74982 matches in 23018 texts. | 14301-14400 14401-14500 14501-14600 14601-14700 14701-14800 14801-14900 14901-15000 15001-15100 15101-15200 15201-15300 |
11943 | 0.9243% | Attica (IG I-III) |
2221 | 0.8862% | Peloponnesos (IG IV-[VI]) |
13209 | 2.0743% | Central Greece (IG VII-IX) |
1643 | 0.9233% | Northern Greece (IG X) |
1514 | 0.7452% | Thrace and the Lower Danube (IG X) |
622 | 0.7441% | North Shore of the Black Sea |
15046 | 1.3215% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
21511 | 1.7573% | Asia Minor |
254 | 0.8651% | Cyprus ([IG XV]) |
1198 | 1.9746% | Greater Syria and the East |
2884 | 1.2918% | Egypt, Nubia and Cyrenaïca |
180 | 1.0290% | North Africa |
2742 | 1.9866% | Sicily, Italy, and the West (IG XIV) |
15 | 0.0607% | Upper Danube |
- Priene 123
- Ionia
[ἀφι]κνουμένοις εἰ[ς Πριήνην ἔφοδος ἐπὶ τὰς ἀρχὰς δέδο]-
ται πρώτοις μετὰ τὰ ἱε[ρά· —]
μένας, ἵνα πάντων [—]
- Priene 127
- Ionia
[τῆς ἀν]α̣λήψεως Διοσκουρίδην Δημέου, ὅπως ἐπ̣[ὶ τὸ ἀνειμένον]
[το]ῖς θεοῖς τέμενος σῶφρονα καὶ εὐσχήμονα καὶ δικαίαν [τὴν τοῦ]
τόπου προστασίαν ἔχῃ· τῇ δὲ νουμ[η]νίᾳ τοῦ Βοηδρομιῶνος,
Ῥωμαίους ἅπαντας, ἐβεβαίωσεν δὲ τὴν ἐπαγγελίαν παραστή-
[σ]ας μὲν τοῖς ἐντεμενίοις θεοῖς τὴν θυσίαν, τὰ δ’ ἀπ’ αὐτῆς κρέ[α]
[διανείμ]ας τοῖς [ἀπογρ]αψαμένοις, τὸν δὲ τόπον κοινοποιησά[με]-
νος καὶ τοῖς διὰ τύχην κακὴν μὴ μεταλαβοῦσιν αὐτοῦ
- Priene 130
- Ionia
[τηρίαι ὑπάρχηι, τοὺς ἐνεστῶτας ἄρ]χοντας ἀεὶ κατ’ ἐνιαυτὸν προνοεῖν ὑπὲρ [ἑκατέρων,]
[ὥστε Μιλησίους καὶ Πριηνεῖς β]οιηθεῖν ἀλλήλοις. περὶ δικῶν. τὰς δὲ [δίκας] γ[ί]-
[νεσθαι ἑκατέροις ἐμ Μιλήτωι μὲν] ἐπὶ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν, ἐμ Πριήνηι δὲ ἐπ[ὶ]
[τῶν στρατηγῶν τῶν ἀεὶ ἐν ἀρχῆι ὂν]των· τοὺς δὲ ἐγκαλοῦντας περί τινων ἀφ’ οὗ χρό[νου]
[ταῦτα τὰ συμβόλαια ἐγένετο δικάζ]εσθαι Μιλησίους μὲν ἐμ Πριήνηι, Πριηνεῖς δὲ ἐμ Μι[λήτωι·]
[ἐνδειξάτωσαν δὲ ἑκάτεροι τοὺς ἐγ]κλήτους, Μιλήσιοι μὲν ἐμ Πριήνηι τοῖς στρα[τηγοῖς,]
[Πριηνεῖς δὲ ἐμ Μιλήτωι τοῖς τοῦ ἐμπ]ορίου ἐπιμεληταῖς, γράφοντες τό τε ὄνομ[α καὶ ․c.2․]
[— ἣ]ν προφαίνοντες τὸ ἔγκλημα π[․․c.7․․]
[τηγῶν —]ν· διδόναι δὲ
[— ἐμ μὲν Πριήνηι τοῖς στρατηγοῖς, ἐν δὲ Μιλήτωι τοῖς τοῦ] ἐμπορίο̣[υ]
[ἐπιμεληταῖς —]
τἄλλα τὰ ἐφ’ ἑαυτῶγ χρηματίζων ἐμ Μ̣[ιλήτωι —]
τοῖς ὡρισμένοις χρόνοις ἐμ̣ Μιλήτωι [— οἱ ἄρχοντες]
οἱ ἐνεστηκότες καὶ παραδιδότωσα̣[ν τοῖς — ἐψη]-
φίσθαι. ἐάν τίς τινι δικάση̣τ̣αι πε[ρὶ —]
- Priene 131
- Ionia
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․ Ἀμ]υζον[εῖς] τοὺς ἀπὸ Πέτρας
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․ τὴν ὑπάρχο]υ[σαν?] αὐτοῖς̣ χώραν με-
[․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․]οι Ἡρακλεῶ-
- Priene 133
- Ionia
δυνάμεις καὶ τὰ πράγματα κατὰ [πᾶσαν τὴν]
χώραν διελέγησαν παραπλησ̣ίως τοῖς ἐν τῶι̣
[ψηφί]σματι γεγραμμένοις, ἐμ̣φανίζοντες περί
[τε τῆ]ς̣ εὐνοία̣ς̣ ἧς ἔχει ὁ δ̣[ῆ]μος εἰς ἡμᾶς καὶ ὅτι̣
- Priene 134
- Ionia
[— ἐν ἡμέρ]αις ἑκατὸν εἴκοσι. ἔρρωσθε.
[κατὰ τάδε Μιλησίοις καὶ Πρι]ηνεῦσιν ὅρια στησάτωσαν
[οἱ ὁρισταί, καθὼς ἔκρινεν ὁ Σμ]υρναίων δῆμος ἐν αὐτοῖς
[τοῖς τόποις, παρόντων μαρτύρ]ων παρά τε Μιλησίων καὶ Πριη-
[νέων, ὅπως ἂν —]ε̣ι προνοηθῆι, ἵν’ ἕκαστα πραχθῆι
- Priene 135
- Ionia
[πειρα]σ̣ό̣μεθα κοινῆ̣ι τε̣ τῶι δήμωι συνα̣ί̣τιοι ἀ̣γα̣[θῶν γίνεσθαι]
[καὶ κ]α̣τ’ ἰδίαν τοῖς ἐντυγχάνουσι τῶν [ὑμ]ε̣τέρω̣ν̣· [․․․․c.12․․․․]
[․c.3․]․․․ Ἐ̣τεοκλῆ̣ν τ̣ῶν τιμωμένων κα̣ὶ̣ Ὑ̣περάνθην̣ [․]ε[․]α̣[․․c.7․․]
[τῆς ἀν]δ̣ρ̣αγαθίας τ̣ῶν συ̣γκεκινδυνευ̣κότω̣ν̣ ἡ̣[μῖν καὶ ἐν τοῖς ἀναγ]-
[καιο]τ̣άτοι̣ς καιροῖς, πίστεως καὶ εὐνοίας ἀπ̣οδε̣[ίξεις φαν]ε̣ρ̣ὰ[ς]
[ἀπ]οδείξ[α]ν̣τας, καὶ εἰς τὴν εἰκόνα τοῦ δήμου ἣν ἐπο̣ι[ησάμ]εθα ὑ-
- Priene 137
- Ionia
[τῆι ἐπαρχίαι τὸ δίκαιον ἑσταμένον ἦι εἰ]ς τὸν αἰεὶ χρό-
[νον, αἵ τε ἄ]λλαι πᾶσαι πόλεις καὶ [δῆμοι τὸ αὐτὸ παρ’ αὑτ]οῖς πο-
ήσωσιν εἴς τε τὰ δημόσια [ἀ]πο[θῶνται νομοφυ]λάκια καὶ χρ[η]-
ματιστή[ρ]ια· τὴν δὲ αἰτία[ν δι’ ἥν ἑλληνικοῖς ἔγραψα,] μ[ὴ] ἐπι[ζη]-
τήσητε· κατὰ νοῦν γὰρ ἔσ[χον, μή τι παρὰ τὴν ἑρμη]ν̣είαν ἔλα[σ]-
- Priene 138
- Ionia
νης, ἵνα ἀφορμὴ γένοιτο τῆς εἰς τὸν Σεβαστὸν τιμῆς, καὶ ἐπε[ὶ δύσκο]-
[λο]ν μέν ἐστιν τοῖς τοσούτοις αὐτοῦ εὐεργετήμασιν κατ’ ἴσον εὐχαρισ-
τεῖν, εἰ μὴ παρ’ ἕκαστα ἐπινοήσαιμεν τρόπον τινὰ τῆς ἀμείψε[ως,]
[ἥδειον] δ’ ἂν ἄνθρωποι τὴν κοινὴν πᾶσιν ἡμέραν γενέθλιον ἀγά[γοιεν]
[ἐ]ὰν προσγένηται αὐτοῖς καὶ ἰδία τις διὰ τὴν ἀρχὴν ἡδονή, δοκεῖ μοι
πασῶν τῶν πολειτηῶν εἶναι μίαν καὶ τὴν αὐτὴν νέαν νουμηνίαν
- Priene 139
- Ionia
[ἀποκτείναντες τὰς αὐτῶν αὐλ]ὰς διήρπα̣[σ]α̣ν, τῶν δὲ ἀπ[ο]-
[δράντων καὶ ἀγανακτησάντων ․c.4․ ἐ]πὶ̣ τ̣οῖς πεπραγμέ-
[νοις οὐδένα λόγον ἐποιήσαντο, ἀλλ’ αὐτοῖς ὡ]ς ἐναντίοις
[ἐχρῶντο — τὴν χώρ]αν ἔφθειρον
- Priene 140
- Ionia
[λιον καὶ τοὺς δέκα πρεσβευτάς, ὅπως ταύτην ἔχ]ωσιν· καὶ ὅσα κριτήρια κεκριμένα εἰσ[ὶ]
[περὶ ταύτης τῆς χώρας, ὅπως ταῦτα πάντα ἀναν]ε̣ωθῇ καὶ φιλανθρώπως τε αὐτοῖς ἀποκρι-
[θῇ· ἔδοξεν· καὶ ὅσα Πριηνεῖς λέγουσιν ἐπὶ το]σαῦτα ἔτη κατέχειν ἐκείνης τῆς χώρας,
[ἐναντίον ὧν ὡρισμένα ὑπὸ Ἀντι]γ̣όνου ἐστίν, οὕτως φαίνεται δεῖν εἶναι· ξένιά τε αὐ-
[τοῖς ἀποστεῖλαι τὸν ταμίαν ἕως ἀπὸ νό]μων σηστερτίων ἑκατὸν εἴκοσι πέντε καθ’ ἑκάστην
[πρεσβείαν,] καθὼς ἂν αὐτῶι ἐκ τ[ῶν δημοσίων πραγμάτων βέλτιστα? φ]α̣ίνη[τ]αι· ἔ̣δοξε[ν.]
- Priene 141
- Ionia
[․․]θαι ἃ Ὀροφέρνης ἐν τῶι ἱερῶι τ[ῆ]ς Ἀ[θηνᾶς παρακατέθετο, ἀποκρίνα]-
[σθαι] αὐτοῖς φιλανθρώπ[ως· ἔδ]ο[ξε — οὔτε τῆς]
συγκλήτου οὔτε τοῦ δήμου ἐπὶ θελπ[—]
- Priene 142
- Ionia
ἄνδρες κα[λοὶ κ]αὶ ἀγαθοὶ καὶ φίλ̣οι παρὰ δ̣ήμο[υ καλοῦ] καὶ ἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου v1 λόγους ἐποήσαντο
κατὰ πρό[σ]ωπον πρὸς Πριην[ε]ῖς π[ερὶ χ]ώρας [καὶ ὁρίων, ὅπως ὦσιν,] καθ̣ὼς Γναῖοις Γναῖος Μάνλιος καὶ οἱ
δέκα πρεσβευταὶ διέταξαν
ἐκατέρων θελόν[τ]ων ἔκρινεν· περὶ τούτου τοῦ πράγματο[ς ἀποκρι]θῆναι οὕτως ἔδοξεν· ἡμῖν οὐκ εὐχ[ερ]ές εἶναι ἐστιν μετα-
θεῖναι ἃ ὁ δῆμος ὁ Ῥοδίων ἑκατέρων θελόντων κέκρι[κε κ]αὶ ὁρ[ισμὸν] πεποίηται, τοῦ μ[ὴ] τούτωι τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις]
ἐμμείνωσιν· τ[ούτ]ωι τε τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις ἐμμένει]ν ἔδοξεν· τούτοις τε ξένιον εἰς ἑκάστην πρεσβείαν ἕως
ἀπὸ σηστερτίων νόμων ἑκατὸν εἴκοσι [Σερούιος Φ]όλ[ο]υιος Κοίντου ὕπατος τὸν ταμίαν ἀποστεῖλαι κε[λευσάτω καὶ πραξάτω,]
- Priene 143
- Ionia
[—⋮ ὑπὲρ —]ιφάντου το̣ῦ Μινν̣[ίωνος —]
[— ἐ]ξ? ἐγγυῶν το̣ῖ̣ς? [․c.1․]σιγ̣[—]
[— Εὐ]κτίτης Τιμώνα[κτος —]
- Priene 162
- Ionia
ἇ̣ς ἀ̣μ̣[φισβατοῦντι Σάμι]οι ποτὶ Πριανε[ῖς κ]α̣ὶ Πρι-
[ανε․c.6․․]ο̣ις̣ κα̣ὶ τοῦ φρουρίου ὃ καλεῖ[τ]αι Κ̣[ά]-
ριον ὑπὲρ οὗ ἀμφισβατοῦντι Σάμιοι καὶ Πριανεῖς,
[δόν]τες ὑπὲρ τούτων καὶ ποιήσαντες ἀντίγραφα
[δύο,] ἐ̣δώκαμεν τὸ μὲν ἓν τοῖς πρυτάνεσι τοῖς Σαμίων̣
Πρωτομάχωι Τρίτωνος, Σιμαλίωνι Εὐφράνορος, Θεο-
[ἐπὶ δαμιοργοῦ — μηνὸς —]
[—, τὸ δὲ ἄλλο ἐδώκαμεν τοῖς Πριανέων —]
[—]
[ταῖς Μαιανδρ]ίου τοῦ Μιλησίου ἱστο[ρίαις κατακε]χωρισμ[ένον,]
[διότι καὶ ἁ] λοιπὰ χώρα ἁ Μελιὰς [ὑπὸ Ἰώνων κοινο]ῦ? αὐτοῖς ἐ-
[δόθη μ]ετὰ τὸμ πόλεμον τὸμ Με[λιακόν, ἐφ’ ὧι νέμε]σθαι αὑτᾶ[ς ․c.2․]
[․c.5․] παρὰ μὲν Μιλησίων Ἀκ[άδαμιν] καὶ ἐπὶ? τοῖ]ς αὐτοῖς Θή[βας]
[καὶ Μ]αραθήσιον, καθὼ[ς καὶ τὸ Ἰώνων κοιν]ὸν ὑπὲρ αὐ[τῶν]
[ἔκρινε] Πανιωνίοις [ἐν συλλόγωι, παρὰ] δὲ Κολοφωνίω[ν]
Ἄναια [—]
βαλλ[ε. ἔ]φα̣σα̣[ν δὲ Πριανεῖς —]
τοῦτο το̣ῖ̣ς̣? [—]
καθὰ καὶ ἐπὶ τᾶς κρίσιος τᾶς ὑπὲρ τοῦ Βατινήτου, ἀπὸ [τούτων π]ειρού[μενοι] δεικνύειν διότι
τὸ Κάριον καὶ ἁ περὶ τοῦτο χώρα αὐτοῖς ἐπικλα[ρωθείη, καὶ καθ’ ὃν καιρ]ὸν διαιροῦντο τὰν τῶν Μελιέων
χώραν, λαχεῖν αὐτοὶ Κάριον καὶ Δρυοῦσσαν κατὰ τὰ [ἐν ταῖς ἐπ]ιγραφομέναις Μαιανδρίου τοῦ Μι-
λησίου ἱστορίαις κατακεχωρισμένα, διότι λάχο[ιεν Κάριον καὶ Δρ]υοῦσσαν· μετὰ δὲ τὰν παράταξιν
τὰν γενομέναν αὐτοῖς ποτὶ Πριανεῖς ἐπὶ Δρυῒ καὶ νίκ̣ας κρίσιν ἔχειν, [καὶ] ταύταν τὰν χώραν ἐν ταῖς συνθήκαις
αὐτῶν γενέσθαι· ὁρίξασθαι γὰρ πὸτ αὐτοὺς ὡς ὑδάτων ῥοαί· καὶ παρ[είχ]οντο ἱστοριογράφους τοὺς μαρτυ-
ροῦντας αὐ̣[τοῖς,] ὅτι μὲν τὸ Kάριον ἔλαχον μετὰ τὸν Μελιακὸν πόλ[εμον, ὅτε] διωρίξαντο ποτὶ τοὺς
Πριαινε[ῖς ὡς ὑδάτ]ων ῥοα̣ί, Ε̣ὐάγωνά τε καὶ Ολύμπιχον κ[αὶ] Δοῦρ̣ιν, [τὸ] δὲ Κάριον ἔφασαν αὐτῶν κατα-
ἐχόντων αὐτῶν καὶ τὸ φρούριον καὶ τᾶς χώρας τᾶς περὶ τὸ φρούριον [πε]πρακότων κλάρους τεσσεράκοντα
καὶ δύο, οὐκ ἀγανακτῆσαι τοὺς Σαμίους οὐδ’ ἀποστεῖλαι πὸτ αὐτοὺς π[ρ]εσβείαν ἐγκαλοῦντας ἐπὶ τοῖς διωι-
κημένοις, ἀλλὰ ἀμφισβασίας μὲν πὸθ αὑτοὺς ἰδιωτικὰς γεγόνειν? [π]αρορίας τοὺς? ἐκ τοῦ Καρίου οὐκ ἀμφεσ-
βατήκειν τοὺς Σαμίους, ἀλλὰ τοὐναντίον ἐν τῶι ποτὶ Λυσίμαχον ἀ[ποστ]αλέντι ψαφίσματι γεγράφθαι, διότι
[τοὶ — ἐ]πὶ τᾶς Ἀντιγόνου βασιλείας, ὅθεν καὶ α
[— ἀμφισβατ]οῦντας τοῖς Πριανεῦσι διότι παρορίζον-
[ται — ἀγανακτ]ῆσαι καὶ ἀποστεῖλαι πρεσβείαν ποτὶ Ἀντί-
[—] δύο, ἐν οἷς Ι̣․ΣΕ̣[—]
[—] οὗ? ἔφασαν γεν[έσθαι —]
- Priene 163
- Ionia
τοῦ Δημητρίο[υ,] Ἀνθεστηριῶνος τεσσαρεσκαιδεκάτηι, πρὸς [δὲ τὴν μαντείαν?] ἕκτῃ, ὡς δὲ Πριηνεῖς ἐπὶ στεφανηφόρου Θρασυβούλου τοῦ μεθ’ Ἡγέλοχον
Ἀνθεστηριῶνος πέμπτηι ἀπιόντος, vacat τάδε [Σαμίοις καὶ Πριηνεῦσιν ἐκρίθη? ὑπὸ —]ήμον[ος,]
Μενύλλου το[ῦ] Καλλιμάχου, Δ[— τοῦ —]
[δῆ]μος κριτὰ̣[ς κα]τὰ τὸ τῆς [συν]κλήτου διο[․c.6․․,] οἳ σ[—]
[— ἐπελθόντες ἐπὶ τοὺς ἀ]μφισβητουμένους τόπους, ἐφ’ ο[ἷς πλείονας? συνε]βουλε[ύθη]σαν? ἡμέρας· τῆς δὲ συνο[μο]-
[λογίας γενομένης πάντως δικαίαν, εἶναι ἔκριναν τὴν] Ῥοδίων κρίσιν τε καὶ ὁροθεσίαν. ἡμεῖς θεωρήσαντες διὰ τὰς ἰδιωτικὰς γειτνι-
[ἀναφερομέρων ποταμῶν καὶ ὀρῶν? καὶ λόφων καὶ β]ουνῶν καὶ ῥάχεων καὶ ὀλισθημάτων καὶ τῶν σῳζομένων ὅρων ἐφηρμόσαμεν τὴν
[τῶν Ῥοδίων ὁροθεσίαν, καθ’ ἥντινα καὶ παρ’ ἀμφοτέ]ροις τοῖς δήμοις τὰ πράγματα παρετέθη· ᾗ καὶ κατακολουθήσαντες ἀποκατεστή-
[σαμεν τοὺς ὅρους ἐμφανέσι χρώμενοι καὶ ἀφ]θάρτοις σημείοις, οἷς κατηναγκάσαμεν ὡς ἔδει τὴν ὁροθεσίαν ἐπιτελέσαι τοὺς
[ἠμφισβητηκότας, τῇ τε πατρίδι τῇ προχειρ]ισαμένῃ καὶ τοῖς ἰδίοις βίοις καὶ τοῖς μεταπεμψαμένοις δήμοις ἀκόλουθον τηρή-
[σαντες τὴν αἵρεσιν, καὶ τῶν ἐγδίκων πᾶσαν προσεν]εγκαμένων σπουδὴν καὶ φιλοτιμίαν καὶ τὸν ἀγῶνα διαθεμένων ὡς ἐ-
[πέβαλλεν ἀνδράσι καλοῖς καὶ ἀγαθοῖς καὶ ἀγωνιζο]μένοις ὑπὲρ πατρίδος· παρὰ μὲν Σαμίων Θεοδότου τοῦ Ἑρμίππου,
[—] φύσει δὲ Ἀνδροσθένου, Σωσιστράτου τοῦ Σωσιστράτου, Ἀδηρίτου τοῦ Εὐκλείους,
ὀφρύος ἐπ’ εὐθείας εἰς τὸν ποταμὸν καταβαίνοντες τὸν καλ[ούμενον ὑπὸ μὲν Σαμίων —, ὑπὸ δὲ Πριηνέων — αὐτῶι τῶι ποτα]-
μῶι ὅρωι ἐχρησάμεθα, [καθότι καὶ] Ῥόδιοι· ἀφ’ οὓ ἐξέστω Σαμίο[ις κατέχειν τὴν πέραν τοῦ ποταμοῦ χώραν —, Πριηνεῦσι δὲ]
τὴν ἐξουσίαν ἐδώ[καμεν μέχρι τ]οῦ [προ]γεγραμμένου ποτα[μοῦ —]
[—Ἑ]κατόμνωι Μενάν[δρου —]
[—]οις δὲ Θρασυ[—]
- Priene 176
- Ionia
[—]․ΙΟΛΤΑΤΛ[․․․․․․c.17․․․․․․․] χρυσοῦς δέ[κα,] χα[λκοῦς δὲ —]
[— οὐ μόν]ο[ν παρ]ὰ̣ τοῖς ΑΔ̣ΕΜΜένοις, ἀλλὰ κα[ὶ] παρὰ τοῖς ἄλλο[ις —]
[—]Μ․․[․c.5․]ΣΘ[․c.1․]Δ?․ΑΝΙΕ․ΗΝ τῇ Ἀθη[νᾶι τῆι Πολιάδι —]
- Priene 209
- Ionia
[τοῦ Ἐ]πικούρου, ἐπηνγείλ[α]-
[το το]ῖς συνβάκχοις εἰς τὸ[ν]
[ἀγορ]ασμὸν τοῦ προσκει]-
- Priene 210
- Ionia
διαγραφὴ Διονύσου Φλέου.
ἀγ[α]θῆι τύχηι· ἐπὶ τοῖσδε πωλοῦμεν τὴν ἱε̣-
ρ̣ω̣σύνην τοῦ Διονύσου τοῦ Φλέου· ὁ πριά̣μ̣ε̣-
ληται καὶ στέφανον χρυσοῦν μῆνα Ληναιῶνα
καὶ Ἀνθεστηριῶνα, καὶ τοῖς Καταγωγίοις καθη̣-
γήσεται τῶν συγκαταγόντων τὸν Διόνυσον,
- Priene 211
- Ionia
[καὶ ἐμ Πανιω]ν̣ίωι σίτησιν, [ὅτ]αμ πόλις ἱερὰ ποιῆι,
[καὶ προεδρίαν ἐν] τοῖς ἀγ[ῶσι πᾶ]σι στέφανον ἔχοντι χρύσεο[ν·]
[ἐξεῖναι δὲ αὐτῶι ἐμ Πανιωνί]ωι καὶ στροφίσκομ φ[ορεῖν χρύσεον,]
- Priene 213
- Ionia
[πάντα· ἐξ]εῖν̣[αι δὲ αὐτ]ῶι καὶ ἐμ πρυταν[είωι καὶ ἐμ Πανιωνίωι]
[σίτησιν, ὅταμ πόλις ἱε]ρὰ ποιῆι, καὶ προε[δρίαν ἐν τοῖς ἀγῶ]-
[σι πᾶσι στέφανον ἔχο]ντι χρύσεον· ἐ[ξεῖναι δὲ αὐτῶι ἐμ Πανι]-
- Priene 214
- Ionia
[καὶ ἐμ Πανιωνίω]ι σίτησιν, ὅταμ πόλι[ς ἱερὰ ποιῆι,]
[καὶ προεδρίαν ἐν τοῖς ἀ]γ̣ῶσι πᾶσι [στέφανον ἔ]-
[χοντι χρύσεον —]
- Priene 216
- Ionia
ἀ̣νο[μ]ένου [φέρειν] τῆι Μυκάληι ΟΡ[․c.4․]
α̣ν τὸν [․․c.8․․․] καὶ παραδ̣οῦνα̣ι τοῖς̣
ἱεροποιοῖς ἐ̣[π]ομόσαντα̣ τὴμ Μυκάλην,
καὶ τοῦ Τα[υ]ρε̣ῶνος φέ̣ρε̣[ι]ν τρίτηι ἐπὶ δέ-
κα ταῖς Νύμφαις καθότι καὶ τῆι Μυκάληι,
καὶ τοῖς Ταργηλίοις φέρε̣ιν τῆι ὀγδόηι
τυρείην τῶι Ἑρμῆι τῶι Κτηνίτηι καθό-
φέρειν τυρείην τῶι Μαιάνδρωι καθότι
καὶ τοῖς ἄλλοις ἐπομόσαντα· φέρειν δὲ
κούρειον τῶι Ἑρμῆι ἔριφον θύσιμον
αὐτοὶ θύουσι νέμειν μερίδας κεφαληδὸν
πᾶσι Θηβαίοις καὶ τοῖς πολίταις ὅσοι ἂν
[παραγίγνωνται?]
- Priene 245
- Ionia
τωι Νίκωνος εὐεργέτηι γενο̣μέ̣-
ν̣ωι τοῦ δήμου προεδρίαν ἐν τοῖς
ἀγῶσι καὶ ἐμ πρυτανείωι σίτησιν
- Priene 1094
- Ionia
vacat υἱὸς Ἀρίστωνος Ναόλοχον εἶδεν ὄναρ
θεσμοφόρους τε ἁγνὰς ποτνίας ἐμ φάρεσι λεοκοῖς·
vacat ὄψεσι δ’ ἐν τρισσαῖς ἥρωα τόνδε σέβειν
- Priene 1096
- Ionia
οἶδεν ὁ Φοιβείας μ̣’ ἕ̣δ̣ρ̣α̣ς̣, θ̣ε̣ό̣ς̣, οἶδ’ Ἐπίδαυρος
αἰπεινά, κροτάφο[ις] θαλ̣[λ]ὸν ὅτ’ ἀμφεθέμαν.
πρᾶτος δ’ ἐκ [π]ά̣τ̣ρ̣[ας] ἑ̣[λ]ό̣μ̣α̣ν̣ γ̣έρας οὐ[χὶ] λεϊστὸν
- Priene 1097
- Ionia
οὐκ ἰδίο̣υ̣ ξύσθην ἐσθλοῦ πατρὸς ἤθεσι χρ[η]στοῖς
οἷς [με] ἔστεργε ἱερὸμ φῶς τόδε δερκόμενον̣
ἄλλοθ[ι] καὶ φθιμένου [τα]φεῖ[ο]ν̣ θέτο, τήνδε δὲ μο[ρ]φῆς
- Priene 1099
- Ionia
ἡ πρὶν ἐν ἀνθρώποις ἀσπαστὴ πᾶσιν, ὁδεῖτα,
ἣν θρέψεν Νεῖλος καλλιρόας ποταμός,
Ἑρμογένει’ Ἑρμουπόλεως πατρὸς Ἀντιγενείδα·
κεῖμαι δ’ ἐν δαπέδοις γήραϊ τειρομένα.
- Priene 1100
- Ionia
[Ἀντιμάχου? μ’ ἐσαθρε]ῖς Μεσσήνιον ὄντα Μέλητον,
[πολλάκις εἰς δῆριν] δ̣οράτων ἐλθόντα σὺν ὅπλοις·
[ἀντιπάλων δ’ οὐδεὶς κ]αυχήσεται ἐν δορὸς αἰχμῆι
[ἐντροπαλιζομένοι]ο ἰδεῖν σάκος ἀμφ’ ὤμοισιν·
[πρόσθ’ ἀγέλας δὲ νεκ]ρᾶς ἐχθρῶν στὰς δισσὰ τρόπαια
- Smyrna 4
- Ionia
πόλεσι ταῖ̣ς τῶν Ἰώνων· ταὐτὰ δὲ ὑπά̣ρ̣[χειν]
Ἱπποστ̣ρ̣ά̣τωι αὐτῶι καὶ ἐκγόνοις· στῆσα[ι δὲ αὐ]-
τοῦ καὶ εἰ̣κόνα χαλκῆν ἐφ’ ἵππου ἐμ Πανιω̣[νίωι]·
να Ἴωσι εἰς τ̣ὰς̣ ἰδίας πόλ̣εις̣, ὅπως ὑπά[ρχηι ἐν]
τοῖς δημοσίοις ἀναγεγραμμένα τὰ [ἐγνωσ]-
μένα ὑπὸ Ἰώνων· τὸ δὲ δόγμα τόδε [ἀναγρά]-
- Smyrna 5
- Ionia
[ρο]ν δῆμον, ἀπόδειξιν ποήσοντα[ι καὶ ἀκολουθή]-
[σουσ]ι τοῖς ἀξιουμένοις, v ἔπεμψαν [—]
[Ἀπο]λλᾶδος ἄνδρα καλὸν κἀγαθὸν κ[αὶ ἄξιον τῆς]
[λυσεν τῶν δικῶν, ἴσο]ν̣ αὐτὸν π̣α̣ρ̣[εχόμενος πᾶσιν]
[τοῖς διαφερομένοις —]
- Smyrna 9
- Ionia
καὶ ὁ βασιλεὺς Σέλευκος, εὐσεβῶς τὰ πρὸς τοὺς θεοὺς διακείμενος καί φιλοστόργως τὰ πρὸς τοὺς γονεῖς, μεγα-
λόψυχος ὢν καὶ ἐπιστάμενος χάριτας ἀποδιδόναι τοῖς ἑαυτὸν εὐεργετοῦσιν, ἐτίμησεν τὴμ πόλιν ἡμῶν διά
τε τὴν τοῦ δὴμου εὔνοιαν καὶ φιλοτιμίαν ἣν ἐπεποίητο εἰς τὰ πράγματα αὐτοῦ καὶ διὰ τὸ τὸμ πατέ-
ρα αὐτοῦ θεὸν Ἀντίοχον καὶ τὴμ μητέρα τὴν τοῦ πατρὸς θεὰν Στρατονίκην ἱδρῦσθαι παρ’ ἡμῖν τιμωμέ-
νους τιμαῖς ἀξιολόγοις καὶ κοινῆι ὑπὸ τοῦ πλήθους καὶ ἰδίαι ὑφ’ ἑκάστου τῶμ πολιτῶν καὶ ἐβεβαίωσεν τῶι δήμωι τὴν αὐ-
τονομίαν καὶ δημοκρατίαν, ἔγραψεν δὲ καὶ πρὸς τοὺς βασιλεῖς καὶ τοὺς δυνάστας καὶ τὰς πόλεις καὶ τὰ ἔθνη ἀξι-
πάντα τὸγ χρόνον, ἐπαγγελλόμενοι διατηρούντων αὐτῶν τὰ πράγματα καὶ τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγουμένων ὑπάρξειν αὐ-
τοῖς παρὰ τοῦ δήμου καὶ παρὰ τοῦ βασιλέως Σελεύκου πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα καὶ ἀποδοθήσεσθαι χάρι-
τας αὐτοῖς ἀξίας τῆς αἱρέσεως· οἱ δὲ ἐμ Μαγνησίαι παρακληθέν̣τες καὶ αὐτοὶ ὄντες πρόθυμοι πρὸς τὸ διαφυλάσσειν τῶι βασιλεῖ τήν τε φι-
λίαν καὶ τὴν συμμαχίαν καὶ διατηρεῖν αὐτῶι τὰ πράγματα, τά τ[ε] ἀξιωθέντα ὑπὸ τῶν στρατηγῶν φιλοτίμως ἀπεδέξαντο καὶ ἐπαγγέλ-
πρὸς ἡμᾶς πρεσβευτὰς ἐγ μὲν τῶν κατοίκων Ποτάμωνα καὶ [Ἱ]εροκλῆν, ἐγ δὲ τῶν ὑπαίθρων Δάμωνα καὶ Ἀπολλωνικέτην, τοὺς δ[ια]-
λεξομένους τε ἡμῖν καὶ ἀνοίσοντας τὴν ὁμολογίαν καθ’ ἣν ἀξι[ο]ῦσιν συνθέσθαι τὴμ πρὸς ἑαυτοὺς φιλίαν· ἐπαχθέντες δὲ καὶ ο[ἱ]
πρεσβευταὶ ἐπὶ τὸν δῆμον συνλελαλήκασιν ὑπὲρ ἁπάντων ἀκολ[ού]θως τοῖς ἐν τῆι ὁμολογίαι γεγραμμένοις· ἀγαθῆι τύχηι· δεδόχθα[ι]
τήν τε φιλίαν συντίθεσθαι πρὸς τοὺς ἐμ Μαγνησίαι ἐπὶ πᾶσι τοῖ[ς] τοῦ βασιλέως Σελεύκου συμφέρουσιν, καὶ ἀποδεῖξαι πρὸς αὐτοῦ[ς]
πρεσβευτὰς τρεῖς, οἵτινες τὴν ὁμολογίαν τε ἥτις ἂν δόξηι τῶι δήμωι ἀνοίσουσιν αὐτοῖς καὶ περὶ τῶγ γεγραμμένων ἐν αὐτῆι δι[α]-
λεγήσονται καὶ παρακαλέσουσιν αὐτοὺς δέχεσθαί τε καὶ συντελεῖν τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ ἐάμπερ δέξωνται οἱ ἐμ
στήλας εἰς ἃς καὶ ἡ ὁμολογία ἀναγραφήσεται· καλεσάτωσαν δὲ οἱ ἐπιμήνιοι τῆς βουλῆς καὶ τοὺς πρεσβευτὰς τοὺς παραγεν[ομένους]
ἐγ Μαγνησίας ἐπὶ ξενισμὸν εἰς τὸ πρυτανεῖον· τοῖς δὲ ἀποδειχθε[ῖ]σιμ πρεσβευταῖς δότω μεθόδιον Καλλῖνος ὁ ταμίας τὸ ἐκ τοῦ [νόμου]
ἡμερῶν ὅσων ἂν ὁ δῆμος τάξηι ἀπὸ τῶν τῆς πόλεως προσόδων· ἡμέρα[ι] ἐτάγησαμ πέντε, πρεσβευταὶ ἀπεδείχθησαν Φανόδημος Μικ[ίωνος?,]
- Smyrna 10
- Ionia
καὶ παραδοῦναι τὰς κλεῖδας τῶι ἄρχοντι τῶι ἀποσταλέντι ὑπὸ τοῦ δήμου καὶ πα[ρ]αδέξ[α]σθαι φυλακὴν τὴν συνδιατηρήσουσαν μετ’ αὐτῶν τὸ χωρίον τῶι βασιλεῖ
Σελεύκωι, ἐπαγγελλόμενος ταῦτα ποιησάντων αὐτῶν ὑπάρξειν αὐτοῖς παρὰ τῆς πόλεως πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα, οἱ δὲ οἰκοῦντες ἐν τῶι
χωρίωι ἑλόμενοι τὴμ φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον μετὰ πάσης προ[θ]υμίας προσεδέξαντο τἀξιούμενα ὑπὸ τοῦ δήμου καὶ τάς τε κλεῖδας παραδεδώκασι[ν]
τῶι ἄρχοντι τῶι ἀπεσταλμένωι ὑπὸ τοῦ δήμου καὶ τὴν φυλακὴν τὴν παρὰ τῆς πόλεως παρεδέξαντο εἰς τὸ χωρίον· ἀγαθῆι τύχηι· δεδόχθαι πολίτας τε αὐτοὺς εἶν[αι]
καὶ ὑπάρχειν αὐτοῖς τὰ αὐτὰ ὅσα καὶ τοῖς ἄλλοις πολίταις ὑπάρχει, καὶ τούς τε κ[λ]ήρους αὐτῶν τοὺς δύο, ὅν τε ὁ θεὸς καὶ σωτὴρ Ἀντίοχος ἐπεχώρησεν αὐτοῖς καὶ περὶ ο[ὗ]
Ἀλέξανδρος γεγράφηκεν, εἶναι αὐτοῖς ἀδεκατεύτους, καὶ ἐὰν προσορισθῇ ἡ χώρα, ἣν ἔχουσιν οἱ πρότερον ὄντες ἐμ Μαγνησίαι κάτοικοι, τῆι πόλει τῆι ἡμετέραι,
ὑπάρχειν αὐτοῖς τοὺς τρεῖς κλήρους δωρεὰν καὶ τὴν ἀτέλειαν αὐτοῖς μέ[ν]ειν τὴν νῦν ὑπάρχουσαν· καὶ ὅσοι αὐτῶν εἰσιν ἀκληρούχητοι, δοθῆναι αὐτοῖς κλῆρο[ν]
ἱππικὸν δωρεὰν τῶν παρακειμένων τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Τίμωνι κα[ὶ τ]οῖς πεζοῖς τοῖς τεταγμένοις ὑπὸ Τίμωνα τοῖς ἀποταχθεῖσιν ἀπὸ τῆς φάλαγγο[ς]
ἐπὶ τὴν φυλακὴν τοῦ χωρίου τήν τε πολιτείαν καὶ τὴν αὐτὴν ἀτέλειαν [ἣ κ]αὶ τοῖς ἄλλοις ὐπάρχει, καὶ εἶναι αὐτοὺς ἐν τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Ὠμάνει καὶ το[ῖς]
Πέρσαις τοῖς ὑπὸ Ὠμάνην καὶ τοῖς ἀπὸ Σμύρνης ἀποσταλεῖσιν ἐπὶ τὴν [φ]υλακὴν τοῦ χωρίου, Μενεκλεῖ τε καὶ τοῖς ὑπ’ αὐτὸν τασσομένοις, τήν τε πολιτεία[ν]
καὶ τἆλλα φιλάνθρωπα, ἃ καὶ τοῖς ἄλλοις τοῖς ἐκγ Μαγνησίας ἐψήφισται, κ[αὶ] προνοῆσαι τὸν δῆμον ὅπως αὐτοῖς διδῶται ἐκ βασιλικοῦ τά τε μετρήματα καὶ τὰ ὀψώνια
τἆλλα ὅσα εἰώθει ἐκ βασιλικοῦ δίδοσθαι αὐτοῖς. τὸ δὲ ψήφισμα τόδε ἀν[αγ]ράψαι εἰς τὰς στήλας τὰς ἀνατεθησομένας ἐν τοῖς ἱεροῖς ὑπό τε τοῦ δήμου καὶ [τῶν]
ἐκγ Μαγνησίας· ἀναγεγράφθαι δὲ αὐτὸ καὶ ἐν τοῖς δημοσίοις. vacat
- Smyrna 12
- Ionia
ν̣ωνεῖν τῆς πορθμείας· πρὸ̣[ς]
δὲ τούτοις ἀντὶ δύο ὀβολ[ῶν]
δύο ἀσσάρια πεποιήκασι τ[ὸν]
τὸν βουλόμενον πορθμεύε̣[ιν,]
[ὅ]πως ἐπάνα̣γκες αὐτοῖς οἱ δ̣[ε]-
όμενοι τῆς πορθ[μ]είας χρῶ[ν]-
- Smyrna 14
- Ionia
ἐπὶ ἱερέως Ἡγησίου, στεφανηφόρου δὲ Πυθοδώρου, μηνὸς Ληναιῶ[ν]ος· ἀγαθῆι τύχηι· ἐπὶ τοῖσδε συνέθεντο τὴμ φιλίαν Σμυρναῖ[οί]
τε καὶ οἱ ἐμ Μαγνησίαι κάτοικοι, οἵ τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὶ κα[ὶ οἱ] ἐν τοῖς ὑπαίθροις καὶ οἱ ἄλλοι οἰκηταί, καὶ τὴμ πολιτείαν ἔδωκαν
Σμυρναῖοι τοῖς ἐμ Μαγνησίαι κατοίκοις, τοῖς τε κατὰ πό[λ]ιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις καὶ τοῖς οἰκοῦσι
τὴμ πόλιν, ἐφ’ ὅτωι τὴμ μὲν συμμαχίαν καὶ τὴν εὔνοιαν τὴν εἰ[ς] τὰ πράγματα τὰ τοῦ βασιλέως Σελεύκου διατηρήσουσιν οἱ ἐμ
εἰς δύναμιν εἶναι τὴν αὑτῶν ἀποδώσουσιν τῶι βασιλεῖ Σελεύκω[ι· πολ]ιτεύσονται δὲ μετὰ Σμυρναίων κατὰ τοὺς τῆς πόλεως νόμους
[ἀ]στασιάστως τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγούμενοι Σμυρναίο[ις· ὀμ]οῦνται δὲ καὶ οἱ ἐμ Μαγνησίαι Σμυρναίοις καὶ Σμυρναῖοι τοῖς ἐμ
Μαγνησίαι ἑκάτεροι αὐτῶν τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι ὑπο[γε]γραμμένον· συντελεσθέντων δὲ τῶν ὅρκων τὰ μὲν ἐγκλήματα αὐ-
τοῖς τὰ γεγενημένα κατὰ τὸμ πόλεμον ἤρθω πάντα καὶ μὴ ἐξέστω [μηδὲ] ἑτέροις ἐγκαλέσαι περὶ τῶγ κατὰ τὸν πόλεμον γεγενημένων μή[τε]
διὰ δίκης μήτε κατ’ ἄλλον τρόπομ μηθένα· εἰ δὲ μή, πᾶν τὸ ἐπιφερόμε[ν]ον ἔγκλημα ἄκυρον ἔστω· δεδόσθαι δὲ τοῖς ἐμ Μαγνησίαι κατοίκ[οις],
τοῖς τε κατὰ πόλιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις, πολιτεί[α]ν ἐν Σμύρνηι ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολίταις· ὁμοίως δὲ δε[δόσθαι]
τὴμ πολιτείαν καὶ τοῖς ἄλλοις τ[οῖς ο]ἰκοῦσιν ἐμ Μαγνησίαι ὅσοι ἂν ὦσιν [ἐ]λεύθεροί τε καὶ Ἕλληνες· ἀνενεγκάτωσαν δὲ τοὺς μὲγ καταλοχισμ[οὺς]
[τ]ῶν ἐμ Μαγνησίαι ἱππέων τε καὶ πεζῶν τῶν τε κατὰ πόλιγ καὶ τῶν ὑπαί[θ]ρων οἱ ὄντες γραμματεῖς τῶγ ταγμάτων ἐπὶ τὸν δῆμον, τῶν δὲ ἄλ[λων]
οἰκητῶν τὴν γραφ[ὴν οἱ] ἀποδειχθέντες ὑπὸ τῶν ἐμ Μαγνησίαι κατοίκω[ν] ἄνδρες· ὅταν δὲ τιθῶνται τοὺς καταλοχισμοὺς οἱ γραμματεῖς καὶ οἱ
[ἄ]νδρες οἱ ἀ[πο]δειχθέντες τὴγ γραφὴν τῶν ἄλλων οἰκητῶν, ὁρκισάτωσαν [αὐ]τοὺς οἱ ἐξετασταὶ ἐπὶ τοῦ μητρώιου ἱεροῖς νεοκαύτοι[ς τοὺς μὲν]
[γραμμ]ατεῖς ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν ὄντω[ν π]αρ’ αὐτοῖς κατοίκων ἱππέων καὶ πε[ζῶν, τῶν τε κατὰ πόλιν καὶ τῶν κατὰ τὰ]
ὕπαιθρα τασσομένων, τοὺς δὲ ἄνδρας τοὺς ἀ[ναφ]έροντας τὴγ γραφὴν τῶν [ἄλλων οἰκητῶν, ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν]
βουλῆς καὶ τοῦ δήμου, ὁ δὲ θέσθω εἰς [τὸ] δημόσιον. ἐπικληρωσάτωσαν δὲ ο[ἱ ἐξεταστ]αὶ εἰς τὰς φυλὰς τὰ ἀνενεχθέντα ὀνόματα πάντα καὶ ἀ[να]-
γραψάτωσαν εἰς τὰ κληρωτήρια, καὶ ἔστω μετουσία τοῖς ἀναγραφεῖσιν ε[ἰς τὰ κληρ]ωτήρια πάντων ὧγ καὶ τοῖς λοιποῖς πολίταις μέτεστιν·
χρήσθωσαν δὲ οἱ πολιτογραφηθέντες καὶ ἐμ Μαγνησίαι περὶ τῶν συναλλ[αγμάτ]ων καὶ τῶν ἐγκλημάτων τῶμ πρὸς Σμυρναίους τοῖς νόμοις
τοῖς Σμυρναίων· δεχέσθωσαν δὲ καὶ ἐμ Μαγνησίαι τὸ νόμισμα τὸ τῆς πόλεως [ἔνν]ομον· καὶ ἄρχοντα δὲ ὃν ἂν ἀποστέλληι ὁ δῆμος κυριεύσοντά τε
τῶγ κλειδῶν καὶ ἐσόμενον ἐπὶ τῆς φυλακῆς τῆς πόλεως καὶ διατηρήσοντα τὴμ πόλιν τῶι βασιλεῖ Σελεύκωι παραδέξονται οἱ ἐμ Μαγνησίαι· δό-
τωσαν δὲ Σμυρναῖοι καὶ εἰς κατασκήνωσιν τοῖς ἀποσκευαζομένοις τῶν ἐκ Μαγν[ησ]ίας οἰκίας κλινῶν ὅσων ἂν τῶι δήμωι δόξηι ἀφ’ οὗ ἂγ χρόνου ἡ ὁμολο-
γία συνσφραγισθῆι εἰς ἑξάμηνον· μισθούσθω δὲ ὁ ταμίας τῶν ὁσίωμ προσόδων [τ]ὰς οἰκίας μετὰ τῶν στρατηγῶγ καὶ τὸ ἀνήλωμα διδότω ἀπὸ τῶν τῆ[ς]
πόλεως προσόδων. ὀμόσαι δὲ τοὺς μὲν ἐμ Μαγνησίαι κατοίκους τῶν τε κατὰ πό[λ]ιν ἱππέων καὶ πεζῶν καὶ τοὺς ἐν τοῖς ὐπαίθροις τασσομένους κα[ὶ]
τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ πολίτευμα τόνδε τὸν ὅρκον· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴ[μ]
Μητέρα τὴν Σιπυληνὴν καὶ Ἀπόλλω τὸν ἐμ Πάνδοις καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας καὶ τὴν τοῦ βασιλέως Σελεύκου τύχην· ἐμμενῶ ἐν
ταῖς συνθήκαις αἷς συντέθειμαι πρὸς Σμυρναίους εἰς ἅπαντα τὸγ χρόνον [κ]αὶ διατηρήσω τήν τε συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι
μονοίας ἀστασιάστως κατὰ τοὺς Σμυρναίων νόμους καὶ τὰ ψηφίσματα τοῦ δ[ή]μου καὶ συνδιατηρήσω τήν τε αὐτονομίαν καὶ δημοκρατίαν καὶ τἆλλα τὰ
ἐπικεχωρημένα Σμυρναίοις ὑπὸ τοῦ βασιλέως Σελεύκου μετὰ πάσης προθυμ[ία]ς ἐμ παντὶ καιρῶι, καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτῶν οὐθένα οὔτε ἄλλωι ἐπ[ι]-
τρέψω οὐθενὶ κατὰ δύναμιν τὴν ἐμήν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύο[ντα] τῆι πόλει ἢ τοῖς χωρίοις τοῖς τῆς πόλεως, ἢ τὴν δημοκρατίαν ἢ τὴν ἰσο-
νομίαν καταλύοντα, μηνύσω τῶι δήμωι τῶι Σμυρναίων καὶ βοιηθήσω ἀγωνιζ[όμ]ενος μετὰ πάσης φιλοτιμίας, καὶ οὐκ ἐγκαταλείψω κατὰ δύναμιν τὴν
ἐμαυτοῦ· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γέ[νει τ]ῶι ἐξ ἐμοῦ. ὀμόσαι δὲ καὶ Σμυρναίους τοῖς ἀπὸ Μαγνησίας τὸν ὅρκον
τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴμ Μη[τέρ]α τὴν Σιπυληνὴν καὶ Ἀφροδίτην Στρατονικίδα καὶ τοὺς ἄλλους θεοὺς
πάντας καὶ πάσας· ἐμμενῶ ἐν ταὶς συνθήκαις αἷς συντεθείμεθα πρὸς τοὺς [ἐμ Μ]αγνησίαι κατοίκους, τούς τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὺς καὶ τοὺς ἐν τ[οῖς]
ὑπαίθροις τασσομένους καὶ τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ [πολί]τευμα, εἰς ἅπαντα τὸγ χρόνον οὐθὲν παραβαίνων τῶγ κατὰ τὴν ὁμολογίαν
οὐδὲ μετατιθεὶς ἐπὶ τὸ χεῖρον τὰ γεγραμμένα ἐν αὐτῆι, οὔτε τέχνηι οὔτε [μηχα]νῆι οὐδεμιᾶι. καὶ εὐνοήσω καὶ βασιλεῖ Σελεύκωι καὶ τοῖς ἐκ Μαγνησίας κα-
τοίκοις τοῖς τε κατὰ πόλιν καὶ τοῖς ὑπαίθροις καὶ τοῖς ἄλλοις τοῖς οἰκο[ῦσιν ἐμ] Μαγνησίαι ὅσοι εἰσὶν ἐλεύθεροί τε καὶ Ἕλληνες, καὶ ποιήσομαι αὐτοὺς
πολίτας πάντας καὶ τοὺς ἐκγόνους αὐτῶν ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολί[ταις κ]αὶ εἰς φυλὰς αὐτοὺς ἐπικληρώσας καταχωριῶ εἰς ἣν ἂν ἕκαστοι λάχωσιν
καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτ[ῶν] οὐθένα οὔτε ἄλλωι ἐπιτρέψω οὐθενὶ κατὰ δ[ύν]αμιν τὴν ἐμὴν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύοντα αὐτοῖς ἢ τοῖς ἐκγό[νοις]
αὐτῶν ἢ τοῖς ὑπάρχουσιν αὐτῶν, μηνύσω ὡς ἂν τάχιστα δύνωμαι, καὶ βοι[ηθήσ]ω μετὰ φιλοτιμίας· καὶ μετουσίαν αὐτοῖς δώσω τῶν τε ἀρχείων καὶ τῶν ἄ[λλων]
τῶν κοινῶν τῆς πόλεως, ὧν καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν· εὐορκοῦ[ντι μέμ] μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γένει τῶι ἐξ ἐμοῦ. ἀποδ[ειξά]-
λεσθησομένου τοῦ κατὰ τὴν ὁμολογίαν· [ὁρ]κιζέτωσ[αν δὲ τὸν προγεγραμμένον ὅρκ]ον οἱ μὲν ἐκ Μαγνησίας ἀποδειχθέντες Σμυρναίους, οἱ δὲ ἐξ Σμύρνης τοὺς ἐμ
Μαγνησίαι· τὰ δὲ ἱερεῖα τὰ εἰς τὰ [ὁρ]κωμόσια ἐν Σμύρνηι [δότω ὁ ταμίας Καλ]λῖνος ἀφ’ ὧν ἂν ψηφίσηται ὁ δῆμος, ἐν δὲ Μαγνησίαι οἱ ταμίαι, οἷς ἂν τὸ πλῆθος ἐπι-
τάξηι. ἀναγραψάτωσ[αν] δὲ καὶ τὴν ὁμολογίαν ἐν στήλα[ις λευκολίθοις καὶ ἀναθ]έτωσαν Σμυρναῖοι μὲν ἐν τῶι τῆς Ἀφροδίτης τῆς Στρατονικίδος ἱερῶι καὶ
ἐμ Μαγνησίαι τῆι πρὸς τῶι Μαιάνδρωι ἐν τῶι τῆς Ἀρτέμιδ[ος τῆς Λευκοφρυη]νῆς ἱερῶι, οἱ δὲ ἐμ Μαγνησίαι κάτοικοι ἔν τε τῆι ἀγορᾶι παρὰ τὸν βωμὸν τοῦ
Διον[ύσ]ου καὶ τὰς τῶν βασιλέων εἰκόνας καὶ ἐμ Πάνδοις ἐν [τῶι ἱερῶι τοῦ] Ἀπόλλωνος καὶ ἐγ Γρυνέωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἀναγραψάτω δὲ καὶ ὸ γραμ-
ματοφύλαξ τῆς βουλῆς καὶ τοῦ δήμου τὰ ἀντίγραφα τῆς ὁμολογίας [εἰς τὸ δημ]όσιον· συνσφραγισάσθωσαν δὲ τὰς ὁμολογίας τὴμ μὲν Σμυρναίοις δοθησομένην
οὓς ἂν ἀποδείξηι τὸ κοινὸν τῶν ἐμ Μαγνησίαι τοῖς τε ἑαυτῶν δακτυλίοις κα[ὶ τ]ῶι ὑπάρχοντι κοινῶι, τὴν δὲ εἰς Μαγνησίαν δοθησομένην σφραγισάσθωσαν Σμυρνα[ίων]
οἵ τε στρατηγοὶ καὶ οἰ ἐξεσταταὶ τῶι τε τῆς πόλεως δακτυλίωι καὶ τοῖς αὐτῶν. ταῦτα δὲ ἀμφοτέροις τοῖς πλήθεσιν συντετελέσθαι τύχηι τῆι ἀγαθῆι. vacat
- Smyrna 23
- Ionia
οἱ θειότατοι αὐτοκράτορες Σεουῆρος καὶ Ἀντωνεῖνος Καίσαρες Σμυρναίοις·
εἰ Κλαύδιος Ῥουφῖνος ὁ πολείτης ὑμῶν ὁ διὰ τὴν προαίρεσιν,
ᾗ σύνεστιν ἐπὶ παιδείᾳ, καὶ τὸν ἐν λόγοις συνεχῆ βίον τὴν
προκειμένην τοῖς σοφισταῖς κατὰ τὰς θείας τῶν προγόνων
ἡμῶν διατάξεις ἀτέλειαν τῶν λειτουργιῶν καρπούμενος
- Smyrna 30
- Ionia
[—] τὴν πόλιν κα[ὶ τὴν χώραν ἱερὰν καὶ ἄσυλον]
[καὶ αὐτόνομον οὖσ]αν τοῖς θεοῖς ἀ[ποκατέστησεν? —.]
- Smyrna 31
- Ionia
[—] ὑπάρχειν. τὴν περὶ τούτου πρόνοιαν ποιήσασθαι δι’ ἃ προδηλοῦται? ΟΝΕΣ[—]
[—] τοῦ θεοπρόπου, ἥτις ἱερωσύνη ἀκολουθεῖ τοῖς τοῦ θεοῦ μυστηρίοις· διὸ [— ὦ]
φιλόθεε καὶ φιλάνθρωπε Καῖσαρ, κελεῦσαι δοθῆναί μοι τὰ ἀντίγραφα τῶν ὑπομνημάτων, ὡς καὶ ὁ θεὸς πατὴρ
ἐσφραγίσθη ἐν Ῥώμῃ πρὸ τριῶν νωνῶν Μαΐων, Αὐτοκράτορι Καίσαρι Τ(ίτῳ) Αἰλίῳ Ἁδριανῷ Ἀντωνείνῳ τὸ βʹ, Γαΐῳ Βρουττίῳ
Πραίσεντι τὸ βʹ ὑπάτοις. παρῆσαν Τ(ίτος) Φλ(άουιος) Μακρεῖνος Σιμωνᾶς, Λ(ούκιος) Ἀτάνιος Φλάουιος Δημοσθενιανός, Λ(ούκιος) Αἴτιος Ἑρμογένης Αἰλια[νός,]
Μ(ᾶρκος) Ἀντώνιος Κρίσπος, Λ(ούκιος) Λικίννιος Ἀλβεινιανός, Μ(ᾶρκος) Κοσκώνιος Καρικός, Τι(βέριος) Κλαύδιος Ἄκτιος.
- Smyrna 54
- Ionia
κείονας Κυμβελλείτας σὺν
σπειροκεφάλοις εἰς τὸν φοινει-
κῶνα νβʹ· οἵ ποτε Ἰουδαῖοι μυ(ριάδα) αʹ·
- Smyrna 56
- Ionia
[ἡ λαμπροτάτ]η καὶ [πρώτη πόλεων τ]ῆς Ἀσί[ας καὶ δὶς νεωκόρος τῶν Σεβαστῶν Σμυρναίων πόλις] θεαῖς Νε[μέσεσι — καὶ θεοῖς πᾶσι καὶ πά]σαις κα[ὶ Αὐτοκράτορι] Καίσ[αρι —.]
- Smyrna 59
- Ionia
ὁ τόπος συνεχωρήθη ὑπὸ τοῦ Αὐτοκράτορος Ἀντωνίνου,
Γεντινιανῷ Γεντιανῷ καὶ Βάσσῳ ὑπάτοις, πρὸ νωνῶν Ὀκτωβρίων.
- Smyrna 93
- Ionia
[Μαν]ίῳ Ἀκειλίῳ Γλαβρ̣ί̣ωνι, Γαΐῳ̣ [Βελλικίῳ Τορκουάτῳ]
[Τεβ]α̣νιανῷ ὑπάτοις, πρὸ ἐννέα κ[αλανδῶν —·]
[ἐν Σ]μύρνῃ· Ἀτειλίῳ Κογνίτῳ, Κα[— τοῖς]
[ἐπι]τρόποις τοῦ κυ̣ρ̣ίου Καίσαρο̣[ς —]
[․․]․ΟΥ Λουκίου υἱοῦ Φαβία Ἄνθου [— ἐν τοῖς]
[εὐτυ]χεστάτοις καιροῖς τοῦ θεῶ[ν ἐμφανεστάτου Αὐτοκρά]-
[τορο]ς Τραιανοῦ Ἁδριανοῦ Καίσαρο̣[ς Σεβαστοῦ πᾶσα ἡ?]
- Smyrna 95
- Ionia
[—]μ̣ονης τῆς πόλεως ἡμῶν· ἧς ἱε-
[ρ—] καὶ ἐπίτευξις τοῖς τεχνείταις
[—] μετέχοντας̣ καὶ συνελθόντας
[—] vacat ἄλλο κεφάλα[ιον ἐκ τοῦ νόμου?] διοικητικ[οῦ·]
[στεφαν]ώσεις γεινέσθωσα[ν ․․c.7․․ καὶ κατακ]λίσεις ταῖς γ[ενεθλίο]ι̣ς τῶν Σεβαστῶν ἐνιαυσί-
[αις] ε̣ʹ ἡ̣μέραις ἐπάνανκε[ς ․․․․c.13․․․․․ Π]αναθηναίοις καὶ τ̣α̣ῖ̣ς ὑπὸ τῆς πόλεως ἐψη-
φισμέναις δημοτελέσιν̣ [ἑορταῖς καὶ ταῖς] αὖθίς ποτε ψηφισθησομέναις ἐκ τῶν δη-
[․c.5․] τ̣ὰ πρότερον δεδογμέν̣[α ․․․․․c.14․․․․․]Ν̣ΕΣΤ[—]
[․c.6․․]․․ δόξαντα συμφέρειν τοῖς ἱ̣ε̣[ρ—]
[․c.6․․ το]ῦ ἀνθυπάτου ἐντυχόντο[ς —]
- Smyrna 96
- Ionia
λαβὼν τελέσει τῶν 𐆖(δηναρίων) τ̣[ού]των καὶ τῆς του[—]
τοῦτον τοῖ̣ς̣ ἐξ ἀντιπροβολ̣[ῆ]ς̣ κ̣α̣τασταθεῖσι [ταμίαις —, οἱ δὲ τὸν?]
τόκον παραδιδότωσαν, ἅ ἐστ̣[ι]ν 𐆖(δηνάρια) μύ̣ρ̣ι̣α̣ [— τὸ ἐκ τῶν]
τόκων συναγομένων κεφάλαιον, ἃ γείνεται̣ [— συ]-
ναγομένοις ὁμοῦ 𐆖(δηνάρια) πεντακισμύρια ἑξακισ̣[χίλια —]
ἱερὰ καὶ ἀμετά[θ]ετα τῷ αὐτῷ νόμῳ καὶ τῇ αὐτῇ ․[—]
- Smyrna 97
- Ionia
πάτου Λολλιανοῦ Ἀουείτου ἐδόθη
ἐδόθη φορτηγοῖς Ἀσκληπιασταῖς
ἐκ τοῦ ἐνπ[ο]ρίου βάθρα τὰ ἑξῆς
- Smyrna 99
- Ionia
[⁵¹νῷ]⁵¹ Σεβαστῷ τὸ θʹ, Κοΐντῳ
Πεττιλίῳ Ῥούφῳ τὸ βʹ ὑπάτοις·
ἐπὶ στεφανηφόρου Κοσκωνίας
- Smyrna 145
- Ionia
Ἀσκλήπεια Κομόδ̣ε̣ια βʹ, Πύθια
τὰ ἐν Δελφοῖς, Ἔφεσον Ἁδριάνεια,
Ἔφεσον Ἐφέσηα, Βαρβίλληα,
- Smyrna 150
- Ionia
ἀγῶνάς τε τοὺ̣ς ὑπογεγραμμένου̣ς·
Πυ̣θικῶ̣ν· Πύθια ἐν Δελφοῖς, Πύθια
ἐν Σίδῃ, Αὐγούστεια ἐν Θυατεί-
[ροις —]
τειμηθεὶς δὲ ξυσταρχίαις παρὰ τῶν
- Smyrna 175
- Ionia
καὶ Αὐγο[ύστεια Πύθια ἐν]
Θυατεί[ροις καὶ Τυρίμνεια]
ἐν Θυατε̣[ίροις καὶ ἀγῶνας]
ταλαντι̣[αίους —ʹ]
- Smyrna 223
- Ionia
ἠελίους τρισσοὺς μεῖναι νέκυος φθιμένοιο,
μηδὲ μελανφάρους προσίναι βωμοῖσι ἄνακ̣τ̣[ος,]
μηδ’ ἀθύτοις θυσίαις ἱερῶν ἐπὶ χῖρας ἰάλ[λειν,]
μηδ’ ἐν Βακχείοις ᾠὸν ποτὶ δαῖτα τ[ίθεσθαι?]
καὶ κραδίην καρποῦν ἱεροῖς βωμοῖς̣ [—]
ἡδεόσμου τ’ ἀπέχεσθαι, ὃν Δη̣μ̣[ήτηρ ἀμάθυνεν?·]
Τειτάνων προλέγειν μύσταις̣ [—]
καὶ καλάμοισι κροτεῖν οὐ θέσ̣[μιον εἶναι —]
ἤμασιν, οἷς μύσται θυσί̣[ας —]
[μηδ]ὲ̣ φορ̣ε̣ῖν Σ̣Υ̣[—]
- Smyrna 225
- Ionia
πατρὶ τέκος, Παιὰν ὡς ἐκέλευσεν ἄναξ.
ἱ̣λήκοις, ὦ Φοῖβε, σὺν υἱέϊ, τῷ δ’ ὑγίειαν
δοίηθ’ ὑμετέρην ὑμνολογοῦντι χάριν.
- Smyrna 230
- Ionia
[ἀλλὰ τὸ]ν̣ εὐρώεντα λαχὼν τόπον ἄμπεχε χεῖρα
[ἐκ σκοτί]ης κούφην σφωϊτέροις γενέταις.
- Smyrna 233
- Ionia
ἄτεκνος, ἄωρος, εἴκοσι πλήσας ἔτη
καὶ τρί’ ἐπὶ τούτοις, οἰκτρὸς ἐν τρισὶ ἡμέραις
θανὼν ποθεινὸς τοῖς γονεῦσι γενόμενος·
ὧι παστὸν οὐθείς, οὐχ ὑμέναιον ἦισέ τις,
οὐ λαμπάδ’ ἧψε νυμφικήν, γόοισι δέ
καὶ δακρύοις πολλοῖσιν ἐνθάδ’ ἤγαγον,
οὗπερ κατοικεῖν δεῖ με τὸν λοιπὸν χρόνον.
μᾶλλον δὲ κλαύσας, πάροδε, τὴν ἐμὴν τύχ̣ην
βαῖν’ οὗ φίλον σοι καὶ τύχοις ὅσων θέλεις.
- Smyrna 234*3
- Ionia
[— ἀ]λόχου παῖδας ἐν ὀρφανίῃ
[—]Σ ἐπ’ ἐμοῖς ὅδε πᾶσι ποθι[νός]
[—]ΔΙΗΙ πυρὶ δαμεὶς ΕΠΟΜ[—]
- Smyrna 237
- Ionia
Σαραπιάδα· τὺ δ’ εἶπον ἀπταίστῳ [τέκνῳ·]
Περῖτα, χαίροις εἰς γονεῖς τοῖος γ̣[εγώς.]
- Smyrna 239
- Ionia
υἱὸς Ἀπολλωνίου, παῖς [δέ] τ̣οι ἡλικίῃ,
τὸν ἐπ’ ἀλλοτρίης χώρης [ὁ π]ατὴρ ὑπεδέξατο κόλποις
χρηστομαθῆ, χαρίεντα, φίλ[ο]ν καὶ τίμιον ἀσστροῖς ἀσστοῖς,
ἕνδεχ’ ἔτη διήνυσε Μοιρῶ̣ν ἐνιαυτούς·
- Smyrna 246
- Ionia
οὐ γήρᾳ δμαθεῖσα πανύστατον ἐμ μεγάροισι
κάλλιπες αἰακτὸν σοῖσι τοκεῦσι γόον,
Ἑρμιόνη· λυγρὸν δ’ οἱ μὲν λ̣ίβουσι κατ’ ὄσσων
χῆρα δ’ ἐρημαῖον στενάχει λέχος. ἀλλ’ ἐρατεινὴ
Πετροτίου θύγατερ, χαῖρε καὶ ἐν φθιμένοις.
- Smyrna 247
- Ionia
Ἑρμογένης Χαριδήμου ἰητρείην ἀναγράψας
ἑπτὰ ἐπὶ ἑβδομήκοντ’ ἔτεσιν καὶ ἴσαις ἐπὶ βύβλοις
[⁵¹[—]]⁵¹
- Smyrna 248
- Ionia
μήτηρ δὲ ἡ δύστηνος ὀδύρεται, οἷά τις ἀκταῖς
ἀλκυονὶς γοεροῖς δάκρυσι μυρομένα,
μητρὶς ἡ λιπάδελφος ἐρημωθεῖσα δὲ τέκνων
- Smyrna 249
- Ionia
ζωιὴν καὶ φιλ[ί]α̣ν γαμέτιν.
χαίρειν πᾶσι φίλοις
κατακείμενος ἔνθα παραινῶ καὶ μετέχειν
- Smyrna 251
- Ionia
χαῖρε, Κρίτων, σοὶ μέν γ̣ε καὶ εἰν Ἀΐδαο δό[μοισιν]
ὄντι τεῆς ἀρετῆς οὐχὶ λέλοιπε κλέος.
- Smyrna 252
- Ionia
Λήναιον Ἀρτεμιδώρου.
καὶ τὸ πρὶν ἐν πολέμοις τηρῶν πύργον, παροδῖτα,
καὶ νῦν τηρήσω, ὡς δύναμαι, νέκυς ὤν.
- Smyrna 256
- Ionia
ἁ λάλος ἐν ζωοῖσι τὰ μὴ ζώοντα παρ’ ἀ̣στοῖς
Φάμα καρύσσω μουσοεπεῖ στόματι·
Νάννιον ἔκλαυσαν δισσὰ κόρων πάθεα,
ὧν ὁ μὲν οὐκ ἐτέλεσσεν ἐνὶ ζωοῖς ἐνιαυτοῦ
πλείω, μοῖρα δὲ σή, Ματρέα, ἦν τριετής.
- Smyrna 263
- Ionia
τέκνον ἐμὸν Παῦλα, φθινύθω δακρύοις σε βοῶσα,
τοῖά τις ἀλκυὼν παῖδας ὀδυρομένη.
ἀεὶ δ’ ὡς Νιόβη πέτρινον δάκρυ πᾶσιν ὁρῶμαι
ἀνθρώποις ἀχέων πένθος ἔχουσα μόνη.
ὦ τάφε καὶ δαίμων, μικρὸν μέθες ἰς φάος ἐλθεῖν
παῖδαν ἐμὴν Παῦλαν, δοῖς δέ μοι εἰσιδέειν.
οὔ σοι Φερσεφόνη τόδε μέμψεται οὐδέ τις Ἅδῃ?,
- Smyrna 264
- Ionia
Κούρῃ καὶ Πλούτωνι καὶ ἐ̣παινῇ Ἄϊδος ἀκτῇ,
ἔξοχος ἐν ζωοῖσι καὶ ἐν Ἀΐδαο δόμοισι,
[ἔν τε βροτοῖς] πανάρετε καὶ ἐν φθιμένοις
διάσημε Πίστικε, σοῖσι τοκεῦσι φάος
γλυκύ, οἵ σ’ ἐτέκοντο, μητρός τοι κε-
δνῆς καὶ ἐκ πατρὸς τάδε δῶρα ․4․․
τύμβος καὶ σῆμα ΛΗΧΑΙ ο̣ὐχ ἑτέροισι ’φι-
κτόν. Πίστικος ἐκλῄζου %⁸⁰ ΜΟΡΟΝΜΟΥ ψεύ-
Φαίδρῳ. κὦ φθιμένων τύμβοι καὶ ὦ
πικρὰ γράμματα ταῦτα τοῖς τέ-
κνα κλαίουσι παναώρηα ΠΑΝΤΑΜΟΥ
- Smyrna 265
- Ionia
πάντες γὰρ συνέκρειναν ἐμοὶ χρυσῆν Ἀφροδείτην
καὶ νῦν ἐν φθιμένοις εἶσον ἔχω τὸ κλέος.
εἰ δὲ θέλεις γνῶναι, τίς καὶ πόθεν ἢ τίς ὁ θάψας,
τίς τᾷ τέχνᾳ τὸ κάλλος ἠγλαΐσατο,
τίς ἁ περισσόμορφος ἐν τύποις γυνά,
μάνυε· θνατὰν ἢ Κύπριν δέδορκά σε;