44371 matches in 19350 texts. | 17601-17700 17701-17800 17801-17900 17901-18000 18001-18100 18101-18200 18201-18300 18301-18400 18401-18500 18501-18600 |
7375 | 0.5707% | Attica (IG I-III) |
1272 | 0.5076% | Peloponnesos (IG IV-[VI]) |
7440 | 1.1684% | Central Greece (IG VII-IX) |
1495 | 0.8401% | Northern Greece (IG X) |
1451 | 0.7141% | Thrace and the Lower Danube (IG X) |
570 | 0.6819% | North Shore of the Black Sea |
10164 | 0.8927% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
10548 | 0.8617% | Asia Minor |
284 | 0.9672% | Cyprus ([IG XV]) |
668 | 1.1010% | Greater Syria and the East |
1823 | 0.8166% | Egypt, Nubia and Cyrenaïca |
54 | 0.3087% | North Africa |
1160 | 0.8404% | Sicily, Italy, and the West (IG XIV) |
67 | 0.2713% | Upper Danube |
- Philae 268
- Egypt and Nubia
— — — — κ̣α̣ὶ̣ [— — — τοῦ ἀ]δ̣ελφοῦ
[παρὰ τῆι] θεᾶι μεγίστηι Ἴσιδι καὶ
παρὰ τοῖς ἐν τῶι Ἀβάτωι θεοῖς·
(ἔτους) βʹ, Μεχεὶρ αʹ.
- Philae 286
- Egypt and Nubia
Ἀπολλώνιος Θέωνος ἥκω π̣[α]-
ρὰ τὴν κυρίαν Ἶσιν· τὸ προσκύνημ[α]
Γραφῆς καὶ Ἴσιτ̣ος, (ἔτους) βʹ, Τυβὶ κεʹ.
- Philae 300
- Egypt and Nubia
Ἰουλίου Σεκουνδείνου
β(ενεφικιαρίου) ἐπάρχου Αἰγύπτου
καὶ πάντων τῶν αὐτοῦ,
- Portes du désert 4bis
- Egypt and Nubia
[ἔτους — — Αὐτοκράτορος Καίσαρος Μά]ρκου Αὐρηλίου Ἀντωνείνου
[Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθι]κοῦ Γερμανικοῦ Μεγίστου.
- Portes du désert 12
- Egypt and Nubia
διαμονῆς αὐτῶν κ̣[αὶ τοῦ σύ]μ̣παντος αὐτῶν οἴκου,
ἐπὶ Μηουίου Ὡνωρ[ατιανο]ῦ, ἐπάρχου Αἰγύπτου,
ἐπιστρατηγοῦντος Σ̣εου[ήρου Ο]ὐ̣ιβίου [Αὐρ]ηλιανο[ῦ],
- Portes du désert 19
- Egypt and Nubia
ἐπιφανέστατον, Φ̣[λ(άυιος) Εὐτόλμιος]
Τ̣α̣[τιαν]ό̣ς̣, ὁ λαμπρότατος ἔπαρχος
τοῦ ἱεροῦ πραιτωρίου, τῇ συνήθει
- Portes du désert 39
- Egypt and Nubia
καὶ ἐμπο[ρο․(?) — — — — — —]
τὸν παρακ̣[ομίσαντα τὴν]
συν[οδίαν — — — — — — — —]
- Portes du désert 49
- Egypt and Nubia
[Ἴσιδι θεᾶι μεγί]σ̣τῃ Ἀπολλόδωρος ὁ συγγενὴς καὶ
[ἱππάρχης ἐπ’ ἀνδρῶν(?)] καὶ στρατηγὸς τοῦ Διοπολίτου καὶ
[ὁ δεῖνα ὁ ἀδ]ε̣λφὸς ὁ συγγενὴς καὶ στρατηγὸς καὶ ἐπὶ τῆς
- Portes du désert 56
- Egypt and Nubia
(centuria) Curiati:
C(aius) Trebius C(aii) f(ilius) Pup(inia tribu) Paraet(oniensis).
(centuria) Galbae:
- Portes du désert 58
- Egypt and Nubia
(ἔτους) ιηʹ Ἐπεὶφ ιαʹ Κρόνωι θεῶι μεγίστωι
Παρθένιος Παμίνεως προστάτης Ἴσιδος.
- Portes du désert 59
- Egypt and Nubia
ὑπὲρ Τιβερίου Καίσαρος Σεβ̣α̣σ̣[τοῦ (ἔτους) ․․ʹ] Φ̣[α]ῶφι ιθ̣ʹ
Παρθένιος Παμίνεως προ̣[στάτης Ἴσιδος].
- Portes du désert 60
- Egypt and Nubia
[Σεβαστοῦ ἔτους ․․․․․]
[Παρθ]ένιος Παμί[νεως προ]-
[στάτης] Ἴσιδος θεᾶ[ς μεγίστης].
- Portes du désert 61
- Egypt and Nubia
Πετήσις Ἰούας, Ἰσίμ[ι]νος Πιμμειωμε [καὶ]
Παρθένιος Παμίνεως προστάτης Ἴσιδος
θεᾶς μεγίστης.
- Portes du désert 67
- Egypt and Nubia
ἐξ ἐπιταγῆς Μ̣[ετ]τίου [Ῥού]φ[ου, ἐπάρ]-
[χου Αἰγύπτου], ὅσα δεῖ τοὺς μισθω-
στήληι ἐνκεχάρακται διὰ Λουκίου
Ἀντιστίου Ἀσιατικοῦ, ἐπάρχου
ὄρους Βερενείκης·
- Portes du désert 70
- Egypt and Nubia
ἐπὶ ἡγέμονος Οὐιβίου Μα[ξίμου] καὶ ἐπιστρατήγου Πομπη-
ίου Πρόκλου καὶ παραλήμπτου καὶ στρατηγοῦ Κλαυδίου
Χρυσέρμου, Δίδυμος Θεῶνος ῥήτωρ ἀνέθηκεν
- Portes du désert 82
- Egypt and Nubia
[κα]ὶ τοῦ οἴκου αὐτῶν ἐπὶ Σ[ουβατιανῷ Ἀκύλᾳ]
[ἐπ]άρχῳ Αἰγυπ̣[του — — —] κ̣α[ὶ — —]
․․ κρατίστῳ ἐπιστρατήγῳ, ἀν[ετέθη]
- Portes du désert 86
- Egypt and Nubia
(ἔτους) βʹ, vac. Μεσορὴ vac. κʹ, vac. ἐπὶ
Γεμινίῳ Χρηστῷ ἐπάρχῳ Αἰγύπτου
καὶ Οὐαλερίου Ἀπολλιναρίου ἐπιτρό-
- Prose sur pierre 2
- Egypt and Nubia
[Πτολεμα]ίωι καὶ τῆι Πτολεμαιέων
[πόλει καὶ προ]θυμίαν παρέχεται
— — — — — — — — — — — — — — —
- Prose sur pierre 4
- Egypt and Nubia
τῆς πόλεως προέστησαν ὁρῶντές τινας τῶν πολιτῶν
[μ]ὴ ὀρθῶς ἀνα[στρ]εφομένους καὶ θόρυβον οὐ τὸν τυχόντα παρ[έ]-
[χ]οντας ἐν τ[αῖς] βουλαῖς [καὶ] ἐν ταῖς ἐκκλησίαις, [μ]άλιστα δὲ
ἐξ ἐπιλέκτων ἀνδρῶν τὴν βουλὴν [καὶ τὰ] δικαστή[ρια αἱρεῖσ]θαι· ἐφ’ ο[ἷς̣]
παροξυνόμενοι οἱ νεώτεροι καὶ οἱ ἄλλοι π[ολῖτ]αι ο[ἱ] αἱρο[ύμενοι] βέλτιον π[ολι]-
[τεύεσθ]αι καὶ περὶ ὧν ὑπελάμβανον συμφέρειν τῆι πόλει διο[ι]κηθῆνα[ι — — —]
- Prose sur pierre 5
- Egypt and Nubia
πολιτῶν καὶ κοινῆι ἐν τοῖς καθ’ αὑ̣[τὸν]
διετέ̣[λει παρ]ε̣χόμενος ἐν ΑΠΟΔ̣— — —
ἣν ΕΝ․․․․․․․ΚΗΝΣ̣ΤΩ̣Α̣— — — — —
- Prose sur pierre 6
- Egypt and Nubia
θεοὺς Ἀδελφούς· ἐπειδὴ Λυσίμαχος Πτολεμαίου
Σωστράτευς, ὁ ἱππάρχης καὶ πρύτανις διὰ βίου, τήν τε
εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς εὔνοιαν
- Prose sur pierre 7
- Egypt and Nubia
[ὅπ]ως φαίνηται ἡ πόλις φιλοτίμως καὶ ἀξί-
ως ὑποδεχομένη τοὺς παρὰ τοῦ βασιλέως
[παραγ]ινομένους, δεδόχθαι τῶι δήμωι, σ[τ]ε-
[φαν]ῶσαι Ἀντίφιλον Ἀγαθάνορος κισσοῦ στε-
- Prose sur pierre 8
- Egypt and Nubia
ψήφισμα· οἱ ἀρχιερεῖς καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορευόμενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς, καὶ οἱ ἄλλοι ἱερεῖς οἱ συν[αντήσαντες]
ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμπτην τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν [τὴν βασιλείαν]
παρὰ τοῦ πατρός, συνεδρεύσαντες ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν, εἶπαν· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀ̣[ρσινόης, θεῶν]
Ἀδελφῶν, καὶ βασίλισσα Βερενίκη, ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνὴ, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλὰ καὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερὰ καὶ τὰς τιμ̣[ὰς τῶν θεῶν]
ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν [τῆι χώραι πᾶσιν]
καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐνλιπέστερον ἀναβάντος καὶ πάντων τῶν [ἐν τῆι χώραι]
καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβρο[χίαις περι]-
οὖσιν καὶ τοῖς ἐπιγινομένοις, ἀνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλείαν καὶ δώσουσιν τἄλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδό[χθαι τοῖς]
κατὰ τὴν χώραν ἱερεῦσιν τὰς τε προυπαρχούσας τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν, θε[οῖς Ἀδελφοῖς],
καὶ τοῖς προγόνοις, θεοῖς Σωτῆρσιν, αὔξειν, καὶ τοὺς ἱερεῖς τοὺς ἐν ἐκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν, καὶ ἐν̣[γράφεσθαι]
ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φοροῦσιν προσενκολάπτεσθαι καὶ τὴν ἱερεωσύνην τῶν Εὐεργετῶν θεῶν, προσαποδει[χθῆναι] δὲ πρὸς ταῖς [νῦν ὑπαρχούσαις]
τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην ἣ προσονομασθήσεται πέμπτη φυλὴ τῶν Εὐεργετῶν θεῶν· ἐπεὶ καὶ σῦν τῆι ἀγαθῆι τύχ[ηι καὶ τὴν]
ταύτην καταλεχθῆν̣αι τοὺς ἀπὸ τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει καὶ το[ὺς τούτων]
ἐκγόνους εἰς τὸν ἀεὶ χρόνον, τοὺς δὲ προυπάρχοντας ἱερεῖς ἕως τοῦ πρώτου ἔτους εἶναι ὡσαύτως ἐν ταῖς αὐταῖς φυλαῖς ἐν αἷς πρότερον ἦσαν, ὁμοίως δὲ καὶ τ[οὺς ἐκγόνους]
αὐτῶν ἀπὸ τοῦ νῦν καταχωρίζεσθαι εἰς τὰς αὐτὰς φυλὰς ἐν αἷς οἱ πατέρες εἰσίν· ἀντὶ δὲ τῶν εἴκοσι βουλευτῶν ἱερέων τῶν αἱρουμένων κατ’ ἐνιαυτὸν ἐκ τῶν προ[υπαρχουσῶν]
τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶ[ν Εὐεργετῶν]
θεῶν ἄλλων πέντε· μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν, τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχο̣[ν αὐτῆς εἶναι],
καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσσάρων φυλῶν ὑπάρχει· καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψ̣ή̣[φισμα ἥ τε πέμπτη]
καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτελεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν παν[ήγυριν δημοτελῆ]
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύ[την]
παρθένον οὖσαν ἐξαίφνης μετελθεῖν εἰς τὸν ἀέναον κόσμον, ἔτι ἐνδημούντων παρὰ τῶι βασιλεῖ τῶν ἐκ τῆς χώρας παραγινομένων πρὸς αὐτὸν κατ’ ἐνιαυτὸ[ν ἱερέων],
οἳ μέγα μεν πένθος ἐπὶ τῶι συμβεβηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσείριος [ἐν τῶι]
ἐν Κανώπωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀ[λ]λὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμιωμένοις ὑπάρχει· καὶ ἡ ἀναγω[γὴ τοῦ]
ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ ἑνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοιάχ, τῶν ἐκ τῶν πρώτων ἱερῶν πάντων [θυσίας]
καθιδρῦσαι ἐν τῶι ἁγίωι, ὃ ὁ προφήτης ἤ τις τῶν εἰς τὸ ἄδυτον εἱρημένων ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκά̣[λα]ι̣ς ὅταν αἱ [ἐξοδείαι καὶ πανηγύρεις]
τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων· εἶναι δὲ τὴ̣[ν ἐπιτιθεμένην βασιλείαν]
τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης, ἐκ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπ[ιδοειδὴς βασιλεία, ταύτης]
διασαφεῖσθαι τὸ Βερενίκης ὄνομα κατὰ τὰ ἐπίσημα τῆς ἱερᾶς γραμματικῆς· καὶ ὅταν τὰ Κικήλλια ἄγηται ἑν τῶι Χοίαχ μηνὶ πρὸ τοῦ περίπλου τοῦ Ὀσείριο[ς κατασκευάσαι τὰς]
παρθένους τῶν ἱερέων ἄλλο ἄγαλμα Βερενίκης ἀνάσσης παρθένων, ὧι συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἄλλα τὰ συντελούμενα νόμιμα τῆι ἑορτ[ῆι ταύτηι. ἐξεῖναι δὲ]
κατὰ ταὐτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· ὑμνεῖσθαι δ’ αὐτὴν καὶ ὑπὸ τῶν ἐπιλεγομένων ἱερῶν παρ[θένων καὶ τὰς χρείας]
παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βασιλείας τῶν θεῶν, ὧν ἱερείαι νομίζονται εἶναι· καὶ ὅταν ὁ πρώιμος σπόρος παραστῆι, ἀναφέρε̣[ιν τὰς ἱερὰς παρθένους]
στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ· αἴδειν δ’ εἰς αὐτὴν καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν [τούς τε ὠιδοὺς ἄνδρας]
καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γράψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τὰ ἀντίγραφα καταχωρισθήσεται εἰς τὰς ἱερ[ὰς βύβλους· καὶ, ἐπειδὴ]
- Prose sur pierre 9
- Egypt and Nubia
οἱ ἄλλοι ἱερεῖς οἱ συναντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμ̣[π̣]τ̣η̣ν̣ τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ
βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν τ̣ὴ̣ν̣ β̣[α]σιλείαν παρὰ τοῦ πατρός, συνεδρεύσαντες
ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν εἶπαν· ἐπειδὴ [βασ]ιλ̣εὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν,
χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆ[ς π]ρ̣ὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν τῆι χώραι
πᾶσιν καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐλλιπέστερον ἀνα-
βάντος καὶ πάντων τῶν ἐν τῆι χώραι καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν
μέγιστον ὑπόμνημα καταλείποντες τοῖς τε νῦν οὖσιν καὶ τοῖς ἐπιγινομένοις. ἁνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλεί-
αν καὶ δώσουσιν τἆλ̣[λ]’ ἀ̣γ̣αθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον. ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς κατὰ τὴν χώραν ἱερεῦσιν τάς τε προϋπαρχούσας
τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν θεοῖς Ἀδελφοῖς καὶ τοῖς προγόνοις
σθαι [ἐν π]ᾶ̣σιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις, οἷς φορούσιν προσεγκολάπτεσθαι καὶ τὴν ἱερωσύνην τῶν Εὐεργετῶν θεῶν· προσαποδειχθῆ-
ν̣α̣[ι] δὲ πρὸς ταῖς νῦν ὑπαρχούσαις τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην, ἣ προσονομασθήησεται πέμ-
πτη φυλὴ τῶν Εὐεργετῶν θεῶν ἐπεὶ καὶ σὺν τῆι ἀγαθῆι τύχηι καὶ τὴν γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν
τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει, καὶ τοὺς τούτων ἐκγόνους εἰς τὸν ἀεὶ
χρόνον· τοὺς δὲ προϋπάρχοντας ἱερεῖς ἕως τοῦ πρώτου ἔτους εἶναι ὡσαύτως ἐν ταῖς αὐταῖς φυλαῖς, ἐν αἷς πρότερον ἦσαν· ὁμοίως δὲ καὶ τοὺς
ἐκγόνους αὐτῶν ἀπὸ τοῦ νῦν καταχωρίζεσθαι εἰς τὰς αὐτὰς φυλάς, ἐν αἷς οἱ πατέρες εἰσίν. ἀντὶ δὲ τῶν εἴκοσι βουλευτῶν ἱερέων τῶν αἱρουμένων
κατ’ ἐνιαυτὸν ἐκ τῶν προϋπαρχουσῶν τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς
ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν ἄλλων πέντε. μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης
φυλῆς τῶν Εὐεργετῶν θεῶν τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχον αὐτῆς εἶναι, καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσ-
σάρων φυλῶν ὑπάρχει. καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψήφισμα
ἥ τε πέμπτη καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτε-
μένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πόλου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν. καὶ ἐπειδὴ τὴν ἐγ βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύτην παρθένον
οὖσαν ἐξαίφνης μετελθεῖν εἰς τὸν ἀέναον κόσμον ἔτι ἐνδημούντων παρὰ τῶι βασιλεῖ τῶν ἐκ τῆς χώρας παραγινομένων πρὸς αὐτὸν κατ’ ἐνιαυτὸν ἱερέων,
οἳ μέγα μὲν πένθος ἐπὶ τῶι συμβεβηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν, καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσίριος ἐν τῶι
ἐν̣ Κ̣α̣[ν]ώ̣πωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀλλὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμωμένοις ὑπάρχει,
καὶ ἡ ἀναγωγὴ τοῦ ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ’ ἐνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοίαχ τῶν ἐκ τῶν π[ρώ]-
ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκάλαις, ὅταν αἱ ἐξοδεῖαι καὶ πανηγύρεις τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον
τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων. εἶναι δὲ τὴν ἐπιτιθεμένην βασιλείαν τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης
ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης ἐκ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπιδοειδὴς βασιλεία, τ̣α̣ύτης δ’ ὀπίσω σύμμετρον σκῆπτρον
σαφεῖσθαι τὸ Βερενίκης ὄνομα κατὰ τὰ ἐπίσημα τῆς ἱερᾶς γραμματικῆς. καὶ ὅταν τὰ Κικήλλια ἄγηται ἐν τῶν Χοιὰχ μηνὶ πρὸ τοῦ περίπλου τοῦ Ὀσείριος, κατα-
σκευάσαι τὰς παρθένους τῶν ἱερέων ἄλλο ἄγαλμα Βερενίκης ἀνάσσης παρθένων, ὧι συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἆλλα τὰ σ̣[υν]τ̣ελούμενα νό-
μιμα τῆι ἑορτῆι ταύτηι· ἐξεῖναι δὲ κατὰ ταὐτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· δ’ αὐτὴν καὶ ὑ-
πὸ τῶν ἐπιλεγομένων ἱερειῶν ἱερῶν παρθένων καὶ τὰς χρείας παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βασιλείας τῶ̣[ν θεῶ]ν̣, ὧν ἱέρειαι νομίζονται
εἶναι, καὶ ὅταν ὁ πρώϊμος σπόρος παραστῆι, ἀναφέρειν τὰς ἱερὰς παρθένους στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ, ἄιδειν δ’ εἰς αὐτὴν
καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν τούς τε ὠιδοὺς ἄνδρας καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γρά-
- Prose sur pierre 10
- Egypt and Nubia
τ̣ῶ̣ν̣ ὁ̣ρ̣ώμενον θυμι[ᾶται καὶ προσκυνῆται]
[καλούμενο]ν̣ Βερεν[ίκης ἀνάσσης παρθένων]·
- Prose sur pierre 11
- Egypt and Nubia
[— — — — — — εἰς τὴν πέμπτην] τοῦ Δ̣ί[ου] ἐ[ν ἧ]ι τὰ γενέθλια τοῦ βασι[λέως ἄγεται —]
[— — — κ]α[ὶ πα]ρὰ τῶν ἰδιωτῶν κ[αὶ πα]ρὰ τῶ[ν ἱερέων — — —15— — —]
[— — — τῶν Εὐ]εργετῶν θεῶν καὶ̣ π․[․․․․․]εν․[․]․ [— — —15— — —]
- Prose sur pierre 14
- Egypt and Nubia
— — — — — — — — — — — — — — — — — — — — — — — —
[καθ’ ὃν καιρὸν παρεγενήθη εἰς Αἴγυπτον] — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — —
[τοῖς κα]τὰ τὴν χώραν ἱερεῦ-
[σιν τάς τε π]ροϋπαρχούσας τιμὰς
[ἐν τοῖς ἱεροῖς βα]σιλεῖ Πτολεμαίωι
[καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας]
[καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἄλλα τὰ νομι]-
[ζόμενα συντελεῖν καθὰ τοῖς ἄλλοις θεοῖς ἐν ταῖς ἑορταῖς]
ταύτη τῆι ἡμέραι καὶ τὰ
παρασκευασθέντα εἰς τὴν
θυσίαν ἐπιδιαιρεῖσθαι πᾶσιν
- Prose sur pierre 16
- Egypt and Nubia
βασιλεύοντος τοῦ νέου καὶ παραλαβόντος τὴν βασιλείαν παρὰ τοῦ πατρὸς κυρίου βασιλειῶν μεγαλοδόξου, τοῦ τὴν Αἴγυπτον καταστησαμένου καὶ τὰ πρὸς τοὺς
θεοὺς εὐσεβοῦς, ἀντιπάλων ὑπερτέρου, τοῦ τὸν βίον τῶν ἀνθρώπων ἐπανορθώσαντος, κυρίου τριακονταετηρίδων, καθάπερ ὁ Ἥφαιστος ὁ μέγας, βασιλέως καθάπερ ὁ Ἥλιος,
τῆς Πτολεμαίου, μηνὸς Ξανδικοῦ τετράδι, Αἰγυπτίων δὲ Μεχεὶρ ὀκτωκαιδεκάτηι, ψήφισμα· οἱ ἀρχιερεῖς καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορευόμενοι πρὸς τὸν στολισμὸν τῶν
θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς καὶ οἱ ἄλλοι ἱερεῖς πάντες οἱ ἀπαντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς Μέμφιν τῶι βασιλεῖ πρὸς τὴν πανήγυριν τῆς παραλήψεως τῆς
βασιλείας τῆς Πτολεμαίου αἰωνοβίου, ἠγαπημένου ὑπὸ τοῦ Φθᾶ, θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου, ἣν παρέλαβεν παρὰ τοῦ πατρὸς αὐτοῦ, συναχθέντες ἐν τῶι ἐν Μέμφει ἱερῶι τῆι ἡμέραι ταύτηι εἶπαν·
ἐπειδὴ βασιλεὺς Πτολεμαῖος αἰωνόβιος, ἠγαπημένος ὑπὸ τοῦ Φθᾶ, θεὸς Ἐπιφανὴς Εὐχάριστος, ὁ ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης, θεῶν Φιλοπατόρων, κατὰ πολλὰ εὐεργέτηκεν τά θ’ ἱερὰ καὶ
τοὺς ἐν αὐτοῖς ὄντας καὶ τοὺς ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τασσομένους ἅπαντας, ὑπάρχων θεὸς ἐκ θεοῦ καὶ θεᾶς, καθάπερ Ὧρος ὁ τῆς Ἴσιος καὶ Ὀσίριος υἱός, ὁ ἐπαμύνας τῶι πατρὶ αὐτοῦ Ὀσίρει, τὰ πρὸς θεοὺς
εὐεργετικῶς διακείμενος ἀνατέθεικεν εἰς τὰ ἱερὰ ἀργυρικάς τε καὶ σιτικὰς προσόδους, καὶ δαπάνας πολλὰς ὑπομεμένηκεν ἕνεκα τοῦ τὴν Αἴγυπτον εἰς εὐδίαν ἀγαγεῖν καὶ τὰ ἱερὰ καταστήσασθαι
ταῖς τε ἑαυτοῦ δυνάμεσιν πεφιλανθρώπηκε πάσαις καὶ ἀπὸ τῶν ὑπαρχουσῶν ἐν Αἰγύπτωι προσόδων καὶ φορολογιῶν τινὰς μὲν εἰς τέλος ἀφῆκεν, ἄλλας δὲ κεκούφικεν, ὅπως ὅ τε λαὸς καὶ οἱ ἄλλοι πάντες ἐν
εὐθηνίαι ὦσιν ἐπὶ τῆς ἑαυτοῦ βασιλείας, τά τε βασιλικὰ ὀφειλήματα, ἃ προσώφειλον οἱ ἐν Αἰγύπτωι καὶ οἱ ἐν τῆι λοιπῆι βασιλείαι αὐτοῦ, ὄντα πολλὰ τῶι πλήθει, ἀφῆκεν, καὶ τοὺς ἐν ταῖς φυλακαῖς
ἀπηγμένους καὶ τοὺς ἐν αἰτίαις ὄντας ἐκ πολλοῦ χρόνου ἀπέλυσε τῶν ἐνκεκλημένων· προσέταξε δὲ καὶ τὰς προσόδους τῶν ἱερῶν καὶ τὰς διδομένας εἰς αὐτὰ κατ’ ἐνιαυτὸν συντάξεις σιτι-
κάς τε καὶ ἀργυρικάς, ὁμοίως δὲ καὶ τὰς καθηκούσας ἀπομοίρας τοῖς θεοῖς ἀπό τε τῆς ἀμπελίτιδος γῆς καὶ τῶν παραδείσων καὶ τῶν ἄλλων τῶν ὑπαρξάντων τοῖς θεοῖς ἐπὶ τοῦ πατρὸς αὐτοῦ
μένειν ἐπὶ χώρας προσέταξεν δὲ καὶ περὶ τῶν ἱερέων ὅπως μηθὲν πλεῖον διδῶσιν εἰς τὸ τελεστικὸν οὗ ἐτάσσοντο ἕως τοῦ πρώτου ἔτους ἐπὶ τοῦ πατρὸς αὐτοῦ· ἀπέλυσεν δὲ καὶ τοὺς ἐκ τῶν
φρονησάντων ἐν τοῖς κατὰ τὴν ταραχὴν καιροῖς κατελθόντας μένειν ἐπὶ τῶν ἰδίων κτήσεων· προενοήθη δὲ καὶ ὅπως ἐξαποσταλῶσιν δυνάμεις ἱππικαί τε καὶ πεζικαὶ καὶ νῆες ἐπὶ τοὺς ἐπελθόντας
ἐπὶ τὴν Αἴγυπτον κατά τε τὴν θάλασσαν καὶ τὴν ἤπειρον, ὑπομείνας δαπάνας ἀργυρικάς τε καὶ σιτικὰς μεγάλας, ὅπως τά θ’ ἱερὰ καὶ οἱ ἐν αὐτῆι πάντες ἐν ἀσφαλείαι ὦσιν· παραγινόμε-
νος δὲ καὶ εἰς Λύκων πόλιν τὴν ἐν τῶι Βουσιρίτηι, ἣ ἦν κατειλημμένη καὶ ὠχυρωμένη πρὸς πολιορκίαν ὅπλων τε παραθέσει δαψιλεστέραι καὶ τῆι ἄλληι χορηγίαι πάσηι, ὡς ἂν ἐκ πολλοῦ
χρόνου συνεστηκυίας τῆς ἀλλοτριότητος τοῖς ἐπισυναχθεῖσιν εἰς αὐτὴν ἀσεβέσιν, οἳ ἦσαν εἴς τε τὰ ἱερὰ καὶ τοὺς ἐν Αἰγύπτωι κατοικοῦντας πολλὰ κακὰ συντετελεσμένοι, καὶ ἀν-
αὐτῶν, ἐν ὀλίγωι χρόνωι τήν τε πόλιν κατὰ κράτος εἷλεν καὶ τοὺς ἐν αὐτῆι ἀσεβεῖς πάντας διέφθειρεν καθάπερ Ἑρμῆς καὶ Ὧρος ὁ τῆς Ἴσιος καὶ Ὀσίριος υἱὸς ἐχειρώσαντο τοὺς ἐν τοῖς αὐτοῖς
τόποις ἀποστάντας πρότερον. τοὺς τ’ ἀφηγησαμένους τῶν ἀποστάντων ἐπὶ τοῦ ἑαυτοῦ πατρὸς καὶ τὴν χώραν ἐ[νοχλήσ]αντας καὶ τὰ ἱερὰ ἀδικήσαντας παραγενόμενος εἰς Μέμφιν, ἐπαμύνων
τῶι πατρὶ καὶ τῆι ἑαυτοῦ βασιλείαι πάντας ἐκόλασεν καθηκόντως καθ’ ὃν καιρὸν παρεγενήθη πρὸς τὸ συντελεσθῆ[ναι αὐτῶι τὰ] προσήκοντα νόμιμα τῆι παραλήψει τῆς βασιλείας. ἀφῆκεν δὲ καὶ τὰ ἐν
τοῖς ἱεροῖς ὀφειλόμενα εἰς τὸ βασιλικὸν ἕως τοῦ ὀγδόου ἔτους, ὄντα εἰς σίτου τε καὶ ἀργυρίου πλῆθος οὐκ ὀλίγον· ὡσαύ[τως δὲ] καὶ τὰς τιμὰς τῶν μὴ συντετελεσμένων εἰς τὸ βασιλικὸν βυσσίνων ὀθ[ονί]-
θεῖον διάνοιαν· προσπυνθανόμενός τε τὰ τῶν ἱερῶν τιμιώτατα ἀνανεοῦτο ἐπὶ τῆς ἑαυτοῦ βασιλείας ὡς καθήκει· ἀνθ’ ὧν δεδώκασιν αὐτῶι οἱ θεοὶ ὑγίειαν, νίκην, κράτος καὶ τἄλλ’ ἀγαθ[ὰ πάντα],
τῆς βασιλείας διαμενούσης αὐτῶι καὶ τοῖς τέκνοις εἰς τὸν ἅπαντα χρόνον. ἀγαθῆι τύχηι· ἔδοξεν τοῖς ἱερεύσι τῶν κατὰ τὴν χώραν ἱερῶν πάντων, τὰ ὑπάρχοντα τ[ίμια πάντα]
τῶι αἰωνοβίωι βασιλεῖ Πτολεμαίωι, ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ, θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, ὁμοίως δὲ καὶ τὰ τῶν γονέων αὐτοῦ θεῶν Φιλοπατόρων καὶ τὰ τῶν προγόνων θεῶν Εὐεργ[ετῶν καὶ τὰ]
τῶν θεῶν Ἀδελφῶν καὶ τὰ τῶν θεῶν Σωτήρων ἐπαύξειν μεγάλως· στῆσαι δὲ τοῦ αἰωνοβίου βασιλέως Πτολεμαίου θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου εἰκόνα ἐν ἑκάστωι ἱερῶι ἐν τῶι ἐπιφα[νεστάτωι τόπωι],
ἣ προσονομασθήσεται Πτολεμαίου τοῦ ἐπαμύναντος τῆι Αἰγύπτωι, ἧι παρεστήξεται ὁ κυριώτατος θεὸς τοῦ ἱεροῦ, διδοὺς αὐτῶι ὅπλον νικητικόν, ἃ ἔσται κατεσκευασμέν[α τὸν τῶν Αἰγυπτίων]
τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμενα συντελεῖν καθὰ καὶ τοῖς ἄλλοις θεοῖς ἐν [ταῖς ἑορταῖς καὶ πα]-
νηγύρεσιν. ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε καὶ ναὸν χρυ[σοῦν καθ’ ἔκαστον τῶν]
τῶν ἀσπιδοειδῶν βασιλειῶν τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔσται δ’ αὐτῶν ἐν τῶι μέσωι ἡ καλουμένη βασιλεία ψχέντ, ἣν περιθέμενος εἰσῆλθεν εἰς τὸ ἐν Μέμφ[ει ἱερὸν ὅπως ἐν αὐτῶι συν]-
τελεσθῆι τὰ νομιζόμενα τῆι παραλήψει τῆς βασιλείας. ἐπιθεῖναι δὲ καὶ ἐπὶ τοῦ περὶ τὰς βασιλείας τετραγώνου κατὰ τὸ προειρημένον βασίλειον φυλακτήρια χρυ[σοῦ, δι’ ὧν διασαφήσεται διό]-
τι ἐστὶν τοῦ βασιλέως τοῦ ἐπιφανῆ ποιήσαντος τήν τε ἄνω χώραν καὶ τὴν κάτω· καὶ ἐπεὶ τὴν τριακάδα τοῦ τοῦ Μεσορῆ, ἐν ἧι τὰ γενέθλια τοῦ βασιλέως ἄγεται, ὁμοίως δὲ καὶ [τὴν ἑπτακαιδεκάτην τοῦ Φαωφί]
ἔν ἧι παρέλαβεν τὴν βασιλείαν παρὰ τοῦ πατρός, ἐπωνύμους νενομίκασιν ἐν τοῖς ἱεροῖς, αἳ δὴ πολλῶν ἀγαθῶν ἀρχηγοὶ πᾶσίν εἰσιν, ἄγειν τὰς ἡμέρας ταύτας ἑορ[τὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν Αἴ]-
γυπτον ἱεροῖς κατὰ μῆνα, καὶ συντελεῖν ἐν αὐτοῖς θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ νομιζόμενα, καθὰ καὶ ἐν ταῖς ἄλλαις πανηγύρεσιν τάς τε γινομένας προθέ[σεις, καὶ τὰ παρασκευασθέντα εἰς τὴν θυσίαν ἐπιδιαιρεῖσθαι τοῖς πα]-
ρεχομένοις ἐν τοῖς ἱεροῖς. ἄγειν δὲ ἑορτὴν καὶ πανήγυριν τῶι αἰωνοβίωι καὶ ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι κατ’ ἐνι[αυτὸν ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν]
χώραν ἀπὸ τῆς νουμηνίας τοῦ Θῶυθ ἐφ’ ἡμέρας πέντε, ἐν αἷς καὶ στεφανηφορήσουσιν συντελοῦντες θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ καθήκοντα· προσαγορε[ύεσθαι δὲ τοὺς ἱερεῖς, διότι εἰσὶν]
καὶ τοῦ θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου ἱερεῖς πρὸς τοῖς ἄλλοις ὀνόμασιν τῶν θεῶν ὧν ἱερατεύουσιν, καὶ καταχωρίσαι εἰς πάντας τοὺς χρηματισμοὺς καὶ εἰς τοὺς δ[ακτυλίους οὓς φοροῦσι προσεγκολάπτεσθαι τὴν]
ἱερατείαν αὐτοῦ. ἐξεῖναι δὲ καὶ τοῖς ἄλλοις ἰδιώταις ἄγειν τὴν ἑορτὴν καὶ τὸν προειρημένον ναὸν ἱδρύεσθαι καὶ ἔχειν παρ’ αὑτοῖς συντελο[ῦντας τὰ νόμιμα ἐν ἑορταῖς ταῖς τε κατὰ μῆνα καὶ]
[ταῖ]ς κατ’ ἐνιαυτόν, ὅπως γνώριμον ἦι διότι οἱ ἐν Αἰγύπτωι αὔξουσι καὶ τιμῶσι τὸν θεὸν Ἐπιφανῆ Εὐχάριστον βασιλέα, καθάπερ νόμιμόν ἐστι[ν αὐτοῖς· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στή]-
- Prose sur pierre 17
- Egypt and Nubia
left (55 ll.) = Rosetta ll. 1-11
[βασιλεύ]οντος τοῦ νέ[ου καὶ παρα]-
λαβόντος τὴν βασιλ[είαν παρὰ τοῦ]
πατρὸς, κυρίου βασιλ[ειῶν μεγα]-
ἱερῶν εἰς Μέμφιν τῶι βασιλεῖ πρ[ὸς τὴν πανή]-
γυριν τῆς παραλήψεως τῆς | βα[σιλείας τῆς]
Πτολεμαίου αἰωνοβίου, ἠγαπη[μένου ὑπὸ]
τοῦ Φθᾶ, θεοῦς Ἐπιφανοῦς, Εὐχα[ρίστου, ἣν]
παρέλαβεν παρὰ τοῦ πατρὸς [αὐτοῦ, συν]-
αχθέντες ἐν τῶι ἐν Μέμφει ἱερῶ[ι τῆι ἡμέραι]
ἐν αὐτοῖς ὄντας καὶ τοὺς ὑπὸ [τὴν] ἑ̣[αυτοῦ]
βασιλείαν τασσομένους ἅ[παντας, ὑπάρχων]
θεὸς ἐκ θεοῦ καὶ θεᾶς καθ[άπερ Ὧρος ὁ τῆς Ἴσιος]
[τῆς] ἀμπελίτιδος γῆς
[καὶ] τῶν παραδείσων κα[ὶ]
[τῶν] ἀλλῶν τῶν ὑπαρ-
[ξάν]των τοῖς θεοῖς ἐπὶ τοῦ
- Prose sur pierre 18
- Egypt and Nubia
[υσιν εἰς τὸ θεῖον διάνοιαν· προσπυνθανόμενος τε τὰ τῶν ἱερῶν τιμιώτατα ἀνενεοῦτο ἐπὶ τῆς ἑαυτοῦ βασιλείας, ὡς καθήκει· ἀνθ’] ὧ̣ν̣ δ̣εδώκ̣ασιν̣ αὐτῶι ο̣ἱ̣ θ̣ε̣ο̣ὶ̣ ὑ̣γίειαν, νίκην, κράτος καὶ τἆλλ̣’
[ἀγαθὰ πάντα, τῆς βασιλείας διαμενούσης αὐτῶι καὶ τοῖς τέκνοις εἰς τὸν ἅπαντα χρόνον· ἀγαθῆι τύχηι· ἔδοξεν τοῖς ἱερεῦ]σι τῶν κατὰ τὴν χώραν ἱερῶν πάντων, τὰ ὑπάρχοντα τίμια κα-
[τὰ τὰ ἱερὰ τῶι αἰωνοβίωι βασιλεῖ Πτολεμαίωι, ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ, θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, ὁμοίως δὲ καὶ̣ τὰ τῶν γονέων αὐτοῦ θ]ε̣ῶν Φιλοπατόρων καὶ̣ τῶν προγό̣νω̣ν θεῶν Εὐεργέτων κ̣α̣ὶ̣
[τὰ τῶν θεῶν Ἀδελφῶν καὶ τὰ τῶν θεῶν Σωτήρων ἐπαύξειν μεγάλως· στῆσαι δὲ τοῦ αἰωνοβίου βασιλέως Πτολεμαίου θεοῦ Ἐπιφανοῦς Εὐ]χ̣αρίστου εἰκόνα ἐν ἑκάστωι ἱε̣ρ̣ῶι ἐν τῶι ἐπιφαν̣ε̣στάτ̣ωι̣
[τόπωι, ἣ προσονομασθήσεται Πτολεμαίου τοῦ ἐπαμύναντος τῆι Αἰγύπτωι, ᾗ παρεστήξεται ὁ κυριώτατος θεὸς τοῦ ἱεροῦ, δ]ιδοὺς αὐτῶι ὅπλον ν̣ι̣κητικόν, ἃ ἔ̣σ̣ται κ̣α[τε]σ̣κευα̣[σ]μ̣ένα̣ τ̣-
[ὸν τῶν Αἰγυπτίων τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣
[πανηγύρεσιν· ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε] κ̣α̣ὶ̣ ν̣α̣ὸν χρυσοῦν̣ [κ]α̣θ̣’ ἕκαστο̣ν ἱερὸν καὶ καθιδρῦσαι ἐν το̣ῖ̣ς ἀδύ-
[έως χρυσᾶς βασιλείας δέκα, αἷς προσκείσεται ἀσπίς, καθάπερ καὶ ἐπὶ πασῶν τῶν ἀσπιδοειδῶν βασιλειῶν τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔ̣σται δ’ αὐτῶν ἐν τῶι μέσωι ἡ κ]α̣λ̣ο̣υμέ̣ν̣η [Ψ]χ̣ὲ̣ντ βασιλεία, ἣν περιθέμενος εἰσῆλθεν εἰς τὸ ἐν̣ Μ̣έ̣μ̣φ-
[ει ἱερόν, ὅπως ἐν αὐτῶι συν]τελεσθῆι τὰ νομιζόμενα τῆι παραλήψει τῆς τῆς βασιλείας· ἐπιθεῖναι δὲ καὶ ἐπὶ τοῦ περὶ τὰς βασιλείας τετραγώνου κατὰ τὸ προειρημένον βασίλειο]ν̣ φυ̣λ̣α̣κτήρια χρυσοῦ, δ̣ι̣’ ὧ̣ν̣ [διασαφ]ή̣[σε]τ̣α̣ι̣, δ̣ιότι ἐστὶν τοῦ βασιλέω-
[ς τοῦ ἐπιφανῆ ποιήσαντος τὴν τε ἄνω χώραν καὶ τὴν κάτω· καὶ ἐπεὶ τὴν τριακάδα τοῦ Μεσορῆ, ἐν ἧι τὰ γενέθλια τοῦ βασιλέως ἄγεται, ὁμοίως δὲ καὶ τὴν ἑπτακαιδεκάτην τοῦ Φαωφί, ἐν ἧι] π̣αρέλ̣α̣β̣ε τὴν β̣α̣σιλείαν πα̣ρ̣[ὰ τοῦ] π̣[ατρὸ]ς̣ ἐ̣π̣ω̣ν̣ύ̣μους νενομίκα-
[σιν ἐν τοῖς ἱεροῖς, αἳ δὴ πολλῶν ἀγαθῶν ἀρχηγοὶ πᾶσίν εἰσιν, ἄγειν τὰς ἡμέρας ταύτας ἑορτὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν Αἴγυπτον ἱεροῖς κατὰ μῆνα, καὶ συντελεῖν ἐν αὐτοῖ]ς θυσίας καὶ σπονδὰς καὶ [τἆλλα τὰ νομιζό]μ̣ε̣ν̣α̣ κ̣α̣θὰ καὶ ἐν ταῖς ἄλλα-
[ις πανηγύρεσιν τάς τε γενομένας προθέ[σεις τοῖς — — — — — — παρεχομένοις ἐν τοῖς ἱεροῖς· ἄγειν δὲ καὶ ἑορτὴν καὶ πανήγυριν τῶι αἰωνοβ̣ίωι καὶ ἠγαπημένωι ὑ]π̣ὸ Φθᾶ, βασιλε̣ῖ̣ Π̣τ̣ο̣λ̣ε̣[μαίωι θεῶι Ἐπ̣ι̣φ̣α̣ν̣ε̣ῖ̣ Ε̣ὐ̣χ̣α̣ρ̣ί̣σ̣τωι κατ’ ἐνιαυτ-
[ὸν ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν χώραν ἀπὸ τῆς νουμηνίας τοῦ Θῶϋθ ἐφ’ ἡμέρας πέντε, ἐν αἷς καὶ στεφανφορήσουσιν συντελοῦντες θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ] κα̣θήκοντα· προσ̣α̣γ̣ο̣[ρε]ύ̣ε̣σθ̣α̣ι̣ [δὲ καὶ τοὺς ἱερ]ε̣ῖ̣ς̣ πάντας, διό̣τ̣ι̣ εἰσὶν καὶ τοῦ θ̣ε̣-
[οῦ Ἐπιφανοῦς Εὐχαρίστου ἱερεῖς πρὸς τοῖς ἄλλοις ὀνόμασιν τῶν θεῶν, ὧν ἱερατεύουσιν, καὶ καταχωρίσαι εἰς πάντας τοὺς χρηματισμοὺς καὶ εἰ]ς τοὺς δ̣α̣κτυλ̣ί̣ο̣υ̣[ς ἐγκολάψαι τὴν] ἱ̣ε̣ρ̣α̣τ̣ε̣ί̣α̣ν̣ α̣ὐ̣τ̣ο̣ῦ̣· ἐξε̣ῖ̣ν̣α̣ι̣ δὲ καὶ τοῖς ἄλ̣λοι̣ς̣
[ἰδιώταις ἄγειν τὴν ἑορτὴν καὶ τὸν προειρημένον ναὸν ἱδρύεσθαι καὶ ἔχειν παρ’ αὑτοῖς συντελοῦντας τὰ νόμιμα ἐν ἑορταῖς ταῖς τε κατὰ μῆνα καὶ ταῖς κατ’ ἐνιαυτόν, ὅπως γν]ώριμον ἦι διότι οἱ ἐν Α̣ἰ̣[γυπτωι αὔξουσι καὶ τιμ]ῶ̣σ̣ι̣ τὸν θ̣εὸν Ἐπιφα̣ν̣ῆ̣ Εὐχάριστο-
[ν βασιλέα, καθάπερ νόμιμόν ἐστιν αὐτοῖς· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στήλας στερεοῦ λίθου τοῖς τε ἱεροῖς καὶ ἐγχωρίοις καὶ ἑλληνικοῖς γράμμασιν, καὶ στῆσαι ἐν] ἑ̣κ̣ά̣στωι τῶν τε πρώτων καὶ δευ̣τ̣έ̣ρ̣ω̣ν̣ κ̣α̣ὶ̣ τ̣ρ̣ίτω̣ν̣ ἱερῶν πρὸς τῆι εἰκόνι [τῆι τοῦ αἰωνοβίου βασιλέως].
- Prose sur pierre 19
- Egypt and Nubia
․ καὶ ἐν τῆι γενεθείσηι χρείαι, προσ[όδων δεομένων ἡμῶν, τὸν τότε ὄν]-
τα τῶν Αἰθιόπων ἐπάρχοντα Φοι[․․․․․․ παρακαλέσας, ὁ στρα]-
τηγὸς ἐποίησεν ἡμῖν μῆν[α σύνταξιν ἐπιδοθῆναι σίτου μὲν]
καὶ ὑπομνηματογράφωι ὅπως Φ[οι․․․․․․ γράψηι, ἵνα διατηρῆι ἡμῖν]
κατὰ μῆνα τὰ προκείμενα μηθὲν π[αραλείπων φροντίδος μητ’ εὐνοίας]
καὶ ἵνα ἡμῖν κατακολουθῆι τοῖς ἔτι [πρότερον ἐπικεχωρημένοις ὑπ’ αὐτοῦ]
- Prose sur pierre 21
- Egypt and Nubia
[— — — — — — — — —]ναι ἐφ’ οἷς καὶ του[․․․․․]ε[․․․]ξατο τὴν τῶν ε․․
[— — — — — — καλῶ]ς δ’ ἔχοντος καὶ τὸ γεγ[ονὸς] παρὰ τωπ․ρ̣ι̣φανε.
[— — — — — ․ δεδόχθαι —?— τ]οῖς νεανίσκοις ἀναγ[ρ]ά[ψ]αι τὸ ψήφισμα τοῦτ[ο]
[καὶ τὴν παρὰ τῶν βασιλέων ἐπιστολὴν τ]ὴν περὶ τούτων εἰς στήλ[η]ν λι[θίν]ην τοῦ γείτονος ε[— —]
[— — — καὶ ἀνατε]θ̣ῆναι ταύτην ἐν τῶι γυμ[νασίωι παρ]ὰ τῇ ἑσταμένη[ι]
[— — εἰκόνι — — —]ου πρώτου φίλου καὶ κτίστου τοῦ γυμνασίου, ὅπως τ․
[— — — — — — — —]ι̣ παρὰ τῶν σεμνοτάτων βασιλέων ἀπομνημονεύ[η]-
[ται εἰς τὸν ἄπαντα χρόνον. — — —]
[〚βασιλεὺς Πτολεμαῖος καὶ〛 βασί]λισσα Κλεοπάτρα ἡ ἀδελφὴ 〚καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ〛
[τοῖς ἐκ τοῦ ἐν Ὄμβοις γυμνασίο]υ χαίρειν. Ἀλκιμάχου καὶ Θεμιστοκλέους τῶν παρ’ ὑμῶν ἀποδό[ν]-
[των ἡμῖν τὴν ἔντευξιν] πρὸς Βόηθον τὸν συγγενῆ καὶ στρατηγὸν τὴν ὑποκειμένη[ν]
- Prose sur pierre 22
- Egypt and Nubia
[Λό]χωι τῶι ἀδελφῶι χαίρειν· [τῆ]ς̣ δ̣[εδο]μ̣έ̣ν̣η̣ς ἡμ̣ῖν
[ἐντεύξε]ως παρὰ τῶν ἱ[ερέων τῆς ἐν τῶι Ἀβάτ]ωι καὶ ἐ̣ν̣
[Φίλ]αις̣ Ἴσιδ̣ος ὑποτετ̣ά̣[χαμέν σοι τὸ] ἀντίγρα[φον]·
κί, θεοῖς Εὐεργέταις, χαίρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά-
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι-
δημοῦντες εἰς τὰς Φίλας στρατηγοὶ καὶ ἐπιστάται
κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά-
ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας,
καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ
λογράφωι, γράψαι Λόχωι τῶι συγγενεῖ καὶ στρατηγῶι τῆς
Θηβαίδος μὴ παρενοχλεῖν ἡμᾶς πρὸς ταῦτα μηδ’ ἄλ-
λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι
τὴν γεγονυῖαν ἡμῖν ὑφ’ ὑμῶν περὶ τούτων φιλανθρωπίαν,
ἵνα ἡ ὑμετέρα χάρις ἀείμνηστος ὑπάρχει παρ’ αὐτῆι εἰς τὸν
ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν
- Prose sur pierre 24
- Egypt and Nubia
[— — — θύσας ἐφ’ οὗ ἱδρύσ]ατο βωμοῦ τῆι τε μεγίστῃ θεᾶι Ἥραι τελ[είας ἀναβάσεως χάριν — — —]
[— — — — — — — — συ]νπαραλαβὼν δὲ τὸυς συγγενεῖς καὶ το[ὺς φίλους — — —]
[— — — — — — — — — —] ἐν αἷς ἡ τοῦ Νείλου πηγὴ ὀνομαζομέ[νη Φιάλη — — —]
[τῶν βασιλέων ἐπικεχωρημένα ἵνα ἀ]είμνηστον τὸ ὄνομα αὐτοῦ τε καὶ βασ[ιλίσσης Κλεοπάτρας τῆς μητρὸς καὶ βασι]-
[λίσσης Κλεοπάτρας τῆς ἀδελφῆς παρ’ ἡμῖν ὑπ]άρχῃ ἐς τὸν ἅπαντα χρόνον κυριεύουσι τ[ῆς ἐπικεχωρημένης ἡμῖν συντάξεως διὰ παντός].
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμ]αῖος τοῖς ἐν Ἐλεφαντίνηι ἱερεῦσι τ[οῦ Χνούβω Νεβιὴβ καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν]
[Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐ]πιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶ[ν Φιλομητόρων καὶ θεοῦ νέου Φιλοπάτορος καὶ θεοῦ]
[Εὐερ̣γέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων χαί]ρειν· παραγεγονότες εἰς τοὺς καθ’ ὑμ[ᾶς τόπους μὲν εἰς τὴν θεόκτιστον πόλιν]
[Ἐλεφαντίνην — — — — — — παραγινάμενοι] δ’ ἐπὶ τῆς συνορίας τῶν Αἰθιόπων καὶ ἔχο[ντες θεῶν Εὐεργετῶν διάνοιαν — — — — — —]
[— — — — ἕνεκα τοῦ τῶν ἱερῶν προσόδων κ]ατὰ λόγον ἐπιτελεῖσθαι τοῖς θεοῖς τὰ νομιζό[μενα — — — — — — — — — — — — — — —]
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμαῖος] Φομμοῦτι τῶι ἀδελφῶι χαίρειν· ἐρρώμεθα, [εἰ δ’ ἔρρωσαι καὶ τἆλλα κατὰ λόγον ἐστίν],
[εἴη ἂν ὡς βουλόμεθα. τῆς γεγραμμένης παρ’ ἡμῶν ἐ]πιστολῆς πρὸς τοὺς ἐν Ἐλεφαντίνηι ἱερεῖ[ς τοῦ Χνούβω Νεβιὴβ καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν]
[Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφ]ανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητό[ρων καὶ θεοῦ νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν]
[βασίλισσα Κλεοπάτρα καὶ βασιλεὺς Πτολεμαῖ]ος Ἑρμοκράτει τῶι ἀδελφῶι χαίρειν· τ[ῆς δεδομένης ἡμῖν ἐντεύξεως ὑπὸ τῶν ἀπὸ Συ]-
[ήνης σκληρουργῶν(?) — — — — — — — — — — —] τῶν παρεχομένων δὲ τὰς ἐν τῆι αὐλῆι χρεί[ας — — — — — — — — — — — — — — — —]
[— — — — — — — τὸ ἀντίγραφον ὑποτετάχαμεν· γ]ινέσθω οὖν καθάπερ ἀξιοῦσι· ἔρρωσ[ο — — — — — — — — — — — — — — — — — — — — —]
[βασιλίσσηι Κλεοπάτραι καὶ βασιλεῖ Πτολεμαίωι, θ]ε̣οῖς Φιλομήτορσι, Σωτῆρσι χαίρειν· οἱ ἀπὸ [Συήνης σκληρουργοὶ(?) — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — κα]ὶ ἐπὶ τοῦ κατὰ Συήνην ὄρους τὰς χρείας [παρεχομένοι ἐν τῆι αὐλῆι — — — — — — — — — —]
[— — ἐν Ἐλεφαντίνηι ἱεροῦ δεδοξασμένου ἔ]τι ἐξ ἀρχαίων καὶ ὄντος τῶν πρώτων λο[γίμων ἱερῶν — — — — — — — — — — — — —]
[φήσεται εἰς τὸν ἅπαντα χρόνον τὰ περ]ιγεγονότα ὑπὸ τοῦ πατρὸς φιλάνθρω[πα ἵνα ἀείμνηστον τὸ ὄνομα αὐτοῦ τε καὶ τῆς]
[βασιλίσσης Κλεοπάτρας ὑπάρχηι καὶ τὰ ὑπὸ] τοῦ πατρὸς προστεταγμένα καὶ περὶ ἡ[μᾶς ἐπιτεληθῇ — — — — — — — — — — — — —]
[— — — — — δεόμεθ’ οὖν ὑμῶν] θεῶν νικηφόρων καὶ αἰωνοβίων εἰ δοκ[εῖ προστάξαι — — — — — — — τῶι συγγενεῖ καὶ]
[χρηματισμούς, ἵνα εἰς τὸν ἄπαντα χρόνον χά]ριτας ὀφείλωμεν· εὐτυχεῖτε. [— — — — — — — — — — — — — — — — — — —]
[Ἑρμοκράτης τῷ δεῖνα χαίρειν· τῆς δεδομένης ἡμῖν ἐπιστ]ολῆς ἀντίγραφον ὑπόκειται ὅπως κατακολουθή[σας μηδὲν φροντίδος παραλίπηις· ἔρρωσο].
[— — — — — — — — — — — — — — — — — ὑ]πετάγη ἡ προκειμένη ἐπιστολή.
[— — — — — — — — — — — — — — — ἐν Ἐλ]εφαντίνηι ἱεροῦ δεδοξασμένου ἐξ ἀρχαίων καὶ [ὄντος τῶν πρώτων λογίμων ἱερῶν — — —]
[— — — — — — — — — — — — — — — — — —]ς καὶ αὐστηροῖς τόποις παρορίοις τῆι Αἰθιοπίαι θ[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — π]έρα τῆς παρ’ ὑμῶν μεγαλομερείας προήγμεθα προ[— — — — — — — — — — — — — — — —]
[ἱερᾶς γῆς νήσου καλουμένης Ψὼ ἀνιερωμένης θεῶ]ι Χνουμὼ Νεβιήβ, γεωργουμένης δ’ εἰς τὸ ἐν Ἐλ[εφαντίνηι Χνουμιεῖον — — — — — — — — —]
- Prose sur pierre 27
- Egypt and Nubia
γαγέσθαι δ’ εἰς τὸ γυμνάσιον καὶ πολιτογραφῆσαι ἄνδρας δεκαπέντε ὄντ̣[ας]
ἀξίους τοῦ τόπου, τὰ δὲ παρὰ τούτων πεσούμενα εἰσόδια ἀποκατασ̣τ̣[αθῆ]-
ναι τῶι κοινῶι ἀντὶ τῶν κεκριμένων δοθῆναι εἰς τὴν κατασκευὴν τῶν δύο
- Prose sur pierre 28
- Egypt and Nubia
[ὧδε πεφυτευ]μένων δένδρων·
[ἐὰν δέ τις π]αρευρέσει ᾕτινι οὖ[ν]
[ἢ μηχανῇ το]ύτων τι εὑρεθῇ π̣[οιῶν],
- Prose sur pierre 29
- Egypt and Nubia
κατηρτίσατο δίδοσθαι
παρά τε ἑαυτοῦ καὶ τῶν
διὰ τῆς μερίδος ἀσχο-
- Prose sur pierre 30
- Egypt and Nubia
θ[ρίβ]ει τοῦ Ἀρκεντεχθαὶ τὸ μὲν πρῶτον καὶ λόγιμον ἀρχ[α]ιότατόν τε καὶ ἐνδο-
ξότατον τῶν πλείστων ὑπάρχον τῶν μὲν ἄλλων τιμῶν τετευχένιαι τετευχέναι λείπ̣[εσ]θ-
αι δὲ ἐν τῷ μὴ εἶναι ἄσυλον, προστετάχαμεν ἐπιχωρῆσαι καὶ τούτῳ τῷ ἱερῶι
- Prose sur pierre 31
- Egypt and Nubia
τῆς Ἡρακλείδου μερίδος κατηρ-
τίσθηι δίδοσθαι παρά τε ἑαυτοῦ
καὶ τῶν ὑπασχολουμένων ἐν
τῆι οἰκονομίαι διὰ τῆς μερίδος
κατ’ ἐνιαυτὸν ἀπαρχὴν εἰς τὸ
ἱερὸν τοῦ μεγίστου θεοῦ Σοκνο-
- Prose sur pierre 32
- Egypt and Nubia
[καὶ Ἡρ]ώδης Νείλου ἀμ[φ]ότεροι τῶν ἐκ τῆς θερ[α]-
πήας αʹ πρώτου σημήου. ὑπάρχοντος π[ρὸς] Μαγδῶ[λα]
ἱεροῦ Ἥρωνος θεοῦ μεγίστου, ἔτι δὲ καὶ ἱερ[ᾶς]
γῆς ἀχρήστων, ἐν αἷς καὶ προσκλύζει ὁ προσπαρα-
κείμενος αἰγιαλός, ἐν δὲ τούτωι ἀνακειμένω[ν]
χάριν τοῦ μὴ μόνον τοὺς ἐπὶ πραγμάτων τετα[γ]-
μένους συνεχέστερον παραγινομένους συκο-
φαντίας καὶ σεισμοῦς ἕνεκα παρενοχλεῖν καὶ
παραλογεύειν τὸ σημαινόμενον ἱερόν, ἀλλὰ
καὶ ἐν ταῖς γινομέναις παρ’ ἕκαστον ἐν τῆι
κώμηι λογείαις ἐπιχιρ̣[ε]ῖν τοὺς ἐκ τού[τ]ου ἱερεῖς
πράσσειν παρὰ τὸ καθῆκον τὸ ὅμοιον· τὸ δ’ ὅλον
οὐ προσηκόντως ἐπιτηδεύουσιν ἀπαιτεῖν
ἠξιωμένοις μηδενὶ ἐπιτρέπειν πράσσειν
μηδὲ παραλογεύειν μηδὲ εἰσεῖναι εἰς τὸ
ἱερὸν μήτε ἡμᾶς μήτε τοὺς ἁγνεύοντας ἱερεῖς
μηδὲ τὸν προφήτην ἀπαιτεῖν μηθὲν μη[δὲ]
παρενοχλεῖν κατὰ μηδενὰ τρόπον μηδὲ μ̣ὴ̣ν̣
τῆς ἱερᾶς ἀχρήστου παρευρέσει ᾑτινιοῦν· ὅπως
πολλο͂ι μᾶλλον προθυμότερον τὰ νομιζόμενα
- Prose sur pierre 33
- Egypt and Nubia
κατὰ τοὺς διαγεγονότας χρόνους τετευχότος,
νυνὶ δὲ ἔνιοι τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ κα-
θῆκον ἀναστρεφόμενοι οὐ μόνον ἐγβιάζονται τοὺς
ραψίας καὶ τῆς χειρίστης βίας ἀτακτότερον εἰσο-
δεύοντες ἀφόσια μὲν τελοῦνται ἀσεβήματα παρ’
ἣν ἔχεις, θεότατε βασιλεῦ, πρὸς τὸ θεῖον εὐσέβειαν,
μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δεόμεθά σου τοῦ νι-
κηφόρου θεοῦ, εἰ δοκεῖ, ἐπιχωρῆσαι ἄσυλον ὑπάρχε-
ι τὸ διασαφούμενον ἱερόν, καὶ προθεῖναι στή-
τε σοῦ, μέγιστε βασιλεῦ, εἱς τὸ μηδένα εἰσβι-
άζεσθαι τρόπωι μηδενί, τοὺς δὲ παρὰ ταῦτα π̣ο̣ι̣-
οῦντας ἐνέχεσθαι ἱεροσ[υλίαι] καὶ πείπτειν ὑπ[ὸ πι]-
- Prose sur pierre 34
- Egypt and Nubia
τας χρόνους τετευχότος, νυνὶ δὲ ἔνιοι
τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ καθῆκο-
ν ἀναστρεφόμενοι οὐ μόνον ἐγβιάζονται τοὺς
εἰσοδεύοντες ἀφόσια μὲν τελοῦνται ἀσεβήματα,
παρ’ ἥν ἔχεις, θεότατε βασιλεῦ, πρὸς τὸ θεῖον εὐ-
σέβειαν, μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δε-
όμεθά σου τοῦ νικηφόρου θεοῦ, εἰ δοκεῖ, ἐπιχωρῆσαι α
ἄσυλον ὑπάρχειν τὸ διασαφούμενον ἱερὸν καὶ προ-
θεῖναι στήλας λιθίνας ἐκ τῶν τεσσάρων ἀνέμων, κυκλό-
ς τὸ μηδένα εἰσβιάζεσθαι τρόπωι μηδενί,
τοὺς δὲ παρὰ ταῦτα ποιοῦντας ἐνέχεσθαι
ἱεροσυλλίαι ἱεροσυλίαι καὶ πείπτειν ὑπὸ πικροτέραν δι-
- Prose sur pierre 35
- Egypt and Nubia
[Καλλιμ]ά[χ]ου [τῶν ὁμοτίμων τοῖς συγγενέσι καὶ στρατηγοῦ καὶ]
[νομάρχου] κα[ὶ ἱ]ππάρχου ἐπ’ ἀνδρῶν επ[․․․․․․15․․․․․․․]
[․․․․․․α]τοὺς ἡμίσεις· ἔδοξεν τῶ[ι κοινῶι τῶν δεῖνα, ἐπειδὴ Καλ]-
[λίμαχο]ς τῶν ὁμοτίμων τοῖς συγγ[ενέσι καὶ στρατηγὸς]
[καὶ νο]μάρχης τοῦ Παθυρίτου καὶ το[ῦ ἐπιτάγματος ἱππ]-
[άρχης] ἐπ’ ἀνδρῶν τοὺς τὸν νο[μὸν κατοικοῦντας ἀποκατέ]-
[στησεν ε]ἰς τὴν ἀσφαλεστάτην [εἰρήνην ἐπιδοὺς ἑαυτὸν μεγα]-
[λοψύχως, τ]οῖς δὲ [β]ουλομένοις τη[ρῆσαι εὐδίαν ․․․․․]
[παρέσχη]κεν εὔχρηστα πολλ[ά ․․․․․․․․․․․]
[․․․․․․]υ καὶ πολ[ε]ιτικήν κ[․․․․․․․․․]
- Prose sur pierre 36
- Egypt and Nubia
ὑπόκειται, ὅπως εἰδότες καταχ[ω]ρίσητε
ἐν τῶι παρ’ ὑμῖν δημοσίωι, ὠς καθήκει,
καὶ ἑαυτῶν ἐπιμελούμενοι ἵν’ ὑγιαίνητε·
- Prose sur pierre 37
- Egypt and Nubia
δομένης τοῖς βασιλεῦσιν ἐντεύ-
ξεως παρὰ Φιλίππου τοῦ Τιμοκράτους,
μετενηνεγμένης δ’ ἐφ’ ἡμᾶς σὺν τῶι
Φίλιππος Τιμοκράτους Κορίνθιος τῶν αʹ πρώτων φίλων
καὶ χ(ιλι)ά(ρχων) καὶ περὶ ὑμᾶς μαχαιροφόρων· ὑπάρχοντος
ἐν κώμῃ Θεαδελφείαι τοῦ Ἀρσινοίτου ἱεροῦ Ἴσιδος
Ἡρακλέους θεοῦ μεγάλου Καλλινίκου, ἐν οἷς καὶ ἱκό-
νες ὑμῶν ἀνάκεινται, τινῶν δὲ παρὰ τὴν ὑμε-
τέραν προαίρεσιν ἐπιτηδευόντων εἰσβιάζεσ-
[οὐδ]ενὶ ἐφέσεως οὔσης ἐν τούτοις [βί]αιον δια-
πράσσεσθαι πρὸς τὸ ἀπαραποδίστως τὰ νομι-
ζόμενα τοῖς θεοῖς ἐπιτελεῖσθαι ὑπέρ τε
λίαν κατακολουθῇ τοῖς προστεταγμέ-
νοις μηθενὶ ἐπιτρέπειν παρὰ ταῦτά τι
ἐπιτελεῖν, οὐδενὶ ἐφέσεως οὔσης εἰσ-
τὰ ὑφ’ ὑμῶν, μέγιστοι βασιλεῖς, προστε-
ταγμένα, εἰς τὸ μηθὲν παρὰ ταῦτα
ἐπιτελεῖσθαι, ἵν’ ὦ πεφιλανθρωπη-
- Prose sur pierre 38
- Egypt and Nubia
Ἀπολλοφάνης Βίωνος Ἀντιοχεὺς τῶν αʹ πρώτων
φίλων καὶ χιλιάρχων λογχοφόρων. ὑπάρχει
ἐν Εὐημερίαι κώμηι τοῦ Ἀρσινοΐτου τῆς
καὶ παστοφόρους καὶ τοὺς ἄλλο[υς]
παρενοχλοῦντος, ἐνκολαφθῆναι δ[ὲ]
τήν τε ἔντευξιν καὶ τὸ πρὸς αὐτὴν
- Prose sur pierre 39
- Egypt and Nubia
Φιλαδέλφωι χαίρειν Διονυσόδωρος
Ἀθηνοδώρου Ἀθηναῖος· ὑπάρχειν ἐν Εὐ-
ημερίαι τοῦ Ἀρσινοΐτου ἱερὸν Ἄμμωνος
νομένου ἱεροῦ ὑπέρ τε σοῦ καὶ τῶν προ-
γόνω[ν σ]οῦ, μενούσης καὶ τῆς παρὰ
τῶν πλησίων ἱερῶν συνκεχ[ω]ρ̣ημένης
φόρου θεοῦ, εἰ δ[οκ]εῖ, ἀβ[λαβ]οῦς τοῦ
πράγματος ὑ[π]ά[ρ]χοντος, [καθ’ ἣν]
ἔχεις πρὸς τὸ θεῖον εὐ[σέβ]ει[αν], π̣ροσ-
- Prose sur pierre 40
- Egypt and Nubia
γωγῆς τῶν συγγεώργων ἐχόντων δὲ τὰς κτήσεις περὶ Ψενάμω-
σιν τοῦ Βερενίκης νομοῦ, λόγων γενομένων περί τε ἄλλων καὶ διότι Πάρις
ὁ συγγενὴς φιλανθρώπως χρώμενος τῆι συνόδωι καὶ κοινῆι πάντας καὶ
ραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ πυλῶνος ἀνατεθεικότα
Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνόδωι· δίκαιον γὰρ τοῖς φιλαγάθως
τῶι κοινῶι ἀπαντῶσιν τὴν παρὰ πάντων μεμερίσθαι τιμήν· ἐὰν δὲ καὶ ἕτερα φιλο-
τιμούμενος ἀπολείπηι τῶι κοινῶι, καὶ ἄλλην αὐτοῦ ἐν τῆι πόλει ἡμέραν ἄγεσθαι,
ὧν ἂν τὰ ὀνόματα ἐπιδῶ[ι]· τύχηι τῆι ἀγαθῆι· ὑφ’ ὃ καὶ ὑπέγραψαν ὄντες κθʹ.
ἔτους ὀκτωκαιδεκάτου, Φαῶφι· ἐπεὶ Πάρις ὁ συγγενής, οἰκείως καὶ φιλαν-
θρώπως τὰ πρὸς ἡμᾶς διακείμενος, πρότερον μὲν τοῦ ὑπάρχοντος αὐτῶι ἐν τῆι
Ψεναμώσει τόπου εὐθετοῦντος ἡμῖν εἰς οἰκοδομὴν οἴκου καὶ γυμνασίου, προ-
αιρουμένων ἡμῶν τιμὴν αὐτοῦ δοῦναι, οὐκ ὑπέσχετο λαβεῖν ἀλλὰ δωρεὰν ἐχαρί-
σατο, ὅθεν καὶ παρ’ ἡμῶν γεγονέναι αὐτῶι τιμὰς τὰς διὰ τοῦ προκειμένου δόγμα-
τος κεκυρωμένας εἰκόνας δύο, ἃς καὶ ἀναθεῖναι ἔν τε τῶι γυμνασίωι καὶ τῶι οἴκωι,
ἄγεσθαι δὲ αὐτοῦ καὶ ἡμέραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ
πυλῶνος ἀνατεθεικότα Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνό-
δωι, δίκαιον γὰρ τοῖς φιλαγάθως τῶι κοινῶι ἀπαντῶσιν τὴν παρ’ αὐτῶν μεμερίσθαι
τιμήν, ἐπιδέξασθαι δὲ εἰς τὴν σύνοδον δωρεὰν τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἄνδρας
αὐτὸν καὶ ἱερέα διὰ βίου καὶ ἀζήμιον καὶ ἀσύμβολον καὶ ἀνεπιμηνίευτον καὶ ἀλειτούργη-
τον καὶ ἀνείσφορον καὶ λαμβάνειν διπλᾶ μέρη· ἐὰν δὲ μὴ παρῆι, πέμπεσθαι αὐτῶι, στεφανοῦ-
σθαι δὲ καὶ κατὰ πόσιν διαφέροντι στεφάνωι ὑπὸ τοῦ κοινοῦ· ἐὰν δὲ γηραιὸς γενόμενος με-
- Prose sur pierre 41
- Egypt and Nubia
[ἐτ]ῶν ἐκπλειόνων συνεωρῶμεν Ἡ̣[ρώιδην Δημητρίου ἱπ]-
[π]άρχην ἐπ’ ἀνδρῶν κατοί[κ]ων ἱππ̣[έων] — — — —
․ετο․․ις καὶ ἐν τοῖς κατὰ τὴν [ἀρχὴν(?) — — — — — ἐ]-
[νω]ν πρὸ τούτων δογμάτων δεδ[ήλωται ․․․․․․․c.18․․․․․․․ πολλῶι]
[δ]ὲ μᾶλλον Ἡρώδης Δημητ[ρίου, ἱππάρχης ἐπ’ ἀνδρῶν τῶν κατοίκων]
[ἱπ]πέων, αὐθαιρέτως ἐπιδεξ[άμενος ․․․․․․․c.19․․․․․․․․ τὴν γυμν]-
[α]σιαρχίαν, τὴν ἑαυτοῦ πρ[ὸ]ς τὰ [συμφέροντα τῶι κοινῶι πατροπαράδ]-
[οτ]ον αἵρεσιν συμφανῆι κ[α]θέσ[τηκεν καὶ ταύτην τὴν σπου]-
[τ]όν τε στρατηγὸν καὶ τοὺς ἄλλους π[άντας τοὺς ἐνταῦθα]
[π]αρ̣επιδημοῦντας τῶν ἀπ’ Ἀλεξαν[δρείας]
․․ασεων τῶν αὐτόθι στρατιωτῶν ἐν [τῶι γυμνασίωι ἐπὶ δύο]
[κ]αὶ προαιρούμενον ἀντάμειψιν ποιή[σασθαι ὧν]
[παρ]εσχηται φιλαγαθιῶν· vac. ἀγαθ[ῆι τύχηι — — — — —]
— — — — —κα̣ι— — — — — —
- Prose sur pierre 42
- Egypt and Nubia
μένης τῆι θεᾶι βασιλίσσηι ἐντεύξεως
παρὰ τῶν ἱερέων τοῦ ἐν τῆι κώμηι Πνεφερῶτος
θεοῦ μεγάλου, μετενηνεγμένης δ’ ἐφ’ ἡμᾶς
ωμένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται·
τούτου δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρα-
τεθεωρημένον· οὐ δυνάμενοι δὲ τοῦ ἱεροῦ
- Prose sur pierre 43
- Egypt and Nubia
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δεδομένης
τῆι θεᾶι βασιλίσσηι ἐντεύξεως παρὰ τῶν ἱερέων
τοῦ ἐν τῆι κώμηι Πνεφερῶτος θεοῦ μεγάλου, μετε-
μένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται· τού-
του δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρατεθε-
ωρημένον· οὐ δυνάμενοι δὲ τοῦ ἱεροῦ ἀποσπᾶ-
- Prose sur pierre 44
- Egypt and Nubia
[τῶι ἐπιστάτηι] Θεαδελφείας· τῆς δεδ[ομένης τῆι θ]εᾷ
[βασιλίσσ]ηι ἐντεύξεως παρὰ τῶν ἱερέ[ων τοῦ ἐν τῆι] κώ-
[μηι Πν]εφερῶτος θεοῦ μεγάλου μετε[νηνεγμένη]ς δ’
[περ ἐ]πὶ τῶν ὁμο[ίων γ]είνεται· τούτου δὲ γενομένου ἔ-
σται τὸ θεῖον μὴ παρατεθεωρημένον· οὐ δυνάμενοι δὲ
[τ]οῦ ἱεροῦ ἀποσπᾶ[σθα]ι, δεδ[ώκ]αμεν τὴν [περὶ τούτων]
- Prose sur pierre 45
- Egypt and Nubia
κατὰ τῶν π̣ρὸς̣ χρείαι̣ς τῶν νομῶν ὃν τρόπον
οὖτοι, παρὰ τὴν ἡμετέραν π̣ρ̣οαίεσιν καὶ τὰ
πολλάκις ὑπὸ τῶν διοικούντων ἀκολούθως
πλ̣εῖ̣ον ἀ̣π̣α̣ι̣τεῖν̣ αὐτοὺς τῶν γνησίων βασιλικῶν,
ἐπιβάλλονται παραπράσσειν ταῖς τε ἀγροικικαῖς
καὶ χωρι̣καῖς ξενιζούσαις ἀπαιτήσεσι συνκατα-
καὶ περιστάσεις ἱσταμένοις ἐν τοῖς νομοῖς
στεφάνοις καὶ ταῖς ἐπιγραφαῖς μηδὲ τὰ ὑπά[ρ]-
χοντα αὐτῶν εἰς τοὺς τοιούτους ἄγειν μερισμοὺς
γνήσια τελέσματα, πρὸς μηδὲν ἕτερον καθοντινοῦν
τρόπον παρευρέσθει μηδεμιᾷ παρενοχλεῖν. γεινέσθω
οὖν ἀκολούθως καὶ προσεκτεθήτωι κατὰ νομόν.
- Prose sur pierre 46
- Egypt and Nubia
[μεγίστου θεοῦ Ἀμο]νρασωνθὴρ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἄλλοις πᾶσι· ἐπειδὴ Καλλίμαχος ὁ συγγενὴς
[καὶ στρατηγὸς καὶ ἐπ]ὶ τῶν προσόδων τοῦ Περιθήβας καὶ [γ]υμνασίαρχος καὶ ἱπ[πάρ]χης καὶ πρότερον παρα-
[λαβὼν ὑπ’ ἐπισφαλῶν] καὶ ποικίλων περιστάσεων κατεφθαρμένην τὴν πόλιν ἔθαλψε κηδεμονικῶς ἀνεπιβάρητο[ν]
[εἰς τὴν ἀρχαίαν εὐ]δαιμονίαν πάντα ἤγαγεν, ἀλήθειαν μὲν καὶ δικαιοσύνην [ἰ]σχ[υρ]ὰς [ποιήσας] καὶ δὴ καὶ χρηστότητα
[παρασχών, φιλανθρωπί]αι δὲ καὶ τοῖς κατ’ εὐεργεσίαν ὑπε[ρ]βαλοῦ[σ]ι[ν] ἀεὶ̣ π̣[αραγενό]μεν̣ος̣· [ἔ]τι δὲ καὶ ν[ῦ]ν ․․․․9․․․․
[ἐπιγιγνομένης τῆς] σκληρᾶς σιτοδείας ἐκ τῆς γενομένης ἀνιστορήτου ἀπορίας καὶ σχεδὸ[ν] τὴν πόλιν τρ[ι]βούσης
[ὥσπερ πατὴρ ὑπὲρ] οἰκείας πατρίδος καὶ τέκνων γνησίων σὺν τῆι τῶν θεῶν εὐμενείαι ἀνενλιπεῖς μὲν διηνε[κ]ῶς
[σιτίων σχεδ]ὸν πάντας πάντων ἐ[τ]ήρησεν, ἀνεπαισθήτους δὲ τῆς περιστάσεως ἐξ ἧς παρέσχεν εὐθηνίας
[διεφύλαξε]· συσχούσης δὲ τὴν οὖσαν σιτοδείαν καὶ ἐν τῶι ἐνεστῶτι ἔτει σκληροτέρας καὶ [ἀτε]λ̣ε̣υ̣[τ]ήου σιτο[δ]είας
[παραμεν]ούσης μιᾶι μιᾶς ἀβ[ρ]ο[χ]ίας καὶ πολὺ μᾶλλον ὡς οὐδεπώποτε τοῦ δεινοῦ καθ’ ὅλην ἐπιταθέντος
[τὴν χώραν, π]αντελῶς δὲ τῆς πόλεως κρινομένης καὶ οὐθενὸς οὐδεμίαν ἰδία[ν ἔτι] πρὸς τὸ ζῆ[ν τε]τραφότο[ς]
[ἐλπίδα, π]άντων δὲ διὰ τὴν ἀπορίαν λελιποψυ[χ]ηκότων καὶ συνεγγὺς ἑκάστου παραιτου[μ]έ[ν]ου πά[ντα, οὐ]-
[δενὸς δὲ συλλα]μβάνοντος, ἐπικαλεσάμενος τὸν καὶ τότε συμπαραστάντα αὐτῶι μέγιστον θεὸν
[Ἀμονρασωνθ]ὴρ καὶ εὐγενῶς μόνος ὑποστὰς τὸ βάρος πάλιν ὥσπερ λαμπρὸς ἀστὴρ καὶ δαίμων ἀγαθὸς
[καθάπερ νόμιμόν ἐστιν], τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στήλην λιθίνην τοῖς τε Ἑλληνικοῖς καὶ ἐγχωρίοις γράμμασι,
[καὶ ἀναθεῖναι αὐτὴν ἐπὶ] τῆς κρηπῖδος τοῦ αὐτοῦ ἱεροῦ, ὡς καὶ δημοσίαι τέτευχεν αὐτὸς τῆς παρὰ τοῦ μεγίστου θεοῦ
[Ἀμονρασωνθὴρ εὐμενείας, ὅ]πως εἰς τὸν αἰῶνα αἰείμνηστοι αὐτῶι ὦσιν αἱ εὐεργεσίαι.
- Prose sur pierre 49
- Egypt and Nubia
ὧν ἱερεὺς καὶ προστάτης καὶ κωμάρχης Ἀπολλώνιος Θέωνος,
παρόντων τῶν πλείστων· vac. ἐπειδὴ τοῦ κατακλυσμοῦ γενομένου
συνεκύρησεν τὸν οἶκον σὺν τοῖς προσκυροῦσι χρηστηρίοις ἱκανῶς
τὸν ἀρχιιερέα Θέωνα τιμιώτατον ἅπασιν ὄντα εἰς θεοὺς ἀπο-
χωρῆσαι, πολλήν τε παρεῖχε διατροπὴν τοῖς γεούχοις μὴ ἀνοι-
κοδομούμενος ὁ οἶκος, αὐτοί τε ἅπαντες προτρεψάμενοι τοὺς
δοκοῦντας ἐν ἑαυτοῖς εὐθέτους εἶναι τῆς ἀρχιιερωσύνης διά τε
ἀξίαν καὶ τὴν παροῦσαν αὐτοῖς εὐκαιρίαν, ἀποτυχόντες τε καὶ τῆς
ἐπιβολῆς ταύτης μόνον εὕρομεν Ἀπολλώνιον Θέωνος, τὸν τοῦ
ασε τὸν οἶκον ἀξιολόγως καὶ ἔστρωσε στιβάσι διαφόροις, τὴν
ἀπάντων ἀνήλωσιν ἐκ τοῦ ἰδίου παραδεξάμενος, χωρὶς τῶν
ἄλλων δαπανῶν ὧν ἐποήσατο τῆς προστασίας καὶ κωμαρχίας
δίδοσθαι αὐτῶι, δοῦναί τε αὐτῶι ἐξουσίαν ἐπιγράψαι ἐπὶ τὸ ἐπιστύ-
λιον τοῦ οἴκου ὅτι αὐτὸς κατασκεύασεν πάντα παρ’ ἑαυτοῦ τοῖς συν-
γεώργοις, ταῦτά τε ἅπαντα ἐνχαράξαντα εἰς στήλην εἰς μίαν τῶν
παραστάδων τοῦ οἴκου ἐνθεῖναι, ἵνα δι’ αἰῶνος ἡ ἐν ἅπασι τοῦ Ἀπολ-
λωνίου πρὸς τοὺς συνγεώργους ἀρετή τε καὶ φιλαγαθία καὶ ἀφιλαρ-
ζημιοῦσθαι εἰς τὸν τῆς συνόδου τῶν συνγεώργων λόγον ἀργυρίου
δραχμὰς τρισχιλίας ἀπαραιτήτους· τό τε δόγμα τοῦτο δισσὸν ὑπο-
γραφὲν ἔστω κύριον καὶ βέβαιον, καὶ τὸ μὲν ἓν ἐκδοθήτω τῶι
- Prose sur pierre 51
- Egypt and Nubia
[Λο]υκίωι Ἀντωνίωι Πέδωνι
[παρὰ — — — Καίσ]α̣ρος ἀπελευθέρου, Κοαρτίωνος
[ἀπὸ Μενελαΐδος το]ῦ Μενελαίτου· πλησίον τοῦ
- Prose sur pierre 52
- Egypt and Nubia
[τὰ] χώματα ἐργαζομένοις πρὸς τὸ ἀδι[αβόλους]
[καὶ] ἀσυκοφαντήτους εἶναι παρὰ τὸ πάλ[αι σπό]-
[ρ]ον προεῖσθαι, ἔτι [δ]ὲ κα̣ὶ τὴν τῶν δημο[σίων διά]-
- Prose sur pierre 53
- Egypt and Nubia
Γναῖος Οὐ[εργί]λιος Καπίτων λέγει· vac.
καὶ πάλαι μὲν ἤκουόν τινας δαπάνας ἀδίκους καὶ παραλογηί-
ας ὑπὸ τῶν πλεονεκτικῶς καὶ ἀνα̣ι̣δ̣ῶς ταῖς ἐξ[ο]υσί̣α̣ις ἀπο-
[ματ]εῖς κατὰ νομὸν πάντα ὅσα [δ]α̣πανᾶται ἐκ τοῦ νομοῦ εἴς τινα
ἢ̣ πέπρακ̣ται παραλόγως ἢ ἄλλο τ[ι] ἀν̣α̣γρ̣αφ[έ]σθω̣σ̣αν καὶ ἐν̣ ἡ̣[μέρ]αι[ς]
ἑξήκοντα ἐπιδότωσαν, οἱ δ’ ἐπὶ τ[ῆ]ς Θηβαΐδος δ̣ι̣ὰ τ̣ετρα̣μ̣ή̣ν̣ου̣, εἰς τὰ̣
λογιστήρια, καὶ πρὸς Βασιλείδην τὸν̣ Καίσαρο̣ς ἀ̣πελε̣ύθερον̣, τ[ὸν] ἐπ̣ὶ̣
τοῦ λογιστηρίου, καὶ τοὺς ἐκλογιστὰς πεμπέτωσαν, ἵν’ ἐά̣ν̣ τ̣[ι] παρὰ τὸ δί-
καιον λελογευμένον ἢ πεπραγμένον ᾖ, τοῦτο διορθώσομαι. ὁμοίως
πρῶτον ἀκούσας ἐ[θαύμασα ὅτι τινὲς]
παρὰ τὴν τοῦ κυρίο̣υ̣ [ἡμῶν διάταξιν]
ἐτόλμησαν ἢ σκε[παστικὸν ἀντὶ σκέ]-
πης τι λαμβάνει[ν ἢ ἀπαιτεῖν, καὶ πολ]-
λάκις παρὰ τὴν [ἔνδειξιν τὴν τοῦ μηνύ]-
σαντος γείν[εσθαι ἀναιτίους· ἀλλὰ καθ’ ὃ κεχει]-
- Prose sur pierre 55
- Egypt and Nubia
τοῖς ἀπὸ κώμης Βουσείρεως τοῦ Λητο[πολ]ε̣ί̣-
του παροικοῦσι ταῖς πυραμίσι καὶ τοῖς ἐ̣ν̣ αὐτ[ῷ]
καταγεινομένοις τοπογραμματεῦσι καὶ κω-
μογραμματε̣ῦ̣σ̣ι̣ ψη[φίσ]α̣σ̣θαι κ[αὶ ἀν]αθεῖναι
στήλην λιθίνην παρὰ̣ [τῷ]ι μ̣[εγίσ]τ̣ῳι θεῶ̣ι̣ Ἡ̣λ̣ί̣-
[ω]ι Ἀρμάχει, ἐκ τῶν ἐνκεχαρ[ρισμ]ένω̣ν̣ ἀ̣γ̣[αθῶν]
δωμένας ἐνεστηλωμένας τοῖς ἱεροῖς γράμμασιν αἰῶνι μνημο-
νεύεσθαι [παντί]. παραγενόμενος γὰρ ἡμῶ̣[ν]
εἰς τὸν νομὸν καὶ προσκυ̣νήσας τὸν Ἥλιο[ν]
- Prose sur pierre 57,A
- Egypt and Nubia
[πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῷ προσήκοντι] κατα̣-
[στήμα̣]τι τ[ὴν πόλ]ιν [ἀπολαύου]σ̣αν τῶν [εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν]
Σεβαστῶν καὶ τοῦ τὴν Αἴ̣γ̣υ̣[πτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως]
ἐ̣μαυτοῦ̣ δύ̣ναμιν τ[ὰ ἐπείγοντα ἐπανορθούμενος· ἵνα δὲ εὐθυ]-
[μ]ότεροι πά̣ντα ἐλπί̣[ζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σω]-
τηρίᾳ τοῦ παντὸς ἀ̣ν[θρώπων γένους εὐεργέτου Σεβαστοῦ]
[λογ]ω̣τ̣άτην ο̣ὖσαν τὴν ἔντευξιν ὑμῶν [ὑ]π̣ὲρ τοῦ μ̣ὴ ἄκον-
τας ἀ[νθ]ρώπους εἰς τελωνείας ἢ ἄλλα̣[ς] μ̣ι̣σ̣[θ]ώσεις οὐσιακὰς πα-
ρὰ τὸ κ[οι]νὸν ἔθος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθ[α]ι, καὶ ὅτι οὐ-
κ ὀλίγ[ον] ἔβλαψε τὰ πράγματα τ[ὸ] πολλοὺς ἀ[π]εί[ρ]ους ὄ[ντ]ας τῆς
[ἀλλὰ δια]μ̣ισθώσει τοῖς [βουλομένοις ἑκουσίως προσέρχεσθαι],
[μᾶλλον] τὴν τῶν προτέ[ρων ἐπάρχων αἰώνιον συνήθειαν]
[φυλάσσ]ω̣ν ἢ τὸν τὴν πρόσκαιρόν τινος ἀδικ[ίαν μειμησά]-
- Prose sur pierre 57,B
- Egypt and Nubia
Γάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι. vvv (2) Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει· vv πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκον̣τι κα-
ταστήματι τὴν πόλιν ἀπολαύουσαν των εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ-
τηι τῶ[ν̣] νῦν καιρῶν εὐδαιμονίᾳ, μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατ’ ὀλίγους καὶ κα-
τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον-
τα ἐπανορθούμενος· v ἵνα δὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸς σωτηρίαν
[κ]αὶ τὰ πρὸς ἀπόλαυσιν, καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρεί-
ἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. (3) ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴι ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢι ἄλ-
[λ]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι, καὶ ὅτι οὐκ ὀλ[ίγ]ον ἔ̣βλα̣ψε τὰ πράγ̣μ̣ατα τὸ πολλοὺ̣ς̣ ἀπείρους ὄντας τῆς τοιαύ̣-
της πραγματείας ἀχθῆναι μετ’ ἀνάγκης ἐπιβληθέντων αὐτοῖς τῶν τελῶν. διόπερ καὶ αὐτὸς οὔτε ἤ̣γαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι, εἰ̣δὼς τοῦτο
συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετ̣ὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς δυνατούς. v πέπεισμαι δὲ ὅτι οὐδ’ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας
ἢ μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἐκουσίως προσέρχεσθαι, μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν
μειμησάμενος· v (4) ἐπειδὴι ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς, ἃς καὶ δι’ αὐτὸ τοῦτο
ἔγνων ἀναιρεθείσας, ἵνα αἱ πράξεις τῶν δανείων ἐκ τῶν ὑπαρχόντων ὦσι καὶ μὴι ἐκ τῶν σωμάτων, ἑπόμενος τῆι τοῦ θεοῦ Σεβαστοῦ βουλήσει, v κελεύω μηδένα τῆι τῶν δημοσίων προφά-
σει παραχωρεῖσθαι παρ’ ἄλλων δάνεια ἃ μὴι αὐτὸς ἐξ ἀρχῆς ἐδάνεισεν μηι δ’ ὅλως κατακλείεσθαί τινας ἐλευθέρους εἰς φυλακὴν ἡντινοῦν, εἰ μὴι κακοῦργον, μηδ’ εἰς τὸ πρακ-
τόρειον, ἔξωι τῶν ὀφειλόντων εἰς τὸν κυριακὸν λόγον. (5) ἵνα δὲ μηι δαμόθεν βαρύνηι τὰς πρὸς ἀλλήλους συναλλαγὰς τὸ τῶν δημοσίων ὄνομα μηδὲ συνέχωσι τὴν κοινὴν πίστιν
οἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι, καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα. ἐδηλώθηι γάρ μοι πολλάκις ὅτι ἤδηι τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως
γεγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀναδάστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς
συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειλ̣ηκότων τῶι δημοσίωι λόγωι. κελεύω οὗν, ὅστις ς ἂν ἐνθάδε
ἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων, κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ]α ἢι προγράφειν, ἵν[α μηδ]εὶς τῶι τοιούτωι συνβάλληι v
ἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα. ἐὰν δέ τις μήιτε μήτε ὀνόματος κατεσχημένου̣ μ̣ήτε τῶν ὑπαρχόντων κρατου-
μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην, ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι, μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος, οὐδὲν πρᾶγμα ἕξει. vvv
(6) τὰς μὲν γὰρ προῖκας ἀλλοτρίας οὔσας καὶ οὐ τῶν εἰληφότων ἀνδρῶν καὶ ὁ θεὸς Σεβαστὸς ἐκέλευσεν καὶ οἱ ἔπαρχοι ἐκ τοῦ φίσκου ταῖς γυναιξὶ ἀποδίδοσθαι, ὧν βεβαίαν δεῖ v
τὴν πρωτοπραξίαν φυλάσσειν· v (7) ἐνετεύχθην δὲ καὶ περὶ τῶν ἀτελειῶν καὶ κουφοτελειῶν, ἐν αἷς ἐστιν καὶ τὰ προσοδικά, ἀξιούντων αὐτὰς φυλαχθῆναι, ὡς ὁ θεὸς Κλαύδιος vv
ἔγραψεν Ποστόμωι ἀπολύων, καὶ λεγόντων ὕστερον κατακεκρίσθαι τὰ ὑπὸ ἰδιωτῶν πραχθέντα ἐν τῶι μέσωι χρόνωι μετὰ τὸ Φλάκκον κατακρεῖναι καὶ πρὸ τοῦ τὸν θεὸν vv
Κλαύδιον ἀπολῦσαι· v ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν, ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι, καὶ ἐκείνων κατηκολουθηκότων τῆι v
τοῦ θεοῦ Κλαυδίου χάριτι, ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα, δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας. (8) ὑπὲρ δὲ v
πολλάκις μὲν ἐπεζητήσατε, καὐτὸς δὲ φυλάσσωι, ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι. v (10) μελήσει δέ
μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις. v (11) καθόλου δὲ κελεύωι, ὁσάκις ἔπαρχος ἐπ’ αὐτὸν ἀχθέντα ἔφθα-
σεν κρείνας ἀπολῦσαι, μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι. ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι, καὶ κολαστέος ἐστὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν
ἄγων, κ̣[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς. πολλο[ὶ] γοῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς v
πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθ’ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι. τὸ δ’ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λόγωι πραγμάτων ἀγομένων ἵστημι, ὥσ%⁸⁰-
τε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου, μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μηδὲ εἰς κρίσιν ἄγεσθαι, ἢι ὁ τοῦτο ποιήσας ἀπαραιτή-
τως ζημιωθήσεται. οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων, ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι. (12) ἤδη δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ
πλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης v, ἀναγκαίως κελεύωι, ἐὰν μέν τις τῶν ἐν ἰδίωι λόγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν, παρίστασθαι ὑπ’
αὐτοῦ τὸν προσαγγείλαντα, ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι. ἐὰν δὲ ἰδίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι, μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν, ἀλλὰ τὸ ἥμισυ αὐτοῦ
τῆς οὐσίας ἀναλαμβάνεσθαι. ἀδικώτατον [γά]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι. v καὶ καθόλου δὲ
[κ]ε̣λ̣ε̣ύ̣σ̣ομαι τὸν γνώμονα τοῦ̣ ἰ̣[δ]ί̣ου λόγου [κεῖσθ]αι, τὰ καινοποιηθέ̣ν̣τα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[πα]νο[ρθ]ω̣σάμεν̣ο̣ς̣. προγράψω[ι δὲ φανερῶς ὅπως τοὺς ἤδηι ἐξ]-
ελεγχθέντα[ς̣] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην. (13) οὐκ ἀγνοῶν δ’ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ [δ]ι̣α̣μ̣[ένειν], ἐξ ἧς̣ [πολλὰς καὶ μεγάλας]
[οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας, ἀλλὰ καὶ τὰ προάστια τῆς πόλεως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χ̣ώ̣ραν καὶ τὸν Μαρεώτην [νομόν. διὸ κελεύωι]
[το]ῖς κατὰ̣ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς]
[κατ]εκρίθηι, ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν, παρέντες αὐτῶν τὴν ἀπαίτησιν, ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [δικαίων διακρί-
νω]. (14) ἐ̣κ̣ώ̣λ̣[υ]σα δ̣’ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐγλογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[οῦ ὁ]-
μοιώματος] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι, τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι. καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος]
[παρα]γράφειν ἀλλὰ [μ]ηι [δ’] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον· v κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[πο]-
[γράφ]ης ἐπάρχου. καὶ οἱ ἄλλοι δὲ πραγματικοί, ἐάν τι εὑρεθῶσι ψευδὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες, καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅσον ἀπῃτήθησαν καὶ τὸ ἴσ[ον]
[ἀποτίσ]ο̣υ̣σ̣ι̣ [ε]ἰς τὸ δημόσιον. v (15) τῆς δ’ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς], ο̣ὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν̣ v
[σεῖν δὲ βούλ]ο̣μ̣α̣ι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς, εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρ̣ε̣γ̣μ̣[έ]-
[νης γῆς, κα]ὶ̣ ο̣ὐ πρὸς σ[υ]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ομέ]νων ἡι ἀπαίτησις ἔσται. ἐὰν δέ τις ἐξελεγχθῆι ψευσάμ[ενος τοῦτο, εἰς]
[τὸ δημ]όσιον τριπλάσιον ἀποδώσει. v (16) ὅσοι μὲν γὰρ ἐφοβήθησαν ἀ[κ]ούσαντες περὶ ἀναμετρήσεως τῆς ἐν τῆι Ἀ[λε]ξανδρέω[ν χώρᾳ καὶ]
- Prose sur pierre 59
- Egypt and Nubia
ἐξ ἐπιταγῆς Μ̣[ετ]τίου [Ῥού]φ[ου, ἐπάρ]-
[χου Αἰγύπτου], ὅσα δεῖ τοὺς μισθω-
στήληι ἐνκεχάρακται διὰ Λουκίου
Ἀντιστίου Ἀσιατικοῦ, ἐπάρχου
ὄρους Βερενείκης·
- Prose sur pierre 61
- Egypt and Nubia
ἰδίω λόγῳ (ἔτους) εʹ Ἁδριανοῦ Καίσαρο[ς τοῦ κ]υ̣ρίου Θὼθ κζʹ ∶ Οὐλπίου
Ποτάμωνος καὶ τῶν σὺν αὐτῷ ἀ̣[πὸ πολειτ]ε̣ύματος Λυκίων ἐπὶ παρόντι
Διονυσίῳ γραμ[ματεῖ ․c.6․․ τοῦ Μ]αρεώτου εἰπόντων μνη-
ματοφυλακίαν προσήκουσαν αὐτ[οῖς ἀπὸ προγόνω]ν̣ οὐ δεόντως ὑπὸ Διονυσίου
τοῦ παρόντος γραμματέως τῶν [Λυκίων ἀποκεκλεῖσθα]ι αὐτοὺ̣ς, διδάξαι καὶ
[αὐτὸν τὰ] ἐ̣ν̣ Ὠ̣α̣ρ̣ιώ̣τα̣ι̣ς̣ ἐ̣γ̣ὼ̣ τοπογ[ραμματέα κελεύσας ․․]
- Prose sur pierre 63
- Egypt and Nubia
κελεύσαντος πάντας τοὺς χοίρους ἐξελασθῆναι
ἀπὸ ἱεροῦ κώμης Τάλμεως τῆς (Δωδεκα)σχοίνου, παραγγέλλε-
ται πᾶσι τοῖς κεκτημένοις χοίρους τούτους ἐξε-
- Prose sur pierre 65
- Egypt and Nubia
ἅπερ διὰ τοῦ πραιποσίτου τοῦ ἐν Σοήνῃ διατρίβον[τ]ος [ὑμ]ετέρας [ἐργ]ασ[εί]ας β[ίῃ κ]ατέ-
χεσθαι ἐδήλ̣ωσεν, γράμματα πρὸς τὸν τῆς ἐπαρχείας ἡγ̣ούμ[ενον] δοθῆ[να]ι [ἐκελεύσαμεν]
ἵνα τὴν ἀδικίαν ταύτην παρὰ τὸ ἔθ̣ο[ς] συνηθείας ἀποστρέ[ψῃ] καὶ κωλύσ[ῃ] ἵνα ύμεῖς
τὴν ἐρ̣γασείαν τ[ῶν] αὐτ[ῶν γηδίω]ν, ὥσπερ ἠξ̣ιώσαται ἔχειν α̣․η̣σ̣[— —c.18— —]
[— —c.19— — ἐν τῷ] ἐπι[λοίπ]ῳ [χρ]όνῳ, εὐθέως ἐνόμισα̣μ̣[εν] — —c.20— —
ἰ δ̣έ τις [ἐ]π̣ι̣[μ]ένε[ι] οὐ διστάσομεν· εἰ καὶ τὰ μάλιστα τ[ῶ]ν [ἐκ] τῆς̣ ὑμετέρας ἀξ̣ιώσεως ἡ πα[ράλογος]
κατάστασις ἠναντιώθ̣η τῇ τοῦ καθ̣ολικοῦ κελεύσει ὑπεναντίον τη[λικ]αύτης ἐνοχλήσεως
πλὴν ὅμως εἴ τινες ἐ[ξ] ὑμῶν ὑπὲρ τοὺς ὅρους τοὺς ὑπὸ ἐμοῦ τοῦ Διοκλητιανοῦ Σεβαστοῦ
ὑμε͂ν [π]αραδ̣οθέντας χωρ[ίσ]αι εὐ[ε]ργῶν [α]ἰρεθῖεν τὰς ἐξ ἔθους συντελείας ὑπὲρ αὐτῶν
αὐτοὺς τὸ ἱκανὸν ποιεῖν πάσης [ἀδικίας — — — —]
- Prose sur pierre 67
- Egypt and Nubia
οἳ γὰρ φιλονικοῦσιν μετ’ ἐμοῦ, οὐκ ἀφῶ αὐτοὺς καθεζό[με]-
νοι εἰς χώραν αὐτῶν εἰ μὴ κατηξίωσαν με καὶ παρακαλοῦσιν.
ἐγὼ γὰρ εἰς κάτω μέρη λέων εἰμί, καὶ εἰς ἄνω μέρη ἄρξ εἰμι.
- SB 1:639
- Egypt and Nubia
συ[να]γογοῦ προστατήσας τὸ (ἔτος) δʹ καὶ
εʹ (ἔτος) ἀνέθηκε παρ’ ἑατοῦ θεὸν μέγαν
Ἡρακλῆν καὶ Ἁρποχράτην. (ἔτους) εʹ Καίσαρος,
- SB 1:1562
- Egypt and Nubia
☩ ἐκοιμήθη ἡ μακαρία Ταγάπη,
παρθήνος ἐτῶν δέκα τριῶν,
Τῦβι αʹ, ιγʹ ἰνδ(ικτίωνος). Κύριε ἀνάπαυσον
- SB 1:3815
- Egypt and Nubia
μένη εἰς Πανῶ(ν)
καὶ παραδιδο-
μέονην αηταφι-
αστῇ τῶο Πανιοσ-
ᾶτι = παραδιδομένη ἐνταφιαστῇ τῷ Πανισᾶτι.
Βησοῦς Πανῶ(ν).