| 47019 matches in 19211 texts. | 18101-18200 18201-18300 18301-18400 18401-18500 18501-18600 18601-18700 18701-18800 18801-18900 18901-19000 19001-19100 |
| 8515 | 0.6590% | Attica (IG I-III) |
| 1850 | 0.7382% | Peloponnesos (IG IV-[VI]) |
| 8339 | 1.3096% | Central Greece (IG VII-IX) |
| 1155 | 0.6491% | Northern Greece (IG X) |
| 912 | 0.4489% | Thrace and the Lower Danube (IG X) |
| 372 | 0.4451% | North Shore of the Black Sea |
| 10499 | 0.9222% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 12027 | 0.9825% | Asia Minor |
| 342 | 1.1648% | Cyprus (IG XV) |
| 555 | 0.9148% | Greater Syria and the East |
| 1439 | 0.6446% | Egypt, Nubia and Cyrenaïca |
| 84 | 0.4802% | North Africa |
| 926 | 0.6709% | Sicily, Italy, and the West (IG XIV) |
| 4 | 0.0162% | Upper Danube |
- Breccia, Alexandria Mus. 46
- Egypt and Nubia
Σεβαστοῦ Βουβάστ[ι] καὶ Πασχίτι θεοῖς
μεγίστοις Ὠρίων
Ἑρμαίου ᾠκοδόμη-
- Breccia, Alexandria Mus. 48
- Egypt and Nubia
καὶ [τὸν ἐ]κ̣τ̣ὸ̣ς̣ τείχους τῆς πόλεως βωμὸν Ἁρβάκτει καὶ Ἱέρακι θε[οῖς]
[μεγάλοις, Ἴ]σι καὶ τοῖς συννάοις. (ἔτους) λγʹ, Φαμενὼθ γʹ.
[— — — — — —]Σ̣Π̣ΛΗΙ
- Breccia, Alexandria Mus. 140
- Egypt and Nubia
— — — — — —
[καὶ] τοῖς συ[ννάοις θεοῖς ․․․]
[ἀ]ρχιθυρω[ρο․․․]
- Breccia, Alexandria Mus. 145
- Egypt and Nubia
ἀξίως τῆς πόλεως, καὶ ἰδίαι δὲ ἑκά[στωι τῶν]
πολιτῶν καὶ κοινῆι ἐν τοῖς καθ’ α[ὑτὸν]
διετέ[λει παρε]χόμενος ἐν ἀγο[ρᾶι]
- Breccia, Alexandria Mus. 162
- Egypt and Nubia
τοῦ τόπου καθὼς καὶ τὰ προ[— — — — — — — — — — — — — —]
τοῖς ἐξηγηταῖς τὴν περὶ το[ῦ — — — — — — — — κρίσιν· —]
ἐκρίθη μὴ εἰσδέχεσθαι εἰς τ[ὴν γυμνασιαρχίαν(?) — — — τοὺς]
- Breccia, Alexandria Mus. 163
- Egypt and Nubia
[ἀ]πὸ γυναικὸς βʹ, τὰς δὲ γ[υναῖκας]
ἀκολούθως τοῖς ἀνδρά[σιν].
ἀπ’ ἐκτρωσμοῦ μʹ [— — — — — —]
- CIJud. II 1440a
- Egypt and Nubia
Θαλλοῦς ἐμ μεγάροισιν ἔγημ[έ(?) με –⏑⏑ –×]
Χαιρή[μ]ων, θνῄσκω δ’ ἄλγεσ[ι πικροτάτοις(?)],
ὠδῖνας προφυγοῦσα, συναίμου(?) [–⏑⏑ –×]
- CIJud. II 1450
- Egypt and Nubia
[— — — πλή]θ̣ους · τῶν ἐν τῶι τεμέ[νει — — —]
[— — — — — — — το]ῖς τετιμηκό[σιν — — — — —]
— — — — — — — — — α̣ὐτῶι διὰ τοῦδ[ε — — — —]
- CIJud. II 1509
- Egypt and Nubia
ᾗ γάμος οὐκ ἐδόθη· | κ̣ἀγὼ δὴ ἡ ἄκληρος,
ἀνεύφραντος μετὰ τούτοις | ἑβδόμῃ
τοῦ Χοίαχ ὧδ’ ἐτέθην ὑπὸ γ̣ῆν. | ἀλλ’ ἀπέ-
- CIJud. II 1511
- Egypt and Nubia
κατάκλαέ με· σοὶ γὰρ ἀνάνκη |
δάκρισι πικροτάτοις τύμβῳ
ἐμῷ προχέειν· | τέκνον ἐμοὶ εἶ σ[ύ],
- CIJud. II 1530a
- Egypt and Nubia
τὴν διμερῆ δαπάνην ἐξανύσας χάρισιν.
πάντα δέ σοι, ἐπέοιχ’ ὅσα τοι, ψυχή, πρὶν ἔκευθες,
καὶ τέκνων ἀγαθῶν αὔξομεν γενεή.
ἀλλὰ σύ, ὦ παροδεῖτα, ἰδὼν ἀγαθοῦ τάφον ἀνδρὸς
ὅν τε κατευφημῶν τοῖα φράσας ἄπιθι.
"γαῖαν ἔχοις ἐλαφρὰν εἰς τὸν ἅπαντα χρόνον."
- Colosse de Memnon 13
- Egypt and Nubia
infra scriptis:
φθέγξαο Λατοΐδα, σὸν γὰρ μέρος ὧδε κάθηται,
Μέμνων, ἀκτεῖσιν βαλλόμενος πυρίναις.
- Colosse de Memnon 29
- Egypt and Nubia
τὰν σέμναν ἄλοχον κοιράνω Ἀδριάνω.
γλῶσσαν μέν τοι τμᾶξε [κ]αὶ ὤατα βάρβαρο̣ς̣ ἄνηρ,
Καμβύσαις ἄθεος· τῶ ῥα λύγρῳ θαν̣άτῳ
δῶκέν τοι ποίναν τὤτωι ἅκ[ρῳ] ἄορι πλάγεις
τῷ νήλας Ἆπιν κάκτανε τὸν θέϊον.
- Colosse de Memnon 30
- Egypt and Nubia
ἐλθοίσαι δ’ [α]ὔ̣ται θήϊον ἄ̣χον ἴη,
μὴ καί τοι βασίλευς κοτέ̣σῃ, τό νυ δᾶρον ἀτά[ρβης]
τὰν σέμναν κατέ̣χ̣ες κουριδίαν ἄλοχον.
- Colosse de Memnon 36
- Egypt and Nubia
ἐ[π’ ὄχ]θ̣αις | ἔβραχε τεύχ̣[εα κείν]ου, ὅτ’ ἐν
[κονίῃ]σ̣ι̣ τάνυστο, | τοῖο[ν] ν̣ῦ̣ν̣ [κ]τυ-
[πέ]ει λίθος ἄσπετος ἐγ̣γ̣[ύθι] Ν̣[είλο]υ.
- Colosse de Memnon 53
- Egypt and Nubia
τίς νύ σε τοιάδ’ ἔρεξ̣ε, φί̣[λον τέκος, Οὐρανιώνων]
μαψιδίως ὡσεί τινα ἀτε[ίμητον μετανάστην;]
- Colosse de Memnon 72
- Egypt and Nubia
τούτοις τοῖς ἐλέγοις Πετρωνιανός σε γεραίρω,
αὐδήεντι θεῶι μουσικὰ δῶρα διδούς,
εὖτ’ ἂν δ ἠέλιος φαέθων ἀκτεῖνας ἀνίσχ̣ῃ
ἦμαρ σημαίνει τοῖς παρεοῦσι βροτοῖς.
- Tempel von Dakke III W
- Egypt and Nubia
θεῶν Εὐεργετῶν [καὶ τῶν τέκνων θεῶι μεγίστωι Ἑρμῆι τῶι] καὶ
Παοτπνούφι[δι καὶ τοῖς συννάοις θεοῖς. (ἔτους)] λ̣εʹ.
- Von Debod bis Bab Kalabsche III 3
- Egypt and Nubia
ἥτις ὑπό τε Ῥουστιχοῦ καὶ Νάσονος ἐπ̣ιστρατηγῶν
τοῖς ἀπὸ Τίτεως προσεκρίθη.
ἐ̣π̣’ ἀγαθῷ.
- Von Debod bis Bab Kalabsche III 114,L338
- Egypt and Nubia
ρίων ἱερέως Γόμου καὶ
Ἀπολλώνιος πρὸς καὶ τοῖς
ἀδελφοῖς αὐτοῦ καὶ τὴν μη-
τέραν αὐτοῦ καὶ Πανοῦρις
πατρὸς καὶ Σενπετοσῖρις καὶ τοῖς
φιλουσειν μοι καὶ τοὺς ἀπὸ τοῦ
- Von Debod bis Bab Kalabsche III 124,L356
- Egypt and Nubia
ται τὸ προσκύνημα αὐτοῦ
καὶ τοῖς συμβείους.
- Von Debod bis Bab Kalabsche III 126,L360
- Egypt and Nubia
Ὀρσεχῆμις Πεμαῦτος καὶ σὺν
τέκνοις καὶ τοῖς ἀδελφοῖς αὐ-
τοῦ. τὸ προσκύνημα τοῦ γρά-
- Von Debod bis Bab Kalabsche III 133,L373
- Egypt and Nubia
τῆς συμβίου καὶ τῶν τέκνων
αὐτοῦ καὶ τοῖς ἐπαγάθοις.
παρελκήκαμεν λίθους ριʹ
- Delta I 241,13
- Egypt and Nubia
Διὶ Ἡλίῳ μεγάλῳ Σαράπιδι
ἐν Κανώβῳ καὶ πᾶσι τοῖς θεοῖς
ἀνέθηκεν Σαραπίων καὶ Ἰσίδωρος
- Delta I 416,5
- Egypt and Nubia
ὁ συγγενὴς καὶ διοικητὴς καὶ πρὸς
τῷ ἰδίῳ λόγῳ καὶ τοῖς πρωχίροις προχείροις.
(ἔτους) καʹ, Φαρμοῦθι κζʹ.
- Delta I 412,8
- Egypt and Nubia
Θαλλοῦς ἐμ μεγάροισιν ἔγημ[έ(?) με –⏑⏑ –×]
Χαιρή[μ]ων, θνῄσκω δ’ ἄλγεσ[ι πικροτάτοις(?)],
ὠδῖνας προφυγοῦσα, συναίμου(?) [–⏑⏑ –×]
- Delta I 412,10
- Egypt and Nubia
στάθη ἕως τῆς πέτρας καὶ
ἐτέθησαν παρ’ ἑκάτερα τῶν τ[οί]-
χων πλάκες ἐπιγεγραμμέ-
- Delta I 419,13
- Egypt and Nubia
ἐν Κανώβῳ καὶ
τοῖς συννάοις
θεοῖς Ἀμμώνι-
ος ἄμα τῷ πατρὶ
καὶ τοῖς ἀδελφοῖς
ἀνέθηκα
- Delta I 446
- Egypt and Nubia
ραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ πυλῶνος ἀνατεθεικότα
Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνόδωι· δίκαιον γὰρ τοῖς φιλαγάθως
τῶι κοινῶι ἀπαντῶσιν τὴν παρὰ πάντων μεμερίσθαι τιμήν· ἐὰν δὲ καὶ ἕτερα φιλο-
πυλῶνος ἀνατεθεικότα Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνό-
δωι, δίκαιον γὰρ τοῖς φιλαγάθως τῶι κοινῶι ἀπαντῶσιν τὴν παρ’ αὐτῶν μεμερίσθαι
τιμήν, ἐπιδέξασθαι δὲ εἰς τὴν σύνοδον δωρεὰν τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἄνδρας
σθαι δὲ καὶ κατὰ πόσιν διαφέροντι στεφάνωι ὑπὸ τοῦ κοινοῦ· ἐὰν δὲ γηραιὸς γεραιὸς γενόμενος με-
ταλλάξηι, ἐπιφέρειν αὐτῶι κατ’ ἐνιαυτὸν εἰς τὸν τάφον τοῖς νεκυσίοις τὴν σύνοδον τὰ νο-
μιζόμενα καὶ στεφανοῦν ἐκ τοῦ κοινοῦ κατὰ πόσιν διαφέροντι στεφάνωι, γραφῆναι δὲ
μένους περὶ τῶν ἀχθησομένων αὐτοῦ κατ’ ἔτος ἡμερῶν τριῶν καὶ ἀνατεθησομένων
εἰκόνων τριῶν, ἀκολούθως τοῖς δόγμασι τούτοις· τύχηι τῆι ἀγαθῆι· ὑπογραψάντων πάν-
των τῶν συνόντων εὐδοκεῖν καὶ ποιήσειν πάντα καθότι πρόκειται· ὑφ’ ὃ καὶ ὑπέγραψαν
- Delta I 899,2
- Egypt and Nubia
παρόντων τῶν πλείστων· vac. ἐπειδὴ τοῦ κατακλυσμοῦ γενομένου
συνεκύρησεν τὸν οἶκον σὺν τοῖς προσκυροῦσι χρηστηρίοις ἱκανῶς
σαλευθέντα καθαιρεθῆναι, ἐπισυνέβη δὲ καὶ ἐν τῶι μεταξὺ
τὸν ἀρχιιερέα Θέωνα τιμιώτατου ἅπασιν ὄντα εἰς θεοὺς ἀπο-
χωρῆσαι, πολλήν τε παρεῖχε διατροπὴν τοῖς γεούχοις μὴ ἀνοι-
κοδομούμενος ὁ οἶκος, αὐτοί τε ἅπαντες προτρεψάμενοι τοὺς
δοκοῦντας ἐν ἑαυτοῖς εὐθέτους εἶναι τῆς ἀρχιιερωσύνης διά τε
ἀξίαυ καὶ τὴν παροῦσαν αὐτοῖς εὐκαιρίαν, ἀποτυχόντες τε καὶ τῆς
ἐπιβολῆς ταύτης μόνον εὕρομεν Ἀπολλώνιον Θέωνος, τὸν τοῦ
ἄλλων δαπανῶν ὧν ἐποήσατο τῆς προστασίας καὶ κωμαρχίας
ἔν τε τοῖς κατὰ καιρὸν δείπνοις μεγαλομερῶς καὶ μεγαλοψύχως
ἀναστραφείς· vac. ὧν δὴ χάριν,
ἑτέρωι ἀσπιδείωι καὶ τὸν υἱὸν αὐτοῦ Θέωνα ἔτι ἀκμὴν παῖδα
ὄντα ἀσπιδείωι, καὶ μόνον αὐτὸν συνκατακλίνεσθαι τοῖς συνγε-
ώργοις πρὶν ἢ εἰσκριθῆναι εἰς τοὺς ἐφήβους, τόν τε Ἀπολλώνιον
δίδοσθαι αὐτῶι, δοῦναί τε αὐτῶι ἐξουσίαν ἐπιγράψαι ἐπὶ τὸ ἐπιστύ-
λιον τοῦ οἴκου ὅτι αὐτὸς κατασκεύασεν πάντα παρ’ ἑαυτοῦ τοῖς συν-
γεώργοις, ταῦτά τε ἅπαντα ἐνχαράξαντα εἰς στήλην εἰς μίαν τῶν
γράψαι τοῦ Ἀπολλωνίου τὰ δόγματα ἅπαντα, ὡς τοῦ μὴ ὑπογράψαντος
ἐναντία νοοῦντος τοῖς συνγεώργοις· μηθένι δὲ ἐξέστω ἐπ’ ἀνα-
σκευῆι τῶν δεδογμένων λόγον εἰσηγεῖσθαι, ἢ τὸν τοιοῦτον χω-
ρὶς τοῦ ἐπιβαλόμενον τὴν ἰδίαν πονηρίαν δεδεῖχθαι ἔτι καὶ
- Delta I 989,1
- Egypt and Nubia
καὶ χορηγίας, καὶ τὰ ἐξενεγχθέντα ἐκ τῆς χώρας ἱερὰ ἀγάλματα ὑπὸ τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγυπτον καὶ ἀπέδωκεν [εἰς τὰ ἱερά, ὅθεν]
ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας καὶ τοῖς ἐν [τῆι χώραι πᾶσιν]
καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐνλιπέστερον ἀναβάντος καὶ πάντων τῶν [ἐν τῆι χώραι]
καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβρο[χίαις περι]-
πεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμονικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνο[ηθέντες],
οὐκ ὀλίγας δὲ τῶν προσόδων ὑπεριδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ̣[ψάμενοι]
εἰς τὴν χώραν τιμῶν μειζόνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς μέγιστον ὑπόμνημα καταλείποντες [τοῖς τε νῦν]
οὖσιν καὶ τοῖς ἐπιγινομένοις, ἀνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλείαν καὶ δώσουσιν τἄλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδό[χθαι τοῖς]
κατὰ τὴν χώραν ἱερεῦσιν τὰς τε προϋπαρχούσας τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν, θε[οῖς Ἀδελφοῖς],
καὶ τοῖς προγόνοις, θεοῖς Σωτῆρσιν, αὔξειν, καὶ τοὺς ἱερεῖς τοὺς ἐν ἐκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν, καὶ ἐν̣[γράφεσθαι]
ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φοροῦσιν προσενκολάπτεσθαι καὶ τὴν ἱερεωσύνην τῶν Εὐεργετῶν θεῶν, προσαποδει[χθῆναι] δὲ πρὸς ταῖς [νῦν ὑπαρχούσαις]
τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην ἣ προσονομασθήσεται πέμπτη φυλὴ τῶν Εὐεργετῶν θεῶν· ἐπεὶ καὶ σῦν τῆι ἀγαθῆι τύχ[ηι καὶ τὴν]
τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶ[ν Εὐεργετῶν]
θεῶν ἄλλων πέντε· μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν, τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχο̣[ν αὐτῆς εἶναι],
καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσσάρων φυλῶν ὑπάρχει· καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψ̣ή̣[φισμα ἥ τε πέμπτη]
καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτελεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν παν[ήγυριν δημοτελῆ]
ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργεταῖς τῆι ἡμέραι ἐν ἧι ἐπιτέλλει τὸ ἄστρον τὸ τῆς Ἴσ[ιος], ἣ ν[ομίζεται διὰ τῶν]
ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι ἐνάτωι ἔτει νουμηνίαι τοῦ Παυνὶ μηνός, ἐν ὧι καὶ τὰ μικρὰ Βουβάστια καὶ τὰ μεγάλα Βουβάστια ἄγεται [καὶ ἡ συναγωγὴ τῶν]
ἑορτῶν τῶν ἀγομένων ἐν τῶι χειμῶνι ἄγεσθαί ποτε ἐν τῶι θέρει, τοῦ ἄστρου μεταβαίνοντος μίαν ἡμέραν διὰ τεσσάρων ἐτῶν, ἑτέρας δὲ τῶν νῦν ἀγομένων ἐν τῶ̣[ι θέρει]
ἄγεσθαι ἐν τῶι χειμώνι ἐν τοῖς μετὰ ταῦτα καιροῖς, καθάπερ πρότερόν τε συμβέβηκεν γενέσθαι καὶ νῦν ἂν ἐγίνετο τῆς συντάξεως τοῦ ἐνιαυτοῦ μενουσ[ης ἐκ τῶν]
τριακοσίων ἑξήκοντα ἡμερῶν καὶ τῶν ὕστερον προσνομισθεισῶν ἐπάγεσθαι πέντε ἡμερῶν, ἀπὸ τοῦ νῦν μίαν ἡμέραν ἑορτὴ[ν] τῶν Εὐεργετῶν θεῶν ἐπαγεσ[θαι διὰ]
οἳ μέγα μεν πένθος ἐπὶ τῶι συμ[βε]βηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσείριος [ἐν τῶι]
ἐν Κανώπωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀ[λ]λὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμιωμένοις ὑπάρχει· καὶ ἡ ἀναγω[γὴ τοῦ]
ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ ἑνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοίαχ, τῶν ἐκ τῶν πρώτων ἱερῶν πάντων [θυσίας]
αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄπει καὶ Μνηύει εἰθισμένον ἐστιν γίνεσθ[αι],
δεδόχθαι συντελεῖν τῆι ἑκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς αἰδίους ἐν ἅπασι τοῖς κα[τὰ τ]ὴν Χώραν ἱεροῖς· καὶ [ἑπεὶ εἰ]ς̣ θεο[ὺς] με[τῆλθεν]
ἐν τῶι Τῦβι μηνί, ἐν ὧιπερ καὶ ἡ τοῦ Ἡλίου θυγάτηρ ἐν ἀρχῆι μετήλλαξεν τὸν βίον, ἣν ὁ πατὴρ στέρξας ὠνόμασεν ὁτὲ μ[ὲ]ν βασιλείαν ὁτὲ δὲ [ὅ]ρ[ασιν αὐτοῦ, καὶ ἄγουσιν]
αὐτῆι ἑορτὴν καὶ περίπλουν ἐν πλείοσιν ἱεροῖς τῶν πρώτων ἐν τούτωι τῶι μηνὶ, ἐν ὧι ἡ ἀποθέωσις αὐτῆς ἐν ἀρχῆι ἐγενήθη, συντελεῖν καὶ [βασιλίσσηι Βερενίκηι τῆι]
ἐκ τῶν Εὐεργετῶν θεῶν ἐν ἅπασι τοῖς κατὰ τὴν χώραν ἱεροῖς ἐν τῶι Τυβὶ μηνὶ ἑορτὴν καὶ περίπλουν ἐπὶ ἡμέρας τέσσαρας ἀπὸ ἑπτακαι[δεκάτης, ἐν ἧι ὁ περίπλους]
καὶ ἡ τοῦ πένθους ἀπόλυσις ἐγενήθη αὐτῆι τὴν ἀρχήν· συντελέσαι δ’ αὐτῆς καὶ ἱερὸν ἄγαλμα χρυσοῦν διάλιθον ἐν ἑκάστωι τῶν πρώτων κ[αὶ δευτέρων ἱερῶν, καὶ]
κατὰ ταύτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· ὑμνεῖσθαι δ’ αὐτὴν καὶ ὑπὸ τῶν ἐπιλεγομένων ἱερῶν παρθ[ένων καὶ τὰς χρείας]
παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βα̣σιλείας τῶν θεῶν ὧν ἱερείαι νομίζονται εἶναι· καὶ ὅταν ὁ πρώιμος σπόρος παραστῆι, ἀναφέρε̣[ιν τὰς ἱερὰς παρθένους]
στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ· αἴδειν δ’ εἰς αὐτὴν καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν [τούς τε ὠιδοὺς ἄνδρας]
καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γράψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τὰ ἀντίγραφα καταχωρισθήσεται εἰς τὰς ἱερ[ὰς βύβλους· καὶ, ἐπειδὴ]
τοῖς ἱερεῦσιν δίδονται αἱ τροφαὶ ἐκ τῶν ἱερῶν, ἐπὰν ἐπαχθῶσιν εἰς τὸ πλῆθος, δίδοσθαι ταῖς θυγατράσιν τῶν ἱερέων ἐκ τῶν ἱερῶν προσόδων, ἀφ’ ἧ̣[ς ἂν ἡμέρας γένωνται]
τὴν συγκριθησομένην τροφὴν ὑπὸ τῶν βουλευτῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι κατὰ λόγον τῶν ἱερῶν προσόδων· καὶ τὸν διδόμενον ἄρτον ταῖ̣[ς γυναιξὶν τῶν ἱερέων]
- Faras IV 26,4
- Egypt and Nubia
ἀνάπαυλαν ἔσχεν ζήσας ἀπὸ γεννήσεως αὐτ(ο)ῦ ἕως
τελευτ(ῆς) ἔτη οηʹ, ἐν μὲν τοῖς ἀγῶσιν τῆς μοναδικῆς βίου νηʹ,
ἐν δὲ τῇ τάξει τῆς ἀρχιεροσύνης λϛʹ ∶ abréviations indéchiffrées.
- Faras IV 42,10
- Egypt and Nubia
υ(ἱ)ῷ κ(αὶ) τῷ ἁγίαῳ πν(εύματ)ι, νῦν κ(αὶ) ἀεὴ
εἰς τοὶς ὀῶνας ας τῶ(ν) ὤνων, ϟαʹ ϟθʹ.
τὰ ἤτη τῆς ∶ ζωῆς ἐπὶ τῆς γῆς
- IK Estremo oriente 451
- Egypt and Nubia
καὶ ἐλεφάντων Τρωγλοδυτικῶν καὶ Αἰθιοπικῶν, οὓς ὅ τε πατὴρ
αὐτοῦ καὶ αὐτὸς πρῶτοι ἐκ τῶν χωρῶν τούτων ἐθήρευσαν
καὶ καταγαγόντες εἰς Αἴγυπτον κατεσκεύασαν πρὸς τὴν
ταύταις πασῶν καὶ ἐλεφάντων Ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν
τοῖς τόποις πάντας ὑπηκόους καταστήσας, διέβη τὸν Εὐφράτην
ποταμὸν καὶ τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσι-
- Hermoupolis Magna 1
- Egypt and Nubia
θεοῖς Εὐεργέτ|αις, καὶ Πτολεμαίωι καὶ Ἀρσινόηι θ̣|εοῖς Ἀδελφοῖς τὰ ἀγάλματα κ|αὶ τὸν ναὸν καὶ τὰ ἄλλα ἐντὸ|ς τοῦ τεμένους |
καὶ τὴν στο|[ά]ν, οἱ τασσόμενοι ἐν τῶι Ἑρμο|πολίτηι νομῶι κάτοικοι ἱππε[ῖ]|ς, εὐεργεσίας ἕνεκεν τῆς εἰς αὐτούς.
- Hermoupolis Magna 5
- Egypt and Nubia
[ρ]ων καὶ Φιλαδέλφων, οἱ παρεφ[εδρ]ε[ύοντ]ες [ἐν Ἑρμοῦ πόλει ξένοι Ἀπολλωνιᾶται καὶ οἱ συμπολι]-
[τ]ευόμενοι κτίσται, ὧν τὰ ὀνό̣[ματα ὑπόκειται, Ἀπόλλωνι καὶ Διὶ καὶ τοῖς συνεστίοις θεοῖς τὸ ἱερὸν]
[κ]α̣ὶ̣ τ̣ὸ̣ν̣ π̣ε̣ρ̣ίβ̣ολον καὶ τὰ συν[κύροντα πάντα — — — — — — — — — — — — — — — — — — — —]
- Hermoupolis Magna 6
- Egypt and Nubia
[νιᾶται] καὶ οἱ συνπολειτευόμενοι [κ]τίσται, ὧν τὰ ὀνόματα ὑπόκειται, Ἀπόλλωνι
[καὶ Διὶ] καὶ τοῖς συνεστίοις θεοῖς τὸ ἱερὸν καὶ τὸν περίβολον καὶ τὰ συνκύροντα πάντα·
(ἔτους) γʹ, Τῦβι ιϛ. ἀγαθῇ τύχῃ.
- Hermoupolis Magna 71
- Egypt and Nubia
εἰ καὶ Μοῖρα πρόμοιρον ἀπήγαγεν εἰς Ἄιδός με,
τοῖς νεκρῶν θρήνοις οὐχ ἐπιτερπόμεθα,
οὐδὲ ταφαῖς πολλαῖς καὶ θηλυτέροις ὀλοφυρμοῖς·
- Hermoupolis Magna 74
- Egypt and Nubia
αὐτὰρ ἐγὼ[ν] ἔγραψα καὶ ε ἴασα, ὄφρα ἴδοιτε,
υἱὸς Φανίου τε καὶ Ἑρμίου κασιγνήτοιο.
τούτων ἀλλ’ ἐρέω ὀνόματ’ ἐμοῦ τε καὶ αὐτοῦ·
- Hermoupolis Magna 78
- Egypt and Nubia
ταῦτά νυ σοί· τάδε πάντα ἐτήσια ἔνθα τελεῖται
τεθμὸς ἅτ’ ἀθανάτοις· τοὔνεκα δ’ αὐτὸς ἐγὼ
οὐκέτι σοι μέλλω θύειν, θύγατερ, μετὰ κλαυθμοῦ.
- Hermoupolis Magna 80
- Egypt and Nubia
πολλοὺς ἀθλοσύνης ἐξεδίδαξα μ̣όγου̣ς̣
ἀλλ’ οὐδεὶς μερόπων εὗρεν Θανάτοιο [⏑ – – ⏓],
κεῖνος δὲ ῥήσσει πάντας, ὅπως ἐθέλει·
- SEG 9:171
- Cyrenaïca
[ὑπὲρ τᾶς αὐτοκράτορος Τ]ραϊανῶι Ἀδριανῶ[ι Καίσαρος Σεβαστῶι ὑγείας καὶ διαμονᾶς]
[ἁ πόλις τὸν τᾶς Ἀρτάμιτος να]ὸν σὺν τοῖ προν[άωι κατεσκεύασεν ἐκ τῶν τῶ Ἀπόλλωνος προσόδων]
[ἀφιερωσαίσα]ς Φλ(αβίας) Φαυ̣[νίλλας — —]
- SEG 9:192
- Cyrenaïca
δεικνῦσα τἀμὰ πᾶσιν ἐξευρήματα,
ἃ καὶ βροτοῖς ἔδειξα καὶ καρποὺς βίου.
πόλεις τε σεμνοῖς περιβόλοις ἐτείχισα
βροτοῖς τ’ ἔνειμα ταῦτα τρανῶς εἰδέναι.
ἐμοῦ δὲ χωρὶς γείνετ’ οὐδὲν πώποτε,
- SEG 9:354
- Cyrenaïca
ψαι τὸν σιτῶνα ἐπιγραφάν, ἃν ἂν αὐ-
τὸς προαιρῆται. τοὶ δὲ πολιανό-
μοι τὸ ψάφισμα ἐγγραψάτωσαν
τᾶς κώμας συν̣θήκαν, ὅπως κα[ὶ]
τοὶ λοιποὶ θεωρέντες τὰν τ̣ᾶ[ς]
κώμας εὐχαριστίαν ποτὶ τὸς
- SEG 9:356
- Cyrenaïca
δουκικοὺς αἰεὶ τεσσεράκοντα μόνους, καὶ μόνας τὰς τεσ̣σεράκοντα ἀνώνας
καὶ τὰ τεσσεράκοντα κάπιτα τ̣ὰ̣ ἐ̣κ̣τατ̣τ̣όμενα αὐτοῖς παρὰ α τῶν ἐνδοξ̣οτάτων
ἐπάρχων ἐν ταῖς καθ’ ἕτος δηλ̣η̣γατίοσ̣ιν κομίζεσθαι καὶ̣ μ̣εταξὺ ἑαυτῶν, ὡς ἂν
νίας οὔσης δὲ ἐξ ἔθους οὐκ ἀγαθοῦ κακῆς σινηθ[ί]ας.
⸏(5) ὥστ[ε] μὴ ἐ[ξ]εῖναι τοῖς
νῦν ἢ κατὰ καιρὸν νουμεραρίοις ἢ πριμισκρινίοις κομίζεσθαί τι [π]αρὰ τῶν στρατιω-
τῶν κατὰ μέρος διδομένων· τ̣ὴν μὲν δοδεκάτην κατ̣ὰ ἀναλογίαν ἔχειν ἕκαστον
τῶν προσώπων, οἷ[ς] ἡ τοιαύτη ἀφώριστααι ἀφώρισται παραμυθία, τὰ δὲ λοιπὰ μέρη
τοὺς γενναιοτάτους κομίζεσθαι στρατιώταις στρατιώτας· ὁμοίως ἑκάστους
[ἑ]κατὸν εἶεν ἄνδρες, τοὺς πρώτους πένται, εἰ δὲ διακόσιο[ι τ]οὺς
εἰ δ[ὲ δ]ιακόσιοι, τ[οὺς πρώτου]ς δέκα· τὴν δὲ αὐτὴ[ν ἀ]ναλ[ο]γείαν καὶ ἐ[πὶ τ]οῖ[ς]
πλίοσιν καὶ ἐπὶ τοῖς ἐλάττοσιν ἀνδράσιν φυλάττεσθαι.
⸏(8) [ὥ]στε ἐ[κ π]άν-
των τῶν ἀριθμῶν κα[ὶ] οὐκ ἀφ’ ἑκάστου [τ]ούτων ἀποκεκληρῶσθαι τῷ περιβλ(έπτῳ)
δουκὶ ἤτοι τοῖς περὶ τῶν τοιούτων ἀποστέλλ[ι]ν αὐτοὺς ὀφίλουσιν εἰς γραμμάτω̣[ν ἐπ]ικομι-
δὴν καὶ ἄλλας ἀποκρίσεις στρατιώτας δέκα καὶ πέντε, ὀστιαρίους πέντε, καὶ εἰς παρα-
μου καθεστώτων, ἐκ τῆς σχολῆς δηλονότι τῶν κιρκιτόρων καὶ τῶν μετ’ αὐτοὺς
στρατιωτῶν· τοὺς δὲ λοιποὺς πάντα[ς π]ροσκαρτερῖν τοῖς φοσσάτοις.
⸏(9) ὥστε τὸν ἐπικείμενόν τις αἰτιαθείη πα[ρ]’ αὐτῷ μέχρει νομισμάτων ἑκατὸν
ρ̣α̣υ̣τ̣[ὰ τὴ]ν̣ [ὑπ]ό[θεσιν] εἰσάγιν, κα[ὶ] τὸν α[ἰτι]αθέντα φυλάττεαθαι.
⸏(10) ὥστε το[ὺς ἐν] το[ῖς] κάστροις ἰδιώτας διδόναι προτέρους τὰ μιτάτα,
δ δίχα δια[τροφῆς], ἕκαστον πρὸς τὴν τῶν οἰ[κ]ημάτων ὧν κέκτητα̣[ι]
πόλεως παραγίνεσθαι.
⸏(12) ὥστε π̣αρὰ τοῖς γενναιοτάτοις στρ[ατ]ιώταις
δίχα τινὸς παρὰ τὸ δίκαιον ἐπισαγ[ο]μένης ἐπηρί[ας] παρέχεσθαι.
καὶ σπαθαρίῳ καὶ βουκινάτορι καὶ ἀν-
θρώποις τοῦ δουκός, τοῖς πᾶσιν τού-
τοις νο(μίσματα) ρπʹ· τῇ τάξει λόγῳ καλανδαρικῶν
νο(μίσματα) ραξαʹ ρξαʹ· τῷ
ἀννώνας προστιθεμένης καὶ παρα-
πομπῆς νό(μισμα) αʹ· τοῖς αὐ-
τοῖς ὑπὲρ καπίτου ὁμοίως προστι-
θεμένικου θεμένου νό(μισμα) αʹ· τοῖς α-
ὐτοῖς ὑπὲρ προκοπῆς βαθμοῦ νό(μισμα) αʹ ς· τοῖς α-
ὐτοῖς ὑπὲρ στρατευσίμου καὶ τῆς καλ-
ουμ[έ]νης προβατωρίας νό(μισμα) αʹ· τοῖς αὐ-
τοῖς λόγῳ χαρτατικῶν Ν̣ΟΑ ἀπὸ ἑκ-
άστου κάστρου τῶν κααστρη-
σιανῶν καστρησιανῶν νο(μίσματα) ϛʹ·
τοῖς αὐτοῖς λόγῳ τετραμηνιακ-
ῶν ὁμοίως νο(μίσματα) δʹ.
- SEG 9:414
- Cyrenaïca
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
δίχα [προσ]τάγμα[τος τὴν πάρ]οδ[ον ἐ]πὶ τ̣οὺς βαρ[βάρους ποιεῖν· τοὺς δὲ ἐκ τοῦ ἔθνους τῶν] Μακῶν διὰ γραμμάτων τοῦ λ̣α̣(μπροτάτου) πραιφέκτου συγχωρῖσθαι ἐπὶ τὰ χωρία Πενταπόλεως παραγίνεσθαι. —— ὥστε παρὰ τοῖς [γενναιοτάτοις]
στρατιώταις δίχα τινὸς παρὰ τὸ δίκ[αιον ἐπισαγομένης ἐπηρίας παρέχεσθαι. —— ὥστε τὸν παραβαίνοντά τι τῶν τυπωθέντων πεντήκοντα]
διαφόροις κατὰ τὴν χώραν προσώποις, ὧν οὐδὲ π[λέον αὐτοὺς ἐπινοεῖσθαι χρή, οὕτως· συγκαθέδρῳ τοῦ περιβλέπτου δουκὸς νο(μίσματα) ρνδʹ· δομεστικῷ τοῦ αὐτοῦ νο(μίσματα) ρκϛʹ]·
κανκελλαρίου τοῦ αὐτοῦ νο(μίσματα) κδʹ· δεκανῷ καὶ σουπσκρ[ιβενδαρίῳ καὶ σπαθαρίῳ καὶ βουκινάτορι καὶ ἀνθρώποις τοῦ δουκός, τοῖς πᾶσιν τούτοις νο(μίσματα) ρπʹ]·
τῇ τάξει, λόγῳ καλανδαρικῶν νο(μίσματα) ρξαʹ· νουμεραρίῳ κα[ὶ πριμισκρινίῳ ὑπὲρ ἀννώνας προστιθεμένης καὶ παραπομπῆς νό(μισμα) αʹ· τοῖς αὐτοῖς ὑπὲρ καπίτου ὁμοίως προστιθεμένου νό(μισμα) αʹ· τοῖς αὐτοῖς ὑπὲρ]
προκοπῆς βαθμοῦ νό(μισμα) αʹ· τοῖς αὐτοῖς ὑπὲρ στρατευσίμου [καὶ τῆς καλουμένης προβατωρίας νό(μισμα) αʹ· τοῖς αὐτοῖς λόγῳ χαρτατικῶν ἀπὸ ἑκάστου κάστρου τῶν καστρη]-
σιανῶν νο(μίσματα) ϛʹ· το[ῖς] αὐτοῖς λόγῳ τετραμηνιακῶν [ὁμοίως νο(μίσματα) δʹ].
- SEG 16:931
- Cyrenaïca
[πο]λ̣ι̣τ̣[ῶν] καὶ δ․4-5․ ἐκονίασεν τοῦ ἀνφιθεάτρου
τ[ὸ ἔδα]φος κ̣αὶ τ[οὺς τ]οίχους ἐζωγράφησεν·
ἔ[δοξε τοῖς ἄρ]χουσι καὶ τῶι πολιτεύματι
[τῶν ἐν Βερενίκῃ Ἰου]δαίων ἀναγράψαι αὐτὸν εἰς
τὸ ἔ̣[δ]α̣[φ]ος ἐκονίασεν καὶ τὸ ἀμφι-
θέατρον καὶ ἐζωγράφησεν τοῖς
ἰδίοις δαπανήμασιν, ἐπίδομα
- SEG 17:800
- Cyrenaïca
[ἁ] πόλις [ἁ Κυ]ρανάων ἁ ματρόπολις τὸν ν[αὸν] τῶ [Διὸς ․․c.7․․ τὸν]
[κα]τ[αβλ]η̣θέντα τοῖ Ἰουδ[αϊκοῖ ταράχοι ․․․․․c.14․․․․․]
․․․c.9․․․μα ἀνέστα[σ]εν ․․․․․․․․․․․c.26․․․․․․․․․․․
- SEG 18:726
- Cyrenaïca
γυναικὸς ἐ̣ν̣ ἀθανάτοις, ad fin. ἐλάσσονος
[τὰ] χρήματα ἀπο․σ̣τ̣․․․․․․․․․․․c.25․․․․․․․․․․ πρὸς ἀλλήλους
․․․c.10․․․έσθωσαν οἱ ․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․ καὶ τῆι βουλῆι καὶ τοῖ[ς]
․․․․c.12․․․․ τῶν ἐπ̣αι․․․․․․․c.17․․․․․․ κ̣αὶ̣ (?) πάντες οἱ ἐν
τολεμαίωι οἰκίας ἢ ἀγρ̣ο̣ὺ̣ς ἔ̣π̣ρα̣σ̣σ̣ο̣ν̣ ․․․․․c.13․․․․ ὅ̣σ̣α δι’ ἀληθείας
καὶ ἀ̣γ․․․․τισιν κομι․․․․․․․․․․c.25․․․․․․․․․․․ τὰ χρήματα τοῖς
τ̣α̣μ̣ί̣αις κατὰ τὸ διάγραμμα· τῶν δὲ ἄλλων πάντων τῶν ἐχομένων δι’ ἀληθ-
[ν]τα Σλοιποὺς τό̣πους ἀποθυσ[άντων] πρ̣ῶτ̣ο̣ν̣ οἱ δ̣ε[σπ]όται οἳ ἦσαν κατὰ τοὺ[ς]
․․μα․․ορας μὴ ἐλεύ[θε]ρα̣ ἐπρίαντο [οἰκ]ίας ἢ ἀγρούς, ἄκυρος αὐτοῖς ἔστω ἡ [ὠνή].
․․․ το̣ῖς ․․․․c.12․․․․․ μ̣η̣δὲ ναοπ̣ο̣ι̣ὸ̣ν̣ (?) μηδὲ δοῦλον· ὃς δ’ ἂν φρουρῶ[ν]
α̣ὐ̣τ̣ο̣μ̣ο̣λ̣ή̣σ̣η̣ι̣, [ἡ δίκη] θάνατος ἔσται. ἀρχαί· ἱαρεὺς ἐς τρίτον ἔτ[ος]·
- SEG 18:727
- Cyrenaïca
[τούτω, ἑλεῖν δὲ καὶ e.g. πέντε ἄνδρας ἐπὶ τῶν ἀ]γρῶν κατ’ ἐνιαυτόν, οἵτινες
[ἐπιμελήσονται αὐτῶν (?) ․․․․․․․ κατὰ τὰς ἀ]ποφάσιας ἅς κα ψαφιξώμεθα τοῖς
[— — — — — — — — — — — — — — — — — χρημά]των ἀναλίσκειν, καὶ ἐν τοῖς ἄλ-
[λοις — — — — — — — — — — — — — — — καὶ] ποε͂σθαι ὅπως καὶ ἀ̣π․․․․․․
- SEG 18:728
- Cyrenaïca
... τούτους λειτουργεῖν οὐδὲν ἔλασσον ἐμ μέρει τῷ τῶν
Ἑλλήνων χρήμασι καὶ σώματι κελεύω, ἐκτὸς τοι[ο]ύτων οἷς κατὰ νόμον ἢ δόγμα συνκλήτου
τῶι τοῦ πατρός μου ἐπικρίματι κτλ.
- SEG 20:716
- Cyrenaïca
[ἱαρομναμόνων, ἐν Ἀθά]ν̣αις ὑ̣π[ὸ] τῶν θε̣σμοθετᾶν· ποτ̣ε̣-
[γράφεν] δ̣ὲ π̣οτ̣ὶ̣ [τ]ὰς ἀπονομὰς καὶ τοὶ τὰ σῦλα ἐγκαλέσαντες
[κ]αὶ τὸ πλῆθος τῶγ χρημάτων καὶ τοὶ συμπρεσβεύσαντες ἀπὸ
τᾶς ἁμᾶς πόλιος Αἰγλάνωρ Ἀλεξάνδρω ἐς Κλείτορα τᾶς
- SEG 20:719
- Cyrenaïca
πότει οὐδὲ μύρτα
ποτοίσες· vacat
Τελέσσαις αἴξ, ὗς·
Ζηνὶ αἴξ, ὗς·
Ἄμμωνι καὶ τοῖς
περινάοις ὄις·
[— — — τοῖς ἐν]
τῶ[ι — — —]
καὶ τοῖς [ἐν τῶι]
Ἀθαναίας αἴ̣[ξ],
τοῖς δὲ ἐν τᾶι ἀ-
γορᾶι καὶ τοῖς ἐ[ν]
τῶι πρυτανείω[ι]
Παιᾶνι καὶ̣ [τοῖς]
παρέδροις — — —
- SEG 31:1574
- Cyrenaïca
[τὸν ἐγ θεῶν Ἐ]πιφανῶν, διάδοχοι σωματοφύλακε[ς]
[οἱ σὺν νικηφό]ρωι συβίνηι· ὑπασπισταί, ἐπίλεκτοι, καὶ πλείονες
[ἄλλοι, ἀρετῆς] ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς ἑαυτούς.
- SEG 32:1608
- Cyrenaïca
φροσύνῃ τε ἀγακλείτην,
εὐγενίῃ πινυτῇ vac. τε, κλυτοῖ[ς]
τ’ ἔργοισι γυναικῶν
ἱστοῖσιν τ̣αλάροις τε, σό-
[φ]ων τε διδάγμασι Μουσῶν,
- SEG 26:1817
- Cyrenaïca
τὰν τᾶς πατρίδος ἐπανόρθω̣σ̣[ι]ν,
καθὼς αἱ ἐν τοῖς ἐπιφανεστάτοις
τόποις τιμαὶ αὐτῶ προδιασάφει-
[ἐπ’ α]ὐ̣τῶι δυνατόν ἐστι, συνε̣γ̣β̣ο̣-
[ηθ]ῶν τᾶι τε ἰδίαι πατρίδι καὶ τοῖς
[πολ]ίταις ἀποδείκνυται τὰν ἐς
[μ]ειμένας ἀποστῆλαι σιτώνας
ἰ̣ς̣ Λ̣έπτι̣ν̣, θεωρῶν καὶ ἐν τούτοις
τὰν τῶν ἰδίων συνπολιτᾶν θλῖψιν̣
μὲν ὃν ὁ[λί]γ̣ο̣ν̣ ὁρῶν, ἀκόλουθα δὲ
πράσσων ταῖς ἐν τοῖς νόμοις ἀρε-
ταῖς καταγεγρ̣α̣μ̣μ̣έναις, θεωρῶν
τᾶι πόλει, τ̣υ̣γ̣χ̣ά̣ν̣ω̣ντι τῶν αὐτῶν
φιλανθρώπων· v δέδοχθαι τοῖς γέ-
ροισι κα̣ὶ̣ τ̣ᾶ̣ι̣ [β]ω[λ]ᾶι ἐπαινέσαι Ἀλε-