| 39292 matches in 19732 texts. | 17801-17900 17901-18000 18001-18100 18101-18200 18201-18300 18301-18400 18401-18500 18501-18600 18601-18700 18701-18800 |
| 6187 | 0.4788% | Attica (IG I-III) |
| 1238 | 0.4940% | Peloponnesos (IG IV-[VI]) |
| 5161 | 0.8105% | Central Greece (IG VII-IX) |
| 1717 | 0.9649% | Northern Greece (IG X) |
| 1509 | 0.7427% | Thrace and the Lower Danube (IG X) |
| 961 | 1.1497% | North Shore of the Black Sea |
| 6977 | 0.6128% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 11648 | 0.9516% | Asia Minor |
| 331 | 1.1273% | Cyprus (IG XV) |
| 782 | 1.2889% | Greater Syria and the East |
| 1507 | 0.6750% | Egypt, Nubia and Cyrenaïca |
| 97 | 0.5545% | North Africa |
| 1165 | 0.8440% | Sicily, Italy, and the West (IG XIV) |
| 12 | 0.0486% | Upper Danube |
- Graffites d'Abydos 631
- Egypt and Nubia
ὁ αὐτὸς πάρειμι τοὺς θεοὺς αἰτούμενος
ἄνοσον παρασχεῖν σῶμα μέχρις οὗ ζώσω.
(ἔτους) ιαʹ Ἀντωνείνου Καίσαρος Φαωφὶ κθʹ .
- Temple of Hibis II 1
- Egypt and Nubia
[ἐ]π̣ι̣στολῆς σὺν τῶι ὑποτεταγμένωι προστά-
[γματ]ι̣ τὰ ἀντίγραφα ὑμεῖν ὑποτέταχα, ἵν’ εἰδό-
[τες κ]α̣τακο̣[λ]ουθῆτε καὶ μηδὲν ὑπεναντίον τοῖς προσ-
[Οὐεργίλιος̣ Κ̣α]π̣ίτων Ποσειδωνίωι, στρατηγῶι Ὀάσε-
[ως, χαίρειν· οὗ̣ ἐ̣π̣ὶ̣] τῆς πόλεως προέθηκα διατάγμα-
[τος τὸ ἀντίγραφον ἔ]πε̣μψά̣ σ[οι· β̣]ο̣ύ̣λ̣ομαι οὖν [σ]ε ἐν
[τόπωι φανερῶ̣ι̣ ἔν̣] τε τῆι μητροπόλει τοῦ νομοῦ καὶ καθ’ ἑ-
[κάστην κώμ̣η̣]ν̣ α[ὐ]τ̣ὸ προθεῖναι σαφέσι καὶ εὐσήμοις
[γράμμασιν̣] καὶ φρο[ν]τίσα̣ι̣ ἵνα γέ̣νηται ταῦ[τ’] ἐμοῦ. [vv]
ας ὑπὸ τῶν πλεονεκτικῶς καὶ ἀνα̣ι̣δ̣ῶς ταῖς ἐξ[ο]υσί̣α̣ις ἀπο-
χρωμένων γείνεσθαι, καὶ νῦν δὲ ἐν τῆι τῶν Λιβ̣ύων μάλιστα
ἔγνων ὑποθέσει ὅτι ἀναλίσκεταί τιν̣α ἁρπ̣αζόντων ἀδε-
ῶς τῶν ἐπὶ ταῖς χρείαις ὡς ὑποκεί̣μενα̣ εἰς δαπάνας
καὶ ξενίας αὑτῶν τὰ μήτε ὄντα μήτε ὀφείλοντα εἶναι,
ὁμοίως δὲ καὶ̣ ἀν̣γα[ρ̣]ειῶν ὀνόματι. διὸ κελεύωι τοὺς
[σ]τάτορας καὶ̣ ἑ̣κατοντάρχας καὶ χειλιάρχ̣ο̣υς καὶ το̣ὺς λο̣ι-
ποὺς ἅ̣παντα̣ς̣ μηδὲν λ̣αμβάνειν μηδ̣ὲ ἀνγαρεύειν εἰ μήι
τιν̣ες ἐμὰ διπλώματα ἔχου̣σ̣ιν· καὶ τούτους δὲ στέγηι μόνον δέ-
χ̣εσθαι τοὺς διερχομένους, ὑποκ̣είμενόν τε μηδένα μηδὲν πράτ-
τειν ἔξω τῶν ὑπὸ Μαξίμου σταθέντων. [ἐ]ὰν [δ̣]έ τις δῶι̣ ἢ ὡς δε-
δομένον λογίσηται καὶ εἰσπράξηι δημοσίᾳ, τοῦτον τὸ δ̣ε̣κ̣απλοῦν
ἐτόλμησαν ἢ σκε[π̣αστικὸν ἀντὶ σκέ]-
πης τι λαμβάνει[ν̣ ἢ ἀπαιτεῖν, καὶ πολ]-
λάκις παρὰ τὴν [— — — c.16 — — —]-
σαντος γείν[εσθαι — c.8 — κεχει]-
ρογραφημέ̣[ν — — — c.15 — — — τῶι]
σθ̣ω[σ̣]α[ν̣ — — — — c.21 — — — —]-
πειν πᾶσι [— — — — c.21 — — — —]
καὶ τὰ ἁμα̣[ρτήματα — — — c.13 — — —]
νοιτο, τ[ο]ύτους [δ̣ὲ — c.8 — ἀναγρά]-
φεσθαι, [κ]αὶ [π̣έ̣μ̣πειν — — — c.12 — — —]
κ̣ολάσεως [ἐ̣π̣ι̣— — — c.16 — — —]-
ται τῶν [χ̣ε̣ι̣ρογραφ— — — c.12 — — —]-
[ε̣ι̣]ν μοι μετα[․]μ[— — c.10 — — καὶ ὅσα ἔ]-
γραψ̣α προτίθεσθ̣[αι σαφῶς ἐν τῆι μη]-
[κώμ̣]η̣ν τὰ ἑκάστης, ἵν’ ἐξῆι τῶι βουλομέν[ωι]
[μα]θ̣ε̣ῖν τοὺς ψευσαμένους· κελεύω δὲ κα[ὶ]
[τοὺ]ς [μὲν] τ[ρ]απεζ̣είτας τῶν νομῶν τῶν
[ἐκεῖ τοὺς τ]ῶν λόγων ἀναγραφὴν ἐπικε-
[φαλαίαν ποιο]υ̣μένους πέμπειν ἐμοί τε καὶ
[εἰς τὰ λογιστ]ή̣ρια, [κ]αὶ πρὸς Βασιλείδην καὶ τοῖς
[ἐκλογισταῖς ἐπιδι]δόναι, ἵν’ εἰς διαλογισ-
[μὸν ἄγωνται ὥστ’ ἐ]ξ̣ αὐτῶν εἶναι φανερὸν
[τὸ ἀληθὲς καὶ τὸ ἀπ]αί̣τ̣ημα λογευθείηι· οἱ
- Temple of Hibis II 2
- Egypt and Nubia
[ἐπιστολῆς σὺν τῶι διατάγματι τὰ ἀντίγραφα]
[ὑμεῖν ὑποτέ]τ̣α̣χ̣α̣ ἵν’ ε̣ἰ[δ]ῆ̣τ̣ε̣ [καὶ ἀπολαύητε]
[τῶν εὐεργεσι]ῶ̣ν̣. v (ἔτους) ϛʹ Ν[έρωνος Κ]λα̣υδ̣ί[ο]υ
vacat
Οὐηστεῖνος Σωτῆρι v [χ]αί[ρ]ειν v[vv οὗ διατάγ]-
[μ̣ατ]ο[ς̣] ἐν Ἀλ[εξ]ανδρείᾳ ἐκέλ̣[ευ̣σ̣α, ἀντίγρα]-
φόν σ̣[ο]ι̣ ἔ̣π̣[εμ]ψ̣α ὃ̣ β̣ούλομα[ί] σ̣ε̣ [ἐν] τῶ[ι προδηλοτ̣ά̣]-
τ̣[ωι] τόπ̣ωι πρ̣οθ̣ε̣ῖναι ἵνα [π̣ᾶσι̣ γνώριμον ἦι. vvvv]
vac. [․․υ̣ο̣ vac. ]
Λεύκι[ο̣ς] Ἰο[ύ̣]λ[ι]ος Οὐ̣ησ̣τ[εῖ]ν[ο̣ς̣ λέγει· vac. ]
ἐ[γ̣ὼ̣ μὲν α̣ὐτ]ὸς καὶ κύριο[ς — — — — — —]
- Temple of Hibis II 3
- Egypt and Nubia
τοῦ πεμφ[θ̣έ̣]ντος μοι διατάγμ[ατ]ος ὑπὸ [τοῦ κυρίου ἡγεμόνος]
Τιβερίου Ἰουλίου Ἀλε[ξ]άνδρου τὸ ἀν[τ]ίγραφον ὑμ̣εῖ[ν ὑπέταξα],
ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργεσ[ιῶ]ν. (ἔτους) βʹ Λουκίου Λειβίου Σε̣[β]α̣σ[τοῦ]
[Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει]· vac.
[πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῷ προσήκοντι] κατα̣-
[στήμα̣]τι τ[ὴν πόλ]ιν [ἀπολαύου]σ̣αν τῶν [εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν]
Σεβαστῶν καὶ τοῦ τὴν Αἴ̣γ̣υ̣[πτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως]
ὑπ[ηρ]ετεῖν τῇ τε ε[ὐ]θ̣ην[ίᾳ καὶ τῇ μεγίστῃ τῶν νῦν καιρῶν εὐδαι]-
μονίᾳ, μὴ [β]αρυνομένην κ[αιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ]
ἐ̣μαυτοῦ̣ δύ̣ναμιν τ[ὰ ἐπείγοντα ἐπανορθούμενος· ἵνα δὲ εὐθυ]-
[μ]ότεροι πά̣ντα ἐλπί̣[ζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σω]-
τηρίᾳ τοῦ παντὸς ἀ̣ν[θρώπων γένους εὐεργέτου Σεβαστοῦ]
Αὐτοκρ̣ά̣τ̣ορος [Γ]ά̣λβ[α τά τε πρὸς σωτηρίαν καὶ τὰ πρὸς ἀπόλαυσιν],
καὶ γεινώσκη[τε] ὅ̣τι [ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθει]-
αν ἀνηκόντων, προ[έγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν]
ἐ̣πιζητουμένων, ὅσ[α ἔξεστί μοι κρείνειν καὶ ποιεῖν, τὰ δὲ]
μείζονα καὶ δεόμεν[α̣ τῆς τοῦ Αὐτοκράτορος δυνάμεως καὶ]
[εἰς τ]ελωνεί[α]ν ἢ μίσθωσ̣ι̣ν οὔτε ἄ[ξ]ω, ε̣[ἰδ]ὼς το[ῦ]το σ[υμ]-
[φέρειν κ̣]αὶ ταῖς κυ[ρια]κ̣αῖς ψήφ[ο]ις τὸ μετ[ὰ προθυμίας ἑκόν]-
[τας πραγ]ματε̣ύ̣ε̣σθαι [τ]οὺς [δυνατούς. πέπεισμαι δὲ ὅτι οὐδ’]
- Temple of Hibis II 4
- Egypt and Nubia
Ἰούλιος Δημήτριος, στρατηγὸς Ὀάσεως Θ[ηβ̣α̣ΐ̣]δος v τοῦ πεμφθέντος μοι διατάγματος ὑπὸ τοῦ κυρίου ἡγεμόνος vv
Τιβερίου Ἰουλίου Ἀλεξάνδρου τὸ ἀντίγραφον ὑμεῖν ὑπέταξα, ἵν’ εἰδότες ἀπολαύητε τῶν εὐεργεσιῶν. (ἔτους) βʹ Λουκίου Λιβίου Σεβαστοῦ Σουλπικίου
Γάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι. vvv Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει vv πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκον̣τι κα-
ταστήματι τὴν πόλιν ἀπολαύουσαν τῶν εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-
τηι τῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-
τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-
τα ἐπανορθούμενος· v ἵνα δὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸς σωτηρίαν
[κ̣]αὶ τὰ πρὸς ἀπόλαυσιν, καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρεί-
νειν καὶ ποιεῖν, τὰ δὲ μείζονα καὶ δεόμενα τῆς τοῦ Αὐτοκράτορος δυνάμεως καὶ μεγαλειότητος αὐτῶι δηλώσωι μετὰ πάσης ἀληθείας, τῶν θεῶν ταμιευσαμένων εἰς τοῦτον τὸν
ἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴι ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢι ἄλ-
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθέντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, εἰ̣δὼς τοῦτο
συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετ̣ὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς δυνατούς. v πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας
ἢι μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἑκουσίως προσέρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν
οἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι, καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα· ἐδηλώθηι γάρ μοι πολλάκις ὅτι ἤδηι τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως
γεγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀναδάστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι· v κελεύωι οὗν, ὅστιςς ἂν ἐνθάδε
ἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ̣]α ἢι προγράφειν, ἵν[α μηδ]εὶς τῶι τοιούτωι συνβάλληι, v
ἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μήιτε ὀνόματος κατεσχημένου̣ μ̣ήτε τῶν ὑπαρχόντων κρατου-
μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι, μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει. vvv
τὰς μὲν γὰρ προῖκας ἀλλοτρίας οὔσας καὶ οὐ τῶν εἰληφότων ἀνδρῶν καὶ ὁ θεὸς Σεβαστὸς ἐκέλευσεν καὶ οἱ ἔπαρχοι ἐκ τοῦ φίσκου ταῖς γυναιξὶ ἀποδίδοσθαι, ὧν βεβαίαν δεῖ v
τὴν πρωτοπραξίαν φυλάσσειν· v ἐνετεύχθην δὲ καὶ περὶ τῶν ἀτελειῶν καὶ κουφοτελειῶν, ἐν αἷς ἐστιν καὶ τὰ προσοδικά, ἀξιούντων αὐτὰς φυλαχθῆναι, ὡς ὁ θεὸς Κλαύδιος vv
ἔγραψεν Ποστόμωι ἀπολύων, καὶ λεγόντων ὕστερον κατακεκρίσθαι τὰ ὑπὸ ἰδιωτῶν πραχθέντα ἐν τῶι μέσωι χρόνωι μετὰ τὸ Φλάκκον κατακρεῖναι καὶ πρὸ τοῦ τὸν θεὸν vv
Κλαύδιον ἀπολῦσαι· v ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι, καὶ ἐκείνων κατηκολουθηκότων τῆι v
τοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. ὑπὲρ δὲ v
τῶν ἐκ τοῦ Καίσαρος λόγου πραχθέντων πραθέντων ἐν τῶι μέσωι χρόνωι, περὶ ὧν ἐκφόρια κατεκρίθηι, ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ̣]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ%⁸⁰-
τὸς ἵστημι, ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς κ̣αθήκουσι· ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή%⁸⁰-
ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας ὡς δημοσίους γεωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν. ἀκόλουθον δέ ἐ[σ̣]τιν ταῖς τῶν Σεβαστῶν v
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v μελήσει δέ
μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v καθόλου δὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐσ̣τὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] γοῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λόγωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰-
τε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου, μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μηδὲ εἰς κρίσιν ἄγεσθαι, ἢι ὁ τοῦτο ποιήσας ἀπαραιτή-
τως ζημιωθήσεται. οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων, ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι. ἤδηι δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ
πλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης v ἀναγκαίως κελεύωι, ἐὰν μέν τις τῶν ἐν ἰδίωι λόγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν, παρίστασθαι ὑπ’
αὐτοῦ τὸν προσαγγείλαντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν δὲ ἰδίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γ̣ά̣]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ̣]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ
[κ]ε̣λ̣ε̣ύ̣σ̣ομαι τὸν γνώμονα τοῦ̣ ἰ̣[δ]ί̣ου λ̣ό̣γ̣ο̣υ̣ [κεῖσθ]αι, τὰ καινοποιηθέ̣ν̣τα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[π̣α̣]νο[ρ̣θ̣]ω̣σάμεν̣ο̣ς̣. προγράψω[ι δὲ φ̣ανερῶς ὅπως τοὺς ἤδηι ἐξ]-
ελεγχθέντα[ς̣] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην. οὐκ ἀγνοῶι δ’ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν̣ εὐσταθείᾳ [δ̣]ι̣α̣μ̣[ένειν̣], ἐξ ἧς̣ [μεγάλως βαρύνεσθε· ἃς μὲν οὖν]
χορηγίας ἔχετε, ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην. ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθ’ ὅλην τὴν χώραν γεωργοῦντες καὶ ἐδήλωσαν ὅτι πολλὰ καιν̣[ῶ̣]ς̣ κατεκρίθησα[ν, οὐ διὰ κακουργήματα]
[ἀλλ̣ὰ̣] δι̣ὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά, καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν. ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν̣ εὗρον ἐκτεινόμενα]
[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλλὰ καὶ τὰ προάστια τῆς πόλεως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [λαβεῖν. διὸ κελεύωι]
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς]
[κατ̣]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [ἀ̣γορῶν ἀπο]-
[λύωι]· ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐγλογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[ῆ̣ς ὁ]-
[μοιώσεως̣] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος]
[παρα̣]γράφειν ἀλλὰ [μ̣]ηι[δ̣’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[π̣ο]-
[θήκ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευδὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅσον ἀπῃτήθησαν καὶ τὸ ἴσ[ο̣ν]
[ἀποτί̣σ̣]ο̣υ̣σ̣ι̣ [ε̣]ἰς τὸ δημόσιον. v τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ [v]
[Νίλου, ἀ]λ̣λ̣ὰ πρὸς σύνκρισιν ἀρχαιοτέρων τινῶν ἀναβάσε[ω̣ν, καίτοι] τῆς ἀληθείας αὐτῆς οὐδὲν δοκεῖ δικαιότερον εἶναι· θαρ%⁸⁰-
[σεῖν δὲ βούλ]ο̣μ̣α̣ι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς̣, εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρ̣ε̣γ̣μ̣[έ]-
[νης γῆς, κα]ὶ̣ ο̣ὐ πρὸς σ[υ̣]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ο̣μ̣έ]νων ἡι ἀπαίτησις ἔσται. ἐὰν δέ τις ἐξελεγχθῆι ψευσάμ̣[ενος αὐτήν],
[τῶι νομ̣ῷ̣] Μενελαΐτηι ἀρχαίας γῆς, [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθηι, μὴι μάτην εὐλ[α̣β̣]είσθωσαν· οὔτε [γὰρ ἐ̣]τολμήσε [π̣οτέ τις ποι]-
[ήσασθα̣]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [π̣ο̣]ιήσεται. μένειν γὰρ ὀφεί[λ̣]ει τ̣[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[α̣ιον. τ̣ὸ̣] δ’ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]-
[θέν̣τ̣]ων προσγενημάτων, ὥστε [μη]δὲν ἐπ’ αὐτῶν κ̣αινίζεσθαι. περὶ δὲ τῶν ἀρχαιοτέ[ρ̣ων] ἐ̣κ̣[θ̣]έσεων, ἐνκει[μένω]ν ὑμ[ῶ̣]ν, αἷς [τ̣ι̣νες ὥστε]
[ἐκπράσ]σ̣ε̣ι̣ν ἢ ὁ̣ρ̣ί̣σαι πολλάκις ο[ὐδὲν] πλέ[ο]ν περιε[ποί]ησαν πλὴν ἀργυρισμοῦ τῶν πραγμ[ατικ]ῶν καὶ τῆς τῶ[ν ἀνθρώ]π̣ω̣ν ἐπιτ̣[ρί̣ψ̣εως, Καί]-
[σαρι Σ]ε̣[β̣α]στῶ̣[ι] Α̣[ὐ]τοκράτορι γράψ[ωι μ̣]ετὰ τῶν ἄλλω[ν ὅ̣]σα αὐτῶι δήλωι τῶι μόνωι δυναμ[ένω̣]ι τὰ τοιαῦτα ὁλ[οσχερ]ῶς [ἐ̣]κκόπ̣τ[ε̣ιν, οὗ εἰσι]
[αἴτι]α̣ι τῆς πάντων ἡ[μ̣]ῶν σωτηρίας ἡι δι̣[η]ν̣εκὴς [εὐ]ε̣ργεσία καὶ πρόνοια. vvvv ἔ̣[το]υ̣ς v πρώτο[υ̣ Λουκ]ί̣ο̣υ̣ Λειβίο[υ vvv]
- Temple of Hibis II 5
- Egypt and Nubia
[ἑ̣]πτάκι τοὺς ἑκατὸν πήχεις εἰς μῆκος ἔτειν[ε̣],
τὴν Ἷ̣βι̣ν̣ κο̣σ̣μ̣ῶ̣ν̣ στρώματι τῷ λιθίνῳ,
- Temple of Hibis II 6
- Egypt and Nubia
[τ̣ο̣․․․․ο̣ν̣]ις Ἑρμείας θεῖος ποτ[ν̣․․], ὅ̣σ̣τι[ς]
[μ̣]ῆκος ἔ[τ]ε̣ι[ν’ ἑκατὸν] πήχε[ας] ἑπτ[απ̣ό̣ρ̣ους].
- Bernand, Inscr. Métr. 1
- Egypt and Nubia
καὶ με προσείπας | "χαί-
ρειν τὸν κατὰ γ[ῆ]ς" διπλόα
ταῦτα λάχοις.
- Bernand, Inscr. Métr. 3
- Egypt and Nubia
Μίνω σύνθωκος δ’ εἰμὶ παρ’ εὐσεβέσιν.
ἀλλὰ σύ μοι, παροδῖτα, προσαυδήσας μέγα χαίρειν
μηθὲν ταρβήσας ἀσφαλέως ἄπιθι.
- Bernand, Inscr. Métr. 4
- Egypt and Nubia
ἀμφοτέρους Ἀίδας ὠμὸς ἐληΐσατο.
κλεινὰ δ’ ὑπὲρ πάτρας θάνομεν θρεπτήρια δόντες,
γυμνασιάρχος ἐν αἷ καὶ τὸ πάρος γενόμαν,
- Bernand, Inscr. Métr. 5
- Egypt and Nubia
[πατρ]ίδ’ ἐμὴν συνγνοὺς καὶ τίς τίνος εἰμὶ προσελθώ[ν],
[ξ]εῖνε, σὺν εὐτυχίηι στεῖχε δι’ ἀτραπιτοῦ
εἰμὶ γὰρ εὐκλειοῦς Ἀπολλώνιος ὁ Πτολεμαίου
τοὔνεκα κἀμὲ πατρὸς καλὸν κλέος εἰσορόωντα
τῆς αὐτῆς ψαύειν θυμὸς ἔθηγ’ ἀρετῆς,
καὶ πατρίδος καλῆς τὸν ἐπάξιον ἑσμὸν ἑλέσθαι,
πατρὸς ἐμοῦ γνωτοῖσι συνεκπλεύσαντα φέριστε
ξεῖνε, ὅτε σκάπτρων ἤ̣λ̣υθ’ Ἄρης Συρίην.
καὶ γενόμην εὔνους, γλυκερὰν τηρῶν ἅμα πίστιν
ὡς δ’ ἐμὲ Μοῖρ’ ἐδάμασσε βιοκλώστειρα, τί σὲ χρὴ
τοῦτο μαθεῖν, νόστου μνησάμενον γλυκείου
ἡλικίης ἀκόρητον, ὅτ’ ο̣ὐδὲ φίλων ἐνέπλησα
θυμὸν ἐμῶν τέκνων, ὦν̣ λίπον ἐν θαλάμοις;
ταῦτα μαθών, ὦ ξεῖνε, λ̣έ̣γοις πατρὶ τῶι κτερίσαντι,
"σαυτὸν μὴ τρύχειν μνησάμενον β̣ιότου"
καὶ σοὶ δ’ εὐοδίης τρίβον ὄλβιον εὔχομαι εἶναι
πρός γ’ ἔτι καὶ τέκνοις σοῖσι φιλοφροσύνοις.
- Bernand, Inscr. Métr. 6
- Egypt and Nubia
μὴ τρύχεσθ’ ἐπ’ ἐ̣μ̣οῖς ἄχθεσι πειθόμενον.
καὶ σὺ δὲ φωνήσας χωστῇ χθονὶ, κοῦφά με θάλπειν,
ξεῖ[ν]ε, σ̣ὺν εὐτυχίηι β̣[αῖ]νε κατ’ ἀτραπιτόν·
εἰμὶ γὰρ εὐέρκτης [Ἀπολ]λώνιος, ὃν βασιλῆ̣ε̣[ς]
- Bernand, Inscr. Métr. 7
- Egypt and Nubia
μάρ̣τ̣[υς] ζ̣ωὸς ἐγὼ καὶ παρὰ Φερσεφόνηι·
θειόδοτον δῶρον καὶ ἄμεινον τῶι ὑπὸ πα̣ί̣δων
ταρχυθέντι δόμους εἰς Ἀίδα κατίναι.
- Bernand, Inscr. Métr. 8
- Egypt and Nubia
εἰ καί μ’ ἐν σκοπέλοις Σαμοθραϊκ[ίοις? — — —]
μή με παρεκτροχάσῃς, ξεῖνε, — — —
καὶ μάθε τοὔνομά μου καὶ — — —
- Bernand, Inscr. Métr. 10
- Egypt and Nubia
σκῦλα δοριδμήιτ[ων ἔ]πρα̣θον ἐνδαπίων,
στείχων Αἰγύπτ̣ο̣[υ] κλ̣εινὴν σ̣ταχυμήτορα τύρσιν,
κοιρανίδαις ζαμ̣ενῆ π̣ίσ̣τ̣ιν̣ ἐ̣ν̣ε̣γκάμενος·
- Bernand, Inscr. Métr. 11
- Egypt and Nubia
δάκρυα καὶ θρήνους ὤπασ’ ἀποφθίμενος.
τὸν δὲ γονεῖς τιμῶντα φίλοισὶ τε πᾶσι ποθεινόν
χῶρος ἔχει λειμών θ’ ἱερὸς εὐσεβέων.
- Bernand, Inscr. Métr. 14
- Egypt and Nubia
ὧδ’ ὑπὸ τὸ σπιλάδος μέλαθρον, ξένε, κε̣[ῖται(?) ⏑ –×]
Δημᾶς γῆρας ἀφεὶς μητρὸς ἐλεινοτά[της]
καὶ τέκνα νήπι’ ἐλεινὰ καὶ αὐστηρὰν πα[ράκοιτιν],
πολλῶν ἀνθρώπων βοϊθὸς ἐὼν σο̣φ̣[ίαι(?)]·
- Bernand, Inscr. Métr. 15
- Egypt and Nubia
εἰς μυχὸν αἰώνων ἐν σκοτίᾳ
διάγειν. | καὶ σὺ δέ, Δωσίθεε,
κατάκλαέ με· σοὶ γὰρ ἀνάνκη |
δάκρισι πικροτάτοις τύμβῳ
ἐμῷ προχέειν· | τέκνον ἐμοὶ εἶ σ[ύ],
ἐγὼ γὰρ ἀπῆλθον ἄτεκος ἄτεκνος·
- Bernand, Inscr. Métr. 19
- Egypt and Nubia
κεῖμαι δ’ Εἰταλίδος γαίης νέκυς, ἐν δέκα μησὶν
ξείνῃ ἐν ἀλλοδαπῇ χειρσὶ ποριζόμενος.
οὔνομα δὴ γενετῆρες ἐμοὶ θήκαντο Κάνωβον.
- Bernand, Inscr. Métr. 22
- Egypt and Nubia
ἀλλ’ οὐδεὶς μερόπων εὗρεν Θανάτοιο [⏑––⏕],
κεῖνος δὲ ῥήσσει πάντας, ὅπως ἐθέλει·
οὐδὲ Μίλων δένδρων σθναρώτερος ἔκφυ-
κεῖται πᾶσι̣ θανεῖν καὶ μόρσιμόν ἐστιν ἑκάστ̣ῳ,
ἀλλ’ οἰκτρὸν προθανεῖν παῖδα φίλον γονέων.
τύμβος ταῦτα λέγων κρύπτω νέκυν αἴλινον ὧδε,
οὗτος δ’ ἐ̣ξ̣εδίδαξεν ἀεθλεύοντας ἐφήβους
πάντ̣α̣ς̣ ν̣ι̣κῆσαι μηδὲ πεσεῖν ἐπὶ γῆν.
ἀλλὰ πεσὼν̣ [α]ὐτὸς Θανάτου κρατεραῖς παλάμαισι
Ἑρμαίου παΐς εἰμὶ νέος ⏑⏑–⏑⏑––
ἡλίκον εἶπε γαμ̣ε̣ῖ̣ν̣ Α̣Φ̣Μ̣Ι̣—5-6—ΔΟϹ.
μ̣έ̣τ̣ρ̣ι̣ος ἦν, ὅτ’ ἔην, ἐνὶ γ̣υ̣μ̣νασίοις ⏑⏑––
τοὔνεκεν οὐ̣κ ἔ̣τ̣λ̣η̣ [μετ’] ἐμὸ[ν μ]όρον [εἰσέτι(?)] μ̣ήτηρ
ζώειν, ἀλλὰ μόνο[υς τρεῖς ἴδ]εν ἠ[ε]λίους.
- Bernand, Inscr. Métr. 24
- Egypt and Nubia
[–⏑⏑ –⏑—]ιοις || κείρασθαί
[τε κόμην βαλέειν τ’] ἀπὸ δάκρυ
[παρειῶν. | — — — — —] Πάλλας
- Bernand, Inscr. Métr. 26
- Egypt and Nubia
τούτων δ’ ἀμοιβὴν δεσπότηι δοίη θεὸς
βίου τε μακρεὶν οἶμον εὔκλειάν θ’ ὁμοῦ.
- Bernand, Inscr. Métr. 28
- Egypt and Nubia
πρὶν τέκνα τὴν ὁσίην ἐσθλὰ
γυναῖκα τεκεῖν. | ἀλλ’ ἐπὶ λώιονι μὲν
μοίρηι νύμφην τις ἄγοιτο |
- Bernand, Inscr. Métr. 30
- Egypt and Nubia
πάτρην Ἡράκλειαν, ὁδοιπόροι,
ἤν τις ἵκηται, | εἰπεῖν· ὠδῖνες παῖ-
δα Πολυκράτεος | ἤγαγον εἰς Ἀί-
- Bernand, Inscr. Métr. 32
- Egypt and Nubia
ἔσχατον ὠδίνων βάρος, Ἡδύλη, εἶδες ἐκεῖνο,
τὴν πικρὴν τέκνου κῆρ[α λο]χευσαμένη.
- Bernand, Inscr. Métr. 33
- Egypt and Nubia
ἀστὴν Ναυκράτεως Μενελάου πατρός, ὁδῖτα,
ξείνην εὔξεινος χθὼν ἔχει Ἡρακλέους,
ὠμοτόκοις ὠδῖσι πανυστατίοιο λοχείης
Ἀρσινόην Μάτρωνα, Θεμιστὼ τέκνα λιποῦσαν,
οἷς εἴη λιπαροῦ γήραος ἄχρι μολεῖν.
ἀλλὰ σὺ "χρηστή, χαῖρ’, Ἀμμωνία" ὡς ἔθος, εἰπών
- Bernand, Inscr. Métr. 35
- Egypt and Nubia
γνωστὸν ὅσοι πάτραν τήνδ’ ἐπέβησαν ἐμήν.
οὔνομὰ μοι ’στ’, ὦ ξεῖν’, Ἀφροδισία, ἣν Πτολεμαῖος
γῆμεν ὁ καὶ βουλᾶι καὶ δορὶ θαρσαλέος
Μοῖραι κλωστείρων νῆσαν ἀπ’ ἀθανάτων·
τοῦ χάριν ἡ τλήμων κατοδύρομαι εἰν Ἀίδαο,
παντοίων χαρίτων κάλλος ἐνεγκαμένηι·
ταῦτα μαθὼν χαίροντι νόωι παράμειβε κέλευθον,
ξεῖνε, σὺν εὐτυχίηι πρός γ’ ἔτι καὶ σὰ τέκνα·
καὶ λέγ’ ἐμὲ κτερίσασι· "μένοιτ’ ἐπὶ γῆς ἀμάραντοι,
- Bernand, Inscr. Métr. 38
- Egypt and Nubia
ἡμέτερος γαμέτη̣ς [κ]αὶ πάϊς ἀμφέχεαν.
ξεῖνε, σὺ δ’ ὃς παρὰ τόνδε φέρεις πόδας ἠρέμα χῶρον,
ἀμφ’ ἐμέο κραδίην στέλλεο γηθόσυνος·
- Bernand, Inscr. Métr. 39
- Egypt and Nubia
παῖδα Ῥοδίππωι, ξεῖνε, Λεόντιον ἣν τέκε μήτηρ,
ἀστὴν Ἡδεῖαν τύμβος ἐπέσχεν ὅδε,
ἀρτίγαμον δὲ θανοῦσαν ἐλαφρὴν τήνδ’ ὑπὸ βῶλον
ταρχύσας Λιβύης θῆκε ποθεινοτάτην.
- Bernand, Inscr. Métr. 42
- Egypt and Nubia
υμφοκόμει, | ἔζευξέν με Φαβεῖτι πα-
τήρ, ὠδεῖνι δὲ Μοῖρα | πρωτοτόκου
με τέκνου πρὸς τέλος ἦγε βίου. | καὶ
- Bernand, Inscr. Métr. 43
- Egypt and Nubia
μένοιο φυλάκτωρ. | ——
καὶ σοί, ξεῖνε, φέροι καρπὸν
ἀπὸ σταχύων. |
- Bernand, Inscr. Métr. 45
- Egypt and Nubia
τοῦ Χοίαχ ὧδ’ ἐτέθην ὑπὸ γ̣ῆν. | ἀλλ’ ἀπέ-
χεις, ὦ ξεῖνε, σαφῶς τὰ ἅπαντα παρ’ ἡ-
μῶν· | ἀγγέλλειν πᾶσιν τοῦ θανάτου
τὸ τάχος. | (ἔτους) ιʹ , Χοίαχ ζʹ.
- Bernand, Inscr. Métr. 53
- Egypt and Nubia
ἦ ῥα ΠΑΡΑϹ․․․․․․ οὐδὲν Ε․․․ΕΝΟΙϹ. |
ἔνθα ἀνάκεινται ἀνάκειται Σώφρονος Ἑρμιόνη.
- Bernand, Inscr. Métr. 60
- Egypt and Nubia
πρίν σε λέγειν, ὦ τύμβε, τίς ἢ τίνος ἐνθάδε κεῖται,
ἡ στήλη βοάᾳ πᾶσι παρερχομένοις·
- Bernand, Inscr. Métr. 61
- Egypt and Nubia
[ἀλλ]ὰ̣ ’ποτῆλε τάφου, πρίν τ[ι] κα-
[κὸν] παθέειν. | ἐκοιμήθη ἡ μα-
καρία Ἰωαννία, θυγάτηρ
- Bernand, Inscr. Métr. 64
- Egypt and Nubia
καὶ γ̣ρ̣αφίδος τέχνας οὐ τελέσαντα γέρας
στέργειν δακρύσαντας ἐπ’ ἤματι τῶιδε, φέριστε,
ὧι σε πικρὸς Μοιρῶν ἐσφετέριξε μίτος.
- Bernand, Inscr. Métr. 66
- Egypt and Nubia
κέκλιμαι εὐσεβέων λειμώνια νῦν ὑπὸ βένθη,
δάκρυα πικρὰ λιπὼν πατρὶ ποθεινοτάτῳ,
ἠδέ γ’ ὁμογνήτοισι· Φιλωνίδου εἰμὶ δὲ κοῦρος,
οὔνομα ταὐτὸν ἔχων· ἁ δέ με γειναμένα
αὐτὰ καὶ δέχεται τόδ’ ὑπ’ ἠρίον· οὔνεχ’, ὁδῖτα,
- Bernand, Inscr. Métr. 68
- Egypt and Nubia
ἀθανάτοισι θεοῖσι τετιμένος, ὥστε δύνασθαι
καὶ φωνὴν τεύχειν ὧδε λίθωι βροτέην; ——
Ἡρᾶς Μεμφίτης οὗτος, φίλε, κύδιμος ἥρως,
γνώριμος ἐνδαπίοισι καὶ ἀνδράσι τηλεδαποῖσιν
εἵνεκ’ εὐφροσύνης, εἵνεκεν ἀγλαΐης,
ὠκύμορος, τὸν ἔκλαυσε πόλις, τὸν ἔθαψαν ἑταῖροι·
- Bernand, Inscr. Métr. 71
- Egypt and Nubia
[— — — — — — —]μὲν ὄχλος οἰκετῶν σὲ δακρύει·
[ἐν παν]τ̣ὶ δ’ ἦσθα σεμνός, ὡς δοκεῖν εἶναι
[ἔτ’(?) ὄ]ν̣τα παῖδα τοῖς νοήμασιν πρέσβυν.
οὐδ’ αὖ τύραννος βασιλικὴν λαχὼν τιμήν
θεσμοὺς ἀτρέπτους διαφυγεῖν ποτ’ ᾠήθη·
Φαέθοντα Τιτὰν οὐκ ἔκλαυσ’, ὅτ’ ἐκ δίφρων
- Bernand, Inscr. Métr. 75
- Egypt and Nubia
ἴσθ̣ι δὲ τοῦτο σαφῶς, ὅτι τοῦτο πεπρωμένον ἦν μοι
γεννηθέντι, θανεῖν εἴκοσι πρὶν ἐτέων.
ἐγγὺς μὲν ναίω Δημητρίου τοῦ φιλαδέλφου,
οὐδέ ποτ’ ἐν βιότωι μόχθον̣ ․․․․․Σ ἔχω.
σοὶ δὲ γ[έν]οιτο βιοῦν καὶ λο̣[ιπὸν ἔτι(?) π]ροκομίζειν.
πῶς δὲ σ’ ἐγὼ πείσω, ΚΑΛΟ— — — — — — — — — — — τελευτᾶν
Αἶσα μόνον, ζωῆς ΠΡΙ— — — — — — — — — — — — —ΑΘΕΙΝ.
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
- Bernand, Inscr. Métr. 76
- Egypt and Nubia
σὺ μὲν τέθνηκας καὶ ἐξέτεινας τὰ σκέλη,
ἐμοῦ δὲ πάππου τοῦ γέροντος ἔσπασας.
πενθεῖ, καὶ μερόπων φῦλ’ ὡς πάλαι τὴν Ἄλκηστιν
κείνην ἐλέσαν ἢ τὴν Ἀδώνιδος τελευτήν.
αὐτὴ δ’ Ἄλκηστις ἀρετὴν ἔσπευσ’ ․․․․․․․․
- Bernand, Inscr. Métr. 77
- Egypt and Nubia
ἰητήρ τις ἀνὴρ ΕΝ[—⏑⏑ –] φθιμένοις,
μητέρα καὶ ἑκυρὰν καὶ πενθεράν· μὴ γὰρ ἄμεινον
ΠΡΑ[—⏕] ἐκ γαίης σώματα μὴ [⏑ —]ΟΜΕΝ.
- Bernand, Inscr. Métr. 80
- Egypt and Nubia
οὔν[ο]μα δὲ γν[ώ]σεις, λέξω πάτρην
ἐρατεινήν· |
Ἑρμοῦ μὲν πολέως ἐν̣ν̣αέτην ἐσορᾷ[ς]· |
- Bernand, Inscr. Métr. 83
- Egypt and Nubia
τί πλέον ἐστ’ εἰς τέκνα πονεῖν, ἢ πρὸς τί προτιμᾶν,
εἰ μὴ Ζῆνα κριτὴν ἕξομεν̣, ἀλλ’ Ἀΐδην;
πάννυχ’ ὁμηλικίης κεδροπαγεῖς σανίδας.
ὤλετο παρθενίη σειρὴν ἐμή· αἰαῖ ἐκείνην
Μοῖραν, ἰή, ἥτις ἐμοὶ νήματα πίκρ’ ἔβαλεν.
οἷς χάριν οὐ δυνάμην γηροτρόφον τελέσαι.
ὡς ὄφελον θνήισκουσα λιπεῖν πατρὶ τέκνον, ὅπως μὴ
αἰῶνα μνήμης πένθος ἄλαστον ἔχηι.
- Bernand, Inscr. Métr. 84
- Egypt and Nubia
ομένην μελά[θ]ροισι | παρθ[έ]νο-
ν ἀκμαίην, ξεῖνε, δάκρυσον ἐμέ· |
ν[υ]μφοκόμοις στολίδεσσι σύνοικος
τεθ[η]λ̣ό̣ς̣ | [αἰ]φνιδίως με λαβὼ-
βων λαβὼν ᾤχετ̣’ ἰ̣ὼν Ἀΐ̣δ̣η̣[ς]· | ἴ̣κ̣ο̣[σι, ξεῖ]-
νε̣, δ’ ἐγὼ ἐτ̣έ̣ω̣[ν ⏕ –⏑⏑ – — — —]
— — — — — — — — — — — — — — — — — —
- Bernand, Inscr. Métr. 86
- Egypt and Nubia
πηχύνασα̣ Ὕ̣λον καλποφόρον κατέχει·
κρεινάμεναι δ’ ἄρα χῶρον Ὀρειάδες ἱδρύσαντο
ἱερόν, ὡς αὑτῶν μηδὲν ἀφαυρὸν ἔχῃς.
- Bernand, Inscr. Métr. 87
- Egypt and Nubia
οὐκέτι σοι μέλλω θύειν, θύγα[τερ μετ]ὰ κλ̣[α]υ̣θμοῦ,
ἐξ οὗ δὴ ἔγνων, ὡς θεὸς ἐξεγένου.
τεθμὸς ἅτ’ ἀθανάτοις· τοὔνεκα δ’ αὐτὸς ἐγὼ
οὐκέτι σοι μέλλω θύειν, θύγατερ, μετὰ κλαυθμοῦ.
- Bernand, Inscr. Métr. 93
- Egypt and Nubia
τὸν τοῖς γειναμένοις εὐήκοον, ὃς τὰ πρέποντα
πενταέτης ζωῆι πάντα ἀναδεξάμενος,
- Bernand, Inscr. Métr. 96
- Egypt and Nubia
κτρὸν μὲν τὸ θαν-
εῖν, πᾶσιν δὲ βροτοῖς
ἐπεκλώσθηι, |
τοῦτο φυγεῖν δ’ οὐδεὶς
θνητὸς ἐὼν δύναται.
- Bernand, Inscr. Métr. 97
- Egypt and Nubia
τὸν Ἐπιμάχου με παῖδα μὴ παραδράμῃς,
ὁδεῖτα, σο̣ιγῇ· μεῖνον, οὐ δυσωδία
παρ’ ἐμοί σε λυπεῖ τῆς ἀηδοῦς κεδρίας·
σταθεὶς ἐπάκουσον ὀλίγον εὐώδους νεκροῦ.
τῆς γειναμένης ὁ πάππος ἄρξας εὐγενῶς
Ἐπίμαχον ἔσχεν υἱὸν οὐκ [ἐ]ψευσμένον
μεισῶν ἐκέλευσα μηδὲ τὰς καλουμένας
θρηνητρίας μοι τὸν Φιλερμῆν παραλαβεῖν
εὔνουν ἀδελφὸν ὄντα μοι καὶ γνήσιον,
στοργῆι δὲ νικήσαντα καὶ τάξιν πατρός·
τούτωι προσέταξα μή με θρηνεῖν μηδόλως
μηδὲ κατορύξαντ’ αὖθις ἀνορύττειν πάλιν,
μιᾶι δὲ καὶ μόνηι με περιβαλεῖν ταφῆι
χωρὶς κεδρίας καὶ τῆς δυσώδους ἀποφορᾶς,
- Bernand, Inscr. Métr. 102
- Egypt and Nubia
στῆθι λάον κατενῶπα τελώριον
ἐν τριόδοισι, | ξεῖνε, καὶ εὑρήσεις γρ-
άμματι ῥηγνύμενον· | ἠὺ δ’ ὄπα προχέ-
- Bernand, Inscr. Métr. 108
- Egypt and Nubia
οὐ παχεῖ λόγωι πλάσας τι, γυμνάσας δ’ ἑαυτὸν
κἀμὲ καταπονήσας συνέπεισεν ἡσυχάζειν·
κοὐ μόνον παραστιχίδι με τοῖς μαθεῖν θέλουσιν
ἐνεφάνισε, πανούργως ὑποθεὶς δ’ ἔπος τι καινὸν
μισθὸν ἀμαθίης λαβόντας ὀψέ ποτε φρονῆσαι,
τοὺς δ’ ἐπὶ σοφίηι κριθέντας ἀνεπίτακτον ἕξειν
παράκλησιν ἵν’ ἐκ κλύδωνος ἠρεμεῖν μ’ ἀφῶσιν.
συνιέντι θέλω λέγειν τι, συνιέντι δὲ μηδὲν
μὴ μάτην με κόπτειν, ἑτέροις τόπον δὲ δοῦναι.
ἀνάθημα γὰρ εὐχῆς θεὸς ἡδέως δέδορκεν.
- Bernand, Inscr. Métr. 114
- Egypt and Nubia
[Ὄλυμ]π̣ο̣ς̣. | [μηδὲν ἁμαρ]-
[τεῖν] ἐστι θεῶν [καὶ πάντα]
κατορθοῦν. | [εἴ τις ἔρο]-
τέκνων, | φοίνικες εἴσω
κεῖν ὁδοῖσι περσεῖαι, | ἠδ’ ᾑ
μὲν ἵππος, δύο σαγηφόροι
- Bernand, Inscr. Métr. 115
- Egypt and Nubia
εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν· | γαῖα δ’ ἔτι ξυνὴ π[άντων καὶ μακρὸς Ὄλυμπος]. |
μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορ[θοῦν. | εἴ τις ἔροιτο βρότων τίς]
ἐνέγλαψεν τάδε πέτρῃ, | ἠδὲ τίς ἱδρώσας ἔργ̣[ον τόσον ἐξεπόνησεν, | φράζε]
- Bernand, Inscr. Métr. 116
- Egypt and Nubia
Πανὶ ὁμοῦ Νύμφαι Ἰσιδώρῳ τάσδε ἔδωκαν
λατομίας εὑρεῖν τῷ Μενιπποίο γόνῳ,
ἡνίκα ἀτρήστοιο κελεύσμασι Μεττίου Ῥούφου
- Bernand, Inscr. Métr. 120
- Egypt and Nubia
ἑπτάκι τοὺς ἑκατὸν πήχεις εἰς μῆκος ἔτειν[ε],
τὴν Ἷβιν κοσμῶν στρώματι τῷ λιθίνῳ,
- Bernand, Inscr. Métr. 121
- Egypt and Nubia
Ι̣Ο̣․․․․Ο̣Ν̣ΙϹ Ἑρμείας θεῖος Π̣ΟΤΝ̣․․Ϲ̣Ϲ̣ΤΙ
[μ̣]ῆκος ἔ[τ]ε̣ι[ν’ ἑκατὸν] πήχε[ας] ἑπτ[άκ]ι [τ]οι.
- Bernand, Inscr. Métr. 130
- Egypt and Nubia
γυῖα δὲ καὶ δέμας οἷα λέων, βασιλεὺς ὅ γε θηρῶν·
[δ]εινὸν μὲν τὸ θέαμα· ἀτρεκὲς δ’ εἴ τίς γε νοήσει
— — — — — — τὸ ἐπώνυμον Ἥφαιστον ΔΕ— — — —
- Bernand, Inscr. Métr. 133
- Egypt and Nubia
ἦλθον ἐνταῦθα |
ἀγαθὰ παρασχεῖν
τοὺς θεοὺς αἰτούμενος. |
(ἔτους) ιαʹ Ἀντωνείνου
Καίσαρος, Φαωφὶ κηʹ.
- Bernand, Inscr. Métr. 134
- Egypt and Nubia
ὁ αὐτὸς πάρειμι τοὺς θεοὺς αἰτούμενος
ἄνοσσον παρασχεῖν σῶμα μέχρις οὗ ζώσω.
(ἔτους) ιαʹ Ἀντωνείνου Καίσαρος, Φαωφὶ κθʹ.
- Bernand, Inscr. Métr. 144
- Egypt and Nubia
καὶ ΠΙ̣Μ․․ΑΙϹΗΜΗΝΑΝΙΗΜΑΤΑ θέσκελα θυμοῦ.
εἰ δὲ μαθεῖν ἐθ̣έλεις γενε[τ]ὴν χώ[ρη]ν τε [π]α̣τ̣ρ̣[ῴαν]
γνώσ[ει] μ’ ἐν χώρῃ Ν[ει]λαιε[ῖ], ἄστει Ρ․Η․ΙΑΔΕ․․ΝΑ
- Bernand, Inscr. Métr. 150
- Egypt and Nubia
Τατιανὸς ἡγεμὼν Θηβαΐδος ἱστορήσας ἐθαύμασεν.
ὦ θαῦμα δεινὸν τῶν σοφῶν Αἰγυπτίων
καὶ τὴν μεγίστην [ἡμῖν] ἔκπληξιν φέρον.
- Bernand, Inscr. Métr. 157
- Egypt and Nubia
ξεῖνον τιμήσαντες, ὁδοιπόροι, ἥρωα τόνδε
Εὔοδον, εἶτ’ αὐτοὶ στείχετε σωιζόμενοι.
- Bernand, Inscr. Métr. 164
- Egypt and Nubia
[φί]λε, Ἀλεξάνδ̣ρ̣ο̣υ̣ [σ]ῷισον πόλ̣ιν ἥν πο̣[τε]
π̣ρῶτο̣ς̣ | τε[ῦ]ξ[ε]ν̣ [ἐ]π’ Αἰγύπτ̣ου, κλ̣ε̣ινο[τάτην]
[π]ο̣λ̣ί̣ων, |
- Bernand, Inscr. Métr. 166
- Egypt and Nubia
οὐράνι[ον πό]λον· καὶ ϹΤΟΠΙ․Α̣․․Ν δέμματα
κατὰ δεινὸν νυκτιδρόμον ․․ΝΑΑ․ΠΙΑΤΟΝ ποιησάμενος
ΕΝΩ καὶ ἁγίῳ τῷ τῆς ἀθανασίας ὕδατι λουσάμενος
- Bernand, Inscr. Métr. 168
- Egypt and Nubia
μακάριον ὅτ’ ἔβην ἠρεμίης τόπον ἐσαθρῆσαι,
ἀέρι τὸ ποθεινὸν ψυχῆς πνεῦμ’ ἐπανεῖναι,
ξένα μοι βιοτὴ περὶ φρένα πάντοθεν ἐδονεῖτο,
ἵστορα κακίης ἐμαυτὸν οὐκ ἔχων ἔλεγχον,
μύστην τότε κίκλησκε φύσις πόνον γεωργεῖν·
ὁ σοφὸς τότ’ ἐγὼ ποικίλον ἥρμοζον ἀοιδήν,
ὕπνος δέ με λέξας ταχὺν ἀπεκόμισε φί[λην γ]ῆν·
ῥείθροις ἐδόκουν γὰρ ποταμοῦ σῶμα ἀπο[λο]ύειν,
ἱκανοῖς ἀπὸ Νίλου γλυκεροῦ ὕδασι προσ[η]νῶς·
ᾠόμην δὲ σεμνὴν Μουσῶν Καλλιέπειαν
νυ̣[μ]φαῖς ἅμα πάσαις μέσσην κῶμον ἀείδειν·
Ἑλλάδος τι κἀγὼ βραχὺ λείψανον νομίζων,
ῥάβδῳ δέ τις οἷα κατὰ μέλος δέμας δονηθ̣είς,
ἀρμογὴν μέλει συνεργὸν ἐπεκάλουν χαράττειν̣,
ψόγον ἀλλοτρίοις ἤθεσιν ἀπολιπὼν ἄδηλον.
ἄστρα θεῶν ἐπ̣ίσημα κατ’ οὐρανὸν ἀντέλλοντα.
καὶ τάδε σοι στείχοντα χαράσσειν μ’ αὐτὸς ἔλεξας
καὶ σοφὰ γράμματα πᾶσιν ἀθωπεύτως ἐσορᾶσθαι.
- Bernand, Inscr. Métr. 175
- Egypt and Nubia
ἀνδρῶν ὀλλυμένων νηῶν κατὰ ἀγνυμενάων,
σώζονθ’ οὗτοι ἅπαντες, ἐπευξάμενοί σε παρεῖναι.
κλῦθι ἐμῶν εὐχῶν, μεγαλοσθενὲς οὔνομ’ ἔχουσα,
εὐείλατος ἐμοί τε γείνου, λύπης μ’ ἀνάπαυσον ἁπάσης.
Ἰσίδωρος
τέρπονταί τε βροτοὶ σῶν χαρίτων ἕνεκα.
ὅσσοι σοὶ εὔχονται ἐπ’ ἐμπορίην τε παρεῖναι,
πλουτοῦσ’ εὐσεβέες εἰς τὸν ἅπαντα χρόνον·
σῶν δώρων μνησθέντες, ὅσοις πλοῦτόν τ’ ἀνέδωκας
καὶ χάριτας μεγάλας σάς τε ἔχειν δι’ ὅλου,
τούτων σοι μοῖραν δεκάτην ἀπένειμαν ἅπαντες,
εὐσεβέσιν μεγάλας χάριτας καὶ πλοῦτον ἔδωκας,
καὶ ζωὴν γλυκερήν τε ἔχειν καὶ τέρψιν ἀρίστην,
ὄλβον, εὐτυχίην καὶ σωφροσύνην τε ἄλυπον.
- Bernand, Inscr. Métr. 176
- Egypt and Nubia
ἐπὶ Πομπηΐου Πλάντα ἡγεμόνος
ἐπιστρατηγοῦντος Καλπουρνίου Σαβείνου.
Παιᾶνα κλυτόμητιν ἀείσατε | κοῦροι, Λητοίδην Ἕκατον,
ἱὲ ὦ ἱὲ παιάν, | ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο | μιχθεὶς
ἐν φιλότητι Κορωνίδι τᾶι Φλεγυείαι, | ἰὴ παιάν, Ἀσκληπιόν, |
δαίμονα κλεινότατον, ἱὲ παιάν. | τοῦ δὲ καὶ ἐξεγένοντο
Μαχάων | καὶ Ποδαλείριος ἠδ’ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος,
σὺν ἀγακλυτῶι εὐαυγεῖ Ὑγιείαι, | ἰὴ παιάν, Ἀσκληπιέ, | δαῖμον
κλεινότατε, ἱὲ παιάν. | χαῖρέ μοι, ἵλαος δ’ ἐπινείσεο | ἁμετέραν
πόλιν εὐρύχορον, ἱὲ ὦ ἱὲ παιάν, | δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν
- Lefebvre, IGChrEg 17
- Egypt and Nubia
αυγη ευχωμαι καγω εν ταχυ[—
συν σοι ειναι και μακαροις [
ειμι μαρτυς αγαθου θεου [
- Lefebvre, IGChrEg 28
- Egypt and Nubia
[Η]ρων ευψ[υχι],
και ευ[χομαι συν σοι ειναι]·
[ο θεος] μνησθ[ειη της κοι]μη[σεως].
- Lefebvre, IGChrEg 63
- Egypt and Nubia
[ἢν δ’ ἀλλ’ Wilhelm] ἀποτῆλε τάφου, πρίν τι κα̣-
[κὸν] παθέειν. | ἐκοιμήθη ἡ μα̣-
καρία Ἰωαννία, θυγάτηρ
- Lefebvre, IGChrEg 69
- Egypt and Nubia
[— —c.12— — ουρ]ανος αγλαως λαμπρεινεται αχλυς παντελως μη κεκτημενος ενθα κατωκει παντοπληρωμα της θεοτητος ω λειτουργουσιν αι ανω σπα-
[θηφοροι — —c.15— — αγ]γελοι και απαυστως αυτον γερερουσιν εν τρισαγια φωνη αδοντες και λεγοντες "αγιος αγιος αγιος ει, Κ(υρι)ε· πληρης ο ου(ρα)νος και η γη τη[ς δοξης σου," τῆ]-
- Lefebvre, IGChrEg 70
- Egypt and Nubia
λυσαμενη εις μνημην [— —]-
ου ειναικεν και καλως συ[μβιω]-
σασα τον εποιησεν με[— —]
- Lefebvre, IGChrEg 380
- Egypt and Nubia
[ει] Χ(ριστο)υ ιδρυμενοις α[γαπητοις και]
[πο]θεινοτατοις [αδελφοις εν κυρ]-
[ιω] χαιρειν· τ[ω μεν κυριω ευχαριστω τω]
[κεχ]αρισμενω [υμιν το εις αυτον πισ]-
[τευ]ειν ινα μετ[α των αγιων και υμεις]
[εχ]ητε ζωην αιω[νιον, επειδη δε]
τινες δε εισιν οι [λεγουσιν μεν]
[μ]η̣ φρονειν [τα Αρειου, συμπροιασι]
δε και συνευ[χονται αυτοις αναγ]-
καιως δια γν[ωμης των αδελφων γραφειν]
εσπουδασα [ινα την ευσεβη πιστιν την ενε]-
- Lefebvre, IGChrEg 423
- Egypt and Nubia
πριν σε λεγειν, ω τυμβε, τις η τινος ενθαδε κειται,
η στηλη βοαα πασι παρερχομενοις·
- Lefebvre, IGChrEg 479
- Egypt and Nubia
θανατος εν τω κοσμω
τουτω. Μεσορη κϛʹ, ιʹ ειν-
δικ(τιωνος). αμην.
- IGR I,5 1062
- Egypt and Nubia
τὸς̣ [τοῦ —ca.5—]ΦΥΜΟΥ καὶ Ἀλεξαν-
[δρε]ί̣ν̣ου Γαίου Αἰλίου Αὐρηλί-
ου Ἀ̣ν̣τ̣ω̣ν̣ί̣ο̣υ̣ καὶ ὡς χρηματίζει,
[ναυ]κ̣λήρ̣ου, ἐπὶ Λ(ουκίου) Μαντεννίου
Σαβείνου ἐπάρχου Αἰγύπτου,
(ἔτους) βʹ, Φαρμοῦθι κϛʹ.
- IGR I,5 1080
- Egypt and Nubia
[πόλε]ω̣ς,
[ἔτους ․․ʹ Αὐτοκράτορος Καίσαρος Μ]ά̣ρκου Αὐρηλίου Ἀντωνείνου
[Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθι]κοῦ Γερμανικοῦ Μεγίστου,
- IGR I,5 1096
- Egypt and Nubia
Αὐτοκράτορα Καίσαρα Μᾶρκ[ον Αὐρήλιον] Ἀ[ν]τ[ω]νεῖ[νο]ν Σεβαστὸν
Ἀρμενιακὸν Μηδικὸν Παρθικ[ὸν Μέγιστον] τὸν εὐεργέτην καὶ σωτῆρα τῆς ὅλης οἰκουμένης