι· ἀναγράψαι δὲ τὸ ψήφισμα τοῦτο εἰςτή[λην λιθίνην ἢ χαλκῆν]
[ἱεροῖς χράμμασιν] καὶ δημοσίοις τῶν Αἰγυπτίων καὶ Ἑλληνικοῖς καὶ ἀ]ν[α]τ̣ίθε[σθ]α̣[ι]
[τὸν καθεστηκότα ἐπιστάτην ἐν ἐ]κάστωι ἱερῶι τ[ῶν] τε πρώτων καὶ δε[υτέρων κ]αὶ τρίτων
- Prose sur pierre 14
- Egypt and Nubia
καὶ θύσας ἀνέθηκεν προσόδους
αὐτοῖς χωρὶς τῶν προανακει-
μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου
χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος,
καὶ τῶν ἐν τοῖς ἀδύτοις ἱερῶν
ἀγαλμάτων τά τε λείποντα ἐξ ἀρ-
τὴν πᾶσαν ἐπιμέλειαν ἐποιήσατο
εὐχαριστῶν τοῖς θεοῖς ἐπὶ τῶι συν-
[τελ]έσαι αὐτοὺς ἃ ἐπηγγείλαντο
[αὐτῶι· ἀ]γαθῆ τύχηι· δεδόχθαι
[τοῖς κα]τὰ τὴν χώραν ἱερεῦ-
[σιν τάς τε π]ροϋπαρχούσας τιμὰς
[ἐν τοῖς ἱεροῖς βα]σιλεῖ Πτολεμαίωι
[καὶ βασιλίσσηι Ἀρσινό]ηι θεοῖς Φιλο-
[πάτορσιν καὶ τοῖς γονεῦ]σιν αὐτῶν
[θεοῖς Εὐεργέταις καὶ τοῖς προ]γόνοις
[θεοῖς Ἀδελφοῖς καὶ θεοῖς Σωτῆρ-
[σιν ἐπαύξειν μεγάλως καὶ στῆσαι]
[τῆς ἀδελφῆς αὐτοῦ Ἀρσινόης, θεῶν Φιλοπατόρων, ἐν]
[τοῖς κατ’ Αἴγυπτον ἱεροῖς ἐν τῶι ἐπιφανεστάτωι]
[τόπωι, ἃ ἔσται κατεσκευασμένα κατὰ τὸν Αἰγυπτίων τρόπον]
[καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας]
[καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἄλλα τὰ νομι]-
[ζόμενα συντελεῖν καθὰ τοῖς ἄλλοις θεοῖς ἐν ταῖς ἑορταῖς]
[καὶ πανηγύρεσιν καὶ ἐπωνύμοις ἡμέραις] — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
[ἄγειν δὲ ἑορτὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν χώραν]
[ἱεροῖς τῶι αἰωνοβίου βασιλεῖ Πτολεμαίωι ἠγαπημένωι ὑπὸ]
[τῆς Ἴσιδος ἀπὸ τῆς δεκάτης τοῦ Πάχων, ἐν ἧι ἡμέραι ἐνι]-
[ἐν αἶς καὶ στεφανηφορήσουσιν συντελοῦντες θυσίας καὶ]
[σπόνδας καὶ τἄλλα τὰ καθήκοντα ἐν ἅπασι τοῖς κατὰ τὴν]
[χώραν ἱεροῖς] — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
δεκάτην ἑορτὴν ἐν πᾶσι[ν]
τοῖς κατὰ τὴν χώραν ἱερο[ῖς]
καὶ θυσίας καὶ σπονδὰς [καὶ]
θυσίαν ἐπιδιαιρεῖσθαι πᾶσιν
τοῖς τὸ ἱερὸν θεραπεύουσιν
lacuna of c.14 lines
- Prose sur pierre 15
- Egypt and Nubia
ἔ̣τ̣ο̣υ̣ς̣ — — — — — —
ἔδοξεν τοῖς ἐκ τοῦ
γυμνασίου· ἐπειδὴ Βοΐδας Δημη-
θ̣α̣λλῶι στεφάνωι κατ’ ἐνιαυτὸν τῇ κηʹ
[το]ῦ Ὑπερβερεταίου τ̣ο̣ῖ̣ς̣ τ̣ο̣ῦ̣ β̣α̣σ̣ιλέως
γενεθλίοις, ἀναθεῖναι̣ δ’ αὐτοῦ κα̣ὶ̣ ε̣ἰ̣κ̣ό̣ν̣α̣
[γρ]α̣π̣τὴν, στ̣ῆσαι δ̣ὲ̣ κ̣α̣ὶ̣ στ̣ήλην̣ ἐν τῶι
ἐν ἧι ἔ̣σ̣ται τὸ δ̣ό̣γμα̣ [ἀναγε]γραμμένον,
ε̣ἶ̣ν̣α̣ι̣ δ̣’ αὐτῶι κα̣ὶ̣ ἀ̣π̣ο̣[γόν]ο̣[ι]ς̣ ἄλειμμα
διὰ βίου, τὰ δ’ εἰς τα̣ῦτα [ἐ]σόμενα
- Prose sur pierre 16
- Egypt and Nubia
ἐπειδὴ βασιλεὺς Πτολεμαῖος αἰωνόβιος, ἠγαπημένος ὑπὸ τοῦ Φθᾶ, θεὸς Ἐπιφανὴς Εὐχάριστος, ὁ ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης, θεῶν Φιλοπατόρων, κατὰ πολλὰ εὐεργέτηκεν τά θ’ ἱερὰ καὶ
τοὺς ἐν αὐτοῖς ὄντας καὶ τοὺς ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τασσομένους ἅπαντας, ὑπάρχων θεὸς ἐκ θεοῦ καὶ θεᾶς, καθάπερ Ὧρος ὁ τῆς Ἴσιος καὶ Ὀσίριος υἱός, ὁ ἐπαμύνας τῶι πατρὶ αὐτοῦ Ὀσίρει, τὰ πρὸς θεοὺς
εὐεργετικῶς διακείμενος ἀνατέθεικεν εἰς τὰ ἱερὰ ἀργυρικάς τε καὶ σιτικὰς προσόδους, καὶ δαπάνας πολλὰς ὑπομεμένηκεν ἕνεκα τοῦ τὴν Αἴγυπτον εἰς εὐδίαν ἀγαγεῖν καὶ τὰ ἱερὰ καταστήσασθαι
ἀπηγμένους καὶ τοὺς ἐν αἰτίαις ὄντας ἐκ πολλοῦ χρόνου ἀπέλυσε τῶν ἐνκεκλημένων· προσέταξε δὲ καὶ τὰς προσόδους τῶν ἱερῶν καὶ τὰς διδομένας εἰς αὐτὰ κατ’ ἐνιαυτὸν συντάξεις σιτι-
κάς τε καὶ ἀργυρικάς, ὁμοίως δὲ καὶ τὰς καθηκούσας ἀπομοίρας τοῖς θεοῖς ἀπό τε τῆς ἀμπελίτιδος γῆς καὶ τῶν παραδείσων καὶ τῶν ἄλλων τῶν ὑπαρξάντων τοῖς θεοῖς ἐπὶ τοῦ πατρὸς αὐτοῦ
μένειν ἐπὶ χώρας προσέταξεν δὲ καὶ περὶ τῶν ἱερέων ὅπως μηθὲν πλεῖον διδῶσιν εἰς τὸ τελεστικὸν οὗ ἐτάσσοντο ἕως τοῦ πρώτου ἔτους ἐπὶ τοῦ πατρὸς αὐτοῦ· ἀπέλυσεν δὲ καὶ τοὺς ἐκ τῶν
ἱερῶν ἐθνῶν τοῦ κατ’ ἐνιαυτὸν εἰς Ἀλεξάνδρειαν κατάπλου· προσέταξεν δὲ καὶ τὴν σύλληψιν τῶν εἰς τὴν ναυτείαν μὴ ποιεῖσθαι, τῶν τ’ εἰς τὸ βασιλικὸν συντελουμένων ἐν τοῖς ἱεροῖς βυσσίνων
ὀθονίων ἀπέλυσεν τὰ δύο μέρη, τά τε ἐγλελειμμένα πάντα ἐν τοῖς πρότερον χρόνοις ἀποκατέστησεν εἰς τὴν καθήκουσαν τάξιν, φροντίζων ὅπως τὰ εἰθισμένα συντελῆται τοῖς θεοῖς κατὰ τὸ
προσῆκον· ὁμοίως δὲ καὶ τὸ δίκαιον πάσιν ἀπένειμεν, καθάπερ Ἑρμῆς ὁ μέγας καὶ μέγας· προσέταξεν δὲ καὶ τοὺς καταπορευομένους ἔκ τε τῶν μαχίμων καὶ τῶν ἄλλων τῶν ἀλλότρια
φρονησάντων ἐν τοῖς κατὰ τὴν ταραχὴν καιροῖς κατελθόντας μένειν ἐπὶ τῶν ἰδίων κτήσεων· προενοήθη δὲ καὶ ὅπως ἐξαποσταλῶσιν δυνάμεις ἱππικαί τε καὶ πεζικαὶ καὶ νῆες ἐπὶ τοὺς ἐπελθόντας
ἐπὶ τὴν Αἴγυπτον κατά τε τὴν θάλασσαν καὶ τὴν ἤπειρον, ὑπομείνας δαπάνας ἀργυρικάς τε καὶ σιτικὰς μεγάλας, ὅπως τά θ’ ἱερὰ καὶ οἱ ἐν αὐτῆι πάντες ἐν ἀσφαλείαι ὦσιν· παραγινόμε-
νος δὲ καὶ εἰς Λύκων πόλιν τὴν ἐν τῶι Βουσιρίτηι, ἣ ἦν κατειλημμένη καὶ ὠχυρωμένη πρὸς πολιορκίαν ὅπλων τε παραθέσει δαψιλεστέραι καὶ τῆι ἄλληι χορηγίαι πάσηι, ὡς ἂν ἐκ πολλοῦ
χρόνου συνεστηκυίας τῆς ἀλλοτριότητος τοῖς ἐπισυναχθεῖσιν εἰς αὐτὴν ἀσεβέσιν, οἳ ἦσαν εἴς τε τὰ ἱερὰ καὶ τοὺς ἐν Αἰγύπτωι κατοικοῦντας πολλὰ κακὰ συντετελεσμένοι, καὶ ἀν-
τικαθίσας χώμασίν τε καὶ τάφροις καὶ τείχεσιν αὐτὴν ἀξιολόγοις περιέλαβεν, τοῦ τε Νείλου τὴν ἀνάβασιν μεγάλην ποιησαμένου ἐν τῶι ὀγδόωι ἔτει καὶ εἰθισμένου κατακλύζειν τὰ
πεδία κατέσχεν ἐκ πολλῶν τόπων ὀχυρώσας τὰ στόματα τῶν ποταμῶν, χορηγήσας [εἰ]ς αὐτὰ χρημάτων πλῆθος οὐκ ὀλίγον καὶ καταστήσας ἱππεῖς τε καὶ πεζοὺς πρὸς τῆι φυλακῆι
αὐτῶν, ἐν ὀλίγωι χρόνωι τήν τε πόλιν κατὰ κράτος εἷλεν καὶ τοὺς ἐν αὐτῆι ἀσεβεῖς πάντας διέφθειρεν καθάπερ Ἑρμῆς καὶ Ὧρος ὁ τῆς Ἴσιος καὶ Ὀσίριος υἱὸς ἐχειρώσαντο τοὺς ἐν τοῖς αὐτοῖς
τόποις ἀποστάντας πρότερον. τοὺς τ’ ἀφηγησαμένους τῶν ἀποστάντων ἐπὶ τοῦ ἑαυτοῦ πατρὸς καὶ τὴν χώραν ἐ[νοχλήσ]αντας καὶ τὰ ἱερὰ ἀδικήσαντας παραγενόμενος εἰς Μέμφιν, ἐπαμύνων
τῶι πατρὶ καὶ τῆι ἑαυτοῦ βασιλείαι πάντας ἐκόλασεν καθηκόντως καθ’ ὃν καιρὸν παρεγενήθη πρὸς τὸ συντελεσθῆ[ναι αὐτῶι τὰ] προσήκοντα νόμιμα τῆι παραλήψει τῆς βασιλείας. ἀφῆκεν δὲ καὶ τὰ ἐν
τοῖς ἱεροῖς ὀφειλόμενα εἰς τὸ βασιλικὸν ἕως τοῦ ὀγδόου ἔτους, ὄντα εἰς σίτου τε καὶ ἀργυρίου πλῆθος οὐκ ὀλίγον· ὡσαύ[τως δὲ] καὶ τὰς τιμὰς τῶν μὴ συντετελεσμένων εἰς τὸ βασιλικὸν βυσσίνων ὀθ[ονί]-
ων καὶ τῶν συντετελεσμένων τὰ πρὸς τὸν δειγματισμὸν διάφορα ἕως τῶν αὐτῶν χρόνων· ἀπέλυσεν δὲ τὰ ἱερὰ καὶ τῆς ἀ[φωρισ]μένης ἀρτάβης τῆι ἀρούραι τῆς ἱερᾶς γῆς, καὶ τῆς ἀμπελίτιδος ὁμοίω[ς]
τὸ κεράμιον τῆι ἀρούραι, τῶι τε Ἄπει καὶ τῶι Μνεύει πολλὰ ἐδωρήσατο καὶ τοῖς ἄλλοις ἱεροῖς ζώιοις τοῖς ἐν Αἰγύπτωι, πολὺ κρεῖσσον τῶν πρὸ αὐτοῦ βασιλείων φροντίζων ὑπὲρ τῶν ἀνηκόν[των εἰς]
αὐτὰ διὰ παντός, τά τ’ εἰς τὰς ταφὰς αὐτῶν καθήκοντα διδοὺς δαψιλῶς καὶ ἐνδόξως καὶ τὰ τελισκόμενα εἰς τὰ ἴδια ἱερὰ μετὰ θυσιῶν καὶ πανηγύρεων καὶ τῶν ἄλλων τῶν νομι[ζομένων],
τά τε τίμια τῶν ἱερῶν καὶ τῆς Αἰγύπτου διατετήρηκεν ἐπὶ χώρας ἀκολούθως τοῖς νόμοις· καὶ τὸ Ἀπιεῖον ἔργοις πολυτελέσιν κατεσκεύασεν χορηγήσας εἰς αὐτὸ χρυσίου τε κ[αὶ ἀργυρί]-
ου καὶ λίθων πολυτελῶν πλῆθος οὐκ ὀλίγον· καὶ ἱερὰ καὶ ναοὺς καὶ βωμοὺς ἱδρύσατο τά τε προσδεόμενα ἐπισκευῆς προσδιωρθώσατο ἔχων θεοῦ εὐεργετικοῦ ἐν τοῖς ἀνήκου[σιν εἰς τὸ]
θεῖον διάνοιαν· προσπυνθανόμενός τε τὰ τῶν ἱερῶν τιμιώτατα ἀνανεοῦτο ἐπὶ τῆς ἑαυτοῦ βασιλείας ὡς καθήκει· ἀνθ’ ὧν δεδώκασιν αὐτῶι οἱ θεοὶ ὑγίειαν, νίκην, κράτος καὶ τἄλλ’ ἀγαθ[ὰ πάντα],
τῆς βασιλείας διαμενούσης αὐτῶι καὶ τοῖς τέκνοις εἰς τὸν ἅπαντα χρόνον. ἀγαθῆι τύχηι· ἔδοξεν τοῖς ἱερεύσι τῶν κατὰ τὴν χώραν ἱερῶν πάντων, τὰ ὑπάρχοντα τ[ίμια πάντα]
τῶι αἰωνοβίωι βασιλεῖ Πτολεμαίωι, ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ, θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, ὁμοίως δὲ καὶ τὰ τῶν γονέων αὐτοῦ θεῶν Φιλοπατόρων καὶ τὰ τῶν προγόνων θεῶν Εὐεργ[ετῶν καὶ τὰ]
ἣ προσονομασθήσεται Πτολεμαίου τοῦ ἐπαμύναντος τῆι Αἰγύπτωι, ἧι παρεστήξεται ὁ κυριώτατος θεὸς τοῦ ἱεροῦ, διδοὺς αὐτῶι ὅπλον νικητικόν, ἃ ἔσται κατεσκευασμέν[α τὸν τῶν Αἰγυπτίων]
τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμενα συντελεῖν καθὰ καὶ τοῖς ἄλλοις θεοῖς ἐν [ταῖς ἑορταῖς καὶ πα]-
νηγύρεσιν. ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε καὶ ναὸν χρυ[σοῦν καθ’ ἔκαστον τῶν]
ἱερῶν καὶ καθιδρῦσαι ἐν τοῖς ἀδύτοις μετὰ τῶν ἄλλων ναῶν, καὶ ἐν ταῖς μεγάλαις πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς Εὐ[χαρίστου ναὸν συνε]-
ξοδεύειν. ὅπως δ’ εὔσημος ἦι νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον, ἐπικεῖσθαι τῶι ναῶι τὰς τοῦ βασιλέως χρυσᾶς βασιλείας δέκα, αἷς προσκείσεται ἀσπίς [καθάπερ καὶ ἐπὶ πασῶν]
τι ἐστὶν τοῦ βασιλέως τοῦ ἐπιφανῆ ποιήσαντος τήν τε ἄνω χώραν καὶ τὴν κάτω· καὶ ἐπεὶ τὴν τριακάδα τοῦ τοῦ Μεσορῆ, ἐν ἧι τὰ γενέθλια τοῦ βασιλέως ἄγεται, ὁμοίως δὲ καὶ [τὴν ἑπτακαιδεκάτην τοῦ Φαωφί]
ἔν ἧι παρέλαβεν τὴν βασιλείαν παρὰ τοῦ πατρός, ἐπωνύμους νενομίκασιν ἐν τοῖς ἱεροῖς, αἳ δὴ πολλῶν ἀγαθῶν ἀρχηγοὶ πᾶσίν εἰσιν, ἄγειν τὰς ἡμέρας ταύτας ἑορ[τὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν Αἴ]-
γυπτον ἱεροῖς κατὰ μῆνα, καὶ συντελεῖν ἐν αὐτοῖς θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ νομιζόμενα, καθὰ καὶ ἐν ταῖς ἄλλαις πανηγύρεσιν τάς τε γινομένας προθέ[σεις, καὶ τὰ παρασκευασθέντα εἰς τὴν θυσίαν ἐπιδιαιρεῖσθαι τοῖς πα]-
ρεχομένοις ἐν τοῖς ἱεροῖς. ἄγειν δὲ ἑορτὴν καὶ πανήγυριν τῶι αἰωνοβίωι καὶ ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι κατ’ ἐνι[αυτὸν ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν]
χώραν ἀπὸ τῆς νουμηνίας τοῦ Θῶυθ ἐφ’ ἡμέρας πέντε, ἐν αἷς καὶ στεφανηφορήσουσιν συντελοῦντες θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ καθήκοντα· προσαγορε[ύεσθαι δὲ τοὺς ἱερεῖς, διότι εἰσὶν]
καὶ τοῦ θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου ἱερεῖς πρὸς τοῖς ἄλλοις ὀνόμασιν τῶν θεῶν ὧν ἱερατεύουσιν, καὶ καταχωρίσαι εἰς πάντας τοὺς χρηματισμοὺς καὶ εἰς τοὺς δ[ακτυλίους οὓς φοροῦσι προσεγκολάπτεσθαι τὴν]
ἱερατείαν αὐτοῦ. ἐξεῖναι δὲ καὶ τοῖς ἄλλοις ἰδιώταις ἄγειν τὴν ἑορτὴν καὶ τὸν προειρημένον ναὸν ἱδρύεσθαι καὶ ἔχειν παρ’ αὑτοῖς συντελο[ῦντας τὰ νόμιμα ἐν ἑορταῖς ταῖς τε κατὰ μῆνα καὶ]
[ταῖ]ς κατ’ ἐνιαυτόν, ὅπως γνώριμον ἦι διότι οἱ ἐν Αἰγύπτωι αὔξουσι καὶ τιμῶσι τὸν θεὸν Ἐπιφανῆ Εὐχάριστον βασιλέα, καθάπερ νόμιμόν ἐστι[ν αὐτοῖς· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στή]-
[λας σ]τερεοῦ λίθου τοῖς τε ἱεροῖς καὶ ἐγχωρίοις καὶ ἑλληνικοῖς γράμμασιν, καὶ στῆσαι ἐν ἑκάστωι τῶν τε πρώτων καὶ δευτέρω[ν καὶ τρίτων ἱερῶν πρὸς τῆι τοῦ αἰωνοβίου βασιλέως εἰκόνι].
- Prose sur pierre 17
- Egypt and Nubia
κατὰ πολλὰ εὐεργέτηκεν τά [τε ἱ]ερὰ [καὶ | τοὺς]
ἐν αὐτοῖς ὄντας καὶ τοὺς ὑπὸ [τὴν] ἑ̣[αυτοῦ]
βασιλείαν τασσομένους ἅ[παντας, ὑπάρχων]
[καὶ τὰ]ς καθηκούσας ἀπομ-
[οίρα]ς τοῖς θεοῖς, ἀπό τε
[τῆς] ἀμπελίτιδος γῆς
[τῶν] ἀλλῶν τῶν ὑπαρ-
[ξάν]των τοῖς θεοῖς ἐπὶ τοῦ
[π]ατρὸς αὐτοῦ | μένειν vac.
[τὸ] βασιλικὸν συ[ν]τ[ελου]-
[μέ]νων ἐν τοῖς ἱεροῖς vac.
— — — — — — — — — — — — —
- Prose sur pierre 18
- Egypt and Nubia
[τά τε τίμια τῶν ἱερῶν καὶ τῆς Αἰγύπτου διατετήρηκεν ἐπὶ χώρας ἀκολούθως τοῖς νόμοις· καὶ τὸ Ἀπιεῖον ἔργοις πολυτελέσιν κατ]εσκεύασε̣ν, χ̣ο̣ρηγή̣-
[σας εἰς αὐτὸ χρυσίου τε καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν πλῆθος οὐκ ὀλίγον, καὶ ἱερὰ καὶ ναοὺς καὶ βωμοὺς ἱδρύσατο τά τε προσδεόμενα ἐπισκευῆς προσδ]ι̣ω̣ρ̣θ̣ώσ̣α̣τ̣ο̣ ἔχω̣[ν θεοῦ εὐ]εργετικοῦ ἐν τοῖς ἀνήκο-
[υσιν εἰς τὸ θεῖον διάνοιαν· προσπυνθανόμενος τε τὰ τῶν ἱερῶν τιμιώτατα ἀνενεοῦτο ἐπὶ τῆς ἑαυτοῦ βασιλείας, ὡς καθήκει· ἀνθ’] ὧ̣ν̣ δ̣εδώκ̣ασιν̣ αὐτῶι ο̣ἱ̣ θ̣ε̣ο̣ὶ̣ ὑ̣γίειαν, νίκην, κράτος καὶ τἆλλ̣’
[ἀγαθὰ πάντα, τῆς βασιλείας διαμενούσης αὐτῶι καὶ τοῖς τέκνοις εἰς τὸν ἅπαντα χρόνον· ἀγαθῆι τύχηι· ἔδοξεν τοῖς ἱερεῦ]σι τῶν κατὰ τὴν χώραν ἱερῶν πάντων, τὰ ὑπάρχοντα τίμια κα-
[τὰ τὰ ἱερὰ τῶι αἰωνοβίωι βασιλεῖ Πτολεμαίωι, ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ, θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, ὁμοίως δὲ καὶ̣ τὰ τῶν γονέων αὐτοῦ θ]ε̣ῶν Φιλοπατόρων καὶ̣ τῶν προγό̣νω̣ν θεῶν Εὐεργέτων κ̣α̣ὶ̣
[τόπωι, ἣ προσονομασθήσεται Πτολεμαίου τοῦ ἐπαμύναντος τῆι Αἰγύπτωι, ᾗ παρεστήξεται ὁ κυριώτατος θεὸς τοῦ ἱεροῦ, δ]ιδοὺς αὐτῶι ὅπλον ν̣ι̣κητικόν, ἃ ἔ̣σ̣ται κ̣α[τε]σ̣κευα̣[σ]μ̣ένα̣ τ̣-
[ὸν τῶν Αἰγυπτίων τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣
[πανηγύρεσιν· ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε] κ̣α̣ὶ̣ ν̣α̣ὸν χρυσοῦν̣ [κ]α̣θ̣’ ἕκαστο̣ν ἱερὸν καὶ καθιδρῦσαι ἐν το̣ῖ̣ς ἀδύ-
[τοις μετὰ τῶν ἄλλων ναῶν, καὶ ἐν ταῖς μεγάλαις πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς Εὐ[χαρίστου ναὸν συνε]ξοδεύειν· ὅπως δ’ εὔσ]η̣μ̣ος ἧι νῦν̣ τε̣ καὶ εἰς τὸ̣ν̣ ἔ̣πειτα χρόνον, ἐπικ̣ε̣ῖ̣σθ̣α̣ι τῶι ναῶι τὰς τοῦ βασιλ-
[έως χρυσᾶς βασιλείας δέκα, αἷς προσκείσεται ἀσπίς, καθάπερ καὶ ἐπὶ πασῶν τῶν ἀσπιδοειδῶν βασιλειῶν τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔ̣σται δ’ αὐτῶν ἐν τῶι μέσωι ἡ κ]α̣λ̣ο̣υμέ̣ν̣η [Ψ]χ̣ὲ̣ντ βασιλεία, ἣν περιθέμενος εἰσῆλθεν εἰς τὸ ἐν̣ Μ̣έ̣μ̣φ-
[ς τοῦ ἐπιφανῆ ποιήσαντος τὴν τε ἄνω χώραν καὶ τὴν κάτω· καὶ ἐπεὶ τὴν τριακάδα τοῦ Μεσορῆ, ἐν ἧι τὰ γενέθλια τοῦ βασιλέως ἄγεται, ὁμοίως δὲ καὶ τὴν ἑπτακαιδεκάτην τοῦ Φαωφί, ἐν ἧι] π̣αρέλ̣α̣β̣ε τὴν β̣α̣σιλείαν πα̣ρ̣[ὰ τοῦ] π̣[ατρὸ]ς̣ ἐ̣π̣ω̣ν̣ύ̣μους νενομίκα-
[σιν ἐν τοῖς ἱεροῖς, αἳ δὴ πολλῶν ἀγαθῶν ἀρχηγοὶ πᾶσίν εἰσιν, ἄγειν τὰς ἡμέρας ταύτας ἑορτὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν Αἴγυπτον ἱεροῖς κατὰ μῆνα, καὶ συντελεῖν ἐν αὐτοῖ]ς θυσίας καὶ σπονδὰς καὶ [τἆλλα τὰ νομιζό]μ̣ε̣ν̣α̣ κ̣α̣θὰ καὶ ἐν ταῖς ἄλλα-
[ις πανηγύρεσιν τάς τε γενομένας προθέ[σεις τοῖς — — — — — — παρεχομένοις ἐν τοῖς ἱεροῖς· ἄγειν δὲ καὶ ἑορτὴν καὶ πανήγυριν τῶι αἰωνοβ̣ίωι καὶ ἠγαπημένωι ὑ]π̣ὸ Φθᾶ, βασιλε̣ῖ̣ Π̣τ̣ο̣λ̣ε̣[μαίωι θεῶι Ἐπ̣ι̣φ̣α̣ν̣ε̣ῖ̣ Ε̣ὐ̣χ̣α̣ρ̣ί̣σ̣τωι κατ’ ἐνιαυτ-
[ὸν ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν χώραν ἀπὸ τῆς νουμηνίας τοῦ Θῶϋθ ἐφ’ ἡμέρας πέντε, ἐν αἷς καὶ στεφανφορήσουσιν συντελοῦντες θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ] κα̣θήκοντα· προσ̣α̣γ̣ο̣[ρε]ύ̣ε̣σθ̣α̣ι̣ [δὲ καὶ τοὺς ἱερ]ε̣ῖ̣ς̣ πάντας, διό̣τ̣ι̣ εἰσὶν καὶ τοῦ θ̣ε̣-
[οῦ Ἐπιφανοῦς Εὐχαρίστου ἱερεῖς πρὸς τοῖς ἄλλοις ὀνόμασιν τῶν θεῶν, ὧν ἱερατεύουσιν, καὶ καταχωρίσαι εἰς πάντας τοὺς χρηματισμοὺς καὶ εἰ]ς τοὺς δ̣α̣κτυλ̣ί̣ο̣υ̣[ς ἐγκολάψαι τὴν] ἱ̣ε̣ρ̣α̣τ̣ε̣ί̣α̣ν̣ α̣ὐ̣τ̣ο̣ῦ̣· ἐξε̣ῖ̣ν̣α̣ι̣ δὲ καὶ τοῖς ἄλ̣λοι̣ς̣
[ἰδιώταις ἄγειν τὴν ἑορτὴν καὶ τὸν προειρημένον ναὸν ἱδρύεσθαι καὶ ἔχειν παρ’ αὑτοῖς συντελοῦντας τὰ νόμιμα ἐν ἑορταῖς ταῖς τε κατὰ μῆνα καὶ ταῖς κατ’ ἐνιαυτόν, ὅπως γν]ώριμον ἦι διότι οἱ ἐν Α̣ἰ̣[γυπτωι αὔξουσι καὶ τιμ]ῶ̣σ̣ι̣ τὸν θ̣εὸν Ἐπιφα̣ν̣ῆ̣ Εὐχάριστο-
[ν βασιλέα, καθάπερ νόμιμόν ἐστιν αὐτοῖς· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στήλας στερεοῦ λίθου τοῖς τε ἱεροῖς καὶ ἐγχωρίοις καὶ ἑλληνικοῖς γράμμασιν, καὶ στῆσαι ἐν] ἑ̣κ̣ά̣στωι τῶν τε πρώτων καὶ δευ̣τ̣έ̣ρ̣ω̣ν̣ κ̣α̣ὶ̣ τ̣ρ̣ίτω̣ν̣ ἱερῶν πρὸς τῆι εἰκόνι [τῆι τοῦ αἰωνοβίου βασιλέως].
- Prose sur pierre 19
- Egypt and Nubia
[βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι θεοῖς Φιλομήτορσι]
[χαίρειν οἱ ἱερεῖς τοῦ ἐν Φίλαις Μονδουλεύου θεοῦ μεγίστου. ἐπειδὴ]
ἑρίων ὁλκῆς τάλαντα δύο δια[— — — — — — — — — — — — — — — — — — — —]
ταξαμένοις, ἵν’ ἔχωμεν εἰς τά[ς τε θυσίας καὶ τὰς σπονδὰς ἐν τῶι τοῦ]
Μονδουλεύου θεοῦ μεγίστου [ἱερῶι καὶ εἰς τἆλλα τὰ νομιζόμενα ἐν τοῖς κατὰ]
Φίλας τόποις ὑπέρ τε σοῦ καὶ [τῆς βασιλίσσης καὶ τῶν τέκνων καὶ τῶν προγό]-
νων σοῦ· νυνὶ δὲ προαιρούμε[νοι τάς τε θυσίας καὶ τὰς σπονδὰς ἀνα]-
κατὰ μῆνα τὰ προκείμενα μηθὲν π[αραλείπων φροντίδος μητ’ εὐνοίας]
καὶ ἵνα ἡμῖν κατακολουθῆι τοῖς ἔτι [πρότερον ἐπικεχωρημένοις ὑπ’ αὐτοῦ]
καὶ νῦν προστεταγμένοις· τού[του δὲ γενομένου, ἐσόμεθα ἡμεῖς τε καὶ]
τὸ ἱερὸν πεφιλανθρωπημένοι. εὐ[τύχει].
- Prose sur pierre 21
- Egypt and Nubia
[— — — — — — — ἀ]ξιούμενον καὶ δ̣․[․․․․․․․․]μενης ἐπιστο[λῆς]
[— — — — — — — — —]ναι ἐφ’ οἷς καὶ του[․․․․․]ε[․․․]ξατο τὴν τῶν ε․․
[— — — — — — καλῶ]ς δ’ ἔχοντος καὶ τὸ γεγ[ονὸς] παρὰ τωπ․ρ̣ι̣φανε.
[— — — — — ․ δεδόχθαι —?— τ]οῖς νεανίσκοις ἀναγ[ρ]ά[ψ]αι τὸ ψήφισμα τοῦτ[ο]
[καὶ τὴν παρὰ τῶν βασιλέων ἐπιστολὴν τ]ὴν περὶ τούτων εἰς στήλ[η]ν λι[θίν]ην τοῦ γείτονος ε[— —]
[〚βασιλεὺς Πτολεμαῖος καὶ〛 βασί]λισσα Κλεοπάτρα ἡ ἀδελφὴ 〚καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ〛
[τοῖς ἐκ τοῦ ἐν Ὄμβοις γυμνασίο]υ χαίρειν. Ἀλκιμάχου καὶ Θεμιστοκλέους τῶν παρ’ ὑμῶν ἀποδό[ν]-
[των ἡμῖν τὴν ἔντευξιν] πρὸς Βόηθον τὸν συγγενῆ καὶ στρατηγὸν τὴν ὑποκειμένη[ν]
[〚βασιλεὺς Πτολεμαῖος καὶ〛 βασ]ίλισσα Κλεοπάτρα ἡ ἀδελφὴ 〚καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ〛
[Βοήθωι τῶι ἀδελφῶι χαίρειν· ἧς ἔγραψαν] ἡμῖν ἐπιστολῆς οἱ ἐκ τοῦ ἐν Ὄμβοις γυμνασίου
[ὑποτετάχαμέν σοι τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις συντάξας προνοηθῆναι ὅπως τεύξονται — — —].
- Prose sur pierre 22
- Egypt and Nubia
[βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα]
[ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ τοῖς ἱερεῦ]-
[σι τῆς ἐν τῶι Ἀβάτωι καὶ ἐν Φίλαις Ἴσιδος καὶ θεῶν]
τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι-
κί, θεοῖς Εὐεργέταις, χαίρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά-
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι-
κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά-
ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας,
καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ
λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι
τοὺς καθήκοντας περὶ τούτων χρηματισμούς, ἐν οἷς
ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἧι ἀναγράψομεν
ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν
τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι·
εὐτυχεῖτε.
- Prose sur pierre 24
- Egypt and Nubia
[λίσσης Κλεοπάτρας τῆς ἀδελφῆς παρ’ ἡμῖν ὑπ]άρχῃ ἐς τὸν ἅπαντα χρόνον κυριεύουσι τ[ῆς ἐπικεχωρημένης ἡμῖν συντάξεως διὰ παντός].
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμ]αῖος τοῖς ἐν Ἐλεφαντίνηι ἱερεῦσι τ[οῦ Χνούβω Νεβιὴβ καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν]
[Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐ]πιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶ[ν Φιλομητόρων καὶ θεοῦ νέου Φιλοπάτορος καὶ θεοῦ]
[Ἐλεφαντίνην — — — — — — παραγινάμενοι] δ’ ἐπὶ τῆς συνορίας τῶν Αἰθιόπων καὶ ἔχο[ντες θεῶν Εὐεργετῶν διάνοιαν — — — — — —]
[— — — — ἕνεκα τοῦ τῶν ἱερῶν προσόδων κ]ατὰ λόγον ἐπιτελεῖσθαι τοῖς θεοῖς τὰ νομιζό[μενα — — — — — — — — — — — — — — —]
[τῶν τοῦ μεγάλου θεοῦ Νείλου ὑδάτω]ν ἀνηκόντων, ἐπιτελεῖσθαι προστετά[χαμεν οὖν Φομμοῦτι τῶι συγγενεῖ καὶ στρατηγῶι]
[Φιλομητόρων Σωτήρων ὑποτετάχαμέν σοι τὸ ἀντίγραφο]ν. καλῶν οὖν ποιήσεις συντάξας προνοηθῆν[αι ὅπως τεύξονται ἧς κυριεύουσι ἐπικεχω]-
[ρημένης αὐτοῖς συντάξεως καὶ ἐπιμελούμενο]ς ἵνα ὑγιαίνηις· ἔρρωσο· ἔτους δευτέρου, Ὑπε[ρβερεταίου — —, Μεσορῆ — —]
vac. ὑπετάγη ἡ προκειμένη ἐπιστολή.
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμαῖος τοῖς ἐν] Ἐλεφαντίνην ἱερεῦσι τοῦ Χνούβω Νεβιὴβ καὶ θεῶ[ν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων]
[καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλο]μητόρων καὶ θεοῦ νέου Φιλοπάτορος καὶ θεοῦ [Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων χαίρειν]·
[— — — — — — — τὸ ἀντίγραφον ὑποτετάχαμεν· γ]ινέσθω οὖν καθάπερ ἀξιοῦσι· ἔρρωσ[ο — — — — — — — — — — — — — — — — — — — — —]
[βασιλίσσηι Κλεοπάτραι καὶ βασιλεῖ Πτολεμαίωι, θ]ε̣οῖς Φιλομήτορσι, Σωτῆρσι χαίρειν· οἱ ἀπὸ [Συήνης σκληρουργοὶ(?) — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — κα]ὶ ἐπὶ τοῦ κατὰ Συήνην ὄρους τὰς χρείας [παρεχομένοι ἐν τῆι αὐλῆι — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — ὑ]πετάγη ἡ προκειμένη ἐπιστολή.
[βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι] καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ θεοῖς Εὐεργ[έταις χαίρειν· οἱ ἀπὸ Συήνης σκληγουργοὶ(?)]
[— — — — — — — — — — — — — — — — — —] οἱ ἐπὶ τοῦ κατὰ Συήνην ὄρους· π̣[ολλ]ὰ εἴπομεν εὐ[χὰς καὶ θυσίας ἐπιτέλοντες τοῖς θεοῖς]
[καὶ τὰς χεῖρας αὐτοῖς προσφέροντες διδόναι ὑμ]ῖν καὶ τοῖς τέκνοις ὑγίειαν, ἀπ̣[ονία]ν, εὐγηρίαν, ν[ίκην, κράτος, σθένος, — — — — — — —]
[— — — — — — — — — — — — — — — ἐν Ἐλ]εφαντίνηι ἱεροῦ δεδοξασμένου ἐξ ἀρχαίων καὶ [ὄντος τῶν πρώτων λογίμων ἱερῶν — — —]
[— — — — — — — — — — — — — — — — — —]ς καὶ αὐστηροῖς τόποις παρορίοις τῆι Αἰθιοπίαι θ[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — π]έρα τῆς παρ’ ὑμῶν μεγαλομερείας προήγμεθα προ[— — — — — — — — — — — — — — — —]
[ἱερᾶς γῆς νήσου καλουμένης Ψὼ ἀνιερωμένης θεῶ]ι Χνουμὼ Νεβιήβ, γεωργουμένης δ’ εἰς τὸ ἐν Ἐλ[εφαντίνηι Χνουμιεῖον — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — ἐ]κφορίοις κ[αὶ φορτ]ίο[ις — — — — — —] ὠνεῦσαι ὡς κατε[— — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — τ]ῶι ἱερῶι η[․․․․]γμε[․․․․ ὑπ]ογεγραμμένην [— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — Μεσορ]ῆς ἔτους τρίτ[ου καὶ πεντηκοστοῦ — — — — — — — — — — — — — — — —]
[βασιλεὺς Πτολεμαῖος καὶ βασιλίσσα Κλεοπάτρα ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ τοῖς ἀ]πὸ Συήνης σκ[ληρουρουργοῖς — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]μ․ αὖθις ι-
[ἔτους τρίτου καὶ π]εντηκοστοῦ — — — — — — — — — —
— — —αι․ ὡς ἐν τ[οῖ]ς τόπ[οις — — — — — — —]
— — ἐν[δεδ]ώκασί μ[οι γ]ράμματα [— — — — — —]
- Prose sur pierre 25
- Egypt and Nubia
καὶ ἱερεὺς τοῦ πλήθους τῶν μαχαιροφόρων
ἐν πολλοῖς εὐεργετηκὼς ἐφαίνετο καὶ κοινῆι
καὶ κατ’ ἰδίαν ἕκαστον, εὐσεβῶς τε διακείμενος
εσθαι αὐτῶι θαλλὸν κατὰ τὸν πάτριον νόμον
καὶ ἐπιτάξαι τοῖς ἱερεύσι καὶ ἱεροψάλταις
ἐπὶ τῶν ὕμνων μεμνῆσθαι αὐτοῦ· ἔτι δὲ καὶ
- Prose sur pierre 27
- Egypt and Nubia
τρόπον εἰκόνων χαλκῶν, ἐνποδίζεσθαι ἕνεκα τοῦ μηδέπω [κεῖσθαι τοῦ]
βασιλέως εἰκόνα, καὶ ὡς ἐν τοῖς κατὰ τὴν ὅλην χώραν καταν[γέλμασιν]
τοῦ τοιούτου γεγονότος, καὶ ἕτερα δὲ προσσημήναντες ἐκεκρίκ̣[εσαν πε]-
εἰκόνων τήν τε τοῦ βασιλέως καὶ τοῦ Σαραπίωνος· τούτων δ’ ὄντων κυ[ρίων],
συναινέσαντες τοῖς ὑπὸ τῶν βουλευτῶν δεδογμένοις κρίνομεν γίνεσθ̣[αι τὰ]
κρ̣ι̣θ̣έ̣ν̣τ̣α̣ [πρότερον ὑπὸ τῶν βουλευτῶν], προσδοθῆναι δὲ τῶι Σαραπίωνι αὐθ[αι]-
- Prose sur pierre 29
- Egypt and Nubia
γραμματεύων Πανταλέ-
οντι τῶν ὁμοτίμων τοῖς
συγγενέσι καὶ οἰκονό-
ἀρτοκόπιν Σοκνοπαίωι καὶ
Νεφερσῆι θεοῖς μεγίστοις.
- Prose sur pierre 30
- Egypt and Nubia
Πτολεμαίου τοῦ συγγενοῦς καὶ διοικητοῦ προσανενέγκαντος ἡμῖν πᾶσι
μὲν τοῖς κατ’ Αἴγυπτον ἱεροῖς ἔτι ἀ̣πὸ τῶν προγόνων ἡμῶν μείζονα φιλάνθρω-
πα ἐπικεχωρῆσθαι, ἔνια δὲ τῶν ἐπισήμων καὶ ἄσυλα γεγονέναι, τὸ ἐν Ἀ-
ἐντὸς αὐτοῦ περιβόλου τὴν ἀσυλίαν καθάπερ ἐ(στὶ) καὶ τῶι ἐν Μέμφει καὶ Βου-
σίρει καὶ ἑτέροις καὶ τῶν ἄλλων ἱερῶν· γινέσθω οὖν ἀκολούθως.
- Prose sur pierre 32
- Egypt and Nubia
καὶ ἡ̣μέρας συντελουμένων, νυνὶ δὲ τοῦ προ-
δεδηλωμένου ἱεροῦ ἐγλελιμμένου τοῖς ὅλοις
χάριν τοῦ μὴ μόνον τοὺς ἐπὶ πραγμάτων τετα[γ]-
όμενον ἱερὸν ἄσυλον καὶ ἀναθεῖναι στήλας
λιθίνας ἐκκεκολαμμένας τοῖς θ’ ἑλληνικο[ῖς]
καὶ ἐνχωρίοις γράμμασιν πρὸ τοῦ λιθίνου προ-
πύλου τοῦ ἱεροῦ, προστάξαι Πτολεμαίωι τῶι
τήγωι γράψαι Λυσανίαι τῶι συγγενεῖ καὶ στρα-
τηγῶι τοῦ νομοῦ κατακολουθήσαντα τοῖς
ἠξιωμένοις μηδενὶ ἐπιτρέπειν πράσσειν
μηδὲ παραλογεύειν μηδὲ εἰσεῖναι εἰς τὸ
εἰς τὸ ἱερόν. (ἔτους) κʹ, Ἁθὺρ ιηʹ.
τῶι ἐπιστάτει· κατακολουθεῖν τοῖς προστε-
ταγγμένοις vac. (ἔτους) κʹ, Μεχεὶρ ιʹ.
- Prose sur pierre 33
- Egypt and Nubia
[τῶι] σ̣υνγενεῖ καὶ στρατηγῶι τοῦ νομ[οῦ], κατα-
κολουθήσαντα τοῖς προστεταγμένοις
ἐᾶσαι ἡμᾶς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπ-
- Prose sur pierre 34
- Egypt and Nubia
[γ]ενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ κατακολο-
[υθ]ήσαντα τοῦς προστεταγμένοις ἐᾶσαι ἡ-
[μᾶ]ς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπως πολλῷ
- Prose sur pierre 35
- Egypt and Nubia
[ρων καὶ Φιλαδέ]λφων Ἑρμεῖ Ἡρακλεῖ ἐ[πὶ Καλλιμάχου τοῦ]
[Καλλιμ]ά[χ]ου [τῶν ὁμοτίμων τοῖς συγγενέσι καὶ στρατηγοῦ καὶ]
[νομάρχου] κα[ὶ ἱ]ππάρχου ἐπ’ ἀνδρῶν επ[․․․․․․15․․․․․․․]
[․․․․․․α]τοὺς ἡμίσεις· ἔδοξεν τῶ[ι κοινῶι τῶν δεῖνα, ἐπειδὴ Καλ]-
[λίμαχο]ς τῶν ὁμοτίμων τοῖς συγγ[ενέσι καὶ στρατηγὸς]
[καὶ νο]μάρχης τοῦ Παθυρίτου καὶ το[ῦ ἐπιτάγματος ἱππ]-
[στησεν ε]ἰς τὴν ἀσφαλεστάτην [εἰρήνην ἐπιδοὺς ἑαυτὸν μεγα]-
[λοψύχως, τ]οῖς δὲ [β]ουλομένοις τη[ρῆσαι εὐδίαν ․․․․․]
[παρέσχη]κεν εὔχρηστα πολλ[ά ․․․․․․․․․․․]
[․․․․․․]υ καὶ πολ[ε]ιτικήν κ[․․․․․․․․․]
[εὐεργετ]ῶν [δ]ιατελεῖ τοῖς [τὸν νομὸν κατοικοῦσι]
[․․․․․ κ]αὶ ἰδία[ι ․․․․θρ․․․․․․․․․․․]
- Prose sur pierre 36
- Egypt and Nubia
Θέωνι.
ῥητήθω οἷς καθήκει τὸ κατεσκευ-
ασμένον ὑπὲρ τῆς ἡμετέρας σωτηρίας
Ἰσίδειον ἀπὸ νότου Πτολεμαΐδος
ἀτελὲς καὶ ἄσυλον εἶναι σὺν τοῖς
περὶ αὐτὸ κατῳκοδομημένοις
οἰηκτηρίοις μέχρι τοῦ τείχους
τῆς πόλεως.
- Prose sur pierre 37
- Egypt and Nubia
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δε-
δομένης τοῖς βασιλεῦσιν ἐντεύ-
ξεως παρὰ Φιλίππου τοῦ Τιμοκράτους,
μενα ἱερὰ ἀκολούθως τοῦς προστετα-
γμένοις· (ἔτους) ιβʹ, [Θ]ῶυτ κϛʹ.
βασιλεῖ Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ίωι καὶ βασιλίσσηι Κλεοπά-
τραι τῆι καὶ Τρυφαίνηι τῆι ἀδελφῇ, θεοῖς Φιλο-
πάτορσι καὶ Φιλαδέλφοις, χαίρειν
Φίλιππος Τιμοκράτους Κορίνθιος τῶν αʹ πρώτων φίλων
Ἐσερέμφιος θεᾶς μεγίστης καὶ ἑτέρου ἱεροῦ
Ἡρακλέους θεοῦ μεγάλου Καλλινίκου, ἐν οἷς καὶ ἱκό-
νες ὑμῶν ἀνάκεινται, τινῶν δὲ παρὰ τὴν ὑμε-
τέραν προαίρεσιν ἐπιτηδευόντων εἰσβιάζεσ-
θαι εἰς τὰ ἱερὰ καὶ τοὺς ἐν τούτοις ἀποτεταγμέ-
νους σκύλλειν, ὑμῶν δέ, μέγιστοι βασιλεῖς,
ἐπιχωρηθέντος εἶναι τὰ σημαινόμενα ἱερὰ ἄσυλα
[οὐδ]ενὶ ἐφέσεως οὔσης ἐν τούτοις [βί]αιον δια-
πράσσεσθαι πρὸς τὸ ἀπαραποδίστως τὰ νομι-
ζόμενα τοῖς θεοῖς ἐπιτελεῖσθαι ὑπέρ τε
ὑμῶν καὶ τῶν τέκνων· δέομαι ὑμῶν τῶν κοι-
γινώσκων τὴν γεγονυῖαν τῶν ἱερῶν ἀσυ-
λίαν κατακολουθῇ τοῖς προστεταγμέ-
νοις μηθενὶ ἐπιτρέπειν παρὰ ταῦτά τι
ἐπιτελεῖν, οὐδενὶ ἐφέσεως οὔσης εἰσ-
ἀδίκημα συντελεῖσθαι πρὸς τὸ ἀνεμ-
ποδίστως τὰ νομιζόμενα τοῖς θεοῖς
καὶ τὰς ὑμῶν καὶ τῶν τέκνων θυσίας
- Prose sur pierre 38
- Egypt and Nubia
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι
Κλεοπάτραι τῆι καὶ Τρυφαίνηι θεοῖς Φιλο-
πάτορσι καὶ Φιλαδέλφοις χαίρειν
Ἀπολλοφάνης Βίωνος Ἀντιοχεὺς τῶν αʹ πρώτων
[εἰκ]όνας πρὸς τὸ ἐπιφανεστάτου τοῦ τόπου γενη-
[θέ]ντος πολὺ μᾶλλον τὰ νομιζόμενα τοῖς θεοῖ[ς]
ἐπιτελῆται, ἀξιῶ, τοῦ πράγματος ἀβαροῦς ὄντο[ς],
- Prose sur pierre 39
- Egypt and Nubia
καὶ τῶν συννάων θεῶν συμπεπτωκὸς
καὶ τοῖς ὅλοις ἐξηρημωμένον. βούλομαι
ἐπ’ αὐξήσει τῶν τοῖς θεοῖς ἀνηκόντων
ἀνοικοδομῆσαι τοῦτο τοῖς ἰδίοις ἀνηλώ-
μασι καὶ ἐπιγράψαι ὑπέρ σου, δέσποτα
ματογράφωι, ὅπως γράψῃ τῶ[ι] τ[ο]ῦ νομοῦ
στρατηγῶι καὶ οἷς καθήκ[ει, ε]ἰδὼς
πο[ιού]μ̣ενον τὰ τῆς ἀναν̣[εώσεω]ς,
- Prose sur pierre 40
- Egypt and Nubia
ραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ πυλῶνος ἀνατεθεικότα
Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνόδωι· δίκαιον γὰρ τοῖς φιλαγάθως
τῶι κοινῶι ἀπαντῶσιν τὴν παρὰ πάντων μεμερίσθαι τιμήν· ἐὰν δὲ καὶ ἕτερα φιλο-
πυλῶνος ἀνατεθεικότα Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνό-
δωι, δίκαιον γὰρ τοῖς φιλαγάθως τῶι κοινῶι ἀπαντῶσιν τὴν παρ’ αὐτῶν μεμερίσθαι
τιμήν, ἐπιδέξασθαι δὲ εἰς τὴν σύνοδον δωρεὰν τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἄνδρας
σθαι δὲ καὶ κατὰ πόσιν διαφέροντι στεφάνωι ὑπὸ τοῦ κοινοῦ· ἐὰν δὲ γηραιὸς γενόμενος με-
ταλλάξηι, ἐπιφέρειν αὐτῶι κατ’ ἐνιαυτὸν εἰς τὸν τάφον τοῖς νεκυσίοις τὴν σύνοδον τὰ νο-
μιζόμενα καὶ στεφανοῦν ἐκ τοῦ κοινοῦ κατὰ πόσιν διαφέροντι στεφάνωι, γραφῆναι δὲ
μένους περὶ τῶν ἀχθησομένων αὐτοῦ κατ’ ἔτος ἡμερῶν τριῶν καὶ ἀνατεθησομένων
εἰκόνων τριῶν, ἀκολούθως τοῖς δόγμασι τούτοις· τύχηι τῆι ἀγαθῆι· ὑπογραψάντων πάν-
των τῶν συνόντων εὐδοκεῖν καὶ ποιήσειν πάντα καθότι πρόκειται· ὑφ’ ὃ καὶ ὑπέγραψαν
- Prose sur pierre 41
- Egypt and Nubia
[ὑ]πὲρ βασιλίσσης Βερενίκης θ[εᾶς Ἐπιφανοῦς]
[ἔδο]ξεν τοῖς ἐκ τοῦ ἐν Ἀφροδίτης π[όλει ․․․․․c.15․․․․․․ γυμνασί]-
[ο]ῦ· ἐπειδὴ ἐπὶ τῶν ἀεὶ συνισταμέ[νων ἐν τῶι γυμνασίωι]
[π]άρχην ἐπ’ ἀνδρῶν κατοί[κ]ων ἱππ̣[έων] — — — —
․ετο․․ις καὶ ἐν τοῖς κατὰ τὴν [ἀρχὴν(?) — — — — — ἐ]-
[ν]δ[όξως] καὶ μεγαλομερῶς κε— — — — —
εν καλοκἀγαθίαν αὐτοῦ καὶ ἐνέργ[ειαν ․․․․ ὥστε τῶν καθηκόντ]-
[ων] τυγχάνειν τιμίων vac. καὶ [ἐν πᾶσι καιροῖς προθυμίαν]
[ἀδι]αλείπτως κατατέθειται εἰς τὸ [διαφυλάττειν τὴν εὔνοιαν, ἣν εἶχε ὁ ἄ]-
․․ καὶ τὸν ἀρχαῖον ξυστόν· ἔτι δὲ — — — — — — —
․․ τούτοι̣[ς] εὐκοσμίαν καὶ τὴν πρ— — — — — — — —
․․ ἐν Ποονπαώνθει τοῦ ἄνω πε— — — — — —
․․ης πάσης φιλοπονίας καὶ πλειστ— — — — — —
․․ον δὲ καὶ τῆι ιʹ τοῦ Θωὺθ Νικηφορίο[ις — — — — —]
․․ μεγάλου καταβολὴν ποιησάμε[νος — — — — — —]
- Prose sur pierre 42
- Egypt and Nubia
σὺν τῶι πρὸς αὐτὴν προστεταγμένωι τὸ ἀντ[ί]-
γραφον ὑπόκειται· κατακολούθει οὗν τοῖς προσ-
τεταγμένοις· ἔρρωσο· (ἔτους) βʹ, Φαμενὼθ γʹ.
βασιλίσσηι Βερενίκηι θεᾶι Ἐπιφανεῖ χαίρειν
σπονδὰς καὶ καύσεις λύχνων καὶ τἆλλα
[τὰ] ν̣ομιζόμενα τοῖς θεοῖς ἐπιτελοῦντες
[ὑπ]έρ τε σοῦ καὶ τῶν προγόνων· προαιρούμε-
[ἵ]να τούτου πρὸς αὔξησιν ἀγομένου πολλῷ
μ̣ᾶλλον τὰ νομιζόμενα τοῖς θεοῖς ὑπέρ σου,
κ̣αθότι πρόκειται, ἐπιτελῆται, δεόμεθα,
τοῦ νομοῦ προνοηθῆναι ὡς διὰ στήλης τῆς
πρὸς τοῖς δεδηλωμένοις τόποις ἐνοικοδο-
μηθησομένης ἐνγλυφήσεται ὑπέρ τε σοῦ
καὶ τῶν προγόνων ἡ τοῦ δηλουμένου ἱεροῦ καὶ
τῶν προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξι-
ωμένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται·
τούτου δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρα-
πιτρο[πὴν Σωκράτηι τῶι μά]λιστα τ[οῦ ἱεροῦ] διὰ παν-
τὸς προι̣[σταμένωι, σχεθησομένωι] τ̣ο̣υ̣ τῶν ἠ-
ξιωμένων ἀπ[οτελέσματος, ἵν’ ὦμε]ν̣ [εὐ]ε̣ρ̣γετη-
- Prose sur pierre 43
- Egypt and Nubia
ταγμένωι τὸ ἀντίγραφον ὑπόκειται· κατακολού-
θει οὖν τοῖς προστεταγμένοις· ἔρρωσο· (ἔτους) βʹ, Φαμεν(ὼθ) γʹ.
βασιλίσσηι Βερενίκηι [θ]εᾶι Ἐπιφανεῖ χαίρειν
πτως τάς τε θυσίας καὶ σπονδὰς καὶ καύσεις
λύχνων καὶ τἆλλα τὰ νομιζόμενα τοῖς θε-
οῖς ἐπιτελοῦντες ὑπέρ τε σοῦ καὶ τῶν προγό-
νων· προαιρούμενοι δὲ τὴν τοῦ ἱεροῦ ἀσυλίαν
μένου πολλῷ μᾶλλον τὰ νομιζόμενα
τοῖς θεοῖς ὑπέρ σου, καθότι πρόκειται, ἐ-
πιτελῆται, δεόμεθα, καθ’ ἥν ἔχεις πρὸς
συγγενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ προνοηθῆν[αι]
ὡς διὰ στήλης τῆς πρὸς τοῖς δεδηλωμένοις
τόποις ἐνοικοδομηθησομένης ἐνγλυφήσεται
ὑπέρ τε σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δηλουμένου
ἱεροῦ καὶ τῶν προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιω-
μένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται· τού-
του δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρατεθε-
Σωκράτηι τῶι μάλιστα τοῦ ἱεροῦ διὰ παντὸς
προισταμένωι, σχεθησομένωι τοῦ τῶν ἠξιω-
μένων ἀποτελέσματος, ἵν’ ὦμεν εὐεργε-
- Prose sur pierre 44
- Egypt and Nubia
[ἐφ’ ἡμᾶς] σὺν τῶι πρὸς αὐτὴν προστεταγ[μένωι, τὸ ἀ]ντί-
[γραφον ὑ]πόκειται· κατακολούθει οὖν [τοῖς προ]στε[τα]γμέ-
[νοις· ἔρρωσο]· (ἔτους) βʹ, Φαμενὼθ γʹ.
[βασιλίσσηι Βερενί]κηι θεᾶι Ἐπιφανεῖ χα[ίρειν]
[θυσίας καὶ σπο]νδὰς καὶ καύσεις λύχνων καὶ τἆλ-
[λα τὰ νομιζό]μενα τοῖς θεοῖς ἐπιτελοῦντες ὑπέρ τε
[σοῦ καὶ τῶν π]ρογόνων· πρ[οαιρ]ούμεν[οι] δὲ τ[ὴν το]ῦ ἱεροῦ
[ἀσυλίαν] ἐπικυρωθῆναι, ἵνα τούτου πρὸ[ς αὔξησιν] ἀγο-
μένου πολλῷ μᾶλλον τὰ νομιζόμεν[α τοῖς θ]εοῖς
ὑπέρ σου, καθότι πρόκειται, ἐπιτελῆται, [δεόμε]θα,
[ρί]δηι τῶι συγ[γενεῖ καὶ στ]ρατηγῶι [τοῦ ν]ομοῦ προνοηθῆ-
ναι ὡς διὰ [στήλης τῆς π]ρὸς το[ῖς δε]δηλωμένοις τό-
ποις ἐνοικοδο[μη]θησ[ο]μέν[ης ἐ]ν̣γλυφήσεται ὑπέρ τε
σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δ[ηλ]ουμένου ἱεροῦ καὶ τῶν
προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιωμένοις, καθά-
[περ ἐ]πὶ τῶν ὁμο[ίων γ]είνεται· τούτου δὲ γενομένου ἔ-
[ἐπ]ιτροπὴν Σοκράτ[ηι τ]ῶι μ[άλιστα] τοῦ [ἱε]ροῦ [διὰ παντὸ]ς
[προι]σταμένωι σχ[εθη]σομέν[ωι] τοῦ τῶν ἠ[ξιωμένων]
[ἀποτελέσ]ματος, [ἵν’ ὦ]μεν εὐεργετη[μένοι]·
- Prose sur pierre 45
- Egypt and Nubia
χαίρειν. τὸ ὑποκείμενον πρόσταγμα σὺν τῶι
χρηματισμῶι μεταγραφήτωι τοῖς τε ἑλληνικοῖς
καὶ ἐνχωρίοις γράμμασι. καὶ ἐκτεθήτω ἔν τε τῆι
μητροπόλει καὶ εν τοῖς ἐπισημοτάτοις τοῦ νομοῦ
τόποις, καὶ τἆλλα γινέσθω τοῖς προστεταγμένοις
ἀκολούθως. ἔρρωσο. ἔτους ἐνδεκάτου
κατὰ τὴν χώραν τῶν ἀπὸ τῆς πόλεως πάντας
μὴ γείνεσθαι συνεισφόρους τοῖς κατὰ καιροὺς
καὶ περιστάσεις ἱσταμένοις ἐν τοῖς νομοῖς
στεφάνοις καὶ ταῖς ἐπιγραφαῖς μηδὲ τὰ ὑπά[ρ]-
χοντα αὐτῶν εἰς τοὺς τοιούτους ἄγειν μερισμοὺς
- Prose sur pierre 46
- Egypt and Nubia
[βασιλευόντων Κλεοπ]άτρας θεᾶς [φ]ιλοπάτο[ρος καὶ Π]τολεμαίου τοῦ καὶ Καίσαρος θεοῦ φιλοπάτορος φιλο-
[μήτορος, ἔτους ιγʹ, Ἀρτ]εμισίου ιηʹ Φαμενὼθ ιηʹ, ἔδοξε τοῖς ἀπὸ Διοσπόλεως τῆς [μ]εγάλης ἱερεῦσι τοῦ
[μεγίστου θεοῦ Ἀμο]νρασωνθὴρ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἄλλοις πᾶσι· ἐπειδὴ Καλλίμαχος ὁ συγγενὴς
[καὶ στρατηγὸς καὶ ἐπ]ὶ τῶν προσόδων τοῦ Περιθήβας καὶ [γ]υμνασίαρχος καὶ ἱπ[πάρ]χης καὶ πρότερον παρα-
[διατηρήσας αὐτὴν ἐν] τῆι πάσηι εἰρήνηι, τὰ τε τῶν μεγίστων καὶ πατρώιων θεῶν ἱερὰ εὐσεβῶς ἐξυπηρέτησε καὶ τοὺς βίους
[τῶν ἐν αὐτοῖς ἔσωσε] καὶ καθόλου πάντας, δαπανησάμενος ἀνὰ δαπά[ν]ας τοὺς ἅπαντας ἐποίησε ν̣ε̣α[νί]ζ̣ε̣ι̣ν̣ τ̣ε̣ κ̣αὶ̣
[εἰς τὴν ἀρχαίαν εὐ]δαιμονίαν πάντα ἤγαγεν, ἀλήθειαν μὲν καὶ δικαιοσύνην [ἰ]σχ[υρ]ὰς [ποιήσας] καὶ δὴ καὶ χρηστότητα
[παρασχών, φιλανθρωπί]αι δὲ καὶ τοῖς κατ’ εὐεργεσίαν ὑπε[ρ]βαλοῦ[σ]ι[ν] ἀεὶ̣ π̣[αραγενό]μεν̣ος̣· [ἔ]τι δὲ καὶ ν[ῦ]ν ․․․․9․․․․
[ἐπιγιγνομένης τῆς] σκληρᾶς σιτοδείας ἐκ τῆς γενομένης ἀνιστορήτου ἀπορίας καὶ σχεδὸ[ν] τὴν πόλιν τρ[ι]βούσης
[Ἀμονρασωνθ]ὴρ καὶ εὐγενῶς μόνος ὑποστὰς τὸ βάρος πάλιν ὥσπερ λαμπρὸς ἀστὴρ καὶ δαίμων ἀγαθὸς
[τοῖς ἅπασι]ν ἐπέλαμψε· τὸν γὰρ ἑαυτοῦ βίον ὁλοσχερῶς ἀνέθετο τοῖς χρῆσθαι βουλομένοις, ἐπιφ̣[αν]νέστα[τα δὲ]
[καλῶς ἐβοήθησεν] τοῖς κατοικοῦσι τὸν Περιθήβας καὶ διαθρέ[ψ]ας καὶ σώσας πάντας σὺν γυναιξὶ καὶ τέκνοις καθάπερ ἐ[κ]
[ζάλης καὶ ἀντι]πάλων χειμώνων εἰς εὐδινοὺς λιμένας ἤγαγεν· τὸ δὲ πάντων πρῶτον καὶ μέγιστον τῆς
[ἀρχαίων χρόνων· ἀ]γαθῆι τύχηι· προσαγορεύεσθαι μὲν αὐτὸν σωτῆρα τῆς πόλεως, ἥ ἐστιν ἀρχεῖον, ὃ στα̣[μίο]ν,
[ἀναθεῖναι δὲ αὐτοῦ ἐν] τῆι γενεσίωι ἡμέραι ἐν ἐπισήμοις τόποις τοῦ ἱεροῦ τοῦ μεγίστου θεοῦ Ἀμονρασωνθὴρ
[τρεῖς εἰκόνας αὐτοῦ, μίαν] μὲν τοὺς ἱερεῖς ἐκ σκληροῦ λίθου, δύο δὲ τὴμ πόλιν, ἣν μὲν χαλκῆν, ἣν δὲ [ὁ]μοίως σκληρόλιθον,
[ἄγειν δὲ κατ’ ἐνιαυτὸν ἐ]πώνυμον τὴν αὐτὴν ἡμέραν καὶ θύειν τοῖς κυρίοις θεοῖς καὶ στεφανη[φ]ορεῖν καὶ εὐωχεῖσθαι
[καθάπερ νόμιμόν ἐστιν], τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στήλην λιθίνην τοῖς τε Ἑλληνικοῖς καὶ ἐγχωρίοις γράμμασι,
[καὶ ἀναθεῖναι αὐτὴν ἐπὶ] τῆς κρηπῖδος τοῦ αὐτοῦ ἱεροῦ, ὡς καὶ δημοσίαι τέτευχεν αὐτὸς τῆς παρὰ τοῦ μεγίστου θεοῦ
- Prose sur pierre 47
- Egypt and Nubia
[ἀ]πὸ γυναικὸς βʹ, τὰς δὲ γ[υναῖκας]
ἀκολούθως τοῖς ἀνδρά[σιν· τὴν μὲν αἴτι]-
ἀν ἐκτρωσμοῦ μʹ,[ἀπαλλαγῆς ἔνεκα]·
- Prose sur pierre 49
- Egypt and Nubia
παρόντων τῶν πλείστων· vac. ἐπειδὴ τοῦ κατακλυσμοῦ γενομένου
συνεκύρησεν τὸν οἶκον σὺν τοῖς προσκυροῦσι χρηστηρίοις ἱκανῶς
σαλευθέντα καθαιρεθῆναι, ἐπισυνέβη δὲ καὶ ἐν τῶι μεταξὺ
τὸν ἀρχιιερέα Θέωνα τιμιώτατον ἅπασιν ὄντα εἰς θεοὺς ἀπο-
χωρῆσαι, πολλήν τε παρεῖχε διατροπὴν τοῖς γεούχοις μὴ ἀνοι-
κοδομούμενος ὁ οἶκος, αὐτοί τε ἅπαντες προτρεψάμενοι τοὺς
δοκοῦντας ἐν ἑαυτοῖς εὐθέτους εἶναι τῆς ἀρχιιερωσύνης διά τε
ἀξίαν καὶ τὴν παροῦσαν αὐτοῖς εὐκαιρίαν, ἀποτυχόντες τε καὶ τῆς
ἐπιβολῆς ταύτης μόνον εὕρομεν Ἀπολλώνιον Θέωνος, τὸν τοῦ
οἶκον ἀνωικοδόμησε καὶ τὰ χρηστήρια πάντα, ἔτι δὲ καὶ ἐκονί-
ασε τὸν οἶκον ἀξιολόγως καὶ ἔστρωσε στιβάσι διαφόροις, τὴν
ἀπάντων ἀνήλωσιν ἐκ τοῦ ἰδίου παραδεξάμενος, χωρὶς τῶν
ἄλλων δαπανῶν ὧν ἐποήσατο τῆς προστασίας καὶ κωμαρχίας
ἔν τε τοῖς κατὰ καιρὸν δείπνοις μεγαλομερῶς καὶ μεγαλοψύχως
ἀναστραφείς· vac. ὧν δὴ χάριν,
ἑτέρωι ἀσπιδείωι καὶ τὸν υἱὸν αὐτοῦ Θέωνα ἔτι ἀκμὴν παῖδα
ὄντα ἀσπιδείωι, καὶ μόνον αὐτὸν συνκατακλίνεσθαι τοῖς συνγε-
ώργοις πρὶν ἢ εἰσκριθῆναι εἰς τοὺς ἐφήβους, τόν τε Ἀπολλώνιον
ἄλλωι ἀσπιδείωι, οὗ καὶ τὴν ἀνάθεσιν ποιήσασθαι εἰς τὸ τῶν γεού-
δίδοσθαι αὐτῶι, δοῦναί τε αὐτῶι ἐξουσίαν ἐπιγράψαι ἐπὶ τὸ ἐπιστύ-
λιον τοῦ οἴκου ὅτι αὐτὸς κατασκεύασεν πάντα παρ’ ἑαυτοῦ τοῖς συν-
γεώργοις, ταῦτά τε ἅπαντα ἐνχαράξαντα εἰς στήλην εἰς μίαν τῶν
παραστάδων τοῦ οἴκου ἐνθεῖναι, ἵνα δι’ αἰῶνος ἡ ἐν ἅπασι τοῦ Ἀπολ-
γράψαι τοῦ Ἀπολλωνίου τὰ δόγματα ἅπαντα, ὡς τοῦ μὴ ὑπογράψαντος
ἐναντία νοοῦντος τοῖς συνγεώργοις· μηθένι δὲ ἐξέστω ἐπ’ ἀνα-
σκευῆι τῶν δεδογμένων λόγον εἰσηγεῖσθαι, ἢ τὸν τοιοῦτον χω-
- Prose sur pierre 52
- Egypt and Nubia
[ἀ]π[ο]νέμει, καὶ τὴν δὲ τῶν χωμάτων κατε[ργασίαν]
[ἐν τ]οῖς δέουσιν καιροῖς μετὰ πάσης ἐπιμε[λείας]
[π]οιεῖται ἀδεκάστως ἀναδεχόμενος πό[νον καὶ νυ]-
[τῶν] πεδίων πάνυ λιμνασθέντων ὑπέρ[μεγαν]
[σπ]ό[ρ]ον γεγονέναι, ἐποίησεν δὲ καὶ τοῖς [τότε]
[τὰ] χώματα ἐργαζομένοις πρὸς τὸ ἀδι[αβόλους]
[καὶ] ἀσυκοφαντήτους εἶναι παρὰ τὸ πάλ[αι σπό]-
νίαν καὶ συνμον[ὴ]ν τῶν κωμῶν, καὶ [ἃ ἡ κώμη ὤφει]-
λε ἄλλοις τοῖς τῆς [στρ]ατηγίας πραγμα[τικοῖς]
ἐπιτελῶν [τ]οὺς [γεωργοὺ]ς φυλάττει ἀνυ[πόπτους]
- Prose sur pierre 53
- Egypt and Nubia
[ματ]ι̣ τὰ ἀντίγραφα ὑμεῖν ὑποτέταχα, ἵν’ εἰδό-
[τες κ]α̣τακο̣[λ]ουθῆτε καὶ μηδὲν ὑπεναντίον τοῖς προσ-
[τεταγμένοι]ς̣ [ποι]ῆτε v (ἔτους) ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος
[Σεβαστοῦ Γερμανι]κ̣[οῦ Αὐ]τοκράτορος, Μεχεὶρ v ζʹ. vac.
[τόπωι φανερῶ̣ι ἔν̣] τε τῆι μητροπόλει τοῦ νομοῦ καὶ καθ’ ἑ-
[κάστην κώμη]ν α[ὐ]τ̣ὸ προθεῖναι σαφέσι καὶ εὐσήμοις
[γράμμασιν] καὶ φρο[ν]τίσα̣ι̣ ἵνα γένηται ταῦ[τ’] ἐμοῦ. vac.
σθω[σ]α[ν· ταῦτα δὲ βουλομαί σε ἀναπέμ]-
πειν πᾶσι [τοῖς ἐπὶ ταῖς χρείαις ἵνα]
καὶ τὰ ἁμα[ρτήματα ἐκμανθάνωσιν]
[φαλαιο]υ̣μένους πέμπειν ἐμοί τε καὶ
[εἰς τὰ λογιστ]ή̣ρια, [κ]αὶ πρὸς Βασιλείδην καὶ τοῖς
[ἐκλογισταῖς ἐπιδι]δόναι, ἵν’ εἰς διαλογισ-
- Prose sur pierre 54
- Egypt and Nubia
χαίρειν· τὸ ὑπογεγραμμένον
ἔκθεμα πρόθες ἐν οἷς καθήκει
τοῦ νομοῦ τόποις, ἵνα πάντες
εἰδῶσι τὰ ὑπ’ ἐμοῦ κελευόμενα·
- Prose sur pierre 55
- Egypt and Nubia
Γερμανικὸς Αὐτοκράτωρ, ὁ ἀγαθὸς δαίμων τῆς
οἰκουμένης, σὺν ἅπασιν οἷς εὐεργέτησεν ἀγα-
θοῖς τὴν Αἴγυπτον τὴν ἐναργεστάτην πρόνοι̣-
αν ποιησάμενος ἔπεμψεν ἡμεῖν Τιβέριον Κλαύδ[ι]-
ον Βάλβιλλον ἡγεμόνα, διὰ̣ δ̣ὲ̣ τ̣ά̣ς̣ τούτου χ̣[ά]-
ριτας καὶ εὐεργεσίας πλημύρουσα πᾶσιν ἀγαθοῖς ἡ̣
Αἴγυπτος, τὰς τοῦ Νείλου δωρεὰς ἐπαυξομέ-
σ̣ε τῆς δικαίας ἀναβάσεως τοῦ θεοῦ· ἔδοξε
τοῖς ἀπὸ κώμης Βουσείρεως τοῦ Λητο[πολ]ε̣ί̣-
του παροικοῦσι ταῖς πυραμίσι καὶ τοῖς ἐ̣ν̣ αὐτ[ῷ]
καταγεινομένοις τοπογραμματεῦσι καὶ κω-
μογραμματε̣ῦ̣σ̣ι̣ ψη[φίσ]α̣σ̣θαι κ[αὶ ἀν]αθεῖναι
ζει γὰρ τὰς ἰσοθέους αὐτο̣ῦ̣ χάρι[τας] ἐ̣ν̣ε̣στηλει-
δωμένας ἐνεστηλωμένας τοῖς ἱεροῖς γράμμασιν αἰῶνι μνημο-
νεύεσθαι [παντί]. παραγενόμενος γὰρ ἡμῶ̣[ν]
- Prose sur pierre 57,A
- Egypt and Nubia
ὑπ[ηρ]ετεῖν τῇ τε ε[ὐ]θ̣ην[ίᾳ καὶ τῇ μεγίστῃ τῶν νῦν καιρῶν εὐδαι]-
μονίᾳ, μὴ [β]αρυνομένην κ[αιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ]
τῆς πό[λ]ε[ω]ς ἐπέ̣β̣ην κ[αταβοώμενος ὑπὸ τῶν ἐντυγχανόν]-
τοιαύτης πραγμα̣τείας ἀχθῆν[α]ι μ̣ε̣τ’ ἀ̣ν̣ά̣γκης ἐπι[β]λ̣η̣[θ]έ̣ν-
[τ]ω̣ν α̣ὐτοῖς τῶν τελῶν. δ̣ιόπ̣[ερ καὶ] αὐτὸς [ο]ὔ[τ]ε ἤ[γα]γόν [τινα]
[εἰς τ]ελωνεί[α]ν ἢ μίσθωσ̣ι̣ν̣ οὔτε ἄ[ξ]ω, ε̣[ἰδ]ὼς το[ῦ]το σ[υμ]-
[φέρειν κ̣]αὶ ταῖς κυ[ρια]κ̣αῖς ψήφ[ο]ις τὸ μετ[ὰ προθυμίας ἑκόν]-
[τας πραγ]ματε̣ύ̣ε̣σθαι [τ]οὺς [δυνατούς. πέπεισμαι δὲ ὅτι οὐδ’]
[εἰς τὸ μ]έλλον [ἄ̣κ̣]οντ[ά]ς τ[ι]ς ἄ[ξει τελώνας ἢ μισθωτάς],
[ἀλλὰ δια]μ̣ισθώσει τοῖς [βουλομένοις ἑκουσίως προσέρχεσθαι],
[μᾶλλον] τὴν τῶν προτέ[ρων ἐπάρχων αἰώνιον συνήθειαν]
- Prose sur pierre 57,B
- Egypt and Nubia
ταστήματι τὴν πόλιν ἀπολαύουσαν των εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-
τηι τῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-
τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-
[λ]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ίγ]ον ἔ̣βλα̣ψε τὰ πράγ̣μ̣ατα τὸ πολλοὺ̣ς̣ ἀπείρους ὄντας τῆς τοιαύ̣-
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθέντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, εἰ̣δὼς τοῦτο
συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετ̣ὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς δυνατούς. v πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας
ἢ μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἐκουσίως προσέρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν
μειμησάμενος· v (4) ἐπειδὴι ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς, ἃς καὶ δι’ αὐτὸ τοῦτο
γεγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀναδάστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι. κελεύω οὗν, ὅστις ς ἂν ἐνθάδε
ἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ]α ἢι προγράφειν, ἵν[α μηδ]εὶς τῶι τοιούτωι συνβάλληι v
ἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μήιτε μήτε ὀνόματος κατεσχημένου̣ μ̣ήτε τῶν ὑπαρχόντων κρατου-
μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι, μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει. vvv
Κλαύδιον ἀπολῦσαι· v ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι, καὶ ἐκείνων κατηκολουθηκότων τῆι v
τοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. (8) ὑπὲρ δὲ v
τῶν ἐκ τοῦ Καίσαρος λόγου πραχθέντων πραθέντων ἐν τῶι μέσωι χρόνωι, περὶ ὧν ἐκφόρια κατεκρίθηι, ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ%⁸⁰-
τὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς κ̣αθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή%⁸⁰-
ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας, ὡς δημοσίους γεωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. (9) ἀκόλουθον δέ ἐ[σ]τιν ταῖς τῶν Σεβαστῶν v
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v (10) μελήσει δέ
μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v (11) καθόλου δὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐστὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] γοῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λόγωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰-
αὐτοῦ τὸν προσαγγείλαντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν δὲ ἰδίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γά]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ
[κ]ε̣λ̣ε̣ύ̣σ̣ομαι τὸν γνώμονα τοῦ̣ ἰ̣[δ]ί̣ου λόγου [κεῖσθ]αι, τὰ καινοποιηθέ̣ν̣τα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[πα]νο[ρθ]ω̣σάμεν̣ο̣ς̣. προγράψω[ι δὲ φανερῶς ὅπως τοὺς ἤδηι ἐξ]-
χορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν γεωργοῦντες καὶ ἐδήλωσαν ὅτι πολλὰ καιν̣[ῶ]ς̣ κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα ?]
[ἀλλὰ] δι̣ὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν οὐδ’ ἐπὶ τοὺς ζʹ νόμους]
[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλλὰ καὶ τὰ προάστια τῆς πόλεως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [νομόν. διὸ κελεύωι]
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς]
[κατ]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [δικαίων διακρί-
νω]. (14) ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐγλογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[οῦ ὁ]-
μοιώματος] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος]
[παρα]γράφειν ἀλλὰ [μ]ηι [δ’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[πο]-
[γράφ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευδὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅσον ἀπῃτήθησαν καὶ τὸ ἴσ[ον]
[ἀποτίσ]ο̣υ̣σ̣ι̣ [ε]ἰς τὸ δημόσιον. v (15) τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ v
[ἐν τῶι] Μενελαΐτηι ἀρχαίας γῆς, [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθηι, μὴι μάτην εὐλ[αβ]είσθωσαν· οὔτε [γὰρ ἐ]τόλμησέ [ποτέ τις ποι]-
[ήσασθα]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [πο]ιήσεται. μένειν γὰρ ὀφεί[λ]ει τ[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[αιον. τὸ] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]-
[θέντ]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν καινίζεσθαι. (17) περὶ δὲ τῶν ἀρχαιοτέ[ρων] ἐκ[θ]έσεων, ἐνκει[μένω]ν ὑμ[ῶ]ν, αἷς [τινες ὥστε]
- Prose sur pierre 60
- Egypt and Nubia
θεοῖς καταχθονίοις.
Πο[μπ]ηία Μοῦσα ἀνειέρωσεν κηπόταφον Μαξί-
[μωι τῶι υἱῶι] α̣ὐ̣τῆς καὶ Μάρκωι Ἀντωνίωι Θεοφίλωι ἀνδρὶ καὶ ἀπελευθέ-
[ροις καὶ ἀπε]λευθέραις ἑαυτῶν καὶ τούτων ἐγγόνοις κοινὸν καὶ ἀδι-
[αίρετον καὶ] ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον ἐκ παντὸς τρό-
σεως ἐπώλησαν· [οὗτοι μὲν οὖ]ν ὅσον κακῶς εἰλ[ή]φασιν ἀπαι-
τηθήσονται, τὸ δ[ὲ μνημεῖον] μενεῖ τοῖς ἐνκ[ειμέ]ν̣οις σώ-
μασιν ἀκαταχρημά[τιστον. Δι]ονύσιος· Ενο․․․ τῶν λαβόν-
- Prose sur pierre 61
- Egypt and Nubia
ἀγαθῇ τύχηι.
[ἀ]ν̣τίγραφον ὑπομνηματισμῶν Μαρκίου Μοισιακοῦ τοῦ πρὸς τῷ
ἰδίω λόγῳ (ἔτους) εʹ Ἁδριανοῦ Καίσαρο[ς τοῦ κ]υ̣ρίου Θὼθ κζʹ ∶ Οὐλπίου
Διονυσίῳ γραμ[ματεῖ ․c.6․․ τοῦ Μ]αρεώτου εἰπόντων μνη-
ματοφυλακίαν προσήκουσαν αὐτ[οῖς ἀπὸ προγόνω]ν̣ οὐ δεόντως ὑπὸ Διονυσίου
τοῦ παρόντος γραμματέως τῶν [Λυκίων ἀποκεκλεῖσθα]ι αὐτοὺ̣ς, διδάξαι καὶ
- Prose sur pierre 63
- Egypt and Nubia
ἀπὸ ἱεροῦ κώμης Τάλμεως τῆς (Δωδεκα)σχοίνου, παραγγέλλε-
ται πᾶσι τοῖς κεκτημένοις χοίρους τούτους ἐξε-
λάσαι ἐντὸς πεντεκαίδεκα ἡμερῶν ἀπὸ τῆς προ-
- Prose sur pierre 64
- Egypt and Nubia
[ἀγα]θῃ [τύχῃ].
[ἔδοξ]ε τοῖς ἄρχ[ουσι — — — — — — — — — —]
․․․ΓΕΤΟΥ τῶν ἐν— — — — — — — — — — — — — —
ἡμετέ̣[ρ]αν πόλιν Ε̣— — — — — — — — — — — — —
οὖσιν κα[ὐ]τοῖς ΚΟΙΝΟ̣— — — — — — — — — — —
εὐμενῶ[ς] καὶ φιλαν̣[θρώπως] — — — — — — — —
- Prose sur pierre 65
- Egypt and Nubia
[μέγιστο]ι ο̣ἱ [ἐπιφ]α[νέστατοι Καίσαρες]
λ̣έγουσιν Ἐλεφαντινίταις καὶ Σοηνίταις τοῖς ἐν Θηβαίδι
[χ]α[ίρε]ιν ὑπὸ τοῦ — —c.10— — ὑμεῖς σ̣υ̣μ̣η̣μ̣ο̣μ̣α̣τ̣ο̣υ̣ [— —c.13— —]