| 57508 matches in 30073 texts. | 18001-18100 18101-18200 18201-18300 18301-18400 18401-18500 18501-18600 18601-18700 18701-18800 18801-18900 18901-19000 |
| 10844 | 0.8392% | Attica (IG I-III) |
| 1573 | 0.6277% | Peloponnesos (IG IV-[VI]) |
| 5489 | 0.8620% | Central Greece (IG VII-IX) |
| 1777 | 0.9986% | Northern Greece (IG X) |
| 3116 | 1.5336% | Thrace and the Lower Danube (IG X) |
| 607 | 0.7262% | North Shore of the Black Sea |
| 10964 | 0.9630% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 14758 | 1.2056% | Asia Minor |
| 839 | 2.8574% | Cyprus (IG XV) |
| 1435 | 2.3652% | Greater Syria and the East |
| 3365 | 1.5073% | Egypt, Nubia and Cyrenaïca |
| 216 | 1.2349% | North Africa |
| 2260 | 1.6374% | Sicily, Italy, and the West (IG XIV) |
| 265 | 1.0729% | Upper Danube |
- Priene 104
- Ionia
του δεομένου τοῦ γυμνικοῦ ἀγῶνος τήν τε χρείαν τοῖς ἄ̣[λλοις τε]λεσθῆναι κα[ὶ —]
τὸ ἀνάθεμα, καὶ ἐν τῶι ἑξῆς χρόνωι πᾶσαν εἰσφερόμενος σπ̣[ου]δὴν καὶ φιλοτιμίαν, [σπεύδων δὲ — τοῖς νικήσασιν ὡς]
ἀσφαλέστατα πρὸς πάντα τὸν χρόνον γενηθῆναι τὰ βραβ[εῖα] πρὸς μὲν τὸ τῆς ἐπα̣[—, τῆς]
- Priene 106
- Ionia
[—]λ̣ο̣ει[—]
[․c.1․ τοῦ πο]λέμου παρασκευ-
[—] ὑπεδέξατο [—]
Τραλλιανοὺς ὑπὲρ τῶν συνστάντων τῇ πόλει πραγμάτων πόλει πραγμά-
των πολλάκις πρεσβεύσας καὶ οὐθεμίαν οὐδέποτε κακοπαθίαν ἐκκλίνων·
ὁμοίως δὲ καὶ πρὸς Ἀλεξανδρεῖς τοὺς ἐν τῇ Τρωιάδι καὶ πρὸς Ἐφεσίους καὶ Μυ-
- Priene 107
- Ionia
[— γενόμεν]ος καὶ σύμβουλος ἀγαθὸς [․c.1․]․[․c.4․]
[—] ἀεί ποτε τ̣ι̣θέμενος [․c.2․]ω[․․c.7․․]
[— τ]ὸν βίον ἀπὸ δικαίων ἐπὶ μ̣ε̣γ[․c.5․]
- Priene 114
- Ionia
[ἐπὶ στεφανηφόρου —] μηνὸς Με[τ]αγειτνιῶνος πέμ-
[πτηι — ἔδοξ]εν τῆι βουλῆι καὶ [τῶι δή]-
- Priene 116
- Ionia
ἐ̣ν τῶι δήμωι, λ[α]χεῖν δ̣ὲ
[αὐ]τ̣ὸν ὅσα κα̣ὶ ὁ ἐμ πόλει ἔ[χ]ε[ι]
σ̣θ̣α̣[․c.1․]ολ[․c.1․]ο[․c.3․]ο̣υ̣· [ἀ]ναγράψαι
- Priene 117
- Ionia
[τοῦ ἀγῶνος αὐ]τῶι τε καὶ τοῖς ἀντιτ[αξαμένοις, στρατιώταις,]
[τούτοις?] μὲν ὑ[πὲρ] τῆς ὠφελίας ὧν ἔμελ̣[λον νικήσαντες?]
[κυριεύ]σειν αὐ̣[τῶ]ι̣ [δ]ὲ ὑπὲρ τῆς σωτηρ̣[ίας ἁπάντων τῶν πολι]-
πολιτῶν ἁ[π]άντων ἀνδρῶν ἀγαθ̣ῶ[ν γενομένων καὶ τῆς τῶν προγό]-
νων δόξ[ης] ἀξίωγ καὶ τῶν τῶι δήμ[ωι πρότερον κατὰ πόλε]-
μομ πεπρα̣[γ]μένωγ, καὶ κινδυνευ[σάντων καρτερῶς καὶ προθύμως? μετὰ]
[τῆ]ς τῶν θεῶμ προνοίας, συνέβη τ[ὸν τύραννον καὶ τοὺς στρατιώ?]-
- Priene 118
- Ionia
ΛΗ̣Ν χ̣αλκῶν ἑ̣πτ’ ὀβολούς· παρε[χ]έ[τω δὲ ὁ νεωπόης καὶ]
τ̣ὸν Αἰγύπτιον τὸν συντελέσοντα τὴ[ν θυσίαν ἐμπείρως·]
μὴ ἐξέστω δὲ μηθενὶ ἄλλωι ἀπείρως τὴ[ν θυσίαν ποεῖν τῆι]
- Priene 127
- Ionia
[τῆς ἀν]α̣λήψεως Διοσκουρίδην Δημέου, ὅπως ἐπ̣[ὶ τὸ ἀνειμένον]
[το]ῖς θεοῖς τέμενος σῶφρονα καὶ εὐσχήμονα καὶ δικαίαν [τὴν τοῦ]
τόπου προστασίαν ἔχῃ· τῇ δὲ νουμ[η]νίᾳ τοῦ Βοηδρομιῶνος,
Ῥωμαίους ἅπαντας, ἐβεβαίωσεν δὲ τὴν ἐπαγγελίαν παραστή-
[σ]ας μὲν τοῖς ἐντεμενίοις θεοῖς τὴν θυσίαν, τὰ δ’ ἀπ’ αὐτῆς κρέ[α]
[διανείμ]ας τοῖς [ἀπογρ]αψαμένοις, τὸν δὲ τόπον κοινοποιησά[με]-
- Priene 130
- Ionia
[κάζηται —]ωται, οἱ δικασταὶ τὴν δίκην μὴ [εἰσαγέτω]-
[σαν. ․․․․․․c.16․․․․․․ ὅπως δὲ ἡ χ]ώρα ἡ Μιλησίων καὶ Πριηνέων ἐμ φυλ[ακῆι καὶ σω]-
[τηρίαι ὑπάρχηι, τοὺς ἐνεστῶτας ἄρ]χοντας ἀεὶ κατ’ ἐνιαυτὸν προνοεῖν ὑπὲρ [ἑκατέρων,]
[ὥστε Μιλησίους καὶ Πριηνεῖς β]οιηθεῖν ἀλλήλοις. περὶ δικῶν. τὰς δὲ [δίκας] γ[ί]-
[νεσθαι ἑκατέροις ἐμ Μιλήτωι μὲν] ἐπὶ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν, ἐμ Πριήνηι δὲ ἐπ[ὶ]
[τῶν στρατηγῶν τῶν ἀεὶ ἐν ἀρχῆι ὂν]των· τοὺς δὲ ἐγκαλοῦντας περί τινων ἀφ’ οὗ χρό[νου]
[ταῦτα τὰ συμβόλαια ἐγένετο δικάζ]εσθαι Μιλησίους μὲν ἐμ Πριήνηι, Πριηνεῖς δὲ ἐμ Μι[λήτωι·]
[ἐνδειξάτωσαν δὲ ἑκάτεροι τοὺς ἐγ]κλήτους, Μιλήσιοι μὲν ἐμ Πριήνηι τοῖς στρα[τηγοῖς,]
[Πριηνεῖς δὲ ἐμ Μιλήτωι τοῖς τοῦ ἐμπ]ορίου ἐπιμεληταῖς, γράφοντες τό τε ὄνομ[α καὶ ․c.2․]
[— ἣ]ν προφαίνοντες τὸ ἔγκλημα π[․․c.7․․]
[τηγῶν —]ν· διδόναι δὲ
[— ἐμ μὲν Πριήνηι τοῖς στρατηγοῖς, ἐν δὲ Μιλήτωι τοῖς τοῦ] ἐμπορίο̣[υ]
[ἐπιμεληταῖς —]
τα̣σά̣[ν]τωμ [πρ]ὸ [․․․․․c.15․․․․․․] καὶ τὰ [—]
τἄλλα τὰ ἐφ’ ἑαυτῶγ χρηματίζων ἐμ Μ̣[ιλήτωι —]
τοῖς ὡρισμένοις χρόνοις ἐμ̣ Μιλήτωι [— οἱ ἄρχοντες]
οἱ ἐνεστηκότες καὶ παραδιδότωσα̣[ν τοῖς — ἐψη]-
- Priene 131
- Ionia
[ου ․․․․․․․․․․c.24․․․․․․․․․․]κ[ρ]άτου, Διονυσίου τοῦ Ἀπολλωνί-
[ου ․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]ί̣ππου, Ἀρτεμιδώρου τοῦ
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․ Ἀμ]υζον[εῖς] τοὺς ἀπὸ Πέτρας
- Priene 132
- Ionia
[κ]αὶ Π[εδιέωγ γῆν, τὴν δὲ περὶ] χ̣ώραγ̣
[γ]ι̣νώσκω ἐμὴν εἶναι, τοὺς δὲ κα-
τοικοῦντας ἐν ταῖς κώμαις ταύ-
- Priene 133
- Ionia
χώραν διελέγησαν παραπλησ̣ίως τοῖς ἐν τῶι̣
[ψηφί]σματι γεγραμμένοις, ἐμ̣φανίζοντες περί
[τε τῆ]ς̣ εὐνοία̣ς̣ ἧς ἔχει ὁ δ̣[ῆ]μος εἰς ἡμᾶς καὶ ὅτι̣
- Priene 135
- Ionia
[ἐπακολου]θ̣ο̣ῦ̣ντες ἡ̣μ̣[ῶν ταῖς ἐντολαῖς διασαφήσουσιν οἱ παρ’ ἡμῶν]
[πρὸς ὑμ]ᾶ̣ς̣ π̣ε̣μφθέντες Ἐ̣τ̣εοκλῆ̣ς̣ κ̣αὶ̣ [Ὑπεράνθης ․․․c.11․․․․]
[ὡς ἀεὶ β]ο̣υ̣λόμ̣εθα σὺν [τ]ῆι τῶν θεῶν εὐν̣ο̣[ί]α̣[ι καὶ εἰς τὸ λοιπὸν]
- Priene 138
- Ionia
ἀρχὴν τοῦ βίου καὶ τῆς ζωῆς γεγονέναι, ὅ ἐστιν πέρας καὶ ὅρος τοῦ με-
ταμέλεσθαι, ὅτι γεγέννηται· καὶ ἐπεὶ οὐδεμιᾶς ἂν ἀπὸ ἡμέρας εἴς
τε τὸ κοινὸν καὶ εἰς τὸ ἴδιον ἕκαστος ὄφελος εὐτυχεστέρας λάβοι
- Priene 142
- Ionia
Σέρουιος Φόλουιος Κοίντου υἱὸς στ[ρατηγὸς ὕ]πατος, τῆι συκλήτωι συνεβουλεύσατο ἐγ κομετίωι πρὸ ἡμε-
ρῶν πέντε εἰδυιῶν Φεβροαρίων. γραφομ̣[ένωι παρ]ῆσαν Λεύκιος Τρεμήλιος Γναίου Καμελλία, Γάιος Ἄννιος Γαίου
Καμελλία, v1 Λεύκιος Ἄννιος Λευκίου Πο[λλία. π]ερὶ ὧν Σάμιοι πρεσβευταὶ Τηλέμαχος Μάτρωνος, Λέων Λέοντος,
ἄνδρες κα[λοὶ κ]αὶ ἀγαθοὶ καὶ φίλ̣οι παρὰ δ̣ήμο[υ καλοῦ] καὶ ἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου v1 λόγους ἐποήσαντο
δέκα πρεσβευταὶ διέταξαν
μετὰ τὸν πρὸς Ἀντίοχον πόλεμον· καὶ περὶ ὧν Πριηνεῖς πρεσβευταὶ [—]ρου, v1 Ἀνα[ξ]ι[—,]
[Ζ]ηνόδοτος Ἀρ[τέμωρος ἄ]νδρες καλοὶ καὶ ἀγαθοὶ καὶ φίλοι π[αρὰ δήμου κα]λοῦ καὶ ἀγ[αθοῦ] συμμάχου τε [ἡμετέρου]
λόγους ἐποήσα[ντο κατ]ὰ πρόσω[πον πρ]ὸς Σαμίου[ς] περὶ χώρας καὶ περὶ ὁρίων, ὅπως οὕτω[ς ὦ]σιν, καθὼς ὁ δῆμος ὁ Ῥοδίων
θεῖναι ἃ ὁ δῆμος ὁ Ῥοδίων ἑκατέρων θελόντων κέκρι[κε κ]αὶ ὁρ[ισμὸν] πεποίηται, τοῦ μ[ὴ] τούτωι τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις]
ἐμμείνωσιν· τ[ούτ]ωι τε τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις ἐμμένει]ν ἔδοξεν· τούτοις τε ξένιον εἰς ἑκάστην πρεσβείαν ἕως
ἀπὸ σηστερτίων νόμων ἑκατὸν εἴκοσι [Σερούιος Φ]όλ[ο]υιος Κοίντου ὕπατος τὸν ταμίαν ἀποστεῖλαι κε[λευσάτω καὶ πραξάτω,]
- Priene 153
- Ionia
Λεύκιος̣ Κο[—]
[Ἀ]ρτέμων Τε[—]
Πρῶτος [․c.1․]τ[—]
Βασιλείδης δʹ
Ἀρτέμων Βασιλεί[δ]ου
Διονύ[σ]ιος Σωτά[δ]ου
- Priene 154
- Ionia
[․c.4․]ΟΣ βʹ
[Ἀ]ρ̣τ̣έμω[ν] Ἰεροκλείους
[Ἀπο]λλώνιος Διονυσοδώρου
․․․7․․․φάνης Μελίτωνος
[Ἀ]ρ̣ι[σ]τίων Ἀρτεμιδώρου
Διόδοτος Ἀρχελάου
- Priene 155
- Ionia
[․c.5․]ης Ἑστιαίου
Ζωτ̣ᾶς Ἀρτεμιδώρου
Ἀπολλώνιος [Π]ολ̣είτου
Μηνόδοτος Ἐγνατίου
Ἀρτεμίδωρος Ἱεροκλέους
Ἀπολλώνιος Διονείκους
- Priene 158
- Ionia
[․c.1․]νο[․c.3․]υν̣[․c.2․]δου
Ἑρμόδωρος Εὐπολέμου
Στράτεια Δημητρίου
Λυσανίας Πλάτωνος
Ἀπολλώνιος Ἀρτέμωνος
Ἡγήσιππος [Ἡγησ]ίππου
- Priene 162
- Ionia
σίαν δὲ Νικασιδάμου, Ἁγήσανδρο[ς]
Ε̣ὐδάμου, Τιμαγόρας Πολεμακλεῦς, [Νι]-
κόστρατος Τεισύ[λου, ․c.3․α]νδρος Ἑ[κα]-
[․c.3․]θίων̣ος̣, [ὑπὸ δὲ Πριανέων] Ἀ̣πολλοδώρου
[το]ῦ Πο[σ]ε̣[ιδωνίου, φύσει δὲ Ἀρτεμ]ιδώρου, Καλλι-
κράτευς τοῦ Ἀπολλωνίου, Παρρασίου τοῦ Παρρασίο[υ,]
[φρουρί]ου ὃ καλεῖται Κάριον καὶ ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι
[τᾶς Ἀρτέμι]δος, ἐπο[ιησάμεθα τὰν] κρίσιν κατὰ τὰ ὑφ
[ἁμῶν ἐφε]ο̣ραμ̣έ̣[να, καὶ ἐκρί]ναμεν ε̣[ἴμειν?]
ου τοῦ Φιλοτίμου καὶ Λυκίππωι? Ἀντιόχου [—]
[․c.1․ Ἀ]πολλοδώρου, Εὐφά[νει] Ἀρτεμιδώρου, Διο[κλέϊ καὶ Ἀ]-
[π]ολλοδώρωι Ποσειδωνίου, Σωτ[—, Φι]-
[․c.4․] τοὺς δ[ὲ —]
Πριαν̣[εῖ]ς μετὰ Μελιέ̣[ων — πολε]-
μίαν ἔ̣[χειν,] στάσιος δὲ γε[νομένας —]
[․c.4․]ΠΟ[—]
[διότι καὶ ἁ] λοιπὰ χώρα ἁ Μελιὰς [ὑπὸ Ἰώνων κοινο]ῦ? αὐτοῖς ἐ-
[δόθη μ]ετὰ τὸμ πόλεμον τὸμ Με[λιακόν, ἐφ’ ὧι νέμε]σθαι αὑτᾶ[ς ․c.2․]
[․c.5․] παρὰ μὲν Μιλησίων Ἀκ[άδαμιν] καὶ ἐπὶ? τοῖ]ς αὐτοῖς Θή[βας]
πόλιν ἐπὶ στ[εφα]ναφόρου Λύκου, καὶ τὸ φρούριον ἔχειν καθὰ
καὶ πρότερο[ν, κ]αὶ τ[ὰν χ]ώραν νέμεσθαι· καὶ μετ’ ἐνιαυτὸν
ἐπὶ στεφανα[φόρου Καλ]λιστράτου τᾶς ἀ̣πολειπομένας
[τοῦ] λά̣χο[υς] τριάκοντα καὶ ἑπτὰ κλάρων, καὶ [ἐπὶ στεφανα]-
φόρου [․c.5․ ὅς ἐσ]τι ἀπὸ Καλλιστράτου πέμπτος, [ἀποδόσθαι]
[μέρη τινά, διελόντες εἰς] ἄλλους κλάρους πέντε. ἔφα[σαν δὲ Σάμιοι]
καὶ τᾶς περὶ τὸ Κάριον χώρας οὐθεὶς ἀμφεσβάτει· [νῦν δὲ τοὺς Σαμίους ἀποστεῖλαι ποτὶ τὸν δᾶμον]
τὸν Ῥοδίων ἐγκαλοῦντας ὅτι χώρας τε πλῆθο[ς νέμοιντο Πριανεῖς παρὰ τὸ δίκα]ιον [καὶ μάλιστα τὸ]
Κάριον, ὑπὲρ οὗ νῦν διακρίνεσθαι· οἱ δὲ Σάμιοι τά τε [τῶν ἱστ]ο[ρι]ο[γράφω]ν [μαρτύρια ὑφαγ]ήσαντο
αὐτῶν γενέσθαι· ὁρίξασθαι γὰρ πὸτ αὐτοὺς ὡς ὑδάτων ῥοαί· καὶ παρ[είχ]οντο ἱστοριογράφους τοὺς μαρτυ-
ροῦντας αὐ̣[τοῖς,] ὅτι μὲν τὸ Kάριον ἔλαχον μετὰ τὸν Μελιακὸν πόλ[εμον, ὅτε] διωρίξαντο ποτὶ τοὺς
Πριαινε[ῖς ὡς ὑδάτ]ων ῥοα̣ί, Ε̣ὐάγωνά τε καὶ Ολύμπιχον κ[αὶ] Δοῦρ̣ιν, [τὸ] δὲ Κάριον ἔφασαν αὐτῶν κατα-
θαι πάντας Σαμίους καὶ ἀπογραφὰν τᾶς τε ἐν τᾶι νάσωι καὶ τᾶς [ἐ]ν [τᾶι] π[ε]ρ[αίαι γᾶς, καὶ μὴ ἂν] γενέ[σθαι πὸτ αὐ]-
τοὺς ἀμφισβασίας διὰ τὸ ἐκ πλείονος χρόνο̣υ τὰν ἀπογραφὰν ποεῖσθαι· λαβομ[ένους δὲ Πρια]νεῖς ἐπεμβαί-
νειν τᾶς χώρας αὐτῶν, ὅθεν ὤιοντο δεῖν ἀποδοθήμειν τὸν ἐξ ἀρχᾶς μὲν ἴδι[ον αὐτῶν γενόμεν]ον κλᾶρο[ν,]
ὕστερον δ̣ὲ παραιρεθέντα ὑπὸ Πριανέων. ἁμὲς δὲ θεωροῦντες τοὺς γράψαντας τὸμ [πόλεμον τὸμ] Μελια-
κὸν καὶ τὰν διαίρεσιν τᾶς χώρας τοὺς μὲν ἄλλους πάντας φαμένους ἐκ τᾶς διαιρέσιος λ[αχ]ό̣[ντας Σαμίους]
γενομένων ἐτῶν πλειόνων, βασιλεύοντος Ἀντιόχου τοῦ Ἀντιόχου, [γε]νομένων περὶ αὐτοὺς καιρῶν δυσχε-
[ρῶν,] πέμψαι πὸτ αὐτοὺς Σαμίους [πρέσβεις λέγοντας,]
ὅτι ἐν παρορία[ι] ἐνεκάλουν, ὑπὲρ δὲ Καρίου οὐθὲν
[εἰρηκέναι —]θα περὶ [αὐτ]οὺς τὸν Λαοδίκειον πόλεμον, ἐν ὧι
[— πεμφθέν]τ[ος δὲ πὸ]τ αὐτοὺς ἐπιστάτας Σίμωνος, ὃν χ[ρό]-
[νον —] τὰς οὐσίας καταγαγεῖν εἰς τὰμ πό[λιν]
[λιππον — ἀ]ποδόμειν τὰν χώραν ἃν ἔχοντες ἐξέπεσον ὑ-
[πὸ — κατελ]θόντες δὲ εἰς τὰν πόλιν νέμεσθαι τὰν χώ-
[ραν — παρα?]βαίνοντας τὰς χώρας τὰς ὁμόρους ἃς αὐ-
[—]γράψαι πὸτ αὐτούς, διότι κρίνει ἐπὶ μὲν
[—] Ἀλεξάνδρου διαβάντος εἰς τὴν Ἀσίαν ἐνέμον-
[το —] τοὺς πρεσβευτὰις πρεσβευτὰς τοὺς παρὰ τῶν Σαμί-
[ων — ἐνέμοντ]ο [ταύτ]αν τὰν χώραν, καὶ ἐπ’ Ἀντ[ι]-
[γόνου — ἐν ταῖς ἐπιστολαῖς] τα̣ῖς βασιλικαῖς εὑρε-
[— ὑπὲ]ρ τοῦ παρορίζεσθαι τὰγ χώραν, ὑπὲρ τοῦ φρουρίου οὐθ[ὲ]ν
[εἰρηκότας, καὶ ποτὶ? — Ἀν?]τίοχον τὸν ὑπὸ βασιλέως Πτολεμαίου τεταγμένον
[— ὑπὲρ τοῦ φρουρί]ου οὐθὲν εἰρηκότας, καὶ διὰ τὰς ἄλλας αἰτίας τὰς κατα-
[— ἀμφ]ι̣σ̣βατοῦντας ὑπὲρ τοῦ Βατινήτο[υ —]
[—]ν ἐμ πράγμασιν αὐτὸν εἶμεν κ[—]
[— πολ]έμου ποτὶ τὰ̣ς πόλει[ς μ]ή̣τε κ̣[—]
[—]νον καὶ [—]
- Priene 163
- Ionia
τοῦ Δημητρίο[υ,] Ἀνθεστηριῶνος τεσσαρεσκαιδεκάτηι, πρὸς [δὲ τὴν μαντείαν?] ἕκτῃ, ὡς δὲ Πριηνεῖς ἐπὶ στεφανηφόρου Θρασυβούλου τοῦ μεθ’ Ἡγέλοχον
Ἀνθεστηριῶνος πέμπτηι ἀπιόντος, vacat τάδε [Σαμίοις καὶ Πριηνεῦσιν ἐκρίθη? ὑπὸ —]ήμον[ος,]
Μενύλλου το[ῦ] Καλλιμάχου, Δ[— τοῦ —]
Ἀρτεμιδώρο[υ] τοῦ Εὐβούλου τοῦ Διονυσίου, Δίο[υ τοῦ] Λέοντο[ς, — οὓς ἀπέδειξεν ὁ —έων]
[δῆ]μος κριτὰ̣[ς κα]τὰ τὸ τῆς [συν]κλήτου διο[․c.6․․,] οἳ σ[—]
[τῶν Ῥοδίων ὁροθεσίαν, καθ’ ἥντινα καὶ παρ’ ἀμφοτέ]ροις τοῖς δήμοις τὰ πράγματα παρετέθη· ᾗ καὶ κατακολουθήσαντες ἀποκατεστή-
[σαμεν τοὺς ὅρους ἐμφανέσι χρώμενοι καὶ ἀφ]θάρτοις σημείοις, οἷς κατηναγκάσαμεν ὡς ἔδει τὴν ὁροθεσίαν ἐπιτελέσαι τοὺς
[ἠμφισβητηκότας, τῇ τε πατρίδι τῇ προχειρ]ισαμένῃ καὶ τοῖς ἰδίοις βίοις καὶ τοῖς μεταπεμψαμένοις δήμοις ἀκόλουθον τηρή-
[σαντες τὴν αἵρεσιν, καὶ τῶν ἐγδίκων πᾶσαν προσεν]εγκαμένων σπουδὴν καὶ φιλοτιμίαν καὶ τὸν ἀγῶνα διαθεμένων ὡς ἐ-
[πέβαλλεν ἀνδράσι καλοῖς καὶ ἀγαθοῖς καὶ ἀγωνιζο]μένοις ὑπὲρ πατρίδος· παρὰ μὲν Σαμίων Θεοδότου τοῦ Ἑρμίππου,
[—] φύσει δὲ Ἀνδροσθένου, Σωσιστράτου τοῦ Σωσιστράτου, Ἀδηρίτου τοῦ Εὐκλείους,
[—ο]υ, Λέοντος? τοῦ Ὑψιθέμιδος, Διογένου τοῦ Διογένου, καὶ τοῦ προσαποδειχθέντος κατὰ τὸ ψήφισμα
[— Θρασ]υλέοντος
[γραμματέως — παρὰ δὲ Πριην]έων Ἀριστογένου τοῦ Ἀριστογένου, Θράσυος τοῦ Χαριδήμου, Ἡρακλείτου τοῦ Θεοδώρου,
[—]ου τοῦ Εὐφάντου, Ἀρτέμωνος τοῦ Μεγιστείου, Λυσιμάχου τοῦ Ἀρτεμιδώρου,
[— τοῦ Διο]σκουρίδου, Σωφίλου τοῦ Ἐπινίκου, Διονυσίου τοῦ Ἀμινίου, Ἀττάλου τοῦ
- Priene 164
- Ionia
[ἐκ τῶν] λ̣ευκωμάτων. ὅροι τῆς χώρας
[ἥν ἐνέμ]οντο Θηβαῖοι. ἀπὸ το͂ Ἑρμέω
[το͂ παρὰ τ]ὸ παλαιὸν τεῖχος εἰς τὰς πέτρας
- Priene 165
- Ionia
[․c.2․]ΙΕΜΙ[․․․․․․․․c.21․․․․․․․․․]
ἀ̣πὸ δὲ τ[ο]ύ̣[του ․․․․․․․c.18․․․․․․․]
[τοῦ ․]․ιωνος κάτω πρὸς τὸ ἱερὸν τῆς [Ἑ]-
κάτης τῆς ἐμ Μεγάλωι λόφωι· ἀπὸ δὲ
τοῦ ἱεροῦ ὡς παραφέρει ἡ ὁδὸς πρὸς τὰ Σα-
- Priene 176
- Ionia
[—]․ΙΟΛΤΑΤΛ[․․․․․․c.17․․․․․․․] χρυσοῦς δέ[κα,] χα[λκοῦς δὲ —]
[— οὐ μόν]ο[ν παρ]ὰ̣ τοῖς ΑΔ̣ΕΜΜένοις, ἀλλὰ κα[ὶ] παρὰ τοῖς ἄλλο[ις —]
[—]Μ․․[․c.5․]ΣΘ[․c.1․]Δ?․ΑΝΙΕ․ΗΝ τῇ Ἀθη[νᾶι τῆι Πολιάδι —]
- Priene 210
- Ionia
ἀ[τ]ελὴς δὲ ἔσται καὶ τοῦ σώματος· εἶναι̣
δὲ αὐτῶι καὶ ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνί-
ωι σίτησιν πάσας τὰς ἡμέρας· λήψεται δὲ ὧν̣
ἐξ ἡμιέκτου, γαλαθηνῶι δὲ ἐγ δύο χοινίκων·
εἶναι δὲ αὐτῶι καὶ ἐν τῶι θεάτρῳ ἐμ προεδρίαι
καθ̣ῆσθαι καὶ στολὴν ἔχειν ἣν ἂμ βούληται καὶ
- Priene 211
- Ionia
[καὶ ἐν τῆι στ]ήληι γέγραπ[τα]ι καὶ τἄλλα ὅσα δέδοται
[ὑπὸ Ἰώνων] πάντα· ἐξεῖναι δὲ αὐτῶι καὶ ἐμ πρυτανείωι
[καὶ ἐμ Πανιω]ν̣ίωι σίτησιν, [ὅτ]αμ πόλις ἱερὰ ποιῆι,
[καὶ προεδρίαν ἐν] τοῖς ἀγ[ῶσι πᾶ]σι στέφανον ἔχοντι χρύσεο[ν·]
[ἐξεῖναι δὲ αὐτῶι ἐμ Πανιωνί]ωι καὶ στροφίσκομ φ[ορεῖν χρύσεον,]
[ὅταμ πόλις ἱερὰ ποιῆι ἐμ Πανι]ωνίωι· τά τε παρὰ Ἰώ[νων]
[παρασταθέντα ἱερεῖα θύσει, ἐ]πιπέμματά τε παρέ[ξει τῶι τε]
[βοῒ καὶ τῶι προβάτωι ἐκ τεταρτέως ἑκα]τέρωι ἱερείωι καὶ δ̣[ύο]
[σαι τὴν ἱερωσύνην μήτε τὰ διδ]όμενα γέρα ἀφαι[ρεῖσθαι μηχανῆι]
[μηδεμιᾶι· ἐὰν δέ τις παρὰ ταῦ]τα προθείη καί [τι τῶν δεδογμένων]
[λύοι, ἐξώ]λη[ς εἴη καὶ τὰ ἐκ]είνου πάντα· ἀτ[ελῆ δὲ ἔστω]
- Priene 213
- Ionia
[τῆ]ι στήληι ἀναγέγ[ραπτα]ι, καὶ τὰ ἄλλα̣ [ὅσα δέδοται ὑπὸ Ἰώνων]
[πάντα· ἐξ]εῖν̣[αι δὲ αὐτ]ῶι καὶ ἐμ πρυταν[είωι καὶ ἐμ Πανιωνίωι]
[σίτησιν, ὅταμ πόλις ἱε]ρὰ ποιῆι, καὶ προε[δρίαν ἐν τοῖς ἀγῶ]-
[σι πᾶσι στέφανον ἔχο]ντι χρύσεον· ἐ[ξεῖναι δὲ αὐτῶι ἐμ Πανι]-
[ωνίωι καὶ στροφίσκ]ον φορεῖν χρύ̣[σεον ὅταμ πόλις ἱερὰ ποι]-
[ῆι ἐμ Πανιωνίωι· τὰ δὲ πα]ρὰ Ἰώνων̣ [παρασταθέντα ἱερεῖα]
[θύσει, ἐ]π̣ιπ[έμματ]α̣ δὲ [παρέξει τῶι τε βοῒ καὶ τῶι προβάτωι]
[ἐκ τεταρ]τ̣έως ἑκατέρωι ἱερ[είωι καὶ δύο ἡμιτεσσέρια οἴνου· τὸν]
[δὲ ἐ]ω̣νηκότα μήτε ἀφελέ[σθαι μήτε ἐνεχυράσαι τὴν ἱερωσύνην]
[μήτ]ε τὰ διδόμενα γέρα ἀφ[αιρεῖσθαι μηχανῆι μηδεμιᾶι· ἐὰν δέ τις]
π̣αρὰ ταῦτα προθείη καί τι τ[ῶν δεδογμένων λύοι, ἐξώλης εἴη]
- Priene 214
- Ionia
[ἱερήσεται] δὲ τὸμ βίον τὸν ἑαυτοῦ ἀ[τελὴς ὢν λη]-
[τουργιῶν πα]σῶν, εἶναι δὲ αὐτῶι ἐμ [πρυτανείωι]
[καὶ ἐμ Πανιωνίω]ι σίτησιν, ὅταμ πόλι[ς ἱερὰ ποιῆι,]
[καὶ προεδρίαν ἐν τοῖς ἀ]γ̣ῶσι πᾶσι [στέφανον ἔ]-
[μήτε ἀφελέσθαι μήτ]ε ἐνεχυρά[σαι μήτε τὰ δι]-
[δόμενα γέρα ἀφαι]ρεῖσθαι μη[χανῆι μηδεμιᾶι·]
[ἐὰν δέ τις παρὰ] ταῦτα προθ[είη καί τι τῶν δε]-
- Priene 216
- Ionia
ἀπ’ ἑκάστου αἰπολίου ἐκ τοῦ ἑαυτοῦ,
πριάμενον δὲ μὴ ἐξεῖναι, καὶ ἐπιπέμμα-
τα ἐξ ἡμιχοινικίου καὶ δύο ἡμιτεσσέρια
αβόντας τὰ κρεῖα τῶν κουρείων καὶ τὰ
αὐτοὶ θύουσι νέμειν μερίδας κεφαληδὸν
πᾶσι Θηβαίοις καὶ τοῖς πολίταις ὅσοι ἂν
- Priene 245
- Ionia
ν̣ωι τοῦ δήμου προεδρίαν ἐν τοῖς
ἀγῶσι καὶ ἐμ πρυτανείωι σίτησιν
[κ]α̣ὶ ἀτέλειαν τοῦ σώματος.
- Priene 1008
- Ionia
ὁ τόπος Ζω[τᾶ]ι τ[οῦ Σωσιγέ]νους καὶ [—] τοῦ Σωσιγ[ένους] καὶ Παμμένου τοῦ Σωσιγένους καὶ Ἀλεξάνδρου τοῦ Ἡροκράτου καὶ Ἀρτέμωνος τοῦ [․c.2․]
[․c.3․]σᾶ καὶ Ἀπολ[—]
- Priene 1094
- Ionia
vacat υἱὸς Ἀρίστωνος Ναόλοχον εἶδεν ὄναρ
θεσμοφόρους τε ἁγνὰς ποτνίας ἐμ φάρεσι λεοκοῖς·
vacat ὄψεσι δ’ ἐν τρισσαῖς ἥρωα τόνδε σέβειν
- Priene 1095
- Ionia
αἰπεινὰ δ’ Ἐπί[δαυρ]ος Ἀθηνόπολιν τόκα θαλλῶι
ἔστεψε, νίκαν θ’ Ἑλλ̣[ὰς] ἔκλυεμ πάλας.
- Priene 1096
- Ionia
οἶδεν ὁ Φοιβείας μ̣’ ἕ̣δ̣ρ̣α̣ς̣, θ̣ε̣ό̣ς̣, οἶδ’ Ἐπίδαυρος
αἰπεινά, κροτάφο[ις] θαλ̣[λ]ὸν ὅτ’ ἀμφεθέμαν.
πρᾶτος δ’ ἐκ [π]ά̣τ̣ρ̣[ας] ἑ̣[λ]ό̣μ̣α̣ν̣ γ̣έρας οὐ[χὶ] λεϊστὸν
- Priene 1097
- Ionia
ἄλλοθ[ι] καὶ φθιμένου [τα]φεῖ[ο]ν̣ θέτο, τήνδε δὲ μο[ρ]φῆς
ἔστησε εἰκόνα ἐμῆς Παλλάδος ἐν τεμένει.
- Priene 1148
- Ionia
[ἀνηγέρθη ἐκ θεμ]ελίων ἡ ἁγία τοῦ θ(εο)ῦ ἡμῶν πρόθεσις ἐπὶ Νάνου τῆς [Πριηνέων ἐκκλησίας ἐπισκόπου.]
- Smyrna 1
- Ionia
Νέρωνος Καίσαρος προ[νοίας καὶ τῆς κατὰ τὴν?]
ἐπαρχείαν κηδεμονί[ας? —]
[κ]αὶ δυσμείμητον ἠθῶ[ν —]
- Smyrna 4
- Ionia
Ἱπποστ̣ρ̣ά̣τωι αὐτῶι καὶ ἐκγόνοις· στῆσα[ι δὲ αὐ]-
τοῦ καὶ εἰ̣κόνα χαλκῆν ἐφ’ ἵππου ἐμ Πανιω̣[νίωι]·
ἑλέσθαι δὲ πόλεις δύο ἤδη, αἵτ̣ινες ἐπ̣[ιμελή]-
[ψαι] εἰς τὸ βάθρον τῆς εἰκόνος τῆ[ς Ἱπποστρά]-
[του ἐ]μ̣ Π̣[ανι]ω̣[ν]ί̣ω̣[ι καὶ] ἑ̣κ̣[ά]σ̣τ̣η̣[ν τῶμ πόλεωμ]
[παρὰ αὑτῆι εἰς στήλην λιθίνην. πόλεις ἡιρέθησαν·]
- Smyrna 5
- Ionia
[ρο]ν δῆμον, ἀπόδειξιν ποήσοντα[ι καὶ ἀκολουθή]-
[σουσ]ι τοῖς ἀξιουμένοις, v ἔπεμψαν [—]
[Ἀπο]λλᾶδος ἄνδρα καλὸν κἀγαθὸν κ[αὶ ἄξιον τῆς]
- Smyrna 9
- Ionia
βεβληκότος τοῦ βασιλέως εἰς τὴν Σελευκίδα οἱ στρατη[γο]ὶ σπεύδοντες διαμένειν τῶι βασιλεῖ τὰ πράγματα συμφερόντως διε-
πέμψαντο πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ πρὸ[ς] τοὺς ὑπαίθρους ἱππεῖς καὶ στρατιώτας καὶ ἀπέστειλαν ἐξ αὑτῶν
ἕνα Διονύσιον τὸμ παρακαλέσοντα αὐτοὺς δια[φυ]λάσσειν τὴμ φιλίαν καὶ συμμαχίαν βασιλεῖ Σελεύκωι εἰς
τοῖς παρὰ τοῦ δήμου καὶ παρὰ τοῦ βασιλέως Σελεύκου πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα καὶ ἀποδοθήσεσθαι χάρι-
τας αὐτοῖς ἀξίας τῆς αἱρέσεως· οἱ δὲ ἐμ Μαγνησίαι παρακληθέν̣τες καὶ αὐτοὶ ὄντες πρόθυμοι πρὸς τὸ διαφυλάσσειν τῶι βασιλεῖ τήν τε φι-
λίαν καὶ τὴν συμμαχίαν καὶ διατηρεῖν αὐτῶι τὰ πράγματα, τά τ[ε] ἀξιωθέντα ὑπὸ τῶν στρατηγῶν φιλοτίμως ἀπεδέξαντο καὶ ἐπαγγέλ-
πρεσβευταὶ ἐπὶ τὸν δῆμον συνλελαλήκασιν ὑπὲρ ἁπάντων ἀκολ[ού]θως τοῖς ἐν τῆι ὁμολογίαι γεγραμμένοις· ἀγαθῆι τύχηι· δεδόχθα[ι]
τήν τε φιλίαν συντίθεσθαι πρὸς τοὺς ἐμ Μαγνησίαι ἐπὶ πᾶσι τοῖ[ς] τοῦ βασιλέως Σελεύκου συμφέρουσιν, καὶ ἀποδεῖξαι πρὸς αὐτοῦ[ς]
πρεσβευτὰς τρεῖς, οἵτινες τὴν ὁμολογίαν τε ἥτις ἂν δόξηι τῶι δήμωι ἀνοίσουσιν αὐτοῖς καὶ περὶ τῶγ γεγραμμένων ἐν αὐτῆι δι[α]-
λεγήσονται καὶ παρακαλέσουσιν αὐτοὺς δέχεσθαί τε καὶ συντελεῖν τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ ἐάμπερ δέξωνται οἱ ἐμ
Μαγνησίαι, ὁρκισάτωσαν αὐτοὺς οἱ ἀποδειχθησόμενοι πρεσβευταὶ τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι γεγραμμένον· προσδεξαμέν[ων]
δὲ ταῦτα τῶν ἐμ Μαγνησίαι καὶ συνσφραγισαμένων τὴν ὁμολογίαν καὶ ὁμοσάντων καὶ ἐπανελθόντων τῶμ πρεσβευτῶν συ[ντε]-
λείσθω καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ τὸ ψήφισμα τόδε ἀναγραφήτω κατὰ τὸν νόμον· ἀναγραφήτω δὲ κ[αὶ εἰς]
- Smyrna 10
- Ionia
ἔδοξεν τῶι δήμωι, στρατηγῶν γνώμη· ἐπειδὴ προνοῶν ὁ δῆμος ὑπὲρ ἁπάντων [τ]ῶν τοῦ βασιλέως Σελεύκου συμφερόντων διετέλει καὶ πρότερον τήν τε βασιλεί[αν]
αὐτοῦ συναύξων καὶ τὰ πράγματα διατηρῶν καθ’ ὅσον ἦν δυνατός, καὶ πολλὰ μὲν περιεῖδεν ἀπολλύμενα καὶ καταφθειρόμενα τῶν ὑπαρχόντων, πολλοὺς δὲ ὑπέμειν[εν]
κινδύνους ἕνεκεν τοῦ διατηρῆσαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον, καὶ νῦν φιλοτιμούμενος αὐτῶι συνδιατηρῆσαι καὶ συνέχειν τὰ πράγματα καθ’ ὅ[σον]
ἐνδεχόμενόν ἐστιν, τήν τε πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ τοὺς ὑπαίθρους ἱππεῖς καὶ τοὺς πεζοὺς στρατιώτας καὶ τοὺς ἄλλους τοὺς οἰκοῦντας ἐμ Μα-
γνησίαι συντέθειται φιλίαν, ἵνα διαφυλάσσωσιν τὴν συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι· νομίζω[ν] δὲ [ἀ]ναγκαῖον εἶναι τῆι πόλει παραλαβεῖν καὶ τὸ
χωρίον Παλαιμαγνησίαν καὶ ποιήσασθαι τὴν φυλακὴν δι’ αὐτοῦ, ἵνα καὶ τούτου παραληφθέντος ὑπὸ τῆς πόλεως ἀσφαλέστερον διαμένηι πάντα τὰ σύνεγγυ[ς]
πράγματα τῶι βασιλεῖ Σελεύκωι, διεπέμψαντο πρὸς τοὺς οἰκοῦντας ἐν τῶι χω[ρ]ίωι καὶ παρεκάλεσαν αὐτοὺς αἱρεῖσθαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον
καὶ παραδοῦναι τὰς κλεῖδας τῶι ἄρχοντι τῶι ἀποσταλέντι ὑπὸ τοῦ δήμου καὶ πα[ρ]αδέξ[α]σθαι φυλακὴν τὴν συνδιατηρήσουσαν μετ’ αὐτῶν τὸ χωρίον τῶι βασιλεῖ
καὶ ὑπάρχειν αὐτοῖς τὰ αὐτὰ ὅσα καὶ τοῖς ἄλλοις πολίταις ὑπάρχει, καὶ τούς τε κ[λ]ήρους αὐτῶν τοὺς δύο, ὅν τε ὁ θεὸς καὶ σωτὴρ Ἀντίοχος ἐπεχώρησεν αὐτοῖς καὶ περὶ ο[ὗ]
Ἀλέξανδρος γεγράφηκεν, εἶναι αὐτοῖς ἀδεκατεύτους, καὶ ἐὰν προσορισθῇ ἡ χώρα, ἣν ἔχουσιν οἱ πρότερον ὄντες ἐμ Μαγνησίαι κάτοικοι, τῆι πόλει τῆι ἡμετέραι,
ὑπάρχειν αὐτοῖς τοὺς τρεῖς κλήρους δωρεὰν καὶ τὴν ἀτέλειαν αὐτοῖς μέ[ν]ειν τὴν νῦν ὑπάρχουσαν· καὶ ὅσοι αὐτῶν εἰσιν ἀκληρούχητοι, δοθῆναι αὐτοῖς κλῆρο[ν]
- Smyrna 14
- Ionia
ἐπὶ ἱερέως Ἡγησίου, στεφανηφόρου δὲ Πυθοδώρου, μηνὸς Ληναιῶ[ν]ος· ἀγαθῆι τύχηι· ἐπὶ τοῖσδε συνέθεντο τὴμ φιλίαν Σμυρναῖ[οί]
τε καὶ οἱ ἐμ Μαγνησίαι κάτοικοι, οἵ τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὶ κα[ὶ οἱ] ἐν τοῖς ὑπαίθροις καὶ οἱ ἄλλοι οἰκηταί, καὶ τὴμ πολιτείαν ἔδωκαν
Σμυρναῖοι τοῖς ἐμ Μαγνησίαι κατοίκοις, τοῖς τε κατὰ πό[λ]ιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις καὶ τοῖς οἰκοῦσι
τὴμ πόλιν, ἐφ’ ὅτωι τὴμ μὲν συμμαχίαν καὶ τὴν εὔνοιαν τὴν εἰ[ς] τὰ πράγματα τὰ τοῦ βασιλέως Σελεύκου διατηρήσουσιν οἱ ἐμ
Μαγνησίαι τῶι βασιλεῖ Σελεύκωι μετὰ πάσης προθυμίας εἰς ἅπαντα τ[ὸγ] χρόνον, καὶ ὅσα παρείληφαν παρὰ τοῦ βασιλέως Σελεύκου φυλάξαντες
εἰς δύναμιν εἶναι τὴν αὑτῶν ἀποδώσουσιν τῶι βασιλεῖ Σελεύκω[ι· πολ]ιτεύσονται δὲ μετὰ Σμυρναίων κατὰ τοὺς τῆς πόλεως νόμους
[ἀ]στασιάστως τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγούμενοι Σμυρναίο[ις· ὀμ]οῦνται δὲ καὶ οἱ ἐμ Μαγνησίαι Σμυρναίοις καὶ Σμυρναῖοι τοῖς ἐμ
Μαγνησίαι ἑκάτεροι αὐτῶν τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι ὑπο[γε]γραμμένον· συντελεσθέντων δὲ τῶν ὅρκων τὰ μὲν ἐγκλήματα αὐ-
τοῖς τὰ γεγενημένα κατὰ τὸμ πόλεμον ἤρθω πάντα καὶ μὴ ἐξέστω [μηδὲ] ἑτέροις ἐγκαλέσαι περὶ τῶγ κατὰ τὸν πόλεμον γεγενημένων μή[τε]
διὰ δίκης μήτε κατ’ ἄλλον τρόπομ μηθένα· εἰ δὲ μή, πᾶν τὸ ἐπιφερόμε[ν]ον ἔγκλημα ἄκυρον ἔστω· δεδόσθαι δὲ τοῖς ἐμ Μαγνησίαι κατοίκ[οις],
τοῖς τε κατὰ πόλιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις, πολιτεί[α]ν ἐν Σμύρνηι ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολίταις· ὁμοίως δὲ δε[δόσθαι]
τὴμ πολιτείαν καὶ τοῖς ἄλλοις τ[οῖς ο]ἰκοῦσιν ἐμ Μαγνησίαι ὅσοι ἂν ὦσιν [ἐ]λεύθεροί τε καὶ Ἕλληνες· ἀνενεγκάτωσαν δὲ τοὺς μὲγ καταλοχισμ[οὺς]
[τ]ῶν ἐμ Μαγνησίαι ἱππέων τε καὶ πεζῶν τῶν τε κατὰ πόλιγ καὶ τῶν ὑπαί[θ]ρων οἱ ὄντες γραμματεῖς τῶγ ταγμάτων ἐπὶ τὸν δῆμον, τῶν δὲ ἄλ[λων]
οἰκητῶν τὴν γραφ[ὴν οἱ] ἀποδειχθέντες ὑπὸ τῶν ἐμ Μαγνησίαι κατοίκω[ν] ἄνδρες· ὅταν δὲ τιθῶνται τοὺς καταλοχισμοὺς οἱ γραμματεῖς καὶ οἱ
[ἄ]νδρες οἱ ἀ[πο]δειχθέντες τὴγ γραφὴν τῶν ἄλλων οἰκητῶν, ὁρκισάτωσαν [αὐ]τοὺς οἱ ἐξετασταὶ ἐπὶ τοῦ μητρώιου ἱεροῖς νεοκαύτοι[ς τοὺς μὲν]
ὕπαιθρα τασσομένων, τοὺς δὲ ἄνδρας τοὺς ἀ[ναφ]έροντας τὴγ γραφὴν τῶν [ἄλλων οἰκητῶν, ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν]
οἰκούντων ἐμ Μαγνησίαι καὶ ὄντων ἐλευθέρων κ[αὶ] Ἑλλήνων· τὰς δὲ ἀνενεχ[θείσας γραφὰς οἱ] ἐξεσταταὶ παραδότωσαν τῶι γραμμα[τοφύ]λακι τῆς
βουλῆς καὶ τοῦ δήμου, ὁ δὲ θέσθω εἰς [τὸ] δημόσιον. ἐπικληρωσάτωσαν δὲ ο[ἱ ἐξεταστ]αὶ εἰς τὰς φυλὰς τὰ ἀνενεχθέντα ὀνόματα πάντα καὶ ἀ[να]-
γραψάτωσαν εἰς τὰ κληρωτήρια, καὶ ἔστω μετουσία τοῖς ἀναγραφεῖσιν ε[ἰς τὰ κληρ]ωτήρια πάντων ὧγ καὶ τοῖς λοιποῖς πολίταις μέτεστιν·
χρήσθωσαν δὲ οἱ πολιτογραφηθέντες καὶ ἐμ Μαγνησίαι περὶ τῶν συναλλ[αγμάτ]ων καὶ τῶν ἐγκλημάτων τῶμ πρὸς Σμυρναίους τοῖς νόμοις
τοῖς Σμυρναίων· δεχέσθωσαν δὲ καὶ ἐμ Μαγνησίαι τὸ νόμισμα τὸ τῆς πόλεως [ἔνν]ομον· καὶ ἄρχοντα δὲ ὃν ἂν ἀποστέλληι ὁ δῆμος κυριεύσοντά τε
τῶγ κλειδῶν καὶ ἐσόμενον ἐπὶ τῆς φυλακῆς τῆς πόλεως καὶ διατηρήσοντα τὴμ πόλιν τῶι βασιλεῖ Σελεύκωι παραδέξονται οἱ ἐμ Μαγνησίαι· δό-
τωσαν δὲ Σμυρναῖοι καὶ εἰς κατασκήνωσιν τοῖς ἀποσκευαζομένοις τῶν ἐκ Μαγν[ησ]ίας οἰκίας κλινῶν ὅσων ἂν τῶι δήμωι δόξηι ἀφ’ οὗ ἂγ χρόνου ἡ ὁμολο-
γία συνσφραγισθῆι εἰς ἑξάμηνον· μισθούσθω δὲ ὁ ταμίας τῶν ὁσίωμ προσόδων [τ]ὰς οἰκίας μετὰ τῶν στρατηγῶγ καὶ τὸ ἀνήλωμα διδότω ἀπὸ τῶν τῆ[ς]
πόλεως προσόδων. ὀμόσαι δὲ τοὺς μὲν ἐμ Μαγνησίαι κατοίκους τῶν τε κατὰ πό[λ]ιν ἱππέων καὶ πεζῶν καὶ τοὺς ἐν τοῖς ὐπαίθροις τασσομένους κα[ὶ]
τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ πολίτευμα τόνδε τὸν ὅρκον· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴ[μ]
Μητέρα τὴν Σιπυληνὴν καὶ Ἀπόλλω τὸν ἐμ Πάνδοις καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας καὶ τὴν τοῦ βασιλέως Σελεύκου τύχην· ἐμμενῶ ἐν
ταῖς συνθήκαις αἷς συντέθειμαι πρὸς Σμυρναίους εἰς ἅπαντα τὸγ χρόνον [κ]αὶ διατηρήσω τήν τε συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι
καὶ τῆι Σμυρναίων πόλει, καὶ ἃ παρείληφα παρὰ τοῦ βασιλέως Σελεύκου διατηρ[ήσ]ω κατὰ δύναμιν τὴν ἐμὴν καὶ ἀποδώσω τῶι βασιλεῖ Σελεύκωι καὶ οὐθὲν
παραβήσομαι τῶγ κατὰ τὴν ὁμολογίαν οὐδὲ μεταθήσω ἐπὶ τὸ χεῖρον τὰ γεγραμ[μ]ένα ἐν αὐτῆι οὔτε τρόπωι οὔτε μηχανῆι οὐδεμιᾶι· καὶ πολιτεύσομαι μεθ’ ὁ-
μονοίας ἀστασιάστως κατὰ τοὺς Σμυρναίων νόμους καὶ τὰ ψηφίσματα τοῦ δ[ή]μου καὶ συνδιατηρήσω τήν τε αὐτονομίαν καὶ δημοκρατίαν καὶ τἆλλα τὰ
ἐπικεχωρημένα Σμυρναίοις ὑπὸ τοῦ βασιλέως Σελεύκου μετὰ πάσης προθυμ[ία]ς ἐμ παντὶ καιρῶι, καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτῶν οὐθένα οὔτε ἄλλωι ἐπ[ι]-
τρέψω οὐθενὶ κατὰ δύναμιν τὴν ἐμήν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύο[ντα] τῆι πόλει ἢ τοῖς χωρίοις τοῖς τῆς πόλεως, ἢ τὴν δημοκρατίαν ἢ τὴν ἰσο-
νομίαν καταλύοντα, μηνύσω τῶι δήμωι τῶι Σμυρναίων καὶ βοιηθήσω ἀγωνιζ[όμ]ενος μετὰ πάσης φιλοτιμίας, καὶ οὐκ ἐγκαταλείψω κατὰ δύναμιν τὴν
ἐμαυτοῦ· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γέ[νει τ]ῶι ἐξ ἐμοῦ. ὀμόσαι δὲ καὶ Σμυρναίους τοῖς ἀπὸ Μαγνησίας τὸν ὅρκον
τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴμ Μη[τέρ]α τὴν Σιπυληνὴν καὶ Ἀφροδίτην Στρατονικίδα καὶ τοὺς ἄλλους θεοὺς
πάντας καὶ πάσας· ἐμμενῶ ἐν ταὶς συνθήκαις αἷς συντεθείμεθα πρὸς τοὺς [ἐμ Μ]αγνησίαι κατοίκους, τούς τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὺς καὶ τοὺς ἐν τ[οῖς]
ὑπαίθροις τασσομένους καὶ τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ [πολί]τευμα, εἰς ἅπαντα τὸγ χρόνον οὐθὲν παραβαίνων τῶγ κατὰ τὴν ὁμολογίαν
οὐδὲ μετατιθεὶς ἐπὶ τὸ χεῖρον τὰ γεγραμμένα ἐν αὐτῆι, οὔτε τέχνηι οὔτε [μηχα]νῆι οὐδεμιᾶι. καὶ εὐνοήσω καὶ βασιλεῖ Σελεύκωι καὶ τοῖς ἐκ Μαγνησίας κα-
τοίκοις τοῖς τε κατὰ πόλιν καὶ τοῖς ὑπαίθροις καὶ τοῖς ἄλλοις τοῖς οἰκο[ῦσιν ἐμ] Μαγνησίαι ὅσοι εἰσὶν ἐλεύθεροί τε καὶ Ἕλληνες, καὶ ποιήσομαι αὐτοὺς
πολίτας πάντας καὶ τοὺς ἐκγόνους αὐτῶν ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολί[ταις κ]αὶ εἰς φυλὰς αὐτοὺς ἐπικληρώσας καταχωριῶ εἰς ἣν ἂν ἕκαστοι λάχωσιν
καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτ[ῶν] οὐθένα οὔτε ἄλλωι ἐπιτρέψω οὐθενὶ κατὰ δ[ύν]αμιν τὴν ἐμὴν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύοντα αὐτοῖς ἢ τοῖς ἐκγό[νοις]
αὐτῶν ἢ τοῖς ὑπάρχουσιν αὐτῶν, μηνύσω ὡς ἂν τάχιστα δύνωμαι, καὶ βοι[ηθήσ]ω μετὰ φιλοτιμίας· καὶ μετουσίαν αὐτοῖς δώσω τῶν τε ἀρχείων καὶ τῶν ἄ[λλων]
τῶν κοινῶν τῆς πόλεως, ὧν καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν· εὐορκοῦ[ντι μέμ] μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γένει τῶι ἐξ ἐμοῦ. ἀποδ[ειξά]-
τωσαν δὲ Σμυρναῖοί τε καὶ οἱ ἀπὸ Μαγνησίας ἄνδρας [ἑκάτεροι αὐτῶν ὅσους] ἂν ἑκάτεροι ὑπολανβάνωσιν ἱκανοὺς εἶναι, τοὺς ὁρκιοῦντας τὸ πλῆθος
τῶν τε ἐν Σμύρνηι καὶ τῶν ἐμ Μαγνησίαι· οἱ δὲ [ὁρκιζέτωσαν προγράψα]ντες τῆι πρότερον ἡμέραι ἐνδημεῖν τοὺς ἐν τῆι πόλει ὡς τοῦ ὅρκου συν[τε]-
λεσθησομένου τοῦ κατὰ τὴν ὁμολογίαν· [ὁρ]κιζέτωσ[αν δὲ τὸν προγεγραμμένον ὅρκ]ον οἱ μὲν ἐκ Μαγνησίας ἀποδειχθέντες Σμυρναίους, οἱ δὲ ἐξ Σμύρνης τοὺς ἐμ
Μαγνησίαι· τὰ δὲ ἱερεῖα τὰ εἰς τὰ [ὁρ]κωμόσια ἐν Σμύρνηι [δότω ὁ ταμίας Καλ]λῖνος ἀφ’ ὧν ἂν ψηφίσηται ὁ δῆμος, ἐν δὲ Μαγνησίαι οἱ ταμίαι, οἷς ἂν τὸ πλῆθος ἐπι-
τάξηι. ἀναγραψάτωσ[αν] δὲ καὶ τὴν ὁμολογίαν ἐν στήλα[ις λευκολίθοις καὶ ἀναθ]έτωσαν Σμυρναῖοι μὲν ἐν τῶι τῆς Ἀφροδίτης τῆς Στρατονικίδος ἱερῶι καὶ
ἐμ Μαγνησίαι τῆι πρὸς τῶι Μαιάνδρωι ἐν τῶι τῆς Ἀρτέμιδ[ος τῆς Λευκοφρυη]νῆς ἱερῶι, οἱ δὲ ἐμ Μαγνησίαι κάτοικοι ἔν τε τῆι ἀγορᾶι παρὰ τὸν βωμὸν τοῦ
Διον[ύσ]ου καὶ τὰς τῶν βασιλέων εἰκόνας καὶ ἐμ Πάνδοις ἐν [τῶι ἱερῶι τοῦ] Ἀπόλλωνος καὶ ἐγ Γρυνέωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἀναγραψάτω δὲ καὶ ὸ γραμ-
ματοφύλαξ τῆς βουλῆς καὶ τοῦ δήμου τὰ ἀντίγραφα τῆς ὁμολογίας [εἰς τὸ δημ]όσιον· συνσφραγισάσθωσαν δὲ τὰς ὁμολογίας τὴμ μὲν Σμυρναίοις δοθησομένην
οὓς ἂν ἀποδείξηι τὸ κοινὸν τῶν ἐμ Μαγνησίαι τοῖς τε ἑαυτῶν δακτυλίοις κα[ὶ τ]ῶι ὑπάρχοντι κοινῶι, τὴν δὲ εἰς Μαγνησίαν δοθησομένην σφραγισάσθωσαν Σμυρνα[ίων]
οἵ τε στρατηγοὶ καὶ οἰ ἐξεσταταὶ τῶι τε τῆς πόλεως δακτυλίωι καὶ τοῖς αὐτῶν. ταῦτα δὲ ἀμφοτέροις τοῖς πλήθεσιν συντετελέσθαι τύχηι τῆι ἀγαθῆι. vacat