74982 matches in 23018 texts. | 20501-20600 20601-20700 20701-20800 20801-20900 20901-21000 21001-21100 21101-21200 21201-21300 21301-21400 21401-21500 |
11943 | 0.9243% | Attica (IG I-III) |
2221 | 0.8862% | Peloponnesos (IG IV-[VI]) |
13209 | 2.0743% | Central Greece (IG VII-IX) |
1643 | 0.9233% | Northern Greece (IG X) |
1514 | 0.7452% | Thrace and the Lower Danube (IG X) |
622 | 0.7441% | North Shore of the Black Sea |
15046 | 1.3215% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
21511 | 1.7573% | Asia Minor |
254 | 0.8651% | Cyprus ([IG XV]) |
1198 | 1.9746% | Greater Syria and the East |
2884 | 1.2918% | Egypt, Nubia and Cyrenaïca |
180 | 1.0290% | North Africa |
2742 | 1.9866% | Sicily, Italy, and the West (IG XIV) |
15 | 0.0607% | Upper Danube |
- Fayoum 2:137
- Egypt and Nubia
[— — — καὶ Ἀρσιν]όης θεῶν Φι[λοπατόρων — — —]
Η— — — — — — —ΛΕΙΑΙ θεοῖς Ἐπ[ιφανεσ— — — —]
ΘΥΡ— — — — —ΤΑ Χάρης ΕΠ— — — — — — — — — — —
- Fayoum 2:141
- Egypt and Nubia
τῆς γυναικὸς καὶ τῶν τέκνων τὴν λιθίν[ην — — — με̣]-
γάλωι καὶ τοῖς συννάοις θεοῖς· (ἔτους) ιγ̣ʹ — — —
- Fayoum 2:143
- Egypt and Nubia
[Δέκμος ὁ καὶ Πτολ]εμαῖος θεοῖς Σωτῆρσσι Σωτῆρσι με[γ]-
άλο̣[ις Διοσ]κούροις ἀνέθηκεν κατ’ εὐχὴν [ὑπ]-
ὲρ ἑ̣[αυτοῦ κ]αὶ τῆς γυναικὸς Μέθης καὶ τοῦ υἱοῦ Ἀ[ντ]-
- Fayoum 2:144
- Egypt and Nubia
Δέκμο[ς ὁ καὶ Πτολεμαῖος θεοῖς Σωτῆρσι μεγ]-
[άλ]οις Διο[σκο]ύροις ἀν[έθηκεν κ]ατ’ εὐχὴν [ὑπὲρ]
[ἑαυ]τοῦ [καὶ τ]ῆς γυναικὸς [Μέθης] καὶ τοῦ υἱοῦ Ἀν[τ]-
- Fayoum 3:150
- Egypt and Nubia
θεῶν Ἐπιφανῶν καὶ Εὐχαρίστων καὶ τοῦ υἱο[ῦ αὐτῶν]
Πτολεμαίου Διὶ Σωτῆρι καὶ θεᾶι Συρίαι κα[ὶ θεοῖς]
συννάοις Ἀπολλώνιος καὶ Μαχάτ̣[ας οἱ]
Μαχάτου Μακεδόνες, οἱ ἱερεῖς.
- Fayoum 3:152
- Egypt and Nubia
καὶ ἡμέρας συντελουμένων, νυνὶ δὲ τοῦ προ-
δεδηλωμένου ἱεροῦ ἐγλελιμμένου τοῖς ὅλοις
χάριν τοῦ μὴ μόνον τοὺς ἐπὶ πραγμάτων τετα[γ]-
όμενον ἱερὸν ἄσυλον καὶ ἀναθεῖναι στήλας
λιθίνας ἐκκεκολαμμένας τοῖς θ’ ἑλληνικο[ῖς]
καὶ ἐνχωρίοις γράμμασιν πρὸ τοῦ λιθίνου προ-
πύλου τοῦ ἱεροῦ, προστάξαι Πτολεμαίωι τῶι
τήγωι γράψαι Λυσανίαι τῶι συγγενεῖ καὶ στρα-
τηγῶι τοῦ νομοῦ κατακολουθήσαντα τοῖς
ἠξιωμένοις μηδενὶ ἐπιτρέπειν πράσσειν
μηδὲ παραλογεύειν μηδὲ εἰσεῖναι εἰς τὸ
εἰς τὸ ἱερόν. (ἔτους) κʹ, Ἁθὺρ ιηʹ.
τῶι ἐπιστάτει· κατακολουθεῖν τοῖς προστε-
ταγγμένοις προστεταγμένοις vac. (ἔτους) κʹ, Μεχεὶρ ιʹ.
- Fayoum 3:196
- Egypt and Nubia
Σοκομμήτει καὶ
Πνεβτύνει θεοῖς
μεγάλοις μεγάλοις
μεγάλοις ἐπηκόοις
καὶ τοῖς συννάοις
θεοῖς τὸν βωμὸν
εὐχὴν
- Graffites d'Abydos 80
- Egypt and Nubia
Εἰρηναίου Ἀρτεμιδώρου ὧδε
τὸ προσκύνημα παρὰ τοῖς
ἐν Ἀβύδῳ θεοῖς. Ἀθηνόδω-
ρος ἥκω.
- Graffites d'Abydos 114
- Egypt and Nubia
Ἀττικὸς προσεύχεται
τοῖς ἰ Ἄβυτον ἐν Ἀβύδῳ θεοῖς
ἵνα ὑγιαίνῃ.
- Graffites d'Abydos 279
- Egypt and Nubia
τὸ προσκύνημα Ἡρακλήου Θεο-
δ[ότ]ου παρὰ τοῖς ἐ[ν Ἀβύδῳ θεοῖς].
- Graffites d'Abydos 502
- Egypt and Nubia
[ήριος ἀ]πὸ Μουχεντ— — νομοῦ
[— —]πολίτου σὺν τοῖς ἀ-
[δε]λφοῖς Ταπιώμιος
— — — καὶ Ἁρπαήτι
- Graffites d'Abydos 545
- Egypt and Nubia
Δημήτριος Ἀπολλωνίου ὃν ἔτεκεν Διονυσία
ἥκ[ω]. τὸ προσκύνημα τῶν παρά μου παρὰ τοῖς θε[οῖς].
- Graffites d'Abydos 556
- Egypt and Nubia
τὸ προσκύνημα Πισίστρατος καὶ — — —
— — — τοῖς ἄλλοι[ς θεοῖς — — — καὶ τῶν παρ’ ἐ]μοῦ.
- Graffites d'Abydos 580
- Egypt and Nubia
ὄνομα καὶ τοῦ ἀναγινώσκοντος εἰς τὸν ἀεὶ χρόνον γένοιτο παρὰ τῷ
κυρίῳ Βησᾷ καὶ τοῖς ἄλλοις θεοῖς.
- Graffites d'Abydos 637
- Egypt and Nubia
τὸ προσκύν[η]μα
Να[ι]ουίου Ἱλαρίωνος παρὰ το[ῖ]ς
ἐν Ἀβύδ[ω]ι θεοῖσιν καὶ τῶν τέκνων
Ταπιῶμις καὶ Ἡλιοπολείτιδος καὶ τῶν φίλων.
- Temple of Hibis II 1
- Egypt and Nubia
[γματ]ι̣ τὰ ἀντίγραφα ὑμεῖν ὑποτέταχα, ἵν’ εἰδό-
[τες κ]α̣τακο̣[λ]ουθῆτε καὶ μηδὲν ὑπεναντίον τοῖς προσ-
[τεταγμένοι]ς̣ [π̣ο̣ι̣]ῆτε. vvv (ἔτους) ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος
[Σεβαστοῦ Γερμαν̣ι̣]κ̣[ο̣ῦ Αὐ]τοκράτορος, Μεχεὶρ vv ζʹ. vac.
[τόπωι φανερῶ̣ι̣ ἔν̣] τε τῆι μητροπόλει τοῦ νομοῦ καὶ καθ’ ἑ-
[κάστην κώμ̣η̣]ν̣ α[ὐ]τ̣ὸ προθεῖναι σαφέσι καὶ εὐσήμοις
[γράμμασιν̣] καὶ φρο[ν]τίσα̣ι̣ ἵνα γέ̣νηται ταῦ[τ’] ἐμοῦ. [vv]
[φαλαίαν ποιο]υ̣μένους πέμπειν ἐμοί τε καὶ
[εἰς τὰ λογιστ]ή̣ρια, [κ]αὶ πρὸς Βασιλείδην καὶ τοῖς
[ἐκλογισταῖς ἐπιδι]δόναι, ἵν’ εἰς διαλογισ-
- Temple of Hibis II 3
- Egypt and Nubia
ὑπ[ηρ]ετεῖν τῇ τε ε[ὐ]θ̣ην[ίᾳ καὶ τῇ μεγίστῃ τῶν νῦν καιρῶν εὐδαι]-
μονίᾳ, μὴ [β]αρυνομένην κ[αιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ]
τῆς πό[λ]ε[ω]ς ἐπέ̣β̣ην κ[αταβοώμενος ὑπὸ τῶν ἐντυγχανόν]-
τοιαύτης πραγμα̣τείας ἀχθῆν[α]ι μ̣ε̣τ’ ἀ̣ν̣ά̣γκης ἐπι[β]λ̣η̣[θ]έ̣ν-
[τ]ω̣ν α̣ὐτοῖς τῶν τελῶν. δ̣ιόπ̣[ερ καὶ] αὐτὸς [ο]ὔ[τ]ε ἤ[γα]γόν [τινα]
[εἰς τ]ελωνεί[α]ν ἢ μίσθωσ̣ι̣ν οὔτε ἄ[ξ]ω, ε̣[ἰδ]ὼς το[ῦ]το σ[υμ]-
[φέρειν κ̣]αὶ ταῖς κυ[ρια]κ̣αῖς ψήφ[ο]ις τὸ μετ[ὰ προθυμίας ἑκόν]-
[τας πραγ]ματε̣ύ̣ε̣σθαι [τ]οὺς [δυνατούς. πέπεισμαι δὲ ὅτι οὐδ’]
[εἰς τὸ μ]έλλον [ἄ̣κ̣]οντ[ά]ς τ[ι]ς ἄ[ξει τελώνας ἢ μισθωτάς],
[ἀλλὰ δια]μ̣ισθώσει τοῖς [βουλομένοις ἑκουσίως προσέρχεσθαι],
[μᾶλλον] τὴν τῶν προτέ[ρων ἐπάρχων αἰώνιον συνήθειαν]
- Temple of Hibis II 4
- Egypt and Nubia
ταστήματι τὴν πόλιν ἀπολαύουσαν τῶν εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-
τηι τῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-
τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-
[λ̣]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ̣]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ί̣γ̣]ο̣ν̣ ἔ̣βλα̣ψε τὰ πράγ̣μ̣ατα τὸ πολλοὺ̣ς ἀπείρους ὄντας τῆς τοιαύ̣-
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθέντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, εἰ̣δὼς τοῦτο
συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετ̣ὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς δυνατούς. v πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας
ἢι μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἑκουσίως προσέρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν
μειμησάμενος· v ἐπειδὴι ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς, ἃς καὶ δι’ αὐτὸ τοῦτο
γεγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀναδάστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι· v κελεύωι οὗν, ὅστιςς ἂν ἐνθάδε
ἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ̣]α ἢι προγράφειν, ἵν[α μηδ]εὶς τῶι τοιούτωι συνβάλληι, v
ἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μήιτε ὀνόματος κατεσχημένου̣ μ̣ήτε τῶν ὑπαρχόντων κρατου-
μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι, μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει. vvv
Κλαύδιον ἀπολῦσαι· v ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι, καὶ ἐκείνων κατηκολουθηκότων τῆι v
τοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. ὑπὲρ δὲ v
τῶν ἐκ τοῦ Καίσαρος λόγου πραχθέντων πραθέντων ἐν τῶι μέσωι χρόνωι, περὶ ὧν ἐκφόρια κατεκρίθηι, ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ̣]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ%⁸⁰-
τὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς κ̣αθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή%⁸⁰-
ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας ὡς δημοσίους γεωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. ἀκόλουθον δέ ἐ[σ̣]τιν ταῖς τῶν Σεβαστῶν v
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v μελήσει δέ
μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v καθόλου δὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐσ̣τὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] γοῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λόγωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰-
αὐτοῦ τὸν προσαγγείλαντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν δὲ ἰδίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γ̣ά̣]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ̣]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ
[κ]ε̣λ̣ε̣ύ̣σ̣ομαι τὸν γνώμονα τοῦ̣ ἰ̣[δ]ί̣ου λ̣ό̣γ̣ο̣υ̣ [κεῖσθ]αι, τὰ καινοποιηθέ̣ν̣τα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[π̣α̣]νο[ρ̣θ̣]ω̣σάμεν̣ο̣ς̣. προγράψω[ι δὲ φ̣ανερῶς ὅπως τοὺς ἤδηι ἐξ]-
χορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν γεωργοῦντες καὶ ἐδήλωσαν ὅτι πολλὰ καιν̣[ῶ̣]ς̣ κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα]
[ἀλλ̣ὰ̣] δι̣ὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν̣ εὗρον ἐκτεινόμενα]
[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλλὰ καὶ τὰ προάστια τῆς πόλεως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [λαβεῖν. διὸ κελεύωι]
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς]
[κατ̣]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [ἀ̣γορῶν ἀπο]-
[λύωι]· ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐγλογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[ῆ̣ς ὁ]-
[μοιώσεως̣] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος]
[παρα̣]γράφειν ἀλλὰ [μ̣]ηι[δ̣’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[π̣ο]-
[θήκ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευδὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅσον ἀπῃτήθησαν καὶ τὸ ἴσ[ο̣ν]
[ἀποτί̣σ̣]ο̣υ̣σ̣ι̣ [ε̣]ἰς τὸ δημόσιον. v τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ [v]
[τῶι νομ̣ῷ̣] Μενελαΐτηι ἀρχαίας γῆς, [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθηι, μὴι μάτην εὐλ[α̣β̣]είσθωσαν· οὔτε [γὰρ ἐ̣]τολμήσε [π̣οτέ τις ποι]-
[ήσασθα̣]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [π̣ο̣]ιήσεται. μένειν γὰρ ὀφεί[λ̣]ει τ̣[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[α̣ιον. τ̣ὸ̣] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]-
[θέν̣τ̣]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν κ̣αινίζεσθαι. περὶ δὲ τῶν ἀρχαιοτέ[ρ̣ων] ἐ̣κ̣[θ̣]έσεων, ἐνκει[μένω]ν ὑμ[ῶ̣]ν, αἷς [τ̣ι̣νες ὥστε]
- Temple of Hibis II 6
- Egypt and Nubia
οὐκ ἔ̣στ’ οὐ̣[δὲ ἔ]οικε βροτῶν ἔργοις τόδε στρῶμα,
ἀθανάτων δ’ αὐτῶν ἔργον ἀπειρέσιον·
- Bernand, Inscr. Métr. 2
- Egypt and Nubia
[ε]ἶλε ἀρετῆς κλέος ἐσθλόν· ἀείμνηστον δὲ τόδε αὐτῶι
μνημεῖον, φανερὸν τοῖς ἐπιγινομένοις.
- Bernand, Inscr. Métr. 4
- Egypt and Nubia
τύμβος, ἀνὰ κρατερήν φυλόπιδα φθίμενον,
παῖδὰ τε Μηνοόδωρον ἐνὶ πτολέμοισιν ἀταρβῆ
καὶ θρασὺν αἰχμητὴν σημοφόρωι κάμακι,
τοῖο τόθ’ ἁγεμόνων, θούριον ἆγον Ἄρη·
δήϊα δ’ ἐν προμάχοισι καὶ ἄσπετα φῦλα κανόντας
ἀμφοτέρους Ἀίδας ὠμὸς ἐληΐσατο.
χρῆμα, τὸν ἐκ πραπίδων αἶνον ἐνεγκάμενος.
[ἀλλ]ὰ σύ, καρτερέ, χαῖρε καὶ ἐμ φθιμένοις, Πτολεμαῖε·
[–⏑⏑ –] αὐδήσας [ὅν τε προσ]αυδήσας? υἱόν, ὁδῖτ’, ἄπιθι.
- Bernand, Inscr. Métr. 5
- Egypt and Nubia
αἰπυείας αἰπείας Φοίβου τῆσδ’ ἱερᾶς πόλεως,
πατρὸς ἐμοῦ γνωτοῖσι συνεκπλεύσαντα φέριστε
ξεῖνε, ὅτε σκάπτρων ἤ̣λ̣υθ’ Ἄρης Συρίην.
ἡλικίης ἀκόρητον, ὅτ’ ο̣ὐδὲ φίλων ἐνέπλησα
θυμὸν ἐμῶν τέκνων, ὦν̣ λίπον ἐν θαλάμοις;
ταῦτα μαθών, ὦ ξεῖνε, λ̣έ̣γοις πατρὶ τῶι κτερίσαντι,
"σαυτὸν μὴ τρύχειν μνησάμενον β̣ιότου"
καὶ σοὶ δ’ εὐοδίης τρίβον ὄλβιον εὔχομαι εἶναι
πρός γ’ ἔτι καὶ τέκνοις σοῖσι φιλοφροσύνοις.
Ἀπολλώνιε χρηστέ, χαῖρε.
- Bernand, Inscr. Métr. 6
- Egypt and Nubia
[— — — — — — — — — — — ἐνεγ]κ̣ά̣μενος.
․․․ ἐν μελά̣[θροισιν(?) — — —]Ν̣ λ̣ῦτο καρήνου(?)
[κο]ύρους, οἵ Μ․․․․12-14․․․․— — —
ὅν ποτέ γ’ οὐκ εἴασκον ἐμεῦ ἀπονόσφι προβῆν̣[αι]
ἴχνος, ἀεὶ δ’ ὁμό̣νουν νεῦον ἐπισφυρίοις.
οἴμοι, σ̣ὴν φιλίην τίς ἐχώρισεν, ὦ φιλ’ ἀδελφέ,
ἀ̣λλ’ ἓν ἐγὼ λίτομαι, ψυχήν, σ̣[υνόμ]αιμ’, ἔτι τὴν σή̣[ν]
μὴ τρύχεσθ’ ἐπ’ ἐ̣μ̣οῖς ἄχθεσι πειθόμενον.
καὶ σὺ δὲ φωνήσας χωστῇ χθονὶ, κοῦφά με θάλπειν,
- Bernand, Inscr. Métr. 7
- Egypt and Nubia
ταρχυθέντι δόμους εἰς Ἀίδα κατίναι.
καὶ σύ, ὁδεῖθ’, ἅμα τοῖς χάριτας τείσασι τοκῆι
ἐσθλὰ ἐπευξάμενος ἕρπε δι’ ἀτραπιτοῦ.
- Bernand, Inscr. Métr. 8
- Egypt and Nubia
εἰ καί μ’ ἐν σκοπέλοις Σαμοθραϊκ[ίοις? — — —]
μή με παρεκτροχάσῃς, ξεῖνε, — — —
- Bernand, Inscr. Métr. 9
- Egypt and Nubia
Μυγ̣δο̣νί̣α γαῖ’ ἐστι Μακη̣[δονίας — —]
πάτρη σεῦ, διδύμοις Σ— — —
ἧι μὲν γὰρ πόντου μέλαν[ος — — —]
- Bernand, Inscr. Métr. 10
- Egypt and Nubia
πείθ[ων α]ἱμοχαρῆι κ̣ῶ̣[μ]ον Ἐνυαλίου,
Ἀσίδο[ς] ἐν γυάλ̣[ο]ις ἦ[μο]ς̣ [λ]ῃστῆρας ἀλαλκὼν
σκῦλα δοριδμήιτ[ων ἔ]πρα̣θον ἐνδαπίων,
νῦν δὲ καθ’ ὀγδο[ά]δη[ς δ]εκ[άδος] στείχοντα κέλευθον
Ἅ̣δας ὀρφναίοις ἐγγ̣[υ]ά̣λιξε μυχοῖς,
τέκνων οὐ κατ̣[ιδόντ’] α̣[ἰνὸν] μόρον, ἀλλὰ κ[αὶ] π̣αίδων
πάτρη γάρ μ’ ἐλόχευσεν Ἀπάμεα, γαῖα δ’ ἔθρεψεν
Αἰγύπτου θνατοῖς πᾶσι γεγῶτα φίλον,
Διάζελμιν, βασιλεῦσι τετειμένον· ὦ παροδῖτα,
"χαῖρε", λέγοις, "κούφηι δ’ ἀμφιπέλοιτο κόνις".
- Bernand, Inscr. Métr. 11
- Egypt and Nubia
Ποντία· ἐσβέσθην δ’ ἑπτακαιεικοσέτης
ἄκων τοῖς σπείρασι δ’ ὁ δύσμορος ἀντὶ τροφείων
δάκρυα καὶ θρήνους ὤπασ’ ἀποφθίμενος.
τὸν δὲ γονεῖς τιμῶντα φίλοισὶ τε πᾶσι ποθεινόν
χῶρος ἔχει λειμών θ’ ἱερὸς εὐσεβέων.
εἴπατε τοῖς στέργουσι γόων λύπης τε πεπαῦσθαι·
θνητῶν γὰρ θνητὸς φὺς Ἀΐδαν ἔμολον.
- Bernand, Inscr. Métr. 15
- Egypt and Nubia
κατάκλαέ με· σοὶ γὰρ ἀνάνκη |
δάκρισι πικροτάτοις τύμβῳ
ἐμῷ προχέειν· | τέκνον ἐμοὶ εἶ σ[ύ],
- Bernand, Inscr. Métr. 16
- Egypt and Nubia
ὅν τε κατευφημῶν τοῖα φράσας ἄπιθι.
"γαῖαν ἔχοις ἐλαφρὰν εἰς τὸν ἅπαντα χρόνον."
- Bernand, Inscr. Métr. 19
- Egypt and Nubia
στῆσον ἴχνος, παροδεῖτα, καὶ ἄφθονον ἐνθάδε δάκρυ
σπείσας ἐκ βλεφάρων κλαῖε τὸν ἐν φθιμένοις
Αὐσονίων χώρῃ κείμενον ὠκύμορον.
- Bernand, Inscr. Métr. 20
- Egypt and Nubia
μελιηδέα οἶνον ἀφύσ[σων] |
πᾶσι βροτοῖς ἐδίδους παυσίπονον
σταγόναν.| ἀλλὰ καὶ ἰς Ἀίδαο κιόντα σε
- Bernand, Inscr. Métr. 21
- Egypt and Nubia
[–⏕–⏕–⏑ σὺ]ν υἱάσ[ιν] ἀμφοτέροισι·
καὶ σύ, πάτ[ερ, ⏕–⏕]ΥΝ, ἀλλ’ [ἐν] νεκύεσσιν·
[․․․․ δι]ώ̣νυμ[ός εἰμ]ι ὁμοιάζω τε γονεῦσιν·
․․․․․ΑΙ Δίδυμ̣ος ἐν ἀνθρώποις, καλέομαι γὰρ
[καὶ — —]ΩΝ· ἀλλὰ ἐπὶ προθύροισιν ἔγραψα.
- Bernand, Inscr. Métr. 22
- Egypt and Nubia
γενέτην καταλείψας |
ἤ̣δη γηραιοῖσιν ἐφερπύζοντα μέ-
λεσσιν |
παῖδα κιχήσας, |
μητέρα, τ̣ὴν ἀχέεσσιν ἐμ̣[ο]ῖς βαρ[υπεν]θέει θυμῷ |
ἤγαγεν εἰς Ἀοΐδην Θάνατος, μὴ δᾷ-
[δ]ας ἰ̣δ̣ο̣ῦσαν νυμφιδίας χείρε̣σ̣σ̣ι̣ν̣ ἑ̣αῖ̣ς̣ α̣ἴ̣ρουσ̣α̣ν̣ ἐν οἴκοις |
ἡμετέροις τρομερεαῖσιν τρομεραῖσιν ἐπ’ ὠλενίαι-
σιν ἔχουσαν |
ἡλίκον εἶπε γαμ̣ε̣ῖ̣ν̣ Α̣Φ̣Μ̣Ι̣—5-6—ΔΟϹ.
μ̣έ̣τ̣ρ̣ι̣ος ἦν, ὅτ’ ἔην, ἐνὶ γ̣υ̣μ̣νασίοις ⏑⏑––
σε̣μ̣ν̣ὸ̣ς παιδοτ̣[ρίβης, τ]οὔνομ[α δ’ Ἑ]ρμ̣ο̣κ̣[ράτη]ς,
- Bernand, Inscr. Métr. 23
- Egypt and Nubia
πολλάκι καὶ κορυφὰς ὀρέων ἴσα κάρφεα κόροι
ἤγαγε πειθομένας λεπταλέοισι κάλοις.
—— οὕτως Ἀμφείων, οὕτως Ὀρφεύς ποτε πέτραις πέτρας
- Bernand, Inscr. Métr. 24
- Egypt and Nubia
[κρυα ––] | ἣ θέμις εὐσεβίης
[–⏑⏑ –⏑—]ιοις || κείρασθαί
[τε κόμην βαλέειν τ’] ἀπὸ δάκρυ
- Bernand, Inscr. Métr. 25
- Egypt and Nubia
[ο]ὐδείς πω θνητῶν
[φύ]γε, τοῖς δ’ ἀγαθοῖσιν |
[μν]ήμην ἀθάνατον
- Bernand, Inscr. Métr. 26
- Egypt and Nubia
Πάλλαντος εἴ τιν’ οἶσθας ἄνδρ’ ἐπώνυμον,
δεκάδαρχον, ἔργων Ἀντινόοιο προστάτην,
Αἰθιοπίδος γῆς, ἔνθ’ ἐμοὶ φυτόσποροι.
χροιήν μὲν ἐν ζωοῖσιν ἦν μελάντερος,
οἷον βολαὶ ποιοῦσιν ἡλιωτίδες·
ψυχὴ δὲ λευκοῖς ἄνθεσιν βρύουσ’ ἀεὶ
εὔνοιαν εἷλκε δεσπότου σαόφρονος,
οἷος μετ’ Ἰνδοὺς ἦλθε μαινόλης θεός,
βωμοῖς ἀνήσων αἰνὰ φῦλα βαρβάρων,
τοιοῦτος ἦν πάροιθεν ἡλιούμενος.
λοιπὸν δὲ πάντων οὔνομ’ ἐστί μοι μόνον.
ἐπιτυγχάνοντα γάρ με γινώσκοις, ξένε,
πάντων τυχόντα τῶν βροτοῖσιν ἡδέων·
τούτων δ’ ἀμοιβὴν δεσπότηι δοίη θεὸς
- Bernand, Inscr. Métr. 27
- Egypt and Nubia
μητρὶ δέμας γαίῃ προλιπὼν θεοΐκελος ἀνήρ,
πάτρης ἐν ζαθέοις ὄρεσιν τυκτῷ ὑπὸ τύμβῳ,
οὐλόμενον γῆρας προφυγὼν μεσάτῃ ἐνὶ ἥβῃ
αἰθερίας ἁψῖδος ἔβη μακάρων μεθ’ ὅμειλον,
πάτρην κυδήνας γέρασιν στεφάνοισί τε πολλ[οῖς],
οὓς ἀναδησάμενος πρῶτος παρέδωκε τέκεσσι.
- Bernand, Inscr. Métr. 32
- Egypt and Nubia
καὶ μητρός, στυγνὴ δ’ εἰς Ἀχέροντ’ ἔμολες,
ἐν δεκάσιν τρισσαῖς ἐτέων καὶ πέντ’ ἐνιαυτοῖς
τέρμα βίου μοίρηι στυγνὸν ἐνεγκαμένη·
- Bernand, Inscr. Métr. 33
- Egypt and Nubia
ξείνην εὔξεινος χθὼν ἔχει Ἡρακλέους,
ὠμοτόκοις ὠδῖσι πανυστατίοιο λοχείης
δμηθεῖσαν, Μοιρέων νήμασιν οἰκτροτάτοις,
εἴκοσι καὶ τρὶς πέντ’ ἐτέων· χείρεσσι δ’ ὅμευνος
Ἀρσινόην Μάτρωνα, Θεμιστὼ τέκνα λιποῦσαν,
οἷς εἴη λιπαροῦ γήραος ἄχρι μολεῖν.
ἀλλὰ σὺ "χρηστή, χαῖρ’, Ἀμμωνία" ὡς ἔθος, εἰπών
σοῦ δ’ ἐμὲ τῆς μελέης ἐστέρεσεν θάνατος,
πένθος ἐμοῖσι δόμοις καὶ δάκρυα λυγρὰ λιπούσης
τέκνων τ’ ὀρφανικῶν νήπιον ἡλικίην.
οἰκία μοι νεκύων· ἀνεπίστροφα πρὸς φάος Ἠοῦς.
ταῦτα· μάτην λυπροῖς πένθεσιν ἐνδέδεσαι
στέργε τὰ μέχρι τέλους μοίρης, δόσιν οὔ τινι φυκτὸν
- Bernand, Inscr. Métr. 34
- Egypt and Nubia
φέρβετε μηλονόμοι, |
ἀλλὰ σύ, Μουσείοις καμ[άτο]ις
τεθραμμέν’ ὁδῖτα, |
χαῖρ’ εἰπὼν δὶς [δ’ α]ὐτὸς
ἔχοις τόδε· τέκνα δὲ λείπω |
τρίζυγα καὶ ποθέοντα
ἄνδρα λέλοιπα δόμοις.
- Bernand, Inscr. Métr. 35
- Egypt and Nubia
στεῖχε σὺν εὐτυχίηι τῆσδε δι’ ἀτραπιτοῦ
Βάχθεος ἐν σκοπέλοισιν ὀρηάδος, ᾗ με λαχοῦσα
θάλπει Φερσεφόνης ἥιδ’ ἱερὰ κλισία
καὶ κλέος ἀείμνηστον ἐπιχθονίοισιν ἔχουσαν,
γνωστὸν ὅσοι πάτραν τήνδ’ ἐπέβησαν ἐμήν.
- Bernand, Inscr. Métr. 37
- Egypt and Nubia
λεύσσων εἰς ξεστῆς γράμ[ματα ταῦτα(?) πέτρης].
Θαλλοῦς ἐμ μεγάροισιν ἔγημ[έ(?) με –⏑⏑ –×]
Χαιρή[μ]ων, θνῄσκω δ’ ἄλγεσ[ι πικροτάτοις?],
ὠδῖνας προφυγοῦσα, συναίμου(?) [–⏑⏑ –×]
ἀλλὰ παραστείχοντες, ὁδ[ὸν τήνδε(?) εἴπατε πάντες(?)]·
Δωσιθέα χρηστή, χαῖρε κ[αὶ ἐν φθιμένοις].
- Bernand, Inscr. Métr. 38
- Egypt and Nubia
ἀμφ’ ἐμέο κραδίην στέλλεο γηθόσυνος·
καὶ γὰρ ἐνὶ φθιμένοισι θεουδείης γέρας ἔσχον,
ἡμιθέων ἀλόχων κῦδος ἐνεγκαμένη·
- Bernand, Inscr. Métr. 42
- Egypt and Nubia
θηισεν καλλοσύνηι καλλοσύνη πραπίδων. | κα-
ὶ τάφος ἐν κόλποις κρύπτει τὸ
ἐμὸν δέμας οὗτος | ἁγνοτρα-
- Bernand, Inscr. Métr. 45
- Egypt and Nubia
ᾗ γάμος οὐκ ἐδόθη· | κ̣ἀγὼ δὴ ἡ ἄκληρος,
ἀνεύφραντος μετὰ τούτοις | ἑβδόμῃ
τοῦ Χοίαχ ὧδ’ ἐτέθην ὑπὸ γ̣ῆν. | ἀλλ’ ἀπέ-
- Bernand, Inscr. Métr. 46
- Egypt and Nubia
ἐσθλὴν δ’ ἄκοιτιν Σιμάλου ξυνάορον.
εἴ τις δ’ ἐμοῖς σπλανχνοῖσιν ἢ βίῳ ποτὲ
οἰκτρὰς Ἐρινῦς φαρμάκων ἐπήγαγεν,
βιότου λιποῦσα καρπόν, ὃν γῆ πανκράτ̣ωρ
βροτοῖς δίδωσι, τοῦδ’ ἀπεστερημέ[ν]ῃ
τέκνων τε, ἄνακτες, κἀνδρὸς οὗ ψυχὴ [μ]ία
ἀρὰς τίθημι, τοῖα ἔχουσα πήματα,
αὐτοῖσι καὶ τέκεσι παρρίζους μολῖν
"Ἅδου μέγαν κευ[θ]μῶνα καὶ σκτότου σκότου πύλας,
εἴ γ’ ἐστ’ ἐν Ἅδου βαιὸς εὐχωλῆς λόγος,
ἀρὰς τελήας οἷς ἐπεύχομαι τελῖν.
—— μουσῶν ἀοιδήν συνβιώσεως σέθεν
τῆς πρός σε φιλίας ἀξίως, ξυνάορε.
Λυσᾶν τε τὸν πρὶν τοῖς ἐμοῖς ὁμόρροπον (ἔτους) ζʹ, Παϋνὶ κϛʹ
παισὶν συνέξω, σὴν χάριν ταύτην τ̣ιθίς,
- Bernand, Inscr. Métr. 53
- Egypt and Nubia
–⏑⏑ΤΑ τριάκοντα ἔτη ψήφιζε λογισμούς·
ἦ ῥα ΠΑΡΑϹ․․․․․․ οὐδὲν Ε․․․ΕΝΟΙϹ. |
ἔνθα ἀνάκεινται ἀνάκειται Σώφρονος Ἑρμιόνη.
- Bernand, Inscr. Métr. 60
- Egypt and Nubia
πρίν σε λέγειν, ὦ τύμβε, τίς ἢ τίνος ἐνθάδε κεῖται,
ἡ στήλη βοάᾳ πᾶσι παρερχομένοις·
σῶμα μὲν ἐνθάδε κεῖται ἀειμνήστου Μακαρείης,
- Bernand, Inscr. Métr. 61
- Egypt and Nubia
ννίαν ἔχω, | ναυμάχον ἐν πελ-
[ά]γ̣εσιν, ἀρήιον ἐν πεδίοισιν. |
[ἀλλ]ὰ̣ ’ποτῆλε τάφου, πρίν τ[ι] κα-
- Bernand, Inscr. Métr. 63
- Egypt and Nubia
τὸ νεκραγωγόν, ὦ φίλ’, ἐν πέδωι γόνυ
κολαπτὸν ἄθρει γράμμα διπτύχοις κόραις·
πατὴρ μὲν Εἰρηναῖος, ἁ δέ τοι πατρὶς
- Bernand, Inscr. Métr. 64
- Egypt and Nubia
τοὔνεκά σ’ ἡρώεσσι τετιμένον, οὐχὶ θανόντα
κεκλόμεθ’ ἀλλὰ θεοῖς ἶσα καταχθονίοις
ἁγνοτάταις σπονδαῖσι ποθινοτάταισί τε λοιβαῖς
κλῄζομεν, ἀρχαίοις ὡς πάρος ἐστίν ἔθος·
πᾶσι δ’ ἀίμνηστος γίνοι φίλος· ἀγχόθι δή σου
- Bernand, Inscr. Métr. 65
- Egypt and Nubia
Λιβύης τόνδε Νικόλαον ἔχει, |
ὃς πᾶσιν θνητοῖς ἐ͂εν φίλος
ἐδὲ θεοῖσιν· | ἀλλὰ τὸ τῆς
κοινῆς ἦλθε τύχης μόριμον. |
- Bernand, Inscr. Métr. 66
- Egypt and Nubia
ὁ πρὶν ἐνὶ πτολέμοισι φανεὶς φιλοδήιος ἀνὴρ
στυγνά τ’ ἐπ’ ἀντιπάλοις δούρατ’ ἐρεισάμενος,
κέκλιμαι εὐσεβέων λειμώνια νῦν ὑπὸ βένθη,
δάκρυα πικρὰ λιπὼν πατρὶ ποθεινοτάτῳ,
ἠδέ γ’ ὁμογνήτοισι· Φιλωνίδου εἰμὶ δὲ κοῦρος,
οὔνομα ταὐτὸν ἔχων· ἁ δέ με γειναμένα
- Bernand, Inscr. Métr. 68
- Egypt and Nubia
ἀνδρὸς ὑποχθονίου. —— τίς γὰρ ὅδ’ ἐστὶν ἀνὴρ
ἀθανάτοισι θεοῖσι τετιμένος, ὥστε δύνασθαι
καὶ φωνὴν τεύχειν ὧδε λίθωι βροτέην; ——
Ἡρᾶς Μεμφίτης οὗτος, φίλε, κύδιμος ἥρως,
ὁ σθεναρός, πολλοῖς ἔξοχος, εὐρυβίης,
γνώριμος ἐνδαπίοισι καὶ ἀνδράσι τηλεδαποῖσιν
εἵνεκ’ εὐφροσύνης, εἵνεκεν ἀγλαΐης,
δακρύω, μὰ σέ, δαῖμον, ἐπεὶ κλύον, ὅσσ’ ἀγορεύει
θὴρ ὅδε. —— μὴ πηοῖς, ὦ ξένε, δακρυχέοις. ——
ἔλθοι ἐς αἰῶνα κλυτὸν οὔνομα. —— καὶ σὲ φυλάξει
- Bernand, Inscr. Métr. 70
- Egypt and Nubia
μενος ψυχῆ[ι σ]ὺν γένει ἠδὲ φί-
λοις. | εἰ δὲ θέλε̣[ι]ς̣, γνῶναι δύνα-
σαι πόσση πίσ[τ]ις | ἠδὲ χάρις, καὶ
- Bernand, Inscr. Métr. 71
- Egypt and Nubia
— — — — — — — — — —ΙϹ τῆιδε λαΐνῃ στήληι.
— — — — — — — — — —, χρηστὸς ἐν φθιτοῖς ἀνήρ,
— — — — — — — — — — λ̣έλοιπεν ἡλίου φέγγος·
[ἐν παν]τ̣ὶ δ’ ἦσθα σεμνός, ὡς δοκεῖν εἶναι
[ἔτ’(?) ὄ]ν̣τα παῖδα τοῖς νοήμασιν πρέσβυν.
[— —]ιον, ποθητὴ μῆτερ, εὔνασον θρῆνον
- Bernand, Inscr. Métr. 75
- Egypt and Nubia
σοὶ δὲ παραινετικῶς τοῦτο, πάτερ, προλέγω·
δεῖ γὰρ πάντας ὑπὸ φθιμένοις ζωοὺς καταβῆναι·
ἠ γοῦν μοι πείθη, καὶ σὺ μέτελθε γόων,
- Bernand, Inscr. Métr. 77
- Egypt and Nubia
τρίσσους ἐνθάδε θάψε [⏑ –⏕ –⏕ –—]ΛΒΩ
ἰητήρ τις ἀνὴρ ΕΝ[—⏑⏑ –] φθιμένοις,
μητέρα καὶ ἑκυρὰν καὶ πενθεράν· μὴ γὰρ ἄμεινον
- Bernand, Inscr. Métr. 81
- Egypt and Nubia
πάντας δὲ δεῖ βροτοὺς κοινὸν Ἀείδαν̣ ο̣ἰ̣κ̣ῖ̣σ̣αι.
τοῦτο γὰρ ἐν φθειμένοις κἄν που νέκ̣υας παρῃ-
γορ̣ε̣ῖ̣.
- Bernand, Inscr. Métr. 83
- Egypt and Nubia
μαστοὶ μητρὸς ἐμῆς κ̣ε̣νεὸν γάλα τοί με ἐκόμησαν,
οἷς χάριν οὐ δυνάμην γηροτρόφον τελέσαι.
ὡς ὄφελον θνήισκουσα λιπεῖν πατρὶ τέκνον, ὅπως μὴ
καὶ Εὔδημος κούρην τήνδ’ ἐτέκοντο μάτην.
τοῖσιν ἐμὸν στείχουσι τάφον
μέγ’ ἐνεύχομαι ὑμῖν, |
- Bernand, Inscr. Métr. 84
- Egypt and Nubia
τὴν τὸ πρὶν ἐν̣ μ̣[ε]γαλοῖσιν̣ ἀγαλλ-
ομένην μελά[θ]ροισι | παρθ[έ]νο-
ν ἀκμαίην, ξεῖνε, δάκρυσον ἐμέ· |
ν[υ]μφοκόμοις στολίδεσσι σύνοικος
[ἐ]ὸ[ν] γὰρ ἄωρος | νυμ̣φ̣[ῶν]ο̣ς στυ-
- Bernand, Inscr. Métr. 86
- Egypt and Nubia
κόγχον τευξαμένη, βένθεσιν οἷον ἔχει,
added in margin: πατρὸς ἐνὶ̣μ̣ με|γάροισι, θεηδ̣ῆ̣ | οἷον ἰδέσθαι·
κρηναία δέ, Ὕλα σύνγαμος ἁρπαγίμου,
- Bernand, Inscr. Métr. 87
- Egypt and Nubia
ταῦτά νυ σοί· τάδε πάντα ἐτήσια ἔνθα τελεῖται
τεθμὸς ἅτ’ ἀθανάτοις· τοὔνεκα δ’ αὐτὸς ἐγὼ
οὐκέτι σοι μέλλω θύειν, θύγατερ, μετὰ κλαυθμοῦ.
- Bernand, Inscr. Métr. 88
- Egypt and Nubia
εὐψύχει Κυρίλλα, θε-
οῖς ἐναλίγκιε μορφήν· |
νῦν γὰρ χῶρον ἔχεις
- Bernand, Inscr. Métr. 93
- Egypt and Nubia
τὸν τοῖς γειναμένοις εὐήκοον, ὃς τὰ πρέποντα
πενταέτης ζωῆι πάντα ἀναδεξάμενος,
- Bernand, Inscr. Métr. 96
- Egypt and Nubia
ἀπληξαμένη. | οὐ μ-
όνον ἐν κήποις ι
κάλυκες φύεται
σα. | ποῦ στολαί, π-
οῦ χρυσία, τοῖς κοσμηθῖ-
σα ὑπὸ πατρός; | οἰ-
κτρὸν μὲν τὸ θαν-
εῖν, πᾶσιν δὲ βροτοῖς
ἐπεκλώσθηι, |
- Bernand, Inscr. Métr. 97
- Egypt and Nubia
εἰ καὶ Μοῖρα πρόμοιρον ἀπήγαγεν εἰς Ἄιδός με,
τοῖς νεκρῶν θρήνοις οὐκ ἐπιτερπόμεθα,
οὐδὲ ταφαῖς πολλαῖς καὶ θηλυτέροις ὀλοφυρμοῖς·
κοινὸς γὰρ πάντων λυσιμελὴς θάνατος.
- Bernand, Inscr. Métr. 99
- Egypt and Nubia
[— —]έτη δ’ ἀφήρπασέν με Μοῖρα πολεμία,
— — — — — — — — — — — — — δόμοις κα[λ]εῖ
— — — — — — — — — — — — — — — —ϹΚΘΙΝ
- Bernand, Inscr. Métr. 100
- Egypt and Nubia
μηδέπω λυκάβαν̣[τα ․․․]-
τερον ἐν δόμοις ἐξ̣α[νύσαντα(?)]· |
Ἑρμῖνον καλέσας ἐ[μὲ ὤ]-
- Bernand, Inscr. Métr. 102
- Egypt and Nubia
στῆθι λάον κατενῶπα τελώριον
ἐν τριόδοισι, | ξεῖνε, καὶ εὑρήσεις γρ-
άμματι ῥηγνύμενον· | ἠὺ δ’ ὄπα προχέ-
- Bernand, Inscr. Métr. 103
- Egypt and Nubia
θῆκε Ἁλικα[ρ]ν[α]σσεὺς Διονύσιος ΕΔ— — — — —
ὄφρα καὶ ἐσσομ[έ]νοις τοῦτ’ ἐς [ἄ]ποψ[ιν ἔοι(?)]
ὥς νιν ἀπήμαντο[ν ․․․․․․․․]Σ— — — — — — — — —
- Bernand, Inscr. Métr. 106
- Egypt and Nubia
ρος ἄνακτος, | ὃν θῆκεν πράξας
ἐνθάδε Βησαρίων, | σύν τε φίλοις
τεκέεσσι καὶ αἰδοίῃ παρακοίτι, |
- Bernand, Inscr. Métr. 107
- Egypt and Nubia
Ἄμμωνος κεραοῖο, | Καρ-
ποκράτου τε διπλοῖς εἴδε-
σι φαινομένου, | βωμὸς
- Bernand, Inscr. Métr. 108
- Egypt and Nubia
σῆς ἀρετῆς μνήμην, πανυπείροχε κοίραν’ Ὄσιρι,
στήληι ἀναγράψας σηκοῦ ἐπὶ προπύλοις
ἄνθεμα τοῦθ’ Ἕλλησι καὶ ἐνδαπίοισιν ἀμοιβὴν
ἕστακα κηρύσσων πλινθίδος ἐν σελίσιν.
The stele to the passer-by:
τί με τὴν ἀΰπνοις φροντίσιν εὕδουσαν ἐγείρων
σκύλλεις, ἀνερευνᾶν ἐθέλων, ὡς περίεργον
κἀμὲ καταπονήσας συνέπεισεν ἡσυχάζειν·
κοὐ μόνον παραστιχίδι με τοῖς μαθεῖν θέλουσιν
ἐνεφάνισε, πανούργως ὑποθεὶς δ’ ἔπος τι καινὸν
συνιέντι θέλω λέγειν τι, συνιέντι δὲ μηδὲν
μὴ μάτην με κόπτειν, ἑτέροις τόπον δὲ δοῦναι.
ἀνάθημα γὰρ εὐχῆς θεὸς ἡδέως δέδορκεν.
- Bernand, Inscr. Métr. 114
- Egypt and Nubia
το Ῥέα, | Ζεὺς κἀγώ, τρίτα-
τος δ’ Ἀΐδης ἐνέροισιν ἀ-
νάσσει· | τριχθὰ δὲ πάν-
εἰμὶ μὲν ἐξ ἱερης στρατιῆς
ὅπλοισιν ἀρωγός, | Καίσαρος
ἐν πολέμοις ἠδ’ Ἄρεος θε-
ράπων· | πολλὰ δ’ ἐν εὐσε-
βέεσσι θεῶν ἔργοις μεμόγηκα̣ |
σώματι καὶ θυμῷ γήραο[ς οὐ]-
γριος ἐξεπόνησεν | τεύξα̣[ς Οὐ]-
ρανίδαις καὶ μακάρεσσι θε[οῖς] |
πάντ’ ἀπὸ δεξιόφιν
[γοὺς] | εἰς ἑκατὸν δὶς Παν-
[είοι]ς λυκάβαντος
[ἑκάστου] | ἄ̣κ̣ρ̣ο̣ς̣ ἀνὴ-
τέκνων, | φοίνικες εἴσω
κεῖν ὁδοῖσι περσεῖαι, | ἠδ’ ᾑ
μὲν ἵππος, δύο σαγηφόροι
ἐξ ὧν ἀεὶ ζώουσι φιλοσο-
φῶς λίην | πόνοισι παν-
τοίοισι λειτὰ πρήσσοντε[ς] |
ἄτερθε πλούτου καὶ φθό-
- Bernand, Inscr. Métr. 115
- Egypt and Nubia
τρεῖς γάρ τε Κρόνου εἰμὲν ἀδελφε[οί, οὓς τέκετο Ῥέα, | Ζεὺς κἀγώ],
τρίτατος δ’ Ἀΐδης ἐνέροισιν ἀνάσσει· | τρ[ιχθὰ δὲ πάντα δέδασται],
ἕκαστος δ’ ἔμμορε τιμῆς· | ἧ τοι ἐγὼν ἔλαχ[ον πολιὴν ἅλα ναιέμεν αἰεί], |
- Bernand, Inscr. Métr. 118
- Egypt and Nubia
[ἄργμ]ατα(?) — — — — — — — — — ὑπὸ πᾶσι δέχεσθαι
[τῇ θεᾷ(?)] εὐκάρποις τερπομένῃ πεδίοις·
πᾶσι παρ’ ὀψιγόνοισιν ἀοίδιμ[ος(?) — — — —]
— — — — — — ἐὼν υἱὸς ὁ Οὐαλερίου(?).
- Bernand, Inscr. Métr. 121
- Egypt and Nubia
οὐκ ἔ̣στ’ οὐ̣[δὲ ἔ]οικε βροτῶν ἔργοις τόδε στρῶμα,
ἀθανάτων δ’ αὐτῶν ἔργον ἀπειρέσιον.
- Bernand, Inscr. Métr. 122
- Egypt and Nubia
ΝΑΟΙϹ Νέστορα τὸν φιλόκαλον κτίστην.
δεῦρ’ ἴδε τὰς χάριτας χαίρων, φίλε, ἅστινας ἡμῖν
τέχνη ταῖς ψήφοις ἔμβαλε πηξαμένη,
τὸν Φθόνον ἐκ μέσσου καὶ ὄμματα Βασκανίης
εἴ με φιλεῖς, ὥνθρωπε, χαίρων ἐπίβαινε μελάθρων,
ψυχὴν τερπόμενος τεχνήμασιν, οἷσιν ποθ’ ἡμῖν
πέπλον ἱμερόεντα Χαρίτων ἡ Κύπρις ὕφανεν,
- Bernand, Inscr. Métr. 125
- Egypt and Nubia
χθονὸς νέκυν,
νῦν δ’ ἐν θεοῖσι κείμενον· μετὰ σοφῶν σοφός.
- Bernand, Inscr. Métr. 126
- Egypt and Nubia
ἔνθ’ ἀναβὰς ἐχάραξε Κατυλλῖνος ἐν προθ̣ύ̣[ρ]οισ[ι],
τέχνην θαυμάζων τῶν ἱερῶν λαοτόμων.