| 47019 matches in 19211 texts. | 13401-13500 13501-13600 13601-13700 13701-13800 13801-13900 13901-14000 14001-14100 14101-14200 14201-14300 14301-14400 |
| 8515 | 0.6590% | Attica (IG I-III) |
| 1850 | 0.7382% | Peloponnesos (IG IV-[VI]) |
| 8339 | 1.3096% | Central Greece (IG VII-IX) |
| 1155 | 0.6491% | Northern Greece (IG X) |
| 912 | 0.4489% | Thrace and the Lower Danube (IG X) |
| 372 | 0.4451% | North Shore of the Black Sea |
| 10499 | 0.9222% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 12027 | 0.9825% | Asia Minor |
| 342 | 1.1648% | Cyprus (IG XV) |
| 555 | 0.9148% | Greater Syria and the East |
| 1439 | 0.6446% | Egypt, Nubia and Cyrenaïca |
| 84 | 0.4802% | North Africa |
| 926 | 0.6709% | Sicily, Italy, and the West (IG XIV) |
| 4 | 0.0162% | Upper Danube |
- IK Priene 412
- Ionia
μὴ ἀνέχεσθαι ἀπαιτούμενοι, διατάγματ[ι]
ἐδέησέν με δηλῶσαι· ὄχημα μόνοις διδόσθω τοῖς
δίπλωμα ἔχουσιν· ὁ χρώμενος τῷ ὀχήματ[ι]
διδότω τὸ ἐπὶ τοῖς διπλώμασιν τεταγμέ-
νον· ὁδηγὸν μηδενὶ ἐξέστω λαμβάνειν
τρεπομένοις οὐδὲν δεῖ τῶν ὁδηγούν[των]·
εἰ μέντοι χειόνος ποτὲ μεγάλης ἐπιπεσού-
σης ἄδηλοι γένοιντο αἱ ὁδοί, τότε μ[ό]-
τες ἢ δεσμώτας ἄγοντες δὲ ἢ θηρία,
τούτοις μόνοις καταλύσεις δημό-
σιαι διδόσθωσαν καὶ ἀγορὰ τιμῆς
- IK Priene 416
- Ionia
ἀ̣νο̣[μ]ένο̣υ [φέρ]ε̣ιν̣ τῆι Μυκάληι ΟΡ[․․․․]
α̣ν τὸν [․․․․․․․․] καὶ παραδ̣οῦνα̣ι τοῖς̣
ἱεροποιοῖς ἐ̣[π]ομόσαντα̣ τὴμ Μυκάλην·
κα ταῖς Νύμφαις καθότι καὶ τῆι Μυκάληι·
καὶ τοῖς Ταργηλίοις φέρε̣ιν τῆι ὀγδόηι
τυρείην τῶι Ἑρμῆι τῶι Κτηνίτηι καθό-
φέρειν τυρείην τῶι Μαιάνδρωι καθότι
καὶ τοῖς ἄλλοις ἐπομόσα̣ντα· φέρειν δὲ
κούρειον τῶι Ἑρμῆι ἔριφον θύσιμον
αβόντας τὰ κρεῖα τῶν κουρείων καὶ τὰ
αὐτοὶ θύουσι νέμειν μερίδας κεφαλ̣ηδὸν
πᾶσι Θηβαίοις καὶ τοῖς πολ̣ίταις ὅσοι ἂν
vacat
- IK Priene 52
- Ionia
[— — — — —]․ΙΟΛΤΑΤΛ[․․․․․․․․․․․․․․․․․] χρυσοῦς δέ[κα], χα[λκοῦς δὲ — — — — — —]
[— — — οὐ μόν]ο[ν παρ]ὰ̣ τοῖς ἀλ̣ειφομένοις, ἀλλὰ κα[ὶ] παρὰ τοῖς ἄλλο[ις — — — — — —]
[— — — — — — — — — — — —]Μ․․[․․․․․]ΣΘ[․]Δ?․ΑΝΙΕ․ΗΝ τῇ Ἀθη[νᾶι τῆι Πολιάδι — —]
- IK Priene 55
- Ionia
άνω γ[εν]έσθαι δαπάνης [πάσης· χειροτονηθεὶς δὲ στεφα]-
νηφόρος καὶ διὰ πάντων [τῶν ἔργων βουλόμενος στοι]-
χεῖν τοῖς πεπραγμένοις ὑ̣φ’ ἑ[αυτοῦ εἰς τὴν πατρίδα κα]-
λοῖς τε καὶ ἐνδόξοις, εὐ̣σ̣[ε]β̣ῶ̣[ς μὲν διακείμενος πρὸς]
[β]ὼν τὸν στέφανον τοῦ Διὸς [τοῦ Ὀλυμπίου εἱστίασε]
τούς τε πολίτας καὶ τὰ τέκν[α] α[ὐτῶν, τούς τε κατοικοῦν]-
τ̣ας τήν τε πόλιν καὶ τὴν χώρα[ν καὶ τοὺς παῖδας τοὺς]
ἐλευθέρους, ἔτι δὲ καὶ τοὺς πα[ρεπιδημοῦντας ξένους]·
ἐπετέ[λ]εσεν δὲ καὶ θυσίας τοῖς [πατρίοις θεοῖς πρε]-
πούσας τῆ̣ι̣ ἀπὸ τῆς ἀρχῆς ὑπ̣α[ρχούσηι περὶ αὐτὸν]
- IK Priene 56
- Ionia
[τὴν] εἰκόνα̣ α̣ὐτοῦ [ἐ]ν̣ [τῆι ἀγορᾶι] ἐ̣[ν] τῶι ἐπ[ι]φα̣νε[στάτωι τόπωι]· δεδόσθαι δὲ αὐτῶι καὶ ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνίωι
σίτησιν [κ]α̣ὶ προεδρίαν [ἐν] τοῖς ἀ̣γῶσιν· [τὴν δὲ ἀναγγελίας ἐπιμεληθῆναι] τὸν ἀγωνοθέτην ὃς ἂν ἦι τοῖς πρώτοις
[Διονυσίοις — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
- IK Priene 57
- Ionia
ἀξίας τιμὰς καὶ χάριτας ὁ δῆμος ἀποδιδοὺς διατελῆι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Θρασύβουλον μ․
μὲν Δημητρίου ἐπῃνῆσθαι ἐπὶ τοῖς προγεγραμμένοις καὶ εἶναι αὐτὸν ἐν ἐπιμελείαι παρά τε τῆι βουλῆι καὶ
τῶι δήμωι· ἵνα δὲ μὴ μόνον ζῶντα φαίνηται τιμῶν Θρασύβουλον, ἀλλὰ καὶ τῆς εἰς τὸ χρεὼ μεταστάσεως τυχόντα
τ̣ων· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου τὴν ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐ̣πιμηνίους τῶν στρατηγῶν μετὰ
τοῦ γραμματέως τῆς βουλῆς καὶ τοῦ δήμου οἳ ἂν ὦσιν τότε· δεδόσθα̣ι δὲ ἐξουσίαν καὶ τοῖς ἄλλοις τοῖς βουλο-
μένοις στεφανοῦν Θρασύβουλον· ποιήσασ̣θαι δὲ τὴν ἀναγγελίαν ἐν τῆι ἀγορᾶι· ἀναγράψαι δὲ τὸν γραμμα-
- IK Priene 63
- Ionia
[ἔτος ποιείσθωσαν τὴν ἀναγγελίαν — —]νων τῶν τιμῶν καθότι
[προδεδήλωται, ἵνα καὶ τοῖς λοιποῖς] φανερὰ ὑπάρχηι ἥ τε Ἀθηνο-
[πόλιδος φιλαγαθία καὶ ἡ εὐχα]ριστία ἣν ποιεῖται εἰς τοὺς κα-
[λοὺς ἄνδρας ἡ πόλις ἡμῶν· ἀναγ]ράψαι δὲ καὶ τὸ ὑπὲρ τῶν τιμῶν
[ψήφισμα εἰς τοῖχον τῆς στοᾶς τῆ]ς ἐν τῆι ἀγορᾶι εἰς ὃν ἂν συγκρί-
[νηι τόπον ὁ ἀρχιτέκτων, καὶ ποιεί]σ̣θω τὴν ἔγδοσιν ὁ μέλλων οἰ-
- IK Priene 64
- Ionia
[συνῆι σιτήσει καὶ] τοῦ σώματος ἀτε-
[λείαι καὶ προεδρίαι ἐ]μ πᾶ̣σι τοῖς ἀγῶ-
[σιν]
τὸς τοῦ βίου τὴν παρὰ τῶν θεῶν εὐμένεια[ν] κα̣[ὶ τὴν παρὰ]
[τ]ῶν [σ]υμπολιτευομένων καὶ τῶν κατοικού̣[ντων εὔνοι]-
[α]ν ἐπὶ τοῖς κατὰ τὸ κάλλιστον πρασσο̣[μένοις — — — —]
[․․․]βο̣[․]λ̣ρ̣[․․․․]λ̣α̣[․․․․․․․․․․]δημο̣[— — — — —]
διμνο[ν, ἀπ’] ἀ̣ρ̣[χ]ῆ̣ς ἐν ἀσε̣[․․․․․] ὑφεσταμένος τὸ μὴ καθυσ-
τερεῖν τ[ῶν ἄλλ]ων ἐν τοῖς ἐπ[ε]ίγουσιν τῶν καιρῶν, ἐν εὐβο-
σ̣ί̣ᾳ̣ δὲ πάντα[ς] τούς τε πο[λί]τας καὶ τοὺς κατοικοῦντας
παρ’ ἡμ[ῖν ὑ]πάρχειν προαιρούμενος· χρείας τε γενομέ-
τῆι πρὸς τὸ πλῆθο[ς εὐνοίαι] καὶ κατὰ μηδὲν ἐνλείπειν·
οὐ μόνον ἐπὶ̣ [τ]ο̣[ῖς κ]α̣[τ]ὰ̣ τὰς προεισφορὰς ἑαυτὸν παρίστα-
το πρόθυμον, ἀλλὰ κα[ὶ κα]θ’ Ἡ[ρ]άκλειτον στεφανηφόρον
καθότι [περιέ]χ̣ει τὰ περὶ τοῦ μ[έ]ρους τούτου γράμματα
ἐν τοῖς δημοσίοις ὑπάρχοντ[α]· τήν τε πρὸς τοὺς γονεῖς
εὔνοιαν προαιρούμενος [πᾶσι φανερὰν καθι]στάναι διὰ
[ἐπὶ Ἡρο]δ̣ότου δὲ στεφανηφόρου [τ]ῆς [σιτικ]ῆς παραθέ[σεως ἐν]-
λ̣[ειπ]ούσης [Μ]οσχ[ί]ων στοιχεῖν ἑαυτῶι προαι[ρ]ούμενο̣[ς, συνι]-
δὼν τὸ τοῦ πράγματος ἀναγκαῖον, παραδώ̣[σειν τὸ ἐνδέον ὑπέσ]-
[τη], π̣ροσεπαγγειλάμενος ἐπὶ μῆνας [— — — — μετρήσειν τοῖς]
πολίταις τιμ[ῆ]ς ἐλάσσονος [ἕ]νε[κ]α το[ῦ μετὰ γυναικῶν καὶ]
νειν· στεφανηφοροῦντος δὲ Σώτου [κ]αὶ μὴ ἐ[νόν]-
των ἐν τοῖς κοινοῖς λόγοις διαφόρων, [ἐ]π[ει]γού[σης]
δὲ τόκων ἀποδόσεως τοῖς Ἴωσιν, οὐδὲ [τότε] το[ῦ]
τῆς πόλεως ἠφροντίστησεν ἐνδόξου, δικαιο[πρα]-
τι καὶ ἔνδοξον τῆι πόλει περιεσόμενον εἰς [ἀεί, εἰ]
ἀναλάβοι τα[ῦτα] καὶ τοῖς παρ̣α̣β̣ά̣λ̣λ̣ουσι[ν ․․․․․․]
τῶ̣ι τὴν προγονικ[ὴν εὔν]οι[αν? ․․․․․․․․․․ ὁμολογη]-
σάντων τοῖς τῶν̣ ἡγουμένων̣ δόγμασιν καὶ ․Γ[— — — —]
ε[․․․․․]ων[․․․․․․․․․․․․․․]μέ̣νους δήμους [— —]
[․․․․ προ]θ̣εσ̣μι̣[α․․․․․․․․․]ω̣[․․․․] οὔτοι πε[ρι]-
όντος [․․․․․․]λοις [τὸν περι]εστῶτα κίνδυνο[ν ․․․]
[Δημή]τριον τὸν ἐκγ βασιλέως Δημητρίου τὴν αὐτὴν ἔ-
[χων πρ]όθεσιν τοῖς προϋπηργμένοις πρὸς φιλοδοξίαν
[․․․․․․․․․]ε[— — — — — — — — — — — — — — — —]
[ο]ὐ̣δ̣’ [ε]ἰς ταύτας τὰς ἀποδημ[ί]ας ἔλ̣[α]βεν τὰ τετ[αγμέ]-
ν̣α̣ [ἐφόδια], βουλόμενο[ς] ἐ[ν πᾶσιν στ]οιχεῖν ἑα[υτῶι],
[δωρεὰν δὲ] τὰ̣ς ἀποδ[ημία]ς ἐ[πε]τ[έ]λ[ε]σεν· ὕ[στε]-
κλητ̣[․․․]․ας τη[— — — — — — — — — — — — — ἑαυ]-
τὸν̣ [π]α̣ρέσχετο̣ το̣[ῖς φρουροῖς — — — — — — — — —]
φ[ι]λόδοξος δ’ ἐς αὐτο[ὺ]ς γε[νόμενος ἔτυχε πασῶν τῶν]
[πρὸς τ]ὴν πόλιν ἀνήκοντα ἕνεκα τοῦ πάντα ἀσφαλῶς
[διοικεῖσ]θαι, καὶ διὰ τὴν ἐν τούτοις ἐπιμέλειαν ἱκανὰ τὸν
[δῆμον ὠφέ]λησεν, διὸ καὶ μετὰ ταῦτα στεφανηφοροῦντος
[φέα εἰς τὸν ἐπὶ] Διονυσικλείους ἐνιαυτόν, εἰδὼς τὴν πᾶσαν
[ἐπιμέλειαν πρ]οσφερόμενον τὸν ἄνδρα τοῖς κοινοῖς πράγμα-
[σιν· οὗτος δὲ τὴ]ν ἀκόλουθον φιλοτιμίαν προσενεγκάμενος
[ἐν πᾶσιν τοῖς κατὰ] τὴν ἀντιγραφίαν τῆι πόλει συμφερόντως
ἀνεστράφη [— —]α· τοῦ τ[ε σ]τρατηγοῦ Ῥωμαίων παραγενη-
[τῶι Πα]νὶ τῶι Ἀρωγῷ ἐν τῆι νουμηνίᾳ τὰ ἀπὸ τῶν θυσιῶν κηρύ-
[γματα] ποησάμενος τῆι δευτέραι διένιμε τοῖς πολίταις· καθ’ ἕ-
[καστον] μῆνα τῆς ἐφ’ ἑαυτοῦ [σ]τ̣ε̣[φανη]φ̣ορ̣ί̣[ας] ἐπ[․]τε[․]ο̣ν
ἀξίαν, ἐπιφανῆι τὴν πρὸς π[άντας εὔνοιαν ἀποδειξάμενος],
ὥστε καὶ παρὰ τοῖς ἐπιδεδ̣[ημηκόσι τῶν ξένων ἀποδοχῆς τῆς]
μεγίστης τετευχέναι· δ̣[ιὰ δὲ τῶν ․․․․․․․․․․․․․․․․․․ μεμε]-
τινος ἀγαθοῦ παραίτιον γι̣νόμενον· ἵνα [κ]α̣ὶ οἱ μετὰ ταῦτα θεω-
ροῦντες ἐν ἀποδοχῆι τῆι μεγίστηι γινομένους το[ὺς τοιού]τ̣ο̣υ̣ς
ἄνδρας προθύμους ἑαυτοὺς παρασκευάζ[ω]σιν εἰς τὰ τῆ[ι πατρίδι]
συμφέροντα, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαί τε
Μοσχίωνα Κυδίμου ἐπὶ τοῖς προγεγραμμένοις πᾶσιν καὶ στεφανῶ-
σαι αὐτὸν στεφάνωι χρυσέωι ἀριστείωι· τετιμῆσθαι δὲ αὐτὸν
αὐτὸν καὶ ἐν ἐπιμελείαι παρά τε τῆι βο[υλῆι κ]α̣ὶ τῶι [δ]ήμωι· ὑπάρ-
χειν δὲ Μοσχίωνι καὶ προεδρίαν ἐν τοῖ[ς ἀγ]ῶ[σι πᾶσιν οὓς] ἡ πόλις
[τίθησι ․․․․․․․․]ι̣[․․․․․․․․]ο̣[․․․․․․․․․․․․․․․ δεδόσθαι δὲ]
πατρίους σπονδὰς συντ[ελῆι ἀκολούθως]
τοῖς γεγραμμένοις· καὶ μετὰ [τὴν ἀναγό]-
ρευσιν τοῦ στεφάνου γενέσθα[ι τὴν — —]
- IK Priene 65
- Ionia
βουλὴ συνῆι σιτήισει καὶ προεδρίᾳ ἐμ
πᾶσι τοῖς ἀγῶσιν καὶ ἀτελείαι τοῦ
σώ̣μ̣[ατ]ο̣ς̣
ἀπαγωγη τὰ [κοι]νὰ ἱερὰ τῆς Χίων πόλε[ως — — — — — —]-
νην καὶ ἐν τ[ούτ]οις εἴληφεν διὰ τῶν [— — — — — — — — —]
ἐπὶ τὰς θυσ[ίας τ]ὴν ἑαυτοῦ γενηθε[ῖσαν — — — — — — ἐπιμέ]-
ε̣ιν ἔγγραφον παρασκευάζει ἀντὶ τῶ[ν — — — — — — — —]-
των πᾶσιν ἐπὶ τοῖς εὐημερήμασιν [— — — — — — — — καὶ]
πάλιν χειροτονηθεὶς θεωρὸς ἀ[πεστάλη — — — — — καὶ ἀ]-
μαν[․․․]τει̣α̣[․․․․․․․․] κ̣αὶ πορηθ̣?[․․․․․․․․․]σεν ἅπασιν
δοτ̣[․․․]θῆι τοῖς ἐντυγχανομένοις [ἀπεκόμι]σεν παρὰ τού[τ]ων
ἀποκ̣[ρί]σεις ἀξίας τῆς πόλεως καὶ τῆς ἑα[υ]τοῦ προσκαρτερίας,
[ἐξ] ὧ[ν ἡ] πρὸς τὸ πλῆθος εὔνοια παρὰ τοῖς ἡγουμένοις βεβαιοτέ-
[ρα κα]θίστατο· βασιλέως τε Ἀριαράθου Ἐπιφανοῦς καὶ Φιλοπάτο-
[ριζόμενος ․․․․․․․․․ βουλόμ]ενος οὐδ’ ἐν ταῖς ἑξῆς καταδεέστε-
[ρος φανῆναι ․․․․․․․․․․․․․ ἐν] τοῖς πρὸς θεοὺς εὐσέβειαν καὶ
[․․․․․․․․․․․․․․․․․․․․․․․․ κα]θίστατο καὶ ἐν τοῖς πρὸς τοὺς
[πολίτας διετέλει ἀνὴρ ὢν καλὸς κ]ἀγαθός· ἀντιγραφεύς τε γὰρ
μέναις εὐεργεσίαις [ἐ]π̣[ικηρ]υγμάτων, κρίνας ἐλθεῖν πρὸς γάμου κοι-
νωνίαν· καὶ συντ̣ελῶ̣ν [τ]ὰ̣ς ἐν τούτοις εἰθισμένας ἀποδίδοσθαι
[ἐπιδόσεις ․․․․․․․․․] κατε[— — — — — — — — — — — —]
[․․․․․․․․․․․․․․․․․]ν τῶι τε με[— — — — — — — — —]
[․․․ πλείστων ἀ]νθρώπων αὐτοῖς ἑπ̣[ομένων εἰς τὴν ἰ]δίαν [οἰκί]-
[αν τὴν νύμφην] εἰσήγετο σὺν δαιδο[υχίαις τε τὸ]ν γάμον
γενηθεὶς δὲ ἐν τῶι τῆς στεφαν[ηφορίας χρόνωι καὶ πρεσβευτὴς?]
ἐν τοῖς πρεσβευομένοι̣ς τὸν κατα̣[— — — — — — — — — —]
τῆι τε καταστολῇ καὶ τῆι εὐσχημ[οσύνῃ — — — — ἔτυχεν]
περάγουσιν, καὶ κατευξάμεν[ος μετὰ τῶν ἱερέω]ν ὑπέρ τε τοῦ σύν̣-
παντος δήμου καὶ τῶν κ[ατοικούντω]ν [παρ’] ἡ̣μεῖν, πάντα
τὰ ἀγαθὰ διδόναι τοὺς θ̣[εοὺς καὶ τοῖς πο]λίταις [πᾶσι] καὶ γυ-
[ν]α̣ι̣ξ̣ὶ̣ κ̣α̣ὶ̣ τοῖς̣ τ̣έ̣κ̣ν̣ο̣ι̣ς̣ κ̣[αὶ ․․․․․․․․․․․․․․․․]ε̣[․․․․], κ̣α̣ὶ̣ π̣ά̣λ̣[ιν]
ὰ παντὸς ἐκτενῶς πρὸς τὸν δῆμον· ἵνα καὶ οἱ μετὰ ταῦτα
θεωροῦντες ἐν ἀποδοχῆι τῆ[ι μεγίστηι] γινομένους τοὺς το[ι]-
ούτους ἄνδρας προθύμους ἑ[αυτοὺς παρασ]κευάζωσιν εἰς τὰ τῆι
πατρίδι συμφέροντα, δε[δόχθαι τῆι βουλῆ]ι καὶ τῶι δήμωι· ἐ-
πῃνῆσθαί τε Ἡρώιδην Ἡρώιδ[ου φύσει δὲ Ἡγ]ησίου ἐπ[ὶ] τοῖς προ-
γεγραμμένοις καὶ στεφανῶσαι [αὐτὸν στε]φάνωι [χρυσ]έωι ἀ-
[λείαι παρά τε τῆι βουλῆι καὶ τῶι δήμωι· ὑπάρχ]ειν δὲ προ[ε]δρία[ν]
[ἐν τοῖς ἀγῶσι πᾶσιν οὓς ἡ πόλις τίθησι]ν· δεδό[σ]θ̣αι δὲ
[καὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιων]ίωι καὶ μετουσ[ίαν]
[άτρωι Διονυσίοις αὐλητ]ῶν [τ]ῶι ἀγῶνι τῶν παί[δω]ν, ὅταν ὁ δῆ-
[μος τὰς σπονδὰς συν]τελ[ῆ]ι ἀκολούθως τοῖς προγεγραμμέ-
[νοις· ἀναγορεῦσαι δὲ καὶ τ]ὰς κατὰ τὰς εἰκόνας διδομένας τιμάς·
μου καὶ τοὺς στρατηγοὺς [οἳ ἂν ὦσιν τότε· εἶναι δὲ]
ἐξουσίαν καὶ τοῖς ἄλλοις τοῖς β̣[ουλομένοις στεφανοῦν]
Ἡρώιδην καὶ ποήσασθαι ἀναγγελίαν [ἐν τῆι ἀγορᾶι· ἀναγρά]-
- IK Priene 66
- Ionia
τυρουμ[ένην ἐσχηκὼς τὴν] παρὰ τῶν θεῶν εὐμένειαν [καὶ τὴν παρὰ τῶν]
συνπολι[τευομένων καὶ τῶν] λοιπῶν τῶν κατοικούντω[ν εὔνοιαν, ἐπὶ]
τοῖς εὐφη[․․․․․․․․․․․․․]ως πρὸς πάντων ἀλύπως [— — — — — —]-
η̣ναγ[․․]π̣ι̣[․․․․․․․․․․․․․ κ]ατὰ τὸ κάλλιστον [— — — — — — —]
διατετέλεκ[ε, προαιρούμενος] ταῖς κατὰ τὴν ἡλικίαν [ἀρεταῖς]
στοιχεῖν κα[ὶ μηδενὸς ὑστερεῖν τ]ῶν πρὸς δόξαν ἀ[νηκόν]-
[των — — — — — — — — — — — — — — — — — — —]
- IK Priene 67
- Ionia
[τοῦ καὶ τὰς ἀνακειμέ]νας ἐκ πλείονος χρόνου τῆι Ἀθηνᾶι τῆι Πολιάδι, ἃς κατέχει καὶ καρπίζεται
[ἡ θεά, ἀνέσῳσεν, π]αρακαλῶν τὸν ἀνθύπατον τοῖς μὲν ὑπὸ τῶν ἁλωνῶν λεγομένοις μὴ προσ-
[έχειν, ἀκέραια δὲ ἐᾶσ]αι τῶι δήμωι τὰ πράγματα, μέχρι ἂν ἐπιγνῶμεν τὸ κριθησόμενον ὑπὲρ
ρόντος καὶ ἄλ̣ου πλήθους ἱκανοῦ καὶ τὸ μάλιστα νη̣[․․․․․․․․․․․․․ τὸ ἀμφισβήτημ]α τὸ κατὰ [τὸ]ν
εἴσπλουν συνκατ[ώ]ρθωσεν μετὰ τῶν συνεκδίκων [․․․․․․․․․․․․․․․․․․․ συ]νη̣[σ]θ̣έν[τες τοῖς]
γεγονόσιν εὐημερήμασιν ἑαυτοῖς ἐκ τῆς κ̣ρ̣ί̣σεω[ς — — — — — — — — — — — —]εια̣[․․․ τ]ὰ̣ ὅ[λα ἐτή]-
ρησεν τῆς πόλεως δίκαια· κομισάμενος δὲ καὶ αὐτὸς [τῆι π]ατρ̣[ίδι τ]ὰ̣ κρίμ[ατα ․․․․․․․․․]α̣ν
τῶι στρατηγῶι Λευκίωι Λευ[κ]ιλίωι Λευκίου [υἱ]ῶ̣[ι ․․․․․․․․․․․․․․]ου[ς] τοὺς [․․․․․]ου̣[․․]ο[․․․] α̣ὐ-
τὸς τοῖς πρεσβεύουσιν πα̣[ρ’ ἡμῶν] πρὸς α̣[ὐτὸν ․․․․․․․․․․․․] αὐτὸν π̣[ρ]ο̣σ̣ε̣[․․․․]σε φ̣[․․․․] περὶ τ̣ῶν
ἁλεῶν ὧν ἐνεκάλουν̣ κ[— — — — — — — — — — — — — — — — — — — — — —]ης π̣ρ̣ὸς τὴν πατ̣ρ̣ί̣δ̣α̣,
καὶ ἀποδημήσας εἰς Ἔ̣φ̣ε̣σ̣ον̣ [․․․․․․․․․․․․․․․․․․․]σ̣[․․․․․․․․․․ μ]η̣δ̣ὲ̣ν ἐπιβ̣α̣λ̣λόντων ἑαυ-
τοῖς τόπ[ω]ν οἱ δημοσιῶναι [․․․․․․․․․․․․․ πρεσβ]ε̣ί̣αν τοῦ δήμου [πρὸς τ]ὴν σύγκλητον ἀ̣πεστα̣λ̣[κ]ό̣-
τος περὶ τῶν ἁλεῶν, αἳ καὶ ἑκα̣στο̣[․․․․․․․․․․․․]αι τω[․․․․․․] τὰ π̣[ρά]γ[μ]α̣τα, μ̣έχρι ἂν ἡ σύγκλητος
περὶ δὲ ὧν ἦμεν προκεκριμ̣ένο[ι ὑπ’] Ἐρυθραίων καὶ ν̣ε[ν]ικήκ[αμ]ε[ν ․․․․․․․․․․ κατ]ὰ̣ τὸν εἴσπλουν [․․․․․․․]-
[τ]οις ἐπικοινωνούντων, καὶ περὶ ὧν ὁ στρατηγὸς Λεύκιος Λε[υκίλιος ἔγραψεν] καὶ ἀνέπεμψεν [πρὸς τὴν]
[σ]ύγκλητον, καθότι καὶ τὸ ψήφισμα περιέχει, καὶ τῶν τωιτωις? [․․․․․․․․․․․․․․]ν ἀκέραια [ταῦτα πάντα ἀ]-
[․․]α̣[․․․․․․․․] οἶ[κ]ον [κ]αὶ παρ[— — — — — — — — — — — — — — — — ἐποιήσατο δὲ καὶ]
κρεαδοσίαν μετὰ τῶν συναγω[νοθετῶν πᾶσι τοῖς πολίταις καὶ παροίκοις καὶ κατοίκοις καὶ ξένοις],
ὁμοίως δὲ καὶ τοῖς παρεπιδημοῦσιν ἐκ τῶν πόλεω[ν θεω]ροῖς καὶ τεχ[νίταις] καὶ [ἰ]ατ[ρ]ο̣ῖς καὶ ἀλε[ίπ]ταις καὶ
προσγυμνασταῖς καὶ τοῖς παρεπιδημοῦσιν πρὸς [συντέλειαν ἀγών]ω[ν ἐφ]ή[β]οις· ἐδαπάνησεν δὲ
παρ’ ἑαυτοῦ μετὰ τῶν συναγωνοθετῶν καὶ εἰς [․․․․․․․․․․․․․․․․․․․․μ]α̣χ̣ίαν? καὶ [․․․․]ε̣ρ̣α̣ι̣, δὶς
τὴν ἐν τούτοις ποιούμενος χορηγίαν· ἐδαπάνη[σεν δὲ καὶ ․․․․․․․․․․․․․ ἀγω]νοθέτης τὰ̣ [κ]ρέα̣ ὑ̣[․․․․]
καὶ τὰ εἰς τὰς στεφανώσεις τοῖς νικῶσιν· πομπ[εύσ]ας δὲ [μ]ετὰ [․․]σ[․․․․]α[․․]νον̣[․․․]η[․․․․․․]ρ̣ι̣ς [․․]ΤΙΛΙΣ
μὲν τῆς σεμνοτάτης θε[ᾶς ․․․․․․] δὲ τῆς [․․․․․․]τ̣ε̣μενι̣[․]περ[․․․․․․․․․․․]υ̣[․]αι καὶ παραστήσας
τῆι θεᾶι τὰς θυσίας καὶ κ[ατευξάμε]νος μὲν [κάλλι]στα τῶι δήμωι καὶ καλλιερήσας ὑπέρ τε τῆς τῶν πο-
[λιτῶν σωτ]ηρίας καὶ ε̣[ὐξάμενος ὑπέρ τε τῶν πο]λ̣ι̣[τῶν καὶ τ]ῶ̣ν κατοικούντων τήν τε πόλιν καὶ τὴν χώραν
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[τῶι Διὶ τῶι Ὀλυμπίωι καὶ] τῆι θ̣[εᾶι ․․․․․․․․]λ̣ο̣[․ ὑπὲρ τῆς σωτηρία]ς τῆς τῶν πολιτῶν καὶ
[τῶν ἄλλων τῶν κατοικού]ν[τ]ων τή[ν τε πόλιν καὶ τὴν χώραν ․․․․․ ὁμο]νοίας τῆς τε ἐν ἅπασιν
[․․․․․․․․․․․․․․․․․․․․․․]εν τὰς πόλ[— — — — — — — — — — — — — — — — —]ς δὲ μὴ μόνον
[․․․․․․․․․․․․․․․․․․․]σμένως ἐν τοῖ[ς — — — — — — — — — — — — — — — — —]την αὐτοῖς κα-
[θὼς ἔδοξεν ἐ]ν νο[μαί]αι [ἐκκ]λησίαι [τῆι] βου[λῆι καὶ τῶι δήμωι· κατακλίνας δὲ καὶ ἐν τῶι Β]ιαντείωι εὐ-
τ[ι]μ̣ῶν τοὺς ἀ̣γ̣[ωνοθέτας τ]οὺς καθ’ ἕ[κ]αστ̣ο[ν] ἔ̣τ̣ο̣ς̣ ἀ[ποδειχθησομένους καὶ τοὺς γραμματεῖς τῆς βουλῆς καὶ τοῦ]
δήμου ἐν τοῖς Διονυσίοις τῶι ἀγῶνι τῶι παιδικῶι [ὅταν ὁ δῆμος τὰς πατρίους σπονδὰς συντελῆι]·
ὅταν τε μεταλλάξῃ τὸν β[ίον], στεφα[νῶσαι] αὐτὸν [ἐπὶ τῆς ἐκφορᾶς στεφάνωι χρυσέωι· ποιήσασθαι δὲ]
[αὐ]τῶ[ι σίτησι]ν μὲν [ἐμ πρυτανεί]ωι̣ [καὶ ἐμ Πανιωνίωι καὶ μετουσίαν τῶν συντελουμένων ἱερῶν καὶ θυ]-
σιῶν ἐν [τῆι β]ουλῆι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα [εἰς τοῖχον τῆς ἱερᾶς στοᾶς· ἵνα δὲ τὸ ἀνάλωμα τὸ εἰς]
τὴν ἀνα[γραφ]ὴ̣ν χορηγήσηι ὁ νεω̣[ποίη]ς [— — — — — — — — — — ἵνα διὰ τῆς ἐσομένης διαγραφῆς ἥ τε]
- IK Priene 68
- Ionia
ἀγαθή[ν], ἐν οὐδενὶ δὲ τὴν ἰδίαν ἀπιροκάλω̣[ς διώκων ἀπόλαυ]σιν, συνιδὼν δ’ ὅτι μόνη μεγίστους
ἀποδίδωσιν ἡ ἀρετὴι καρποὺς καὶ χάριτας π[αρὰ ξένοις κ]α̣ὶ ἀστοῖς τὸ καλὸν ἐν τιμῇ θεμένοις,
ἐθησαύρισεν ἑαυτῶι παρὰ μὲν τῶν ζώντων ἔ[παινον, παρ]ὰ̣ δὲ τῶν ἐπεσομένων μνήμην· εὐνόως
ὡς ἂν τῆς μὲν εἰς ἕνα χάριτος μέχρι τοῦ κατὰ τὸν [παθό]ντα φυλασσομένης χρόνου, τῆς δ’ εἰς πλῆ-
θος εὐποΐας αἰωνίωι παραδιδομένης φήμῃ· μ̣άρτυρα δὲ τούτων τὴν ἐν τοῖς ὑφ’ αὑτοῦ γεινομένοις
παρέχεται πίστιν· γραμματεὺς μὲν γὰρ χειροτονηθεὶς τῆς βουλῆς καὶ τοῦ δήμου ἐπὶ στεφανη-
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ο̣[․․․․․․․․․․․] ποιη-
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]τ[․]α[․]λ[․]μα τοῖς ἐκ[․․․․]
[— — — — — — — — — — — — — — — — — — —]τ̣έ̣ρ̣ων, ἀλλὰ
[․․․․․․․․․․]․ομενον [τὴν μ]ετουσία[ν — — — — — —]-
τοι̣ς πανλυσιτελὲς καὶ κέρδος π̣[— — — — — — — — — —]
βίον [․․․․․] εἰς ἀνανκαῖον οὐδὲν [— — — — — — — — —]-
ἔτι δὲ σφαίρας καὶ ὅπλα καὶ τὸν ἐπιστα[τήσοντ]α̣ τῶν̣ ἐφήβω̣ν̣
τοῖς ἐκ φιλολογίας γραμματικόν, δι’ [ὧν μὲν] τ̣ὸ σῶμα βουλόμε-
νος ἄοκνο[ν] τυγχάνειν, δι’ ὧν δὲ τ[ὰς ψυχ]ὰς πρὸς ἀρετὴν καὶ
πάθος ἀνθρώπινον προάγεσθαι· παρ[ατιθεὶς] δὲ καὶ λουτρὸν
δωρεὰν δι’ ἐνιαυτοῦ τοῖς τε ἐφήβο[ις καὶ π]αιδευταῖς καὶ τοῖς
συνλουομένοις μετὰ τῶν ἐφήβων νέοι[ς, ἐν δ]ὲ ταῖς ἑορταῖς
καὶ τοῖς πολείταις πᾶσιν καὶ παροίκοις [καὶ κα]τοίκοις καὶ ξένοις
καὶ Ῥωμαίοις· διαλαβὼν δὲ δεῖν μηδε[μίαν] ἅμιλλαν σωματι-
[μουσικῶν μαθη]μάτων· βουληθεὶς δὲ τήν τε γυμνασιαρ-
[χίαν αὐτοῦ κ]αὶ τὴν πόλιν ἐπίσημον παρὰ τοῖς εἰς
[αὐτὴν ἐπιδημοῦ]σιν φαίνεσθαι ξένοις, μετέδωκεν μὲν
[ἐν τῷ βαλ]αν[εί]ῳ τοῦ περὶ τὸ ἄλειμμα φιλανθρώπου
[τοῖς εἰ]ς τὴν πανήγυριν παραγενομένοις πᾶσιν,
[ἐκοινοποι]ήσατο δὲ καὶ τὴν ἐπὶ τοῦ βαλανείου θέσιν
[ως ἡμ]έρας· ἀγῶνα τε σκιλλομαχίας καὶ γυμνικὸν ἐν εἱμᾶσι̣
[τιθεὶς] τοῖς τε ἐφήβοις καὶ τοῖς νέοις ἔδωκεν μὲν
[ἑκάστωι τῶ]ν νικησάντων τὴν πυγμ[ὴ]ν̣ χρυσοῦν τα[ι]-
σε̣ μὲν τὸ καπνιστήριον διὰ τοῦ χειμῶνος ὅλου
δ[ι’] ἡμέρας, μετέδωκε δ’ αὐτοῦ καὶ τ̣[ο]ῖς κωλυομένοις
ὑπ̣[ὸ] τ̣ῆ̣ς νομικῆς μετέχειν προθεσμί[α]ς, ἐπιδόσιμον δὲ καὶ
[μέ]να [μ]ετὰ τῶν [βο]ηγῶν, π[αρ]έσστησεν δὲ ὑπὲρ τῆς
πόλεως βοϊ[κ]ὴν θυσίαν· ἔθη[κε]ν δὲ καλλιοπλίας τοῖς ἐ-
φήβοις ἆθλον· διένειμεν [δὲ τ]ὰ ἀπὸ τῆς ἱερουργίας ταῖς
τε συναρχίαις καὶ βουλευταῖς κα[ὶ τ]οῖς τὸν μακρὸν τροχάσασιν
δρόμον κ[αὶ] τοῖς περὶ τὸν τό[π]ον̣ π̣α̣[ι]δευταῖς καὶ δημοσίοις· κατὰ [π]άν-
τα δὲ βουλόμενος στοιχεῖν τ[ῇ] πρὸς τὸν δῆμον φιλαγαθίᾳ
καὶ τὸ γυμνάσιον ἐκόσμησε, ἀναθ[ε]ὶς Ἑρμᾶς δύο πρὸ τῆς ἐφηβικῆς
λον Αἰμίλιον Σέξτου Ζώσιμον
ἐπὶ τοῖς προγεγραμμένοις καὶ ἐ[σ]-
τεφανῶσθαι στεφάνωι χρυσέω[ι]·
- IK Priene 69
- Ionia
[γ]ρά[μ]ματα δαπάνης οὐχ ὑπεστείλατο, τὸν κοινὸν καὶ τὸν ἴδιον ἑκάστου βίον ἀσφαλισά-
μενο[ς δ]ιὰ τῆς ἐν τοῖς δερματίνοις βυ[β]λίοις ἀναγραφῆς· λαβὼν δὲ μετὰ τὴν
ἀρχὴν ταύτην καὶ τὴν γυμνασιαρχίαν τ̣[ῶν νέων ․․․․․․․․․․․ τῶι τε κόσ]-
μωι καὶ τοῖς ἀναλώμασιν μεγαλομερῆ [ἑαυτὸν ἐμ πᾶσιν ἀπέδει]-
ξεν, ὥστε μὴ τὸ σύστεμα μόνον τῶν εὖ [παθόντων, ἀλλὰ καὶ τὸν πάντα]
δῆμον ταῖς ἀξίαις αὐτὸν ἀμείψασθαι τι[μαῖς — — — — — — — — — —]
πα̣[ρὰ τὴ]ν ἐπὶ τοῖς πρώτοις ἐκκτένειαν ἐκτένειαν λ̣[— — — — —]
[․․․․․․․․]ου καὶ τοὺς παῖδας μὴ μόνον ἀ[— — — — — — — — — —]
τῶν τ̣ὰς ἐννόμους τούτων ἀποδείξεις, δοὺς δὲ ἑκάστωι καὶ τὸ ὑ[πὲρ]
τῆς φιλοπονίας ἔπαθλον· τυχὼν δὲ ἐπὶ τούτοις τῆς ἐνγράφου μ[αρτυ]-
ρίας τὸν μὲν δῆμον εὗρεν εἰς τὴν τῶν ὁμοίων ἀμοιβὴν οὐκ ἀ[λλ]έ-
[καλέσειν ἐν τῆ]ι τῆς εἰσόδου ἡμέραι τούς τε πολίτας πάντας καὶ πα-
[ροίκους καὶ κατοίκ]ους καὶ Ῥωμαίους καὶ ξένους καὶ δούλους, τάς τε θυσίας τὰς
εἰθισμέ[νας καὶ τ]ὰ̣ς πατρίους τοῖς τῆς πόλεως πα[ρ]αστήσειν θεοῖς, τούς
τε ἐλευθέρους παῖδας καὶ τοὺς ἐφήβους ἀκρατιεῖν, τό τε μετὰ τὸν πόλε-
μον μὴ γεγονὸς ποήσειν, δειπνιεῖν γὰρ τοὺς πο[λ]ίτας πάντας κατὰ φυ-
λὰς καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ κατ̣ο̣ίκων καὶ Ῥωμαίους πάντας
καὶ τοὺς παρεπιδημοῦντας Ἀθηναίων τε καὶ Θηβαίω̣ν καὶ Ῥοδίων καὶ Μιλη-
ἐποήσατο τὴν τῶν χορηγο[υμ]ένων ὑπηρε[σί]αν, μόνος δὲ μετὰ τὸν πό-
λεμον ἐν τῆι στεφανηφορία[ι πάνδ]η̣μον εὐωχία[ν ἐ]πετελέσατο, τοῖς μὲν ἀπὸ
τῆς θυσίας εἰς τὴν ὑποδο[χὴν χρησάμεν]ος, [ο]ὐδὲν τῶν ἀνηκόντων εἰς
γωγῆσαι παντόμιμ[ο]ν̣ [Πλ]ουτογένην, ἐπιδιξάμενος δ’ αὐτὸν ἐπὶ τ[ρεῖς?]
ἡμέρας ἀβέβηλον καὶ τῆς τοιαύτης ἐπιθυμίας τόν τε καιρὸν [ἐποίησεν]·
θεωρῶν δὲ καὶ βίον ἰδιώτου καὶ πόλεως διατηρουμένην ὁμ[όνο]ιαν ἐ-
[ἐπό]ησε ταῖς εἰς ἀνθρώπους χάρισι, τοὺς δὲ ταύταις χρωμένους ἐδιπλασί-
[ασε] ταῖς εὐποΐαις, παρέχων λουτρόν τε δωρεὰν ἐν αὐταῖς τοῖς τε πολίταις
[πᾶσι]ν καὶ παροίκοις καὶ κατοίκοις καὶ ξένοις καὶ Ῥωμαίοις καὶ τοῖς τούτων οἰκέ-
[ταις], τιθεὶς δὲ ἐπὶ τοῦ βαλανείου καὶ ἔλαιον καὶ ἐπάλιμμα· τοῦ τε ἐξελη-
Ἀρτεμισιῶνος τῆι δ[ω]δ̣εκάτηι παραστήσας τὴν εἰθισμένη[ν] γείνεσθαι τῶι Διὶ
τῶι Κεραυνίωι θυσίαν μετέδωκεν μὲν τῶν ἱερῶν τοῖ[ς] τε πολίταις καὶ παροί-
κοις καὶ κατοίκοις καὶ ξέν̣οις καὶ Ῥωμαίοις καὶ δούλοις, τοὺς δε β[ο]υ̣λευτὰς καὶ τὰς συναρχί-
ας καὶ ἐδείπνισεν ἐν τῷ [τ]οῦ θεοῦ τόπωι· ἔν τε τῇ τῶν Παναθ[η]ναίων ἑορτῆι
παραστήσας βοϊκὴν θυσίαν τῆι Ἀθηνᾷ τῇ Πολιάδι καὶ καλ[λ]ιερήσας ὑπέρ τε τῆς
κοινῆς ὁμονοίας καὶ [τ]ῆς ἐπὶ τὸ βέλτιον τοῦ δήμου κατασστάσεως τοῖς ἀπὸ τῆς
ἱερουργίας οὐκ εἰς ἰδίαν κατεχρήσατο δαπάνην, ἀλλὰ τήν [τ]ε βουλὴν καὶ τὰς συν-
[μῆσθ]αι δι[ὰ τ]ῆ[ς] αὐτοῦ φιλαγαθίας ἱερόν· καθῆκον δέ ἐστιν αὐτὸν ἐπὶ τού-
τοις τοῦ πρέποντος τυχεῖν ἐπαίνου, δεδόχθαι τῇ βουλῆι κα[ὶ] τῶι δή-
μωι· ἐπῃνῆσθαι μὲν Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον ἐπὶ τοῖ[ς] π̣ρογε-
γραμμένοις πᾶσιν καὶ ἐστεφανῶσθαι χρυσέωι στεφάνωι ἀριστήωι·
τετιμῆσθαι δὲ καὶ εἰκόσιν γραπτῆι τε καὶ χαλκῇ καὶ χρυσῇ καὶ μαρμαρίνῃ,
ὧ̣[ν] κ̣αὶ τὴν ἀ[νάθε]σιν γενέσθα̣ι [ἐν τ]οῖς ἐπισημοτάτοις
τῆς πόλεως τόποις, καὶ ἐπιγράψαι ἐπ’ αὐτῶν· «ὁ δῆμος Αὖλον Αἰμί-
τόν»· στεφανωθῆναι δὲ αὐτὸν στεφάνωι χρυσέωι ἀριστείωι ὑπὸ
τοῦ δήμου ἐν τοῖς Διονυσείοις ἀρετῆς ἕνεκεν καὶ φιλαγαθίας
τῆς εἰς τὸν δῆμον· καὶ ἵνα οἱ ἀποδειχθησόμενοι ἐν ἀρχερεσίαι[ς]
ἀγωνοθέται καὶ ὁ γραμματεὺς τῆς βουλῆς καὶ τοῦ δήμου οι̣[— —]-
ται ὅπως ἐν τοῖς Διο[νυσίοις τῶι] ἀ̣γῶνι τῶι παιδικῶι, ὅταν
ὁ δῆμος συντελῆι τὰς πατρίους τῶι Διονύσωι σπονδάς, ἡ ἀ-
- IK Priene 70
- Ionia
μενος καὶ τὴν τοῦ ἀλείμματος θέσ[ιν κ]οινοποησάμενος πᾶσιν ἀπὸ ἀνατολῆς μέχρι δ[ύσε]-
ως ἡλίου· γενηθεὶς δὲ εὐάρεσ[τος] ἐν τοῖς τῆς γυμνασιαρχίας ἀναλώμασιν καὶ δικαί[ας]
παρὰ τοῦ δήμου καὶ παρὰ τῶν ν[έ]ων κομισάμενος ἐπ’ αὐτοῖς χάριτας, οὔτε τῆς εἰς το[ὺς παῖ]-
δας φιλοδοξίας ἠφροντίστησεν, [ὅ]πως, ἐπεὶ τὸ τῶν νέων ἀποκατέστησεν εἰς τὴν ἀρχαί[αν]
τῆς ἀγωγῆς σωφρόνως, πάντα τὰ κ̣ατὰ τὸν νόμον ποιησάμενος ἐπιμελῶς, ἔλαβεν δὲ κ[αὶ]
[τ]ὰ̣ς τῶν μαθημάτων ἀπο[δί]ξεις ἐκ πλήρους, αὐτοῖς τε το[ῖς παισὶ]ν θεὶς ἆθλα διαπρε-
[π]ῆ καὶ τοῖς παιδευταῖς δοὺς ἆθλα ἔμψυχα, ἐφ’ οἷς ὑπὸ τῶν εὖ παθόντων στεφανωθεὶς
δικαίας τῆς φιλοδοξίας ἐκομίσατο τιμάς, ἀναθεὶς καὶ ὅπλα· μεθ’ ἅπαντα λαβὼν παρὰ
τοῦ δήμου τὸν ἐπώνυμον τοῦ Διὸς τοῦ Ὀλυμπίου στέφανον διαπρεπέστατα μόνος καὶ πρῶ-
τος μετὰ τὸν πόλεμον ἐτέλεσε τὴν στεφανηφορίαν, τὰς μὲν θυσίας ἐκ πλήρους τοῖς τῆς πόλε-
ως παραστήσας θεοῖς, τὰς δὲ φυλὰς τὰς δέκα διπνίσας παρὰ ἑαυτοῦ, τὴν δὲ β̣[ου]λὴν καὶ τὰς
καθη[κ]ούσης ἀξιῶσαι τιμῆς, δεδόχθα̣[ι] τῆι βουλῇ καὶ τῶι δήμωι· ἐπῃνῆσθαί τε
Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον ἐπ[ὶ] τοῖς προγεγραμμένοις καὶ τετιμῆσ-
θαι εἰκόσι γραπτῇ καὶ χαλκῇ καὶ χ[ρ]υσῆι καὶ μαρμαρίνῃ, ὧν καὶ τὴν τὴν
ἀν[άθε]σιν γενέσθαι ἐν τοῖς ἐπιση̣μοτά[τ]οις τῆς πόλεως τόποις, καὶ ἐπιγρά-
[ψαι ἐπ’ αὐτῶν· «ὁ δῆμος Αὖλον Αἰμίλιον Σέξτου Ζώσιμον γραμματεύσαντα καλῶς]
[ἀρετῆς ἕνεκεν καὶ] εὐνοίας τῆς εἰς αὑτόν»· ἐξεῖναι [δὲ καὶ ἄλλοις στεφανοῦν αὐτόν]·
[ἀναγράψαι δὲ κ]αὶ εἰς τοῖχον τῆς ἱερᾶς στοᾶς τῆς ἐν τ[ῆι ἀγορᾶι τὰς στεφανώσεις κάτωθεν]
[τῶν τοῦ δήμ]ου ψηφισμάτων.
- IK Priene 71
- Ionia
[ἐμ Πανιωνίωι καὶ ὅταν ἡ βουλὴ συνῆι σιτήσει καὶ] προεδρίαι
[ἐμ πᾶσι τοῖς ἀγῶσιν καὶ ἀτελείαι τοῦ σώματος] vacat
lacuna
νόμενος εἰς Ἔφεσ[ο]ν ․[— — — — — — — — — — — — — — — — — — — — — —]
τοῖ̣ς δημοσιώνα[ις — — — — — — — — — — — — — — — — — — — — τῶν δημο]-
σιωνῶν γραμμ[ατ— — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]σεν ἐν τῇ α̣[ὑτοῦ οἰ]κίαι [— — — — — — —]
[— — — — — — — — — — — — — — — ταύρ]οις τρισὶν ὡς [καλ]λίστοις [— — — — — — —]
[καὶ εὐξάμενος ὑπέρ τε τῶν πολιτῶν καὶ] τῶν κατοικούντων τήν τε [πόλιν καὶ τὴν χώραν — —]
[— — — — — — — — — — — — — — —] κ̣ρέα τοῖς πολίταις, τῇ τε δευτέ[ρᾳ τὰ ἀπὸ τῶν θυσιῶν]
[διένιμε τοῖς πολίταις — — — — — —] ἐπιδιδοὺς ἑκάστωι χόνδρου τε πό[λτον — — — — καλ]-
[λιερήσας ὑπέρ τε τῆς τῶν πολιτῶν σ]ωτηρίας καὶ κατακλίνας εἰς τὸ Βιάντ[ειον τήν τε βουλὴν]
[— — — — — —]ως ἐπιστάμενος δ|ὲ καὶ τοὺς παροίκους ἐμ πολλοῖς χρησίμ[ους — — — — — — —]
[— — — — — —] καὶ τῶν ὡς ἄλλω|ς γινομένων ἐφ’ ἵσον μετέχοντας τοῖς πολ̣[ίταις — — — — — —]
[— — — — — εἰς] τ̣ὴν ἑαυτοῦ οἰκία|ν̣ μετὰ τῶν τέκνων μεταδοῦναι καὶ τούτο[ις — — — — — — —]
[— — — — — — τῶ]ν τῆς πόλεως πρ|άξεων οὐδὲν αὐτῆι τῆι ὡς ἀληθῶς ἱερᾶι [— — — — — — —]
large lacuna
[․․․․․․․․․․․․․․․․․․․․ καὶ τῶν ἄλλων τῶν κ]ατοικούντων τὴν ἰ[δίαν οἰκίαν κοινοποιησάμενος ․․․․․․․․․․․]νειν ἐν τ[․․․]
[․․․․․․․․․․․․․․․․․․․ καὶ ἐν] ταῖς πάσαις ἄλ̣λαις συναρχίαις βουλό[μενος ․․․․․․․․․․․․․․․․․․․․․․․․․] δαπάνης πρε-
[κόντως ․․․․․․․․․․ καὶ ἐν] ἀρχαῖς ἁπάσαις ἐν αἷς γέγονε χειροτονηθεὶς ὑπὸ [τοῦ δήμου ․․․․․․․․․․․․․․ ἀνέ]στραπται πρὸς πάν-
[τας ․․․․․․․․․․․․․․․․․]ος εὐφημίαν ἐπισπᾶται τοῖς τοι[ού]τοις τῶν ἀνδ̣[ρῶν ․․․․․․․․․․․․․․․․․ ἀεί π]οτε μὲν πρεσβυτέ-
[ρους τιμῶν ὡς γονεῖ]ς, τοὺς δὲ κ̣αθήλικας ὡς ἀδελφούς, τοὺς δὲ [νεωτέρους ὡς παῖδας, ἄμεμπτον] τὸν βίον τετήρηκεν καὶ
[․․․․․․ οὐδενὶ] κακῶν̣ αἴτιος γέγονεν οὐδέποτε, πολλοῖς δὲ τῶν μεγ̣ί̣[στων ἀγαθῶν παραίτιος· δ]ι̣’ οὗ καλὸν ὑπόδειγμα
[καταβάλλεται ὡς] ἐκ παιδέας τὸ εἰκ̣ὸς τοῖς νέοις τὸν ἴδιον βίον· καθόλου [δὲ διατελεῖ καὶ συμβο]υλ̣[εύ]ω̣ν τῶι δήμωι τὰ συν-
[φορώτα]τα καὶ λέγων καὶ πράσσων ὑπὲρ αὐτοῦ τὰ ἄριστα δε̣[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ τῆς προ]αιρέσ[ε]ως τῆς Ἡρακλείτου παρὰ
[πᾶσι το]ῖ̣ς πολίταις ἐπ’ ἀγαθῷ τὴν διάληψιν ἐχούσης καθη․[․․․ πρέπει δὲ τοὺς τοιούτους δι]ὰ τῶν [ἐγ]γράφων ἀμείψασθαι τι-
[μαῖς κ]αὶ χάρισιν ἵνα καὶ οἱ λοιποὶ γινώσκοντες ἣν ποιεῖται πρ̣ομ̣[ήθειαν ἡ πόλις τῶν τοιούτ]ων ἀνδρῶν καὶ ὁμαλίζουσαν
[παρεχ]ομένων τὴν ὑπὲρ τῆς πόλεως σπουδὴν προθύμως ἑαυτο[ὺς ἐπιδιδῶσιν εἰς τὴν ὑπὲρ τ]ῶν κοινῶν φιλοτιμίαν,
- IK Priene 72
- Ionia
δραχμῶν Ἀλεξανδρείων φʹ ἕως τοῦ ἀχθησομένου [ἀγῶνος — — — — — — — — — — — — — — — — — — — — —]-
του ἀγομένου τοῦ γυμνικοῦ ἀγῶνος τήν τε χρείαν τοῖς α̣[․․|․․․ τε]λεσθῆναι κα[— — — — — — — — — — — — —]
τὸ ἀνάθεμα, καὶ ἐν τῶι ἑξῆς χρόνωι πᾶσαν εἰσφερόμενος σπ̣[ου]|δὴν καὶ φιλοτιμίαν, [σπεύδων δὲ — — — — — — ὡς]
ἀγώνων ἐπὶ στεφανηφόρου Ἡρῴδου συνετέλεσεν ἐκ τῶν | ἰδίων μετὰ̣ [τῶν συναγωνοθετῶν δεῖπνον ἐν τῶι θεά]-
τρωι τοῖς τε πολίταις καὶ κατοίκοις καὶ παροίκοις καὶ οἰκέταις κα[ὶ — — — — — — — — — — — — — — ἐποιήσατο δὲ]
καὶ κρεαδοσίαν μετὰ τῶν συναγωνοθετῶν πᾶσι τοῖς πολίταις [καὶ παροίκοις καὶ κατοίκοις καὶ ξένοις, ὁμοίως δὲ καὶ τοῖς παρεπι]-
δημοῦσιν ἐκ τῶν πόλεων θεωροῖς, ἐδαπάνησεν δὲ παρ’ ἑαυ[τοῦ — — — — — — — — — — — — — — — — — — — — —]
τοῖς ἀγῶσιν δραχμὰς Ἀλεξ(ανδρείας) ρξʹ καὶ ταινιῶν τοῖς νικήσασιν δραχ[μὰς — — — — — — — — — — — — — — —]-
σιν ἠγορασμέναις δραχμ(ὰς) σʹ, καὶ παραστήσας τῆι θεῶι τὰς [θυσίας καὶ εὐξάμενος ὑπέρ τε τῶν πολιτῶν]
καὶ γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν κατοικούντ[ων τήν τε πόλιν καὶ τὴν χώραν — — — — — — —]
- IK Priene 73
- Ionia
[— — — — — — — — — — — ἐπ]αγγελίαν τοὺς πολίτας ἢ χάριν τῶν
[— — — — — — — — — — — — — — — — — —] τοῖς τρα[— — — —]
[— — — — — — — — — — δαπ]ανημάτων [— — — — — — — — —]
- IK Priene 74
- Ionia
σ[ι π]επ̣[λ]ακέναι ἡμῶν τὸν δῆμον καὶ περ[ὶ ὧν — — — — — — — — — — — — — — — — — —]
πε[ρ]ὶ δ̣ὲ ὧν αὐτοὶ πεπλάκασιν ἀντεν[— — — — — — — — — — — — — — — — — — — — — —]
φ[․․․․․]ων καὶ ὑπὲρ ὧν οὐκ ἔδωκεν ἡ σύ[γκλητος — — — — — — — — — — — — — — — —]
μενος σπουδὴν καὶ φιλοτιμίαν μετὰ τῶ[ν συμπρεσβευτῶν — — — — — — ἐποιήσατο ὑπὲρ τοῦ]
δήμου λόγους ἐν ταῖς συναχθείσαις ἐκ[κλησίαις· Μιλησίων δὲ ἐναντιουμένων τοῖς εἰρημένοις]
ὑπὸ τοῦ δήμου ἡμῶν καὶ δὶς πεφυγοδ[ικηκότων — — — — — — — — — — — — — — — — — —]
[— —]τω περὶ ὧν ἐνκαλοῦσιν ἡμῖν Μιλήσιο[ι — — — — — — — — — — — — — — — — — καὶ]
[τοῖς] μὲν τὸ κριτήριον αἰτοῦσιν τὸ δίκ[αιον — — — — — — — — — — — — — — — — — — — —]
[— — συ]νκλητικὸν εἰλήφασιν κ[α]θη[κόντως — — — — — — — — — — — — — — — — — — —]
- IK Priene 84
- Ionia
[․․․․․]ο[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ω̣[— — — — — — — — — — — — — — — — — —]
[․]νεσ̣[․]μ̣α[․․] ἐν αὐτῆι μεγαλομερῶς τοῖς γενο[μένοις — — — — — — — — — — — καὶ θυσίαν ἐπι]-
τ̣[ε]λ̣[έ]σας [ὑ]πὲρ τῆς τῶν πολιτῶν καὶ τῶν πολιτίδων σ[ωτηρίας διένιμε τὰ κρέα? τοῖς τε πολίταις]
καὶ ξένο̣ι̣ς̣ καὶ οἰκέταις· τά τε λοιπὰ τὰ νομιζόμενα ἐπ[ετέλεσεν — — — — — — — — — — — ἐκ τῶν]
ἰδίων ὑπαρχόντων, ἀναστρεφόμενος ἐν πᾶσιν φ̣ι̣λ̣[ανθρώπως — — — — — — — — — — — — — — —]
τοῖς ἰδίοις πολίταις ἐκ τῆς ἰδίας ὑπάρξεως χορηγεῖν [προαιρούμενος — — — — — — — — — — — —]
οἰκονόμος τε γενόμενος κ̣α̣ὶ̣ ν̣ε̣ω̣π̣ο̣ί̣ης τῆς πόλεως [— — — — — — — — — — — — — — — τὰς προσ]-
- IK Priene 85
- Ionia
[— — — — — — — — — — —]ας τῶν π[ρ]ὸς το․[— — — — — — — — — — — — — — — — α]ὐτὸς
[— — — — — — — — — τ]οῖς σιτώναις καὶ πρὸς [τὴν χρ]ε̣ίαν του[․․․․․․․․․․․․․․․․]․τω̣ι Ε[․]ΝΩΣ
[— — — — — — — ?χρ]είαν τῶν σιτωνῶν συνκατοικονομούμενος αὐτοῖς καθότι διαμαρ̣τυροῦ-
[σι — — — — — — — —]α̣ τῇ μὲν πόλει τὸ συμφέρον ἀε̣ὶ [μάλιστα] σπεύδων κατοικονομεῖσθαι τὰς δὲ δαπά-
[νας — — — — — — — ἐ]π̣ὶ δὲ στεφανηφόρου Εὐημ[έ]ρ̣ου χειροτονηθεὶς καὶ αὐτὸς ὥστε δανείσασθαι
[— — — — — — — — — —]ας ἐπετέλεσεν πάντα τὰ κ̣αθήκοντα ἀξίως τῆς τε ἡμετέρας πόλεω[ς — — —]
[— — — — — — — — — — τοῖς κα]λοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν καὶ [— — —]σιν δικαίως μὲ[ν — — —]
- IK Priene 87
- Ionia
[․․․ τὸν δὲ στέφαν]ον ἀ[ναγγεῖλαι τὸν ἀγωνοθέτην — — — τῶι ἀ]-
[γῶνι τῶι γ]υμνικῶι καὶ [Διονυσίοις τοῖς πρώτοις τῶι πρώτωι ἀ]-
[γῶνι τ]ῶν αὐλητῶν ὅτι «οἱ νέο[ι στεφανοῦσι — — — — — — —]
- IK Priene 89
- Ionia
δαψιλὴς [κα]ὶ πᾶσιν εὐδόκ[ιμος — — — — — — —]
[․․]νεσθαι τοῖς μετ[— — — — — — — — — — — —]
[․․ κ]αθόλο[υ] δὲ διὰ [παντὸς τοῦ βίου καὶ λέγων]
- IK Priene 90
- Ionia
[ἀφι]κνουμένοις εἰ[ς — — — — — — — — — —]-
ται πρώτοις μετὰ τὰ ἱε[ρά· — — — — — — — —]-
μένας, ἵνα πάντων [— — — — — — — — — — —]
- IK Priene 92
- Ionia
[— — — — — — — δεδόχθ]αι τῆι βουλῆι καὶ τῶι δήμωι·
[ἐπαινέσαι μὲν — — — — Ἀ]σκληπιάδου ΣΛΤ[․] ἐπί τ[ε τ]οῖς πρὸς
[— — — — — — — — — καὶ ἐ]πὶ τῆι πρὸς πάντας δικαιοσύ[νηι]
[— — — — τιμῆσαι δὲ καὶ εἰ]κόνι χαλκῆι ὡς καλλίστηι καὶ στε-
[φανῶσαι — — — — — — στ]εφάνωι χρυσέωι ἀριστείας ἐν τοῖς
[Διονυσίοις αὐλητῶν τῶι] ἀγῶνι τῶι παιδικῶι, ὅταν ὁ δῆμος
- IK Priene 93
- Ionia
συνε̣ῖ σιτ̣[ήσει] καὶ [σώματος ἀτε]-
λείαι καὶ π̣[ροεδρίαι ἐν τοῖς ἀγῶ]-
σιν. vacat
- IK Priene 95
- Ionia
νοις π̣ρ̣ο̣β̣ο[υ|λε]υό̣μενος ἐπέδ[ειξε — — — — — —]
τοιούτους | [․․․․․] τὸ ἔνδοξο̣[ν — — — — — —]
[․․․․․]․Λ․ πε[ρ|ι]γίνεσθ̣[αι — — — — — — — —]
- IK Priene 99
- Ionia
[μονεύου]σ̣ι̣ν διὰ παντὸς τῶν τε ἄ̣λ̣λ̣[ων εὐεργετημάτων]
[τῶν γ]εγονότων αὐτοῖς ὑπὸ τοῦ δήμου κ[αὶ μάλιστα ὅτι κα]-
[τώ]ικισαν αὐτοὺς Ἀθηναῖοι μετὰ τὴν ἐπὶ [— — — — — — —]
[κα]ὶ νῦν βουλόμενοι συνεπ̣[αύ]ξ̣ειν τὰς συν[τελουμένας]
[ὑπὸ τ]οῦ δήμου τοῖς θεοῖς τιμὰ̣ς [ἀπεσ]τ̣άλκα[σιν πρεσβευτὰς]
[εἰς Π]αναθήναι[α] τοὺς μεθ․[․․․․]ας τὴν Λ̣Ο̣[— — — — — —]
- IK Priene 100
- Ionia
τὴ[μ β]ουλὴν καὶ τὸν δῆ[μ]ον ΛΕ̣[․․]ΛΙ․Ο[․․․․․․․․․․․․․․․․․․․․․․․․․]λ̣ιαν̣ εὐχαριστή-
σαντες ἐπὶ τοῖς πεπραγμένοις ὑπ’ αὐ[τῶν καὶ ἐπὶ τοῖς ἄλλοις εὐερ]γετήμασιν καὶ περὶ
τῆς εὐνοίας ἐμφανίσαντες ἧς ἔχομε[ν πρὸς αὐτοὺς παρακαλ]έ̣σου[σ]ιν καὶ ἀξιώσουσιν
- Ephesos 4
- Ionia : Ephesos
οἱ δικασταί. ἐξεῖναι δὲ τοῖς δικασταῖς, ἐὰν αὐτοῖς μὴ φαίνηται δικαστικὸν εἶναι τὸ πρᾶγμα, ἀλλ’ ὁ μὲν
γεωργὸς πλέονος τετιμῆσθαι, ὁ δὲ τοκιστὴς ἐλάττονο[ς], ἐξεῖναι αὐτοῖς τιμῆσαι, ὅσου ἄν δοκῆι καλῶς
ἔχειν· τοῦ δὲ χ[ρ]έους μὴ εἶναι ἀντιτίμησιν. ἐὰν δὲ ἡ μὲν τίμησις συνομολογῆται, τὸ δὲ
αγωγεῖς καὶ τὰς ἐπικρίσεις τὰς τῶν διαιτητῶν, ἃς ἂν ἐπὶ τοῦ δικαστηρίου συνομολογήσωσιμ, παραδότω-
σαν τοῖς ἐπὶ τοῦ κοινοῦ πολέμου ἡιρημένοις. ὅταν δὲ παραλάβωσιν οἱ ἐπὶ τοῦ κοινοῦ πολέμου ἡιρημέ-
νοι τὰς κρίσεις καὶ τὰς διαίτας, κληρούτωσαν ἐκ τῶν τριάκοντα τῶν ἡιρημένων ὑπὸ τοῦ δήμου καθ’ ἑκάστην
πενθήμερον ἄνδρας πέντε διαιρέτας τῶγ κτημάτων, κληρούτωσαν δὲ καὶ τοὺς τόπους ἀναγραψάμε-
νοι. οἱ δὲ λαχόντες διαιρείτωσαν, καθ’ οὓς ἂν ἕκαστοι τόπους λάχωσιν, μὴ διασπῶντες μήτε τὰ τοῦ τοκιστοῦ
μέρ̣[η μ]ήτε τὰ τοῦ γεωργοῦ, ἀλλὰ τὰ μέρη τέμνοντες συνεχῆ ἀλλήλοις· καὶ ἀποδιδότωσαν τῆς γῆς τοῖς τοκισταῖς
[καὶ τοῖς γεωργοῖς κα]τὰ λόγον ἑκατέροις τῶν ἐνόντωγ χρημάτων, συλλογισάμενοι τό τε δάνεον καὶ τὴν τί-
[μησιν· ἐξαιρείτωσ]αν δὲ ἐν τῆι διαιρέσει τῆς χώρας ὁδοὺς πρός τε τὰ ἱερὰ καὶ πρὸς τὰ ὕδατα καὶ πρὸς τὰς ἐπαύ-
[λε]ι̣ς καὶ πρ̣[ὸς] τ̣άφους. ἐὰν δέ τινες διαμφισβητήσωσιν τῆι γεγενημένηι διαιρέσει, ἐπαγγειλάτωσαν τοῖς
ἐ̣πὶ τοῦ κοινοῦ πολέμου ἡιρημένοις καὶ τῶι ὲπἱ τοῦ δικαστηρίου τεταγμένωι· ὁ δὲ ἀποδεδειγμένος ἐπὶ
τοῦ δικαστηρίου ἐξαγέτω ἐπὶ τὸν τόπον· οἱ δὲ δικασταί, ἐάν τι δο̣κῆι αὐτοῖς μὴ δικαίως διηιρῆσθαι, ἀνισού-
τωσαν κατὰ λόγον ἑκάστοις προσνέμοντες τοῦ δανείου καὶ τῆς τιμήσεως. τοὺς δὲ γενομένους ὑπὸ τῶν
διαιτητ[ῶ]ν ἢ τῶν δικαστῶν μ[ερι]σμ̣[ο]ὺς ἀνενεγκά[τ]ωσαν οἱ διαιτηταὶ καὶ οἱ
ματα τῶν ἀνδρῶν καὶ τοὺς τόπους καὶ τοὺς ὅρους τῶμ μερισμῶν. οἱ δὲ ἡιρημ̣έ-
νοι γράψαντες εἰς λευκώματα παραδότωσαν τοῖς νεωποίαις θεῖναι ἐπὶ τὸ̣ ἔ̣δεθλον,
δ̣ότωσαν δὲ καὶ τῶι ἀν̣τιγραφεῖ τούτων ἀντίγραφα, ἵν’ ἐξῆι τῶι βουλομένωι τῶμ πο-
ταύτην εἶναι· ἂν δέ πως ἄλλως πρὸς αὐτοὺς ὁμολογήσωσιν ὑπὲρ τῆς διαιρέσε-
ως καὶ ἀπογράψωνται π̣[ρὸ]ς̣ τοὺς ἐπὶ τοῦ κοινοῦ πολέμου, οὕτως αὐτοῖς εἶναι, ὡς ἂν ὁμο-
λογήσωσι πρὸς ἀλλήλο̣[υ]ς, ἀντίγραφα δὲ λαμβάνειν τὸγ γεωργὸν τῶν τοῦ τ[οκισ]-
κοινωνοῦντος τιμημάτωγ καὶ δανείων κ̣α̣[ὶ] ἐ̣πίτροπον ὑπὲρ ὀρφανοῦ καὶ τοὺς συ[νορφα]-
νιστάς, οὓς ἂν παραλαμβάνωσιν ἕκ[αστοι· ἄλ]λον δὲ μηθένα λαμβάνειν μηδὲ τοὺς
ἐπὶ τούτων τεταγμένους διδόναι [μηδὲ] αὐτοὺς λαμβάνειν· εἰ δὲ μή, ἐξώλη εἶναι
καὶ αὐτὸν τὸν λαβόντα καὶ ὃς ἂν ἕτέ[ρωι δ]ῶι, καὶ ὑπόδικον εἶναι καὶ τὸν λαβόντα καὶ
τὸν δόντα ὡς ἀπειθοῦντα καὶ ἐπιβουλεύοντα τοῖς συμφέρουσι τῆς πόλεως. ὅσοι δὲ ἐπὶ
τοῖς ὑπερέχουσι δεδανείκασιν, εἶναι τὴγ κομιδὴν αὐτοῖς ἐκ τοῦ περιόντος μέρους τῶι
γεωργῶι, κἂν εἷς κἂμ πλείους ὦσι, τοῖς πρώτοις πρώτοις καὶ τοῖς ἄλλοις ἐπεξῆς, τὸν δὲ
[μερισ]μ̣ὸν εἶναι καί τούτοις καθάπερ καὶ τοῖς πρώτοις δανείσασιν. εἰ δέ τινες
[ὑποθέ]ντες ἄλλοις κτήματα δεδανεισμένοι εἰσὶμ παρ’ ἑτέρων ὡς ἐπ’ ἐλευθέροις
[τοῖς κ]τήμασιν ἐξαπατήσαντες τοὺς ὑστέρους δανειστάς, ἐξεῖναι τοῖς ὑστέροις
[δανεισ]ταῖς ἐξαλλάξασι τοὺς πρότερον δανειστὰς̣ κ̣ατὰ τὸν συλλογισμὸν τοῦ κοινοῦ πο-
[λέμου] ἔχειν τὰ κτήματα· έὰν δὲ ἐνοφείληταί τι αὐτοῖς ἔτι, εἶναι τὴγ κομιδὴν τοῖς
[δανειστ]αῖς ἐκ τῆς ἄλλης οὐσίας τοῦ χρείστου πασῆς τρ̣ό̣πωι ὧι ἂν δύνωνται ἀζημίοις
[ἦι ἐπιτ]ετοκ[ισ]μένον, ἐὰμ μὴ ἐπεσχηκὼς ἦι τὴν εἴσπραξιν ὁ τοκιστὴς συμβου-
[λομένου] τοῦ ἐγγύου· περὶ δὲ τούτου ἂν ἀμφισβητῶσιγ, κρίσιν αὐτοῖς γίνεσθαι
ἐπὶ τοῦ ξενικοῦ δικαστηρίου, ἂμ μή τι ὑπὸ τῶν διαιτητῶν συμ[πεισθῶσι·]
πατέρες ἔταξαν, ἢ γήμαντες καὶ διαλυθέντες μὴ ἀποδεδώκα-
σι τὰς φερνὰς οὔσας ἀποδότους κατὰ τὸν νόμον, τούτοις ἀποδιδόναι
τὰς φερνὰς καὶ τοὺς τόκους κατὰ τὰς πράξεις καὶ μὴ εἶναι αὐτοῖς ὑπολο-
γίζεσθαι τὸγ κοινὸμ πόλεμον, ἀλλὰ τὸ γενόμενον διάπτωμα ἀναπλη-
ὅσοι δὲ ἐπὶ κτή[μ]α̣σιν δεδανεισμένοι εἰσὶν ἀπὸ Δημαγόρου πρυτάνεως καὶ μηνὸς Ποσιδεῶ-
νος, τούτοις τ[ὸ]μ μὲγ κοινὸμ πόλεμον εἶναι ὥσπερ καὶ τοῖς ἄλλοις, τὰς δὲ τιμήσεις εἶναι
τῶγ κτημά[τ]ων, ἐν οἷς χρόνοις τὰ δάνεα καὶ αἱ πράξεις γεγόνασιν, ὅπως εἴ τινες κεκαρμένοις
τοῖς κτήμα[σι]ν ἢ τῶν ἐπαυλίων καθηιρημένων συνηλλάχασιν οὕτως αἱ τιμήσεις αὐτῶν
γίνωνται [ὡ]ς̣ διακειμένοις συνήλλαξαν τοῖς κτήμασιν. ὅσοι δὲ πρὸ Ἀπολλᾶδος
καὶ μηνὸς [Λ]ηναιῶνος πράξεις πεπράγασιν ἐναντίας τῶι κοινῶι πολέμωι, μὴ εἶναι τὰς
πράξεις κυ[ρ]ί̣ας, ἀλλ’ εἶναι τοὺς ὀφείλοντας τούτοις ἐν τῶι κοινῶι πολέμωι. ὅσοι δὲ ἀπὸ
μηνὸς Λη[ν]αιῶνος καὶ Ἀπολλᾶ πράξεις πεπράγασιν ἐπὶ τοῖς κτήμασιν, τούτοις δ’ εἶναι
τὰς πράξε[ις] κυρίας καὶ μὴ εἶναι αὐτοῖς κοινὸν τὸμ πόλεμον, ἐπειδὴ ἐν τῶι πολέμωι διαπι-
στεύσαντ̣[ες] εἰσευπόρησαν· τόκους δὲ αὐτοῖς εἶναι μὴ πλείους δωδεκάτων. ὑπὲρ
τῶν δανε[ιστ]ῶν τῶν ἐμβεβηκότων εἰς κτήματα· ὅσοι μὲμ πρὸ μηνὸς Ποσιδεῶνος
τοῦ ἐπὶ Δη̣[μ]αγόρου ἐμβάντες εἰς κτήματα κατὰ πράξεις ἔχουσιν τὰ κτήματα καὶ νέμον-
ται, εἶναι [αὐ]τοῖς κυρίας τὰς ἐμβάσεις, εἰ μή τι ἄλλο ἑκόντες πρὸς αὐτοὺς ὡμολογήκασιν. περὶ
δὲ τῆς π[αγ]κτησίας ἄν τινες ἀμφισβητῶσιν, κρίσιν αὐτοῖς εἶναι κατὰ τοὺς νόμους.
ὅσοι δὲ ἐμ[βε]β̣ήκασιν ὕστερον μηνὸς Ποσιδεῶνος τοῦ ἐπὶ Δημαγόρα νεμομένων τῶν δεδα-
τα εἶνα[ι τῶν δα]νεισαμένωγ καὶ νεμομένων, τὰ δὲ δάνεια τῶν δανειστῶν, τοῦ μερισμοῦ
γενομένου καθάπερ καὶ τοῖς ἄλλοις δανεισταῖς. ἐὰν δὲ διαμφισβητήσωσιν οἱ δανεί-
σαντες πρὸς τοὺς ὀφείλοντας φάμενοι ἐμβεβηκέναι πρότερον Δημαγόρου πρυτάνεως καὶ μη-
νὸς Ποσιδεῶνος, κρίσιν αὐτοῖς γίνεσθαι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς ἐν τῶι κοινῶι πολέμωι ἐβλαμ-
μένοις. εἰ δέ τινες μὴ ἐμβάντων τῶν δανειστῶν αὐτοὶ νεμόμενοι τὰ κτήματα ἑκόντες τι
συνωμολόγηνται πρὸς τοὺς δανειστὰς μὴ βιασθέντες, εἶναι αὐτοῖς τὰ ὡμολογημένα κύρια·
ἐὰν δὲ ὁ μὲμ φῆι βεβιάσθαι, ὁ δὲ μή, εἶναι αὐτοῖς κρίσιν περὶ τούτων ἐν τῶι ξενικῶι δικαστηρίωι, προ-
διαιτᾶσθαι δὲ αὐτοὺς ἐπὶ τῶν διαιτητῶν κατὰ τόνδε τὸν νόμον. ὅσοι δὲ ἐγκαταλιπόντες τὰ
κτήματα̣ ἀπηλλαγμένοι εἰσίν, οἱ δὲ τοκισταὶ γεγεωργήκασιν, εἶναι τὰ κτήματα τῶν τοκιστῶν.
ἐὰν δὲ βούλωνται οἱ ὀφείλοντες ἀποδόντες τὰ ἀνηλωμένα τοῖς τοκισταῖς καὶ τόκους ἐπὶ
τεσσερεσ̣καιδεκάτους καὶ εἴ τι αὐτοῖς ἀνήλωται εἰς τὴγ γῆν ἢ ἀπόλωλέ τι διὰ τὴγ γεωργίαν
ὑπολογισθεισῶν τῶγ γεγενημένων προσόδωγ παραλαβεῖν τὰ κτήματα, ἐξεῖναι αὐτοῖς ἀπο-
δοῦσιν ἐν ἐνιαυτῶι τῶι ἐπὶ Δαναοῦ μετέχειν αὐτοὺς τοῦ κοινοῦ πολέμου κατὰ ταὐτὰ
τοῖς ἄλλοις· ὑπὲρ δὲ τῶγ γεγενημένων ἀναλωμάτων καὶ τῶν ἀπολωλότων ἐν τῆι
γεωργίαι καὶ τῶμ προσόδων τῶγ γεγενημένων ἐὰμ μέν τι πρὸς ἀλλήλους συμφωνή-
σωσιν ἢ συμπεισθῶσιν ὑπὸ τῶν διαιτητῶν, ταῦτ’ εἶναι· εἰ δὲ μή, κρίσιν αὐτοῖς εἶναι ἐπὶ τοῦ
ξενικοῦ δικαστηρίου καθάπερ καὶ τοῖς ἄλλοις, τῆς δὲ δίκης ἄρχειν τὸν ἐγκαταλιπόντα
τὸ κτῆμα. εἰ δέ τινες ἐπὶ Δημαγόρου ἢ Μαντικράτους ἢ Ἀπολλᾶδος ἕως μηνὸς Ποσιδεῶνο[ς]
σβητῶσιν μη[․]αν[․c.5․]τα[—]
ἀδελφό̣ν, [κρί]σιν αὐτοῖς εἶναι κατ̣ὰ [τόνδε τὸν νόμον —]
οἶκομ παρειλήφασιν [․]α̣[․․․]ω[—]
[․]αδ[․]κ̣[․․]α κατὰ τὸγ κοιν[ὸμ] πόλεμο[ν — ἀμφισβη]-
τῶσιγ, κρίσιν αὐτοῖ[ς] εἶ[ναι κατὰ] τ[ό]ν[δ]ε [τὸν νόμον. —]
νόμον καὶ ἐὰν ἁ[λ]ῶ[σιν —]
τὴ[ν] οὐσίαν τοῦ ἐγλε[ί]ποντος ἀποτ[ι]ν̣[—]
χρηματ[․․․]λ̣[․․․c.10․․․]τε̣[․]ν[— κρίσιν αὐτοῖς]
εἶναι κατὰ τόνδε τὸν̣ ν̣όμον.
- Ephesos 4*5
- Ionia : Ephesos
[Κοΐντωι Μανλίωι Ταρκουιτίωι Σατ]ορνείνωι, Ποπλίωι Πετρωνίωι Νίγρωι ὑπάτοις πρὸ ∙ ζʹ ∙ εἰδῶν ∙ Ἰουλίων
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]η̣ς Ἰουλίας βασιλικῆς ἐν γραμματοφυλακίωι ἐπιμελητῶν τῶν δημοσίων προσόδων ἐκ δέλτων
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․ κ]ατὰ θάλασσαν εἰσαγωγῆς καὶ ἐξαγωγῆς ἐν στόματι Πόντου ἐν οἷς τόποις κατὰ δόγμα συγκλήτου ἢ κατὰ νόμον
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]α̣ι̣τ̣ε̣τ̣ε̣λ̣ω̣ν̣ειαν ἐκμισθῶσαι, ἐν τούτοις τοῖς τόποις, ἃ ἂν κατὰ θάλασσαν εἰσάγηται, ἐξάγηται, κατὰ πέραν
[․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․ κ]αὶ ἃ ἂν κατὰ γῆν ἐκκομίζηται, ἐξελαύνηται, ἐξάγηται, τὸ τεσσαρακοστὸν μέρος τῶι τελώνηι διδότωι. ὑπ[ὲρ]
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]η ὁ ίχθύϊ κογχυλίωι θαλασσίωι νεαρῶι χρώμενος τὸ εἰκοστὸν μέρος τέλους διδότω. ὤνιον ἐκ πλοίο[υ]
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]ν̣ευέτω τέλους στερέσεως χάριν· ἐὰν δέ τις ὑπεναντίον τούτοις ποιήσῃ, τὸ ὤνιον καὶ τὸ πρᾶγμα τοῦ
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]ς εἰσαγέτω καὶ ἐξαγέτω. ἐάν τίς τι εἰσάγῃ ἢ ἐξάγῃ κατὰ θάλασσαν, πρὸς τὸν τελώνην ἀπογραφέσθω ἐν τοῖς
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․] Πόντωι, Καλχήδονι, Δασκυλείωι, Ἀπολλωνίαι πρὸς τῶι Ῥυνδάκου στόματι, Κυζίκωι, Πριάπῳ, Παρίῳ, Λαμψάκῳ,
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․ Κ]ολοφῶνι, Τέωι, Ἐφέσωι, Πριήνηι πρὸς τῶι Μαιάνδρου στόματι, Μειλήτῳ, Ἰάσωι, Βαργυλίοις, Κεράμωι,
[․․․․․․․․․․․․․․․․․c.38․․․․․․․․․․․․․․․․․] Π̣έργηι, Μαγύδωι, Φασηλίδι, Σίδηι Κορυφῆι ὁ κατὰ γῆν εἰσάγων ἐν τούτοις τοῖς τόποις προσφω-
[․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․] πρὸ τῶν βασιλείας ἢ ἐλευθέρων πόλεων ἢ ἐθνῶν ἢ δήμων ὑπάρχῃ ἐπὶ τοῦ τελώνου ἢ ἐπι-
[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․ π]α̣ραφυλακὰς ἐχέτωσαν, παρὰ ποταμῶι δὲ Ῥυνδάκωι μίαν παραφυλακὴν ὃς ἂν τόπος τῆς ἐπα̣[․․c.8․․․]ς ταύτη[ς]
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․ τ]ούτοις θαλάσσηι λιμὴν πρόσκειται τούτων ἐν ἑκάστωι λιμένι ἀνὰ μίαν παραφυλακὴν ἐκ περιο[․․]υ ἐὰν
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]․․ν καὶ ἐπὶ τῆς ἀγχιθαλάσσου δὲ παραποντίας καὶ περὶ τοὺς ἐλευθέρους ὅρους τῆς ἐπαρχείας, ἐὰν βουλων
[․․․․․․․․․․c.24․․․․․․․․․․]μισθώσεως νόμον μὴ ᾖ διατεταγμένον παρά τινι δέ̣ῃ ποιεῖσθαι τὰς ἀπογραφάς, ἐάν τινες παραφυλακαὶ
[․․․․․․․․c.20․․․․․․․․]υ̣ς ὅ̣ρους τῆς ἐπαρχείας ὦσιν, αἵτινες ἂν τούτων παραφυλακαὶ δύο ἔγγιστα αὐτοῖς ὑπάρχωσιν ἐκείνωι τῶι τόπωι δι’ οὗ
[․․․․․․․․c.20․․․․․․․․]χ̣ε̣ι̣αν μελλήσει ἐπὶ ὁποτέρας οὖν τούτων τῶν παραφυλακῶν θελήσῃ πρὸ τοῦ ἐξάγειν ἢ εἰσάγειν προσφωνείτω καὶ ἀπο-
[․․․․․․․c.19․․․․․․․․ ἄ]πωθεν τοῦ τόπου ἐκείνου ὃν ἀπογράψηται μακρότερον ποδῶν πεντακοσίων ἐξαιρείσθω μήτε ἐμβαλλέσθω μήτε ἐξαγέτω
[․․․․․․c.16․․․․․․ προσ]φ̣ωνήσῃ ἢ ἀπογράψηται βούλεσθαι ἑαυτὸν ἐμβαλέ̣σ̣θαι ἢ ἐξελέσθαι· ὃ δὲ ἂν ὑπεναντίον τούτοις γένηται, τὸ πρᾶγμα ἐκεῖνο
[․․․․․c.15․․․․․․]ο̣υ̣ ἔστω. ἀναπόγραφον μηδεὶς ἐμβαλλέσθω̣ μ̣η̣δὲ ἐξαιρείσθω μηδὲ ἐξαγέτω μήτε μὴν νυκτὸς ἐμβαλλέσθω μηδὲ
[․․․․c.12․․․․]․ τῶν προγεγραμμένων τόπων ἐμβαλλέσθω μηδὲ ἐξαιρείσθω μηδὲ ἐξαγέτω μηδὲ κατὰ γῆν εἰσβαλλέτω μηδὲ ἐκβαλλέτω μηδὲ
[․․․․c.13․․․․․]․η̣τω· ἐὰν δ’ ὑπεναντίον τι τούτοις γένηται, τὸ πρ[ᾶγ]μα ἐκεῖνο καὶ τὸ ὤνιον τοῦ τελώνου ἔστω. [ ․c.3․]ν τοῦτο ὑπάρχῃ, ὁπότερον ἂν ὁ τελώ-
[νης ․․․c.10․․․] ἐνεχύρου λῆψις ἔστω. ἐν οἷς ἂ̣ν̣ τόποις κατ̣ὰ̣ [τοῦ]τον τὸν νόμον τελώνιον δημοσιώνου ὑπάρχῃ, ἐν τοῖς τόποις τούτοις τέλος ἢ μισθὸν
[․․․․c.13․․․․․]τ̣ρ̣οπ̣ος λαμβανέτω. ὃς ἂν ὑπεναντίον τι τούτοις λάβῃ ἢ ποιήσῃ, ἐφ’ ᾧ τις λάβῃ ὅσου ἂν ᾖ τὸ ὑπεναντίον τούτοις γεγονός, εἰς τό τε πρᾶγ-
[μα ․․․․c.13․․․․․]ιακεκρίσθω καὶ τοῦ χρήματος τούτου ἐνεχύρου λῆψις ἔστω. τούτοις τῶν πραγμάτων τούτων τέλος μὴ ἔστω μήτε τις διδόναι ὀφειλέτω
[․․․․․c.14․․․․․]․ν δήμου Ῥωμαίων φέρωσιν καὶ ὃ ἂν θείου ἕνεκεν πράγματο̣ς̣ ἢ δημοσίων χάριν πραγμάτων δήμου Ῥωμαίων τινὲς κομίζωσιν ἢ ἄγωσιν
[․․․c.10․․․ κ]αὶ τῶι τελώνηι οἰκοδομῆσαι ἐξέστω. οὗ πράγματος δεκάτας καρπῶν ἀροτῆρ̣σ̣ι ποριζομένων ἢ ιʹ μέρος οἴνου καὶ ἐλαίου τῶι δημοσιώνῃ δίδοσθαι
[․․․c.11․․․․]ιων ἕνεκεν, τούτω̣ν δημοσιώνην καρπεύεσθαι τὸ τέλος ὡς ἐξεμίσθωσαν Λούκιος Ὀκτάουιος, Γάϊος Αὐρήλιος Κόττας ὕπατοι ἐξ Ἀσίας εἰς Ἀσίαν
[․․․c.11․․․․]․ ἄγηται, ἐφ’ ᾧ μὴ̣ ἐπὶ ἀποστερήσει μᾶλλον τοῦ τέλους τούτου γένηται τῆι μετακομιδῆι τ̣ῇ̣ ἡλ̣ιαρίῳ̣ τὸ πρᾶγμα, ὑπὲρ τούτου τέλος μὴ διδόσθω. οὓς
[․․․c.9․․․ δη]μοσιώνης ἐξ Ἀσίας εἰς Ἀσίαν εἰσαγάγῃ ἢ ἐξαγάγῃ, οὗ τέλος Λούκιος Ὀκτάουιος, Γάϊος Αὐρήλιος ὕ̣π̣α̣τοι ἐξεμίσθωσαν, ὑπὲρ τούτου τέλος μὴ
[․․․c.9․․․ ὑ]πὲρ πλοίου καὶ τῶν τοῦ πλοίου σκευῶν καὶ ὑπὲρ δούλων καὶ ὧν ἁπάντων, οὓς ἂν ἢ ἃς ἂν οἴκοθεν ἄγωσιν ἢ παραπέμπωσιν, ὑπὲρ βυβλίων
[․․․c.9․․․]ων τέλος μὴ διδόσθω. ἥτις ἂν γῆ ἐξ Ἀσίας εἰς Ῥώμην κατὰ τὴν γεωρυχικὸν νόμον ἐξάγηται, ὑπὲρ [τῆς] γῆς ταύτης σκευῶν τε, ἐν οἷς ἂν αὐτ̣ὴ̣ ὑπάρχῃ
[․․c.8․․․]δ̣οτων ἑκατὸν λείτρων ἀσσάρια τέσσαρα πλεῖον ὑπὲρ τῶν πραγμάτων τούτων τέλος μὴ ὀφειλέσθω. ἐάν τις ὑπεναντίον τούτοις κατα
[․․c.8․․․]․․․ δόλωι πονηρῶι ὥστε τὴν γῆν μὴ παρενεχθῆναι τότε, ὅσον ἂν ἦι κατεσχημένον, τούτου ὁ τελώνης τῶι παρακομίζοντι διπλοῦ ἔνοχος ἔστω
[․․c.8․․․]․c.5․ τούτου ἐνεχύρου λῆψις ἔστω κοινωνοῖς τοῖς τὰ γεωρύχια ἠργολαβηκόσιν. ἥτις ἂν χῶρα ὑπὸ γνώμῃ ἢ ἐξουσίαι τοῦ Ῥωμαίων δήμου ὑπάρχῃ
[․․c.8․․․]․․c.7․․ς χώρας ταύτης ἢ οἰκίας πρὸς τὴν ἰδίαν χρῆσιν εἰς χῶραν ἢ οἰκίαν πρὸς τὴν ἰδίαν χρῆσιν ἐξάγῃ ἢ εἰσάγῃ, ὑπὲρ τούτου τέλος εἰσαγωγῆς καὶ
[․․c.8․․․]․․c.7․․ οὓς ἐκ συνθήκης γενομένης μετὰ Ῥωμαίων τέλος ἐξαγωγῆς ἢ εἰσαγωγῆς τινων πραγμάτων διδόναι οὐ δεῖ, οὗτοι τούτων τῶν πραγμά[των]
[․․c.8․․․]․․c.7․․ διδότωσαν. Λούκιος Γέλλιος, Γναῖος Λέντλος ὕπατοι προσέθηκαν· ὃ ἄν τις πρὸς τὴν ἰδίαν χρῆσιν εἰς ταύτην τὴν χῶραν ἢ τὴν πόλιν ἧ[ς]
[․․c.8․․․]․․c.8․․․ εἰσάγῃ κυκλεύων τε εἰσκομίζῃ, ὑπὲρ τούτου τέλος μὴ διδότω ὅτε ἂν ἐξ ἐκείνης τῆς χώρας ἢ τῆς πόλεως, ἧς πολειτείας αὐτὸς οὐκ ἔσται,
[ρου λῆψις ἔστ]ω̣. ὃ ἄν τις κατὰ τοῦτον τὸν νόμον ἀπογράψηται, κατὰ τὴν τείμησιν τοῦ πράγματος τούτου τῶι τελώνηι τέλος εὐλυτείτωι. ἐὰν οὕτως μὴ ποιήσῃ, τῷ διπλῷ
[․․c.8․․․]τω καὶ τοῦ πράγματος τούτου τῶι τελώνῃ ἀγωγῆι καὶ ἐνεχύρου λῆψις ἔστω. Γάϊος Φούρνιος, Γάϊος Σειλανὸς ὕπατοι προσέθηκαν· αἵτινες πολειτεῖαι̣
[․․c.8․․․]νη καὶ οἵτινες δ[ῆμ]οί εἰσιν ἔξω διοικήσεων Ἐφεσίας καὶ ἔξω διοικήσεως Μειλησίας καὶ ἔξω διοικήσεως Ἁλικαρνασσίας καὶ ἔξω διοική-
[․․c.8․․․]ιας, ἵνα μ[․c.5․]ος τῶν ἰδίων ὅρων τέλος διδῶσιν μήτε ἐντὸς τῶν ἰδίων ὅρων πορρώτερον σταδίων ὀκτὼ παραφυλακὴν ἔχωσιν, ὑπεξείρ̣ηνται
[․․c.8․․․]εων εν[․․․]ι τῶν προγεγραμμένων ἕτεραί εἰσιν ἐπαρχεῖαι προσνενεμημέναι, αὗται αἱ πολιτεῖαι καὶ ταῦτα τὰ ἔθνη καὶ οὗτοι οἱ δῆμοι τέλος
[․․c.8․․․]ων ὅρων̣ [․․] δώσουσιν οὔτε παραφυλακὴν μακροτέρωι σταδίων ὀκτὼ ἐπιδέξονται, ἔν τε τοῖς ὅροις, οἵτινες ὁμοροῦσι τοῖς οὕτως ὑπεξῃρμένοις
[․․c.8․․․]ς καθα[․․․]αρχειαι Ἀσίαι τέλους εἰσπράξεως χάριν παραφυλακὰς καθιστάτω καὶ τέλη εἰσπρασσέτω ὡς κατὰ τοῦτον τὸν νόμον δεῖ. οἱ
[αὐτοὶ προσέθηκ]αν· ὧν πραγμάτων Οὐηδίωι Πωλλίωνι συγκλήτου δόγματι ἀτέλεια δέδοται, ὅσῳ ἂν πλεῖον δηναρίων μυρίων, τούτων τῶν πραγμάτων τὸ
[․․․c.9․․․]․ερος τῶι δημοσιώνηι δοθήσεται. οἱ αὐτοὶ προσέθηκαν· ὑπὲρ σωμάτων ἑκάστης κεφαλῆς πλεῖον τοῦ ἐν τῶι τειμευτητικῶι νόμωι
[․․․c.9․․․]․μενου ἠσφαλισμένου εἰσαγωγῆς μὲν δηνάρια δύο ἥμισυ ἐξαγωγῆς δὲ δηνάριον ἓν ὁ δημοσιώνης λαμβανέτω. οἱ αὐτοὶ
[προσέθηκαν· ὁ δ]ημοσιώνης ὁ παρὰ τοῦ δήμου τὴν τῶν τελῶν ἀνάπραξιν ἐργολαβήσας, ὧι ἂν ἔτει καρπεύεσθαι δέξηται, εἰδοῖς Ὀκτωβρίαις δευτέραις
[․․․․․c.14․․․․․]․ιωι διευλυτεῖν ὀφειλέτω καὶ τοῖς λοιποῖς ἔτεσιν ὁμοίως εἰδοῖς Ὀκτωβρίαις καθ’ ἕκαστον ἔτος. οἱ αὐτοὶ προσέθηκαν· δημοσιώ-
[νης ․․c.8․․․]λων εἴσπραξιν ἐργολαβήσας πραισὶ καὶ ἐνγαίοις δημοσίᾳ διικ̣ανοδοτείτω ἐπικρίσει Γαΐου Φουρνίου, Γαΐου Σειλανοῦ ὑπάτων ἢ τῶν
[․․․c.11․․․․] αἰραρίου στρατηγῶν. ἡ προθεσμία τοῦ χρήματος εἰδοὶ Ἰανουάριαι πρῶται. Πόπλιος Σουλπίκιος Κουιρεῖνος, Λούκιος Οὐάλγιος
[Ῥοῦφος ὕπατοι πρ]οσέθηκαν· τέλος κατὰ θάλασσαν καὶ κατὰ γῆν εἰσαγωγῆς καὶ ἐξαγωγῆς ἐντὸς ὅρων καὶ λιμένων Ἀποικίας Σεβαστῆς Τρωάδος ὑπε[․]
[․․․․c.12․․․․ ἀ]ποικία αὕτη καρπεύηται· τὰ λοιπὰ κατὰ τὸν νόμον. ὃς ἂν παρὰ τοῦ δήμου τὴν τελωνίαν μισθώσηται, τούτωι προέγγυον ἐν τρισὶ
[․․․․c.13․․․․․]ηγων, καὶ ὁ ἐξηγορακὼς ἀπὸ εἰδῶν Ἰανουαρίων πρώτων ἐπὶ ἔτη ἑξῆς πέντε κα̣ρ̣π̣ε̣υ̣έσθω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον
[․․․․c.12․․․․ Τι]βέριος Κλαύδιος Νέρων τὸ βʹ, Λεύκιος Καλπούρνιος Πείσων ὕπατοι προσέθηκαν· ἐν ἡμέραις εἴκοσι ταῖς ἔγγιστα τὸν αὐθέντη[ν]
[․․․․․c.14․․․․․ ὁ δ]ημοσιώνης ὁ τὴν τελωνείαν μισθωσάμενος ἀναδόχοις καὶ ἐνγαίοις τῶι δήμωι ἀσφαλιζέσθω ἐπικρίσει Τιβερίου Κλαυδίου̣
[․․․․․c.14․․․․․] Καλπουρνίου Πείσωνος ὑπάτων καὶ τῶν προεστώτων τοῦ αἰραρίου ἄχ̣ρι τοῦ π̣ε̣ν̣τ̣α̣π̣λ̣ο̣ῦ̣ ὅσου ἂν τὴν δημοσιωνίαν ἐργολα-
[․․․․․c.15․․․․․․] καὶ ἀπὸ εἰδῶν Ἰανουαρίων πρώτων τοῖς ἑξῆς ἔτεσιν πέντε καρπευέσθω· τ̣ὰ̣ λοιπὰ κ̣α̣τ̣ὰ̣ τ̣ὸ̣ν αὐτὸν νόμον ἑκ̣ά̣σ̣τ̣ου ἔτους.
[․․․․․c.14․․․․․]λλος, Κόϊντος Φαβρίκιος ὕπατοι προσέθηκαν· ἐάν τις περὶ τῶν τελῶν τ̣ο̣ύ̣τ̣ω̣ν̣ π̣ρ̣ὸ̣ς̣ δ̣η̣μ̣οσιώνην ἢ̣ ἐ̣[πίτρο]πον συνθῆται
[․․․․․․c.16․․․․․․] νόμιμον ἔστωι. οἱ αὐτοὶ προσέθηκαν· ὃ ἂν κατὰ τοῦτον τὸν νόμον [․c.5․] ἐ̣[νε]χ̣ύ̣ρ̣ι̣ο̣ν̣, τοῦτο ἐν ἡμ̣[έραις] τ̣ρ̣ι̣άκοντα
[․․․․․․․c.19․․․․․․․․]․ ἐὰν μὴ ἐπιλυθῇ, τοῦ ἐνεχυράσαντος ἔστω. Λεύκιος Οὐαλέριος Οὐόλεσος, Γναῖ̣ο̣ς̣ Κ̣ί̣ν̣ν̣ας Μάγνος ὕπατοι προσέθηκαν·
[․․․․․․c.16․․․․․․] νόμου τούτου ἀμφισβήτησις γένηται, ὑπὲρ ταύτης στρατηγοῦ τοῦ δικαιοδοτοῦντ̣ο̣ς̣ μ̣εταξὺ Ῥωμαίων καὶ ἀλλοεθν[ῶν]
[․․․․․․c.16․․․․․․]․τε δόσις ἔστω. οἱ αὐτοὶ προσέθηκαν· ὃς ἂν νοουίκιον δοῦλον ἢ δούλ̣η̣ν̣ εἰς ἐπαρχ̣είαν Ἀσίαν εἰσάγῃ ἢ ἐ̣ξάγῃ, π̣ρ̣[ὸς]
[․․․․․․c.17․․․․․․․]ροπον αὐτοῦ ἀπογραφέσθω παρὰ τούτωι, ὃς ἂν φανερῶς ἐν τῶι τελω̣νίω̣ι̣ ᾖ προγεγραμμένος, ἐν οἷς ἂν τόποις δημο-
[․․․․․․․․c.20․․․․․․․․]․․․κ̣ιον δοῦλον ἢ δούλην κατὰ θάλασσαν εἰσαγάγῃ καὶ ἐξαγάγῃ, ἐπ̣’ ἴ̣σ̣η̣ς̣ ἔστω̣ ὡσανεὶ κατὰ γῆν εἰσήγαγεν
[․․․․․․․․․c.23․․․․․․․․․․] ἅπαξ τὸ εἰσαγώγιον δῷ. οἱ αὐτοὶ προσέθηκαν· ὁ κογχυλίωι ὀστρίωι ἰχθύϊ θαλασσίωι νεαρῶι χρώμενος το
[․․․․․․․․․c.22․․․․․․․․․]δ̣ιδότω. οἱ αὐτοὶ προσέθηκαν· τὸν αὐθέντην ἐπὶ τῶν ἑκά̣σ̣του ἔ̣τ̣ο̣υ̣ς ἐσομένων στρατηγῶν ἐξεῖναι αλλα
[․․․․․․․․c.21․․․․․․․․․]νιαν ἐξαγοράσας ἀναδόχοις καὶ ἐνγαίοις τῶι δήμωι διικανοδοτείτω ἐπικρίσει Λευκίου Οὐαλερίου Οὐολέσου,
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]ριων τῶν ἔγγιστα ἐσομένων ἔτεσιν ἑξῆς πέντε καρπευέσθω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον ἑκάστου ἔτους.
[․․․․․․․․․․․c.26․․․․․․․․․․․]․ ὕπατοι προσέθηκαν· ὃς ἂν τὴν δημοσιωνίαν ταύτην μισθώσηται, ἀπὸ εἰδῶν Ἰανουαρίων πρώτων ἐπὶ ἔτηι ἑξῆς̣
[․․․․․․․․․․c.25․․․․․․․․․․․ κ]ατὰ τὸν αὐτὸν νόμον ἑκάστου ἔτους. οἱ αὐτοὶ προσέθηκαν· περὶ ὧν Αὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἐπέκρεινεν̣
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․ τ]ῶι κοινῶι τησιασ ὀνόματι παρ’ αὐτοῦ αἰτησαμένων ἀνῆκέν τε ἢ ἀντέγραψεν, ὅπως
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]․τηριδα ἀτέλεια ὑπάρχῃ ἡμερῶν τριάκοντα [․․] ἐπέκρεινεν τοῖς τε πρεσβευταῖς ἀνῆκεν ἢ ἀντέγραψεν
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]α ἀτελεια τοῦ λιμένος τούτου ὑπεξαιρῆ̣τ̣α̣ι̣ μ̣ήτε τις ὑπὲρ τοῦ εἰσαχθέντος ἢ εἰσενεχθέντος τέλους ὀνομα-
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] ε̣ἰσπρασσέτω· τὰ λοιπὰ κατὰ τὸν αὐ̣τ̣ὸν νόμον ἑκάστου ἔτους. Μᾶρκος Σειλανός, Λεύκιος Νωρβᾶνος
[ὕπατοι προσέθηκαν· ․․․․․c.14․․․․․] ἀ̣πὸ εἰδῶν Ἰανουαρίων πρώτων ἐπὶ ἔτη ἑξῆς πέντε καρπεύεσθαι ὀφειλέτω καὶ ἐν ἡμέραις αὐτῶι δέκα
[․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․]ων τὸν προέγγυον ἀλλάξαι ἐξέστω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον ἑκάστ̣ο̣υ ἔτους. Γάϊο[ς]
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․] Π̣ρόκλος ὕπατοι προσέθηκαν· ὁ μισθωσάμενος ἔτεσι πέντε τοῖς ἑ̣ξ̣ῆ̣ς̣ τὴν δημοσιωνίαν τοῦ
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․] μεμισθωμένη ἦν, οὕτως καρπευέσθω ἐφ’ ᾧ ἡ ἀρχὴ τῆς μισθώσεως α̣ἱ̣ εἰδοὶ Ἰανουάριαι αἱ ἔγγισ[τα.]
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ην μεμισθωμένην ἔτεσιν ἑξῆς πέντε καρπεύεσθαι ὀφειλέτω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον.
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․ ὕπ]ατοι προσέθηκαν· ὁ τὴν δημοσιωνίαν τοῦ τέλους τῆς Ἀσίας μισθωσάμενος τῶι αὐτῶι νόμωι καὶ κεφαλαί-
[․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․ με]μισθωμένην καρπεύεσθαι ὀφειλέτω οὕτως ἐφ’ ᾧ ἡ ἀρχὴ τῆς μισθώσεως ταύτης παρατηρηθῇ ἀπὸ εἰδῶν
- Ephesos 5
- Ionia : Ephesos
νωτὸν καὶ τὰ ἱερατικὰ ἀρώματα, ἱερεῖα
προσάγοντα τοῖς θεοῖς νενομισμέ-
ναις ἡμέραις τὸν ἀριθμὸν τξεʹ, καρδιου[ρ]-
αὐτὸν τοῦ δημοτελοῦς ἱεροφάντου καθό-
τι ἕκαστον τοῖς θεοῖς νόμιμόν ἐστιν· τοὺς
παιᾶνας ἄδειν ἐν ταῖς θυσίαις καὶ ἐν ταῖς πο[μ]-
διδόναι δὲ γέρα τὸν πρύτανιν τῷ ἱεροφάν-
τῃ παντὸς ἱερείου τοῦ τυθέντος τοῖς θε-
οῖς κεφαλὴν καὶ γλῶσσαν καὶ τὸ δέρμα διὰ τὴν
- Ephesos 7
- Ionia : Ephesos
τῆς βουλῆς καὶ τοῦ δήμου· δεδόχθαι
τοῖς πρὸ πόλεως Δημητριασταῖς γε-
νέσθαι καθότι προγέγραπται.
- Ephesos 11
- Ionia : Ephesos
ψήφισμα εἰς στήλην καθάπερ καὶ
τοῖς ἄλλοις καὶ στῆσαι εἰς τὸ ἱερὸν
τῆς Ἀρτέμιδος· ἐπικληρῶσαι δὲ
- Ephesos 12
- Ionia : Ephesos
[—]ρ̣· καὶ ․[—]․[—]
[δεδόχ]θαι τοῖς πρεσβ[υτέροις γενέσθαι καθότι]
[προγέγρα]πται
- Ephesos 17
- Ionia : Ephesos
ας τῆι θεῶι συνδιοίκησεν μετὰ τῆς πρεσβείας ὅπως ἂν ἡ ἀτέλ[ει]α ὑπάρχηι τῆι θεῶι, καὶ τὰ λοιπὰ ἐν ἅπασι καιροῖς διατελεῖ
χρήσιμος ὢν καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τ[ῶ]μ πολιτῶν· ἐγνῶσθαι ἐπαινέσαι τε Εὐφρόνιον εὐνοίας ἕνεκεν
ἣν ἔχει περί τε τὸ ἱερὸν καὶ τὴμ πόλιν, καὶ δοῦναι αὐτῶι πολιτε[ία]ν ἐφ’ ἵσηι καὶ ὁμοίηι αὐτῶι καὶ ἐκγόνοις, ἀναγράψαι δὲ αὐτῶι τὴμ
- Ephesos 19
- Ionia : Ephesos
πρόθυμός ἐστι περὶ τὸν δῆμον τὸν Ἐ[φεσίων,] ἔδοξεν τῶι δήμωι, εἶναι αὐτὸν πολίτηγ καὶ
πρόξενον καὶ ἐκγόνους καθάπερ κ[αὶ τοῖς] ἄλλοις εὐεργέταις δέδοται. ἔλαχε φυλὴν
Καρηναῖος, χιλιαστὺν Ἀλθαιμέ[νεο]ς.
- Ephesos 20
- Ionia : Ephesos
περὶ τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ διατελεῖ χρήσιμον ἑαυτὸν παρεχόμενος καὶ κοινῆι τ̣[ῶ]ι̣ δήμ̣[ωι]
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν, δεδόχθαι τῆι βουλῆι, ἐπαινέσαι τε Φανόστρατον Εὐκλέ[ω]νο[ς]
Ἀρκάδα ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχει περὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ δοῦναι αὐτῶι καὶ ἐκ[γ]ό[νοις]
πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι· ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ χιλιαστύν, καὶ ἀναγράψα[ι] τ[ὰ δοθέντα αὐτῶι]
ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου τοὺς νεωποίας, ὅπου καὶ τοῖς ἄλλοις εὐεργέταις αἱ ὑπὸ τῆς βουλῆ[ς] κ̣[αὶ τ]ο[ῦ δή]-
μου ἐψηφισμέναι δωρεαὶ ἀναγεγραμμέναι εἰσίν, ὅπως ἅπαντες εἰδῶ̣σιν, ὅτι ὁ δῆμος ὁ Ἐφεσίω[ν τοὺς καλοὺς καὶ?]
ἀγαθοὺς ἄνδρας τιμᾶι καὶ χάριτας ἀποδίδωσι ἑκάστοις τῶν εὐεργετημάτων· ἔλαχε φυλὴν τῶν [Εὐ]ω[νυμέων],
χιλιαστὺν Ἐχύρεος.
- Ephesos 21
- Ionia : Ephesos
εἶναι Ἀναξικράτει αὐτῶι καὶ ἐγγόνοις πολιτείαν καὶ ἔγκτησιν ἐφ’ ἵσηι κ[αὶ ὁμοίηι]
καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, καὶ ἐπικληρῶσαι αὐτὸν εἰς φυλὴν
καὶ χιλιαστὺν τοὺς ἐσσῆνας· τὸ δὲ ψήφισμα ἀναγράψαι τοὺς νεωποί[ας]
- Ephesos 23
- Ionia : Ephesos
τὸν Ἐφεσίων καὶ τὴν πόλιν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι δι[δ]όναι αὀτῶι καὶ ἐκγόνοις πολιτεία[ν ἐφ’ ἵσηι καὶ ὁμοίηι]
καθάπερ καὶ τοῖς ἄλλοις εὀεργέταις ἐπικληρῶσαι δὲ αὐτὸν εἰς [φ]υλὴν καὶ χιλιαστύν. ἔλαχε φυλ̣[ὴν]
Εὐώνυμος, χιλιαστὺν Γλαύκεος.
- Ephesos 24
- Ionia : Ephesos
τὸν Ἐφεσίων καὶ τὴν πόλιν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι δοῦναι αὐτῶι καὶ ἐκγόνοις πολιτε[ίαν ἐφ’ ἵσηι καὶ ὁμοίηι καθάπερ]
καὶ τοῖς ἄλλοις εὐεργέταις ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ χιλιαστύν. ἔλαχε φυλὴν Εὐώνυ[μος, χιλιαστὺν —]
- Ephesos 26
- Ionia : Ephesos
τὸν Ἐφεσίων καὶ τὴν πόλιν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι δοῦναι αὐτῶι καὶ ἐκγόνοις πολιτείαν ἐφ’ ἵση[ι καὶ ὁμοίηι]
καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ ε[ἰς] φυλὴν καὶ χιλιαστύν. ἔλαχε φυλὴν [—]
- Ephesos 28
- Ionia : Ephesos
Ἐλαΐτης διατρίβων ἐν τῆι πόλει εὔνουν καὶ πρόθυμον ἑαυτὸν παρέχ[εται τῶι δήμωι]
[—]ε̣ καὶ τῶν ἰδιωτῶν τοῖς ἐγτυγχάνουσιν· δεδόχθαι τῆι βουλῆι· δοῦναι π[ολιτείαν]
[—]ι̣ Ζωΐλωι ἐφ’ ἵσηι καὶ ὁμοίηι καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, ἐπικλη[ρῶσαι δὲ]
αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς χιλιαστύν· ταῦτα δὲ ὑπάρχειν αὐτῶι καὶ ἐκγό[νοις·]
- Ephesos 30
- Ionia : Ephesos
τελοῦσιν καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι
τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν καθ̣’
[ὃ] ἂν αὐτοὺς ἕκαστ[ος] παρακαλῆι·
ἣν ἔχουσι πρὸς τὸν δῆ[μον] καὶ δεδόσθα[ι]
αὐτοῖς καὶ ἐκγόνοις π[ολι]τείαν ἐφ’ ἵσηι
καὶ ὁμοίηι καθάπερ [καὶ το]ῖ[ς ἄλλο]ις εὐεργέταις,
ὅπως πᾶσι φανε[ρ]ὸν ἦι [ὅτι ὁ δῆμ]ος ὁ Ἐφ[ε]σίω[ν]
- Ephesos 31
- Ionia : Ephesos
[ἔγκ]τησιν καὶ ἀτέλειαν πάντων
[κ]α̣ὶ προεδρίην ἐν τοῖς ἀγῶσιν καὶ
[ἐ]ξαγωγὴν καὶ ἐσαγωγὴν ἀσυλεὶ
- Ephesos 32
- Ionia : Ephesos
Ἀπολλοδώρου Κυζικηνὸς εὔνους ὢν καὶ χρήσιμος διατελεῖ καὶ
κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσιν τῶν πολιτῶν
καὶ νῦν περὶ τὴν τῶν τειχῶν οἰκοδομίαν χρήσιμος γεγένηται
- Ephesos 33
- Ionia : Ephesos
Κόνωνος Μάγνης εὔνοιαγ καὶ προθυμίαν παρεχόμεν[ος δια]-
τε[λεῖ] περὶ τὸν δῆμον τὸν Ἐφεσίω[ν καὶ] πᾶ[σι τοῖς ἐντ]υγχά[νουσι]
[τῶν πολιτῶν —]
- Ephesos 34
- Ionia : Ephesos
τῶμ πολιτῶν, καὶ τοὺς μὲν διέσωιζε τῶ[ν ἁλισκομένων λυτρωσάμενος, τοὺς δὲ]
ἀπέστελλεν τοῖς προσήκουσιν βουλόμ[ενος —]
τοῖς παραγινομένοις τῶμ πολιτῶν̣· [δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι Θρασ—]
Ποσειδωνίου Μάγνητι πολιτείαν ἐφ’ [ἵσηι καὶ ὁμοίηι αὐτῶι καὶ τοῖς ἐκγόνοις, καὶ ἀ]-
ναγράψαι τοὺς νεωποίας τὰ δοθέντα α̣[ὐτῶι εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ]
καὶ αἱ λοιπαὶ πολιτεῖαί εἰσιν ἀναγε[γραμμέναι, ὅπως ἅπαντες εἰδῶσιν]
[ὅτι ὁ] δῆμος ὁ Ἐφεσίων χάριτας ἀποδιδοῖ τοῖ[ς εὐεργετοῦσιν αὐτὸν]
[κατ’ ἀξίαν] τῶν εὐεργετημάτων· ἐπι[κληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ]
- Ephesos 36
- Ionia : Ephesos
ἐγ Κλαζομεναῖς στρατηγός, πιστόν τε αὐτὸμ παρέσχηται εἰς τὰ τοῦ βασιλέως πράγματα καὶ τῆι πόλει τὰ πλοῖα τὰ σιτ[αγωγὰ διέσωσε, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχει πρὸς τὸν βασιλέα]
καὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ στεφανῶσαι χρυσεῶι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι· τῆς [δὲ ἀναγγελίας τοῦ στεφάνου ἐπιμελεῖσθαι τὸν ἀγωνοθέτην· δοῦναι δὲ αὐτῶι καὶ πολιτείαν εφ’ ἵσηι καὶ ὁμοίηι· ἐπικληρῶσαι δὲ]
καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηται ἢ ἐξάγητ[αι εἰς τὸν ἴδιον οἶκον καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα]
τοὺς νεωποία̣ς εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ αἱ λοιπαὶ πολιτεῖαι ἀναγεγραμμέναι εἰσί, ὅπως ἅπαντ[ες εἰδῶσιν ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τιμᾶι τοὺς εὐεργετοῦντας αὐτὸν δωρεαῖς ταῖς προσηκούσαις. ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 37
- Ionia : Ephesos
[— καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι]
[τῶν πο]λιτῶν καθότι ἂ[ν ἕκαστος αὐτὸν προκαλέσηται· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι]
[Ἀρ]ριδαῖον ἀρετῆς ἕνεκε καὶ ε[ὐνοίας, ἣν ἔχει πρὸς τὸν δῆμον τὸν Ἐφεσίων, δοῦναι δὲ πολιτείαν]
[α]ὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι κα[ὶ ὁ]μοίαι καθάπερ καὶ τ̣[οῖς ἄλλοις εὐεργέταις, ἐπικληρῶσαι δὲ αὐτὸν τοὺς]
ἐσσῆνας εἰς φυλὴν καὶ χιλιαστύν, ἀναγράψαι δὲ τόδε [τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος,]
- Ephesos 40
- Ionia : Ephesos
[—]․․εχν․4․․[—]
[κα]θάπερ καὶ τοῖς λοιποῖς εὐεργέ[ταις· τὸ δὲ ψήφισμα ἀναγράφεσθαι ὅπου αἱ λοιπαὶ]
πολιτεῖαι ἀναγεγραμμέναι εἰσίν· ἐ̣π̣ι̣[κ]λ̣ηρῶ[σαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ χιλιαστύν·]
βούλωι Φίλωνος Μακεδόνι· ἔδοξεν τῆι βουλῆ[ι καὶ τῶι δήμωι· — εἶπεν· ἐπειδὴ]
[Κ]λε[όβο]υλος Φίλωνος Μακεδὼν φίλος ὢ̣ν̣ τ̣οῖ̣ς̣ [βασιλεῦσιν — πᾶ]-
[σαν φιλ]ο̣τιμίαμ παρέχεται περί τε [—]
[ἣν ἔ]χει περί τε τὸ ἱερὸν καὶ τὴμ πό[λιν· δοῦναι δὲ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι· στεφανῶσαι δὲ αὐ]-
[τὸν χ]ρυσέωι στεφάνωι καὶ ἀναγγεῖλ[αι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι· εἶναι δὲ αὐτῶι ἔφοδον ἐπὶ τὴν]
[βου]λὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ καὶ τ̣ὰ̣ [βασίλεια· παραδοῦναι δὲ]
[τὸ] ψήφισμα ἀναγράψαι τοῖς νεωποίαις ὅ̣π̣ο̣[υ καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι, ὑπάρχειν δὲ τὴν]
[πολι]τείαν αὐτῶι καὶ ἐκγόνοις ὅ̣π̣[ως ἅπαντες εἰδῶσι ὅτι ὁ δῆμος τοὺς εὐεργε]-
- Ephesos 43
- Ionia : Ephesos
Θευχρήστωι Φιλοξένο Μακεδόνι, ἐπεὶ πρόθυμός ἐστ[ι περὶ τὸ ἱερὸν καὶ τὸν δῆμον]
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, δεδόσθαι αὐτῶι [προξενίαν καθάπερ τοῖς ἄλλοις]
προξένοις· ταῦτα δὲ εἶναι καὶ ἐκγόνοις.
- Ephesos 49
- Ionia : Ephesos
καὶ Φανόδικος Πιθήκου Μιλήσιοι ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοί εἰσιν περί τε τὸ ἱερὸν
καὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ τῶν πολιτῶν τοῖς ἀφικνουμένοις εἰς Μίλητον
χρείαν παρέχονται, δεδόχθαι τῆι βουλῆι, ἐπαινέσαι τε αὐτοὺς ἀρετῆς ἕνεκε,
καὶ εἶναι αὐτοὺς προξένους Ἐφεσίων· στεφανῶσαι δὲ καὶ ἑκάτερον αὐτῶν χρυ[σῶι]
στεφάνωι καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, ὅπως ἂ̣ν̣ καὶ οἱ λοιποὶ ε̣ἰ̣[δῶ]-
σιν ὅτι ὁ δῆμος (sic) Ἐφεσίων τιμᾶι τοὺς προθύμους ὄντας περὶ τὸ ἱερὸν καὶ τὴμ π̣[ό]λ̣[ιν·]
- Ephesos 50
- Ionia : Ephesos
πρέσβεις πρὸς τὸν βασιλέα ἐξήγγειλαν ὑπὲρ ἀτ[ελείας τῶι δ]ή̣μωι, δεδόχθαι τῆι βουλῆι καὶ τ[ῶι δήμωι δοῦναι αὐτῶι πολιτεί]-
α̣ν̣ ἐφ’ ἵσηι καὶ ὁμοίηι καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέτα[ις δίδοται] καὶ αὐτῶι καὶ ἐκγόνοις ἐπικ[ληρῶσαι δὲ αὐτὸν εἰς φυλὴν]
[καὶ χιλιαστύν. ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 51
- Ionia : Ephesos
ἔδοξεν τῆι βουλῆι̣ καὶ τῶι δήμωι· Μεταγείτνιος Ἑκαταίου εἶπεν· ἐπειδὴ Καλλικράτης Ζωπύρου Μιλήσιος πᾶ[σαν εὔνοιαν παρ]-
[εχόμεν]ος διατελεῖ καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν, δεδόχθαι τῆι βουλῆι· [ἐπαινέσαι τε Κα]-
[λ]λικράτην ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὴμ πόλιν, καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ[μοίηι· ἐπικληρῶσαι δὲ τοὺς ἐσσῆ]-
- Ephesos 55
- Ionia : Ephesos
κιππος Ἑρμογένους Ὀλύνθιος πᾶσαν εὔνοιαν καὶ προθυμίαμ παρέχεται
καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν· δ[εδ]όχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι· δοῦναι Λευκίππωι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ-
- Ephesos 56
- Ionia : Ephesos
πράττοντες ἀεί τι ἀγα[θὸν περὶ τὴν πόλιν καὶ ἄξιον]
τῆς οἰκειότητος τῆς ὑπ[αρχούσης αὐτοῖς παρὰ τοῦ δήμου·]
ἀγαθῆι τύχηι, δεδόχθαι [—]
- Ephesos 57
- Ionia : Ephesos
ος ἐκ Πλαταιέων διατρίβωμ παρὰ τῆι βασιλίσσηι Φίλαι εὔνουγ καὶ πρό-
θυμον ἑαυτὸν παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχά-
νουσι τῶμ πολιτῶγ χρείαμ παρέχεται, δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι· ἐπαινέσαι τε αὐτὸγ καὶ στεφανῶσαι χρυσέωι στεφάνωι, ὅσου
ἡ βουλὴ καὶ ὁ δῆμος κύριός ἐστιγ καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις
ἐν τῶι θεάτρωι· δοῦναι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμο̣ίηι, αὐτῶι
δὲ αὐτῶι καὶ ἔφοδον ὧν ἄν δέηται ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον
μετὰ τὰ ἱερὰ καὶ τὰ̣ βασί̣[λ]ει̣α̣· ὑ̣[πά]ρχειν δὲ αὐτ̣ῶι καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι —]
- Ephesos 58
- Ionia : Ephesos
[․․․․․․․․․․․c.26․․․․․․․․․․․]ατα ἀκούσαντες τῶμ πολιτῶν τῶν ἐκ Πριήν[ης οἱ] ἐν τῶι Χάρακι τόν τε
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]ναι· καὶ τὸ μὲν φρούριον αὐτοὶ διαφυλάξειν ἐπηγγείλαντο, περὶ δὲ τῶ[ν]
[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․ ὕ]σ̣τερον δὲ ἀποστείλαντες πρεσβείαν πρὸς τὸν δῆμον ἠξίωσαν ὅπλα τε αὐτ[οῖς]
[δοῦναι καὶ τἆλλα τὰ πρὸς τὴν φυλακὴν τοῦ φρ]ο̣υρίου, καὶ ἔφασαν, ἂμ μὲν ὦσιν αὐτοὶ δυνατοί, διασώισειν τὸγ Χάρακα,
[ἂν δὲ μὴ ὦσιν, συμμαχίαν μεταπεμψάμενοι π]ροσλήψεσθαι παρὰ τοῦ δήμου τὴν συνδιαφυλάξουσαν αὐτοῖς τὸ φρούριον·
[δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ]σαι τῶμ πολιτῶν τῶν ἐκ Πριήνης τοὺς ἐν τῶι Χάρακι ὄντας, ὅτι διαφυλάττου-
[σιν τὸ φρούριον πᾶσαν εἰσφερόμενοι ἐκτέ]νειαν καὶ τῆς προϋπαρχούσης ἡμῖν φιλίας ἄξια καὶ λέγουσι καὶ πράττουσιν, δοῦνα[ι]
[δὲ αὐτοῖς τὰ ὅπλα ὧν δεῖσθαι ἔφασαν· ὅπω]ς δ’ ἂν εἰς ταῦτα πόρος ὑπάρχηι καὶ μηδὲν ἐμποδὼν γένηται τῆι φυλακῆι τοῦ τόπου
[καὶ κομίσωνται τὰ δάνεια οἱ προδανείσαντες, ποήσασθαι πολίτας ἑξαμναίους, ἐλευθέρους καὶ ἐξ ἐλευθέρων, μὴ πλείους ἢ δε-
[καπέντε, τὸ δὲ ἐκ τούτων πεσὸν ἀργύριον παρα]λαβόντας τοὺς ἐσσῆνας καὶ τοὺς συνέδρους τοὺς ἐπὶ τοῖς Πριηνικοῖς τεταγμένους τά[λαν]-
[τον καὶ ἥμισυ, τὸ τάλαντον τὸ προδεδανεισμ]ένον αὐτοῖς ἀποδοῦναι τοῖς προδανείσασιν, καὶ τῶν λοιπῶν ὁπλωνήσαντας δοῦναι τὰ ὅπλα
[τῶν ἐκ Πριήνης τοῖς τὸ φρούριον διαφυ]λάττουσιν· ἐπαινέσαι δὲ καὶ Αἴνητον, ὅτι περὶ ὧν αὐτῶι διελέχθησαν οἱ στρατηγοὶ καὶ οἱ [σύν]-
[εδροι παρακαλοῦντες τῶν ἐκ Πριήνης τῶν ἐν τ]ῶι Χάρακι ὄντων ἐπιμέλειαν ποήσασθαι καί μὴ περιιδεῖν ἀλλοτριωθὲν τὸ φρούριον,
- Ephesos 59
- Ionia : Ephesos
ἀναγράφουσιν, ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ἐπίσταται χάριτας ἀπο-
διδόναι τοῖς εὐεργετοῦσιν αὐτόν. ἔλαχε φυλὴμ Βεμβίνης, χιλιαστὺν Αἰγώτεος.
- Ephesos 60
- Ionia : Ephesos
κατασταθεὶς εἰς τὸν δῆμον περί τε τῆς [ο]ἰκείοτητος τῆς γεγενημένης
αὐτοῖς διελέχθη καὶ περὶ τῆς εὐν[οία]ς ἣν ἔχοντες διατελοῦσιν εἰς
τοὺς Ἕλληνας καὶ τὴμ φιλίαν τὴμ πρότερον ὑπάρχουσαν αὐτῶι
[βα]σιλεῖς καὶ τὸν δῆμον καὶ στεφανῶσαι αὐτὸγ χρυσέωι στεφάνωι
[καὶ ἀ]ναγγεῖλαι τοῖς [Ἐφε]σείοις ἐν τῶι θεάτρωι, δοῦναι δὲ καὶ πολιτείαν
[ἐφ’ ἵσηι] καὶ ὁμοίηι καθάπερ καὶ τοῖς λοιποῖς εὐεργέταις, ὑπάρχειν δὲ αὐτῶι
[προεδρί]αν ἐν τοῖς ἀγῶσιν καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι
[καὶ ἐν εἰρήνη]ι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηι ἢ ἐξάγηι ἢ εἰς τὸν ἴδιον οἶκον,
[καὶ ἔφοδον ἐπὶ τὴ]μ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱερά· ταῦτα δὲ εἶναι
[καὶ τοῖς ἐκγόνοις· ἀνα]γράψαι δὲ τὰ[ς] δεδομένας αὐτῶι δωρεὰς τοὺς νεωποίας
[εἰς τὸ ἰερὸν τῆς Ἀρτέμ]ιδος· ἐπικληρῶ[σ]αι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ εἰς
- Ephesos 64
- Ionia : Ephesos
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀριστεὺς ε[ἶπεν· ἐπειδὴ Ἀριστοφάνης Ἀριστείδους Τήϊος πρότερόν τε χρείας παρείχετο τῶι]
δήμωι καὶ τῶμ πολιτῶν τοῖς ἀφικνουμένο[ις εἰς Τέω — καὶ νῦν — πρεσβέως ἀπο]-
σταλέντος εἰς Τέω ὑπὸ τῆς πόλεως πολλὴν̣ [τὴν προθυμίαν ἐποιήσατο, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι Ἀριστο]-
- Ephesos 66
- Ionia : Ephesos
πᾶσαν εὔνοιαγ καὶ προθυμίαμ παρεχόμενος διατελεῖ καὶ τὰ περὶ
τὴμ φυλακὴν τοῦ χωρίου καὶ τῶμ πολιτῶν τῶν ἐμ Φυγέλοις κατοι-
κ[ού]ντων τὴν ἐπιμέλειαμ ποιούμενος καὶ τῶν νεωποιῶν τῶν ἀπο-
Θεαγγελεῖ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι αὐτῶι καὶ ἐκγόνοις, καὶ στεφανῶ-
σαι αὐτὸγ χρυσέωι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεά-
τρωι· εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον πρώ-
- Ephesos 67
- Ionia : Ephesos
Ἐγκαίριος εἶπεν· ἐπειδὴ Ὁμιλώϊχος Πτωΐωνος Θηβαῖος εὔνους ἐστὶν
καὶ π[ρόθυμο]ς περὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι
τῶν [πολιτ]ῶν καὶ παραγινομένοις εἰς Θήβας χρήσιμος ὢν διατελεῖ,
δεδό[χθαι τ]ῆι βουλῆι ἐπαινέσαι τε Ὁμολώϊχον εὐνοίας ἕνεκεν καὶ
δοῦναι αὐτῶι πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καθάπερ καὶ τοῖς ἄλλοις
εὐεργέταις, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς χιλιαστὺν
καὶ παραδοῦναι τὸ ψήφισμα ἀναγράψαι τοῖς νεωποίαις εἰς τὸ ἱερόν,
ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι, ὑπάρχειν δὲ τὴν πολιτείαν
- Ephesos 68
- Ionia : Ephesos
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Εὔπαλος Κρονίου εἶπεν· ἐπειδὴ Λυσίκων Εὐμήλου Θηβαῖος π̣[ρόθυμον ἑαυτὸν πα]-
ρέχεται καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶμ πολιτῶν καθότι ἂν ἕκαστος αὐτὸν [προκαλέσηται· δεδόχθαι τῆι βουλῆι]
καὶ τῶι δήμωι· ἐπαινέσαι τε Λυσίκωντα ἀρετῆς ἕνεκε καὶ εὐνοίας, καὶ στεφανῶσαι αὐτὸν χρυσ[έωι στεφάνωι τὸν]
[ἀ]γωνοθέτην τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, δοῦναι δὲ καὶ πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ [ἵσηι καὶ ὁμοίηι καὶ ἔφοδον]
[ἐπὶ τὴ]ν βουλὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ καὶ τὰ βασίλεα πρώτωι, καὶ εἴσπλουν καὶ ἔκπ[λουν καὶ ἐμ πολέμωι καὶ]
- Ephesos 69
- Ionia : Ephesos
[ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι δήμωι· Νεῦμος Ἀνδρονίκου [εἶ]-
[πεν· ἐπε]ιδὴ Ἀθηνόδωρος Σήμονος ἰσοτελὴς ὢγ καὶ κ̣α̣τοι-
[κῶν] ἐν Ἐφέσωι νενίκηκεν τὰ Νέμεα παῖδας πύκτην
- Ephesos 71
- Ionia : Ephesos
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — εἶπεν· ἐπειδὴ δοκεῖ? τοῖς ἡιρ]ημένοις ἐκ τοῦ δήμου ἐπὶ τῶι σίτωι ποιήσασθαι πολίτας τρεῖς εἰς τὰ συμφέροντα τοῦ δήμου,
[δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι πολιτείαν ἀνδράσι τρισὶ? κατὰ τὸ ψήφισμα τῆς βου]λῆς, ἀναγράψαι δὲ τὰ ὀνόματα τῶγ γενομένων πολιτῶν τοὺς νεωποίας ὅπου καὶ τοὺς ἄλλους πολίτα[ς]
- Ephesos 72
- Ionia : Ephesos
[πρὸ]ς τὸν βασιλέα, ἔδοξεν τῶι δή[μωι· εἶ]ναι Καλλικράτει [πολιτεί]α̣ν
καὶ ὐπάρχειν αὐτῶι παρὰ τῆς πόλε[ως ἃ τ]οῖς λοιποῖς προξ[ένοις ὑπά]ρχε[ι]
π[ά]ν[τα] καὶ αὐτῶι καὶ ἐκγόνοις· ἐπικ[λ]ηρ[ῶ]σαι [δ’] αὐτὸν κ[αὶ εἰς φυλὴν]
- Ephesos 73
- Ionia : Ephesos
[․․․c.9․․․ εἰ]ς μελέτην καὶ εἰς ἄλλας χρή[ας —]
[․․․c.10․․․] τοῖς κοινοῖς, οὐκ ὑπάρχει δὲ χρ[ήματα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι·]
[ε]ἰς τὴν ἄσκησιν καὶ τὴν ἐγδημίαν ποι̣[ήσασθαι — πολίτας ἐφ’ ἵσηι]
- Ephesos 74
- Ionia : Ephesos
[— διατελεῖ εὔνους ὢν — τῶι δή]μωι· εἶναι
[αὐτὸν πολίτην ἐφ’ ἵσηι καὶ ὁμοίαι καθάπερ καὶ τοῖς ἄ]λλοις εὀεργέταις
[δέδοται· ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
- Ephesos 75
- Ionia : Ephesos
[ἔδοξε] τ̣ῆ̣ι̣ [βου]λ̣ῆ̣ι̣ κ̣α̣ὶ̣ τ̣ῶ̣ι̣ δή̣[μῳ ․․․․․c.14․․․․․]․[․․]․c.4․[․․․]․․ ὁμουργοὶ ἐλεύθερο[ι ․․․․․․․c.18․․․․․․․]ΛΟΝΕΝΩ[․c.6․․]․c.4․[—]
[ψη]φίσματος το̣ῖ̣ς νεωποίαις· τοὺς δὲ νεωποίας ἀναγράψαι ο̣ὗ̣ κ̣α̣ὶ̣ τ̣ὰ̣ς̣ λ̣ο̣ι̣π̣ὰ̣ς̣ πολιτείας ἀναγράφο[υσι ․c.6․․]․c.6․․ ἔ̣φ̣ηβοι υ̣ἱ̣οὶ ἀκολου̣[θ․c.6․․] εἶναι ․․[—]
․c.5․άδος τῆσδε γενομένοις πολίταις καινοῖς ․․․c.11․․․․ δικάσασθαι περὶ τῆς [․c.6․․]․c.4․ ὅπως ὁ ․c.4․ορος συντελεσθῆι καὶ ἡ πόλις π̣ρ̣ο̣․․[—]
- Ephesos 77
- Ionia : Ephesos
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — εἶπεν· ἐπειδὴ —]ς Προμηθίωνος χρήσιμός ἐστιν
[καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι· δεδόχθαι τῆι] βουλῆι καὶ τῶι δήμωι· δοῦναι πολιτεί-
[αν αὐτῶι ἐφ’ ἵσηι καὶ ὁμοίαι, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴ]γ καὶ χιλ[ια]στύν, ἀναγράψαι δὲ τόδε
- Ephesos 78
- Ionia : Ephesos
[— ἀναγ]γεῖλαι
[τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι — ἵνα ἅπαντες] ε̣ἰδῶσιν
[ὅτι ὁ δῆμος ὁ Ἐφεσίων —]ς
- Ephesos 84
- Ionia : Ephesos
ὧν ἂν δείηται, προθυμίης οὐθὲν̣ [ἐλλείπων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι]
αὐτῶι πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίῃ κα[θάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, αὐτῶι]
καὶ ἐκγόνοις, ἐπικληρῶσαι δὲ αὐτὸν ε[ἰς φυλὴγ καὶ χιλιαστύν. ἔλαχε φυλὴν Εὐώνυμος,]
- Ephesos 85
- Ionia : Ephesos
[ἔδοξεν τῆι] βουλῆι καὶ τῶι δή[μ]ωι· Ποσειδώ[νιος — εἶπεν· ἐπειδὴ]
[— ἐν] τοῖς πᾶσιν ε[ὔ]νοιαγ καὶ π[ροθυμίαν παρέχεται καὶ]
κοινῆι τῶι δήμ]ωι καὶ ἰδίαι τοῖς ἐντυγχά[νουσιν αὐτῶι τῶν πολιτῶν,]
[ἀγαθῆι τύχηι, δ]εδόχθαι τῆι βουλῆι κ[αὶ τῶι δήμωι δοῦναι αὐτῶι πολιτείαν]
- Ephesos 86
- Ionia : Ephesos
[εὐνοίας ἧς ἔχει περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν καὶ στε]φανῶσαι αὐτὸν χρυσέωι
[στεφάνωι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, — ὅπως ἅπαν]τες εἰδῶσιν ὅτι ὁ δῆμος
[τιμᾶι τοὺς εὐεργετοῦντας δωρεαῖς ταῖς προσηκούσαις, καὶ τὸν στέφαν]ον τοὺς νεωποίας
- Ephesos 96
- Ionia : Ephesos
δήμω̣[ι —]
αὐτῶι κα[ὶ ἐκγόνοις, καθάπερ καὶ τοῖς]
ἄλλοις προ̣[ξένοις· ἀναγράψαι δὲ ταῦτα,]
- Ephesos 99
- Ionia : Ephesos
[μένους, ἔδοξ]εν [τῆι βουλῆι καὶ τῶι δήμωι, δεδό]σθαι αὐτῶι προξενίην καθάπερ
[καὶ τοῖς ἄλλοι]ς [προξένοι]ς· [ταῦτα δὲ] εἶνα[ι] καὶ ἐκγόνοις.
- Ephesos 103
- Ionia : Ephesos
ἔδοξεν τ[ῆι] βουλῆι καὶ τῶι δήμωι· Ἀριστομένης Ἀριστείδου εἶπεν· ἐπειδὴ [— εὔνους ἐστὶν περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον]
καὶ χρείαν παρεχόμενος διατελεῖ καὶ κοινῆι τῶι δήμωι, καὶ ἰδίαι τοῖ[ς ἐντυγχάνουσι τῶν πολιτῶν χρήσιμον ἑαυτὸν παρ]-
έχεται καθότι ἕκαστος αὐτὸμ παρακαλεῖ, δεδόχθαι τῆι βουλῆι καὶ [τ]ῶι δή[μωι, ἐπαινέσαι — ἐπὶ τῆι εὐνοίαι]
- Ephesos 106
- Ionia : Ephesos
[— χάριτας ἀποδίδωσιν ἐφ’ ἑ]-
κάστοις τῶν εὐεργετημάτων· ἔλαχε φυλὴ[ν Ἐφ]ε-
σε[ύς, χιλιαστὺν —]ς.
- Ephesos 108
- Ionia : Ephesos
τυγχάνει περὶ το[ὺ]ς Ἕλληνας καὶ τὴμ πόλι[ν τὴν ἡμετέραν,]
ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμωι συνησθ[ῆναι ἐπὶ τοῖς ἐξηγ]-
γελμένοις ἀγαθοῖς τοῦ βασιλέως καὶ το[ῦ στρατεύματος,]
καὶ στεφανηφορεῖν Ἐφεσίους καὶ τοὺς κατοικ̣[οῦντας πάντας]
ἐπὶ τοῖς εὐτυχήμασιν τοῖς ἐξηγγελμένοις, [θύειν δὲ καὶ]
[εὐ]αγγέλια τῆι Ἀρτέμιδι τοὺς ἐσσῆνας καὶ [τὴν ἱέρειαν]
δ[ο]ῦναι δὲ αὐτῶι καὶ πολιτείαν ἐ[φ’ ἵσηι καὶ ὁμοίηι]
[κ]αθάπερ καὶ τοῖς ἄλλοις εὐερ[γέταις, καὶ προσόδον εἰς]
[τ]ὴμ βουλὴγ καὶ τὸν δήμο[ν πρώτωι μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς]
ἀγῶσι καθάπερ [κ]αὶ τοῖς [ἄλλοις εὐεργέταις· ἀναγράψαι δὲ καὶ τὰς]
δεδομένας δωρεὰς το[ὺς νεωποίας ἐν τῶι τῆς Ἀρτέμιδος ἱερῶι, ὅπου καὶ]
- Ephesos 110
- Ionia : Ephesos
[τ]ὸν̣ ἐ̣πὶ Ἡρακ[λ]είτου [πρ]υ̣τάνεως καλ̣[—]
ἐν [τοῖς] κατὰ τὴν ἀρχὴν [․c.5․]ραφ̣η[—]
φ[․․c.8․․․] ἑ̣α̣υτὸν π̣α̣ρέ̣χ̣ων π̣ρ̣οσαξ̣ι[—]
τε καὶ δικαιοσύνην καὶ τὴν γεγενημένην ἐξ αὐτοῦ π[ε]-
ρὶ τὸ γυμνάσιον ἐν πᾶσι τοῖς κατὰ τὴν ἀρχὴν σπουδήν τ̣[ε]
[κ]α̣ὶ ἐπιμέλειαν συνκατέθετο τοῖς παρακαλουμένοις·
ὅπως οὖν σταθῇ Διοδώρου ἀνδριὰς ἐν τῶι γυμνασίωι πρ[ὸ]
- Ephesos 111
- Ionia : Ephesos
[ἔ]δοξεν τ[ῇ β]ουλῇ καὶ τῷ δήμῳ φιλοσεβάστοις, περὶ ὧν ἐνεφάνισαν
ὅ τε γραμματεὺς τοῦ [δ]ήμου Κλαύδιος Πρωρόσιος καὶ οἱ στρατηγοὶ τῆς πόλεως φιλοσέβαστοι·
ἐπεὶ ὁ πρύτανις Διο[νυ]σόδωρος Διονυσ[ί]ου φιλοσέβαστος σὺν τοῖς ἄλλοις οἷς ἢ διὰ φιλοδοξιῶν λαμπροτάτων
ἢ δι’ ἀναθημάτων παντ[ὶ κ]αιρῷ περὶ τὴν κοινὴν ὑμῶν ἐσπούδακε πατρίδα καὶ ἐν τῷ καθ’ ἕτος ἐνιαυτῷ τὴν ἱερωτάτην ἐκπληρῶν
ἐπισκευάσας ἐκ τῶν ἰδ̣[ί]ων τὸν ὀφειλόμενον ἀποδέδωκεν αὐτῷ κόσμον καθείδρυκέν τε ἐν αὐτῷ καὶ τὸν μαντεῖον τῆς πόλεως
Ἀπόλλωνα, ἱεροπρε[π]ῆ κατασκευάσας εἰς τὴν θέσιν αὐτοῦ θαλαμεῖδα, τούς τε καθ’ ὅλην τὴν πόλιν καὶ τοὺς ἐν τοῖς πατρίοις ἱε-
ροῖς βωμοὺς καὶ ἐπεσκεύακεν καὶ ἐκ τῶν ἰδίων καινοὺς καθιέρωκεν, ἐκ παντὸς τρόπου τὴν τῆς πόλεως εἰς τοὺς θεοὺς ἐκπληρῶν εὐ-
χρηματισμοῦ δηλώσαντα αὐτὸν εἰς τὸ ἱερὸν ἀποθέσθαι ἀντιγραφῖον· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ φι-
λοσεβάστοις γενέσθαι καθότι προγέγραπται.
κουρῆτες εὐσεβεῖς φιλοσέβαστοι·
Ἀρτεμᾶς (Ἀρτεμᾶ) τοῦ Ἀπολλωνίου βουλευτής·
- Ephesos 113
- Ionia : Ephesos
ἀγαθῇ τύχῃ.
[περὶ ὧν ․․․․13-15․․․․․ εἰσφέρει· ἐν μὲν τοῖς ἄν]ωθεν ὑπὸ τὸν οἰκισμὸν τῆς πόλεως [χρόνοις Λυσίμαχον τὸν βασιλέα, κύριον]
[γεγονότα τῶν τῆς πόλεως πραγμάτων, τὰ μὲν ἄλλα] πάντα περί τε μυστηρίων καὶ θυσιῶν [καὶ περὶ τοῦ συνεδρίου ἡμῶν ἄριστα δια]-
δηλουμένων πόρων, ἕκαστον τὸ[ν παρόντα εἰς τ]ὸ ἀνάλωμα τοῦ δείπνου ἔξωθεν καὶ ἐκ τῆς το[ῦ Νεικομήδους φιλοτειμίας λαβεῖν]
ἀττικὴν̣ μίαν· διὰ τοῦτο ἔδοξεν τ[οῖς συνέδρο]ις κυρῶσαι καὶ νομοθετῆσαι εἰσαεὶ διὰ τοῦδε τ[οῦ ψηφίσματος· τύχῃ ἀγαθῇ· τὴν γερουσίαν εἰ]-
ς τὸ δι[ην]εκὲς φυλάσεσθαι τὴ[ν ἐπὶ τῇ προγ]εγραμμένῃ εὐσεβείᾳ νομοθεσίαν ὡς αἰ[ώνιον· ὁμοίως δὲ τοὺς συνέδρους εἰσαεὶ]
φυλάσσ[ειν] καὶ ἐπιτελεῖν τὰ π[ερὶ τὰ δεῖπν]α προσφιλ̣οτειμουμένου τοῦ ἐκδίκου ἰς τὴ[ν δαπάνην· τὸν δὲ —]
προνο[εῖν, ὡς] ἐν μὲν τοῖς δε[ίπνοις λαμ]παδουχε[ῖ]ν, ἐν δὲ ταῖς κατακλίσεσιν κατε[— τοὺς συνέδρους μετα]-
λαμβάνειν [τῆς] εὐωχίας. εἴ ποτ̣[ε δὲ μὴ παρ]εῖεν ἕτεροι [π]όροι, ἐπὶ ταῖς ὁμοίαις εὐωχίας [καὶ θυσίας ἐπιτελεῖν, τὸν δὲ —]
ἀπὸ τοῦ τῶν προσόδ̣[ων κολλύβου προσθή]κην ποιεῖσθ[αι] τοῖς προϋπάρχουσιν πόροις [ἰς τὴν δαπάνην τῆς θυσίας· τοῖς δὲ πολεί]-
ταις διανομὰς γ̣[ενέσθαι πάσας κατὰ τόδε τὸ] ψήφισμα ἐν τοῖς περὶ τὸν ναὸν τῆς Σωτεί[ρας — οἴκοις· ἑορτάζειν δὲ καὶ]
κατὰ [τὰ προκεκυρωμένα ψηφίσματα ἑκάσ]του ἔτους τὴν Σε[β]αστὴν τοῦ δω[δε]κ̣[ά]του μηνὸ[ς τοὺς πολείτας· ἐν δὲ τοῖς]
γε[νεθλίοις τοῦ θεοῦ αὐτοκράτορος τῶν Ἐφεσ]ίων γερόντων ἀρι[θμὸν μὴ] μ[είονα —]
- Ephesos 115
- Ionia : Ephesos
[γραμματεὺς το]ῦ δήμου τὸ βʹ, καὶ οἱ στρατηγοὶ τῆ[ς] π̣ό̣[λ]ε̣ως φιλοσέ-
[βαστοι· ἐπειδὴ τοὺς] φιλοτείμους ἄνδρας περὶ τὴν [πόλ]ι̣ν καὶ κατὰ
[πάντα ἀποδειξαμένοι]ς̣ στοργὴν γνησίων πολει[τῶν ἀ]μοιβαί-
[ων χρὴ τυχεῖν τειμῶν πρὸς] τὸ ἀπολαύειν μ̣ὲν τοὺς εὖ̣ [ποι]ή̣σαν-
[τας ἤδη τὴν πόλιν, ἀποκεῖσθαι δὲ τοῖς βο]υλομένοις περ̣[ὶ τὰ]
ὅμοια ἁμι̣[λλᾶσθαι, ἅμα δὲ τοὺς] ἐσπουδα[κ]ό̣τας τὴν μεγίστην θε-
τ̣οῦ̣ ἀν̣δρ̣ὸ[ς μεγαλοψ]υχίαν, ὡς γνή[σιοι] π̣ολεῖται ἡ-
μῶν αὐτοί, κα̣[θ’ ἃ ἀντημεί]ψαντο αὐτῶ[ι κ]αὶ δι’ ἐπιστολῶν
[συ]νηδόμενο̣[ι ἀντέ]γραψαν, ἐ[πεκέλ]ευσαν, ὥστε δι’
τει̣[μῆσ]θαι τ[αῖς κρ]α̣τίσταις τιμ[αῖς εἰκόν]ων τε ἀναστάσε-
σιν ἔν [τε τῷ] ἱερῷ τῆς Ἀρτέμιδο̣[ς καὶ ἐν τοῖ]ς ἐπισημοτάτοις
τόποις τῆς πόλεως, ἀναγορεῦσαι δὲ αὐ]τὸν καὶ χρυσέῳ
[μησιν τῆς κυρίας Ἀρτέμιδο]ς δ[ην(άρια) βʹ] μ̣(ύρια) [͵ε καὶ εἰς τὸν] τ̣οῦ κ[υρ]ίου Κ[αί]-
[σαρος φίσκον ἄλλα] δην(άρια) [βʹ] μ(ύρια) ͵ε, κ[αθάπερ οἱ κράτισ]τ̣ο[ι ἡ]-
[γεμόνες Ἀκουίλλιος] Πρόκλο[ς, ὁ ἀνθύπατος, καὶ Ἀφράνι]-
[․․․c.10․․․]ν ἐν μὲ̣ν τῷ θεάτρῳ [ἐπὶ τῷ τῆς νοτίας πα]-
[ρόδου τοίχῳ] αὐτ̣οῦ μαρμαρίνῳ, ᾗ β[ούλεται αὐτός, ἐν δὲ]
[τῷ Ἀρτεμ]ι̣σ̣ίῳ ἐν τόπῳ ἐπιτηδείῳ, φιλοτει[μίας ἕνεκα κ]αὶ
- Ephesos 116
- Ionia : Ephesos
[ἐπὶ πρυτάνεως Βαδρομίου — ἐπειδὴ Σκύθης Ἀρχιδάμου —]
[χρήσιμος γέγονε τοῖς ἐντυγχά]νουσιν τῶν πολιτῶν, ἐκτε[νῶς] καὶ ἐξ ἑτοίμου παρελθ[ὼν —]
[καθὼς δί]κα[ιόν] τε καὶ [ἐ]πιβάλ[λ]ον ἐστὶν ἀνδρὶ φιλοπολίτηι καὶ φροντίζοντι δόξης καὶ τῆς παρὰ τοῖς πολίταις [εὐφη]-
[μίας· ἐφ’ οἷς] ὁ δῆμος εὐχάριστος ὢν καὶ ἐπεγνωκὼς τὴν τοῦ ἀνδρὸς καλοκαγαθίαν ἔκρινεν ἐπαινέσαι Σκύθην ἐφ’ ἧ[ι ἔχει]
[σπουδ]ῆι καὶ προνοίαι περί τε τὰ ἱερὰ καὶ δημόσια πράγματα καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ ψηφίσματος δηλούμενα καὶ σ[τεφα]-
[νῶσαι αὐ]τὸν χρυσῶι στεφάνωι ἐν τοῖς Διονυσίοις τοῖς μετὰ Βαδρόμιον πρύτανιν ἐν τῶι ἀγῶνι τῶν ἀνδρῶν γενομέν[ης ἀν]-
[αγγε]λίας τῆσδε· "ὁ δῆμος στεφανοῖ Σκύθην Ἀρχιδάμου ἄνδρα καλὸν καὶ ἀγαθὸν ὄντα καὶ εὔνουν τῆι πόλει"· ἵνα δὲ κα[ὶ —]
- Ephesos 117
- Ionia : Ephesos
καὶ καταλελειμμένος ἐν Σάμωι πᾶσαν εὔνοιαγ καὶ χρείαν
παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι
τῶμ πολιτῶν, δεδόχθαι τῶι δήμωι, δοῦναι Σωστράτωι πο-
ἀναγράφουσιν, στεφανῶσαι δὲ αὐτὸγ χρυσέωι στεφάνωι
ὅσου ἡ βουλὴ καὶ ὁ δῆμος κύριός ἐστιν καὶ ἀναγγεῖλαι τοῖς
Διονυσίοις ἐν τῶι θεάτρωι, τῆς δὲ ἀναγγελίας ἐπιμελη-
θῆναι τὸν ἀγωνοθέτην, ὅπως ἅπαντες εἰδῶσιν ὅτι
ὁ δῆμος ὁ Ἐφεσίων χάριτας ἀποδίδωσι τοῖς ἑαυτοῦ εὐ-
εργετοῦσιν· ἐπικληρῶσαι δὲ αὐτὸν τοὺς ἐσσῆνας εἰς φυ-
- Ephesos 122
- Ionia : Ephesos
δεξιούμενοι μὲν εὐφ․[—]
δὲ κοσμοῦντες ἔν τε τοῖς ο̣[— καὶ]
ταῖς ἱεραῖς προόδοις τοὺς ἀ[ρχιερέας? — τῆς]
αζομένου τοῦ λιμένος ει̣[—]
εὐχρηστίαν αὐτοκέλευ[στοι —]
καὶ εἰς τοῦτο τὸ δαπάνημ[α —]
- Ephesos 129
- Ionia : Ephesos
[λεὶς — πρὸς τὴν ἐκκλ]ησίαν διελέγη ἀκολού-
[θως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις μετὰ πάσ]ης σπουδῆς
καὶ φιλοτιμ[ί]-
- Ephesos 134
- Ionia : Ephesos
[φυλάσσον]τος τὴν πρὸς Ῥωμαίους τοὺς κο[ινοὺς σωτῆρας πα]-
[λαιὰν εὔν]οιαν καὶ ἐν πᾶσιν τοῖς ἐπιτασσομέ[νοις προθύμως]
[πειθαρχ]οῦντος, Μιθραδάτης Καππαδοκί[ας βασιλεὺς παρα]-
[ὁ] δὲ δῆμος ἡμῶν ἀπὸ τῆς ἀρχῆς συνφυλάσσων τὴν πρὸς Ῥωμαί-
ους εὔνοιαν, ἐσχηκὼς καιρὸν πρὸς τὸ βοηθεῖν τοῖς κοινοῖς πράγμα-
σιν, κέκρικεν ἀναδεῖξαι τὸν πρὸς Μιθραδάτην πόλεμον ὑπέρ
- Ephesos 135
- Ionia : Ephesos
[γ]ειλαμένων τῶν στρατηγῶν· ἐπεὶ τῶν μεγίστων κινδύνων ἐ-
παγομένων τῶι τε ἱερῶι τῆς Ἀρτέμιδος καὶ τῆι πόλει καὶ πᾶσι τοῖς πολεί-
ταις καὶ τοῖς κατοικοῦσιν τήν τε πόλιν καὶ τὴν χώραν, ἀναγκαῖόν ἐστι
πάντας ὁμονοήσαντας ὑ̣[πο]στῆναι τὸν κίνδυνον, δεδόχθαι τῶι δή-
πράξεις· εἰ δέ τινες ἔνεισιν ἐν ταῖς ἱεραῖς μισθώσεσιν ἢ δημοσίαις ὠ-
ναῖς μέχρι τοῦ νῦν, τούτοις ἑστάναι τὰς πράξεις κατὰ τὰς προϋπαρχούσας
οἰκονομίας κατὰ τοὺς νόμους· ὅσα δὲ ἱερὰ δεδάνεισται, πάντας τοὺ[ς]
ἡγεμόνας ἀπογράψωνται, πάντας πολίτας ἐφ’ ἴσῃ καὶ ὁμοίαι, ὧν καὶ τὰ ὀνόματα [δια]-
σαφησάτωσαν οἱ ἡγεμόνες τοῖς προέδροις καὶ τῶι γραμματεῖ τῆς βουλῆς, οἳ
καὶ ἐπικληρωσάτωσαν αὐτοὺς εἰς φυλὰς καὶ χιλιαστῦς· τοὺς δὲ δημοσίους
[νοι] τῶι δήμωι, ἀπέλυσαν τοὺς χρεοφιλέτας τῶν ὀφειλημάτων, μενουσῶν τῶν
[․c.6․․]αι διακατοχῶν παρὰ τοῖς νῦν διακατέχουσιν, εἰ μή τινες ἢ ἐνθάδε ἢ ἐπε-
[․․․c.10․․․]ενοις δεδανείκασιν ἢ συνηλλάχασιν· τὰ δὲ πρὸς τοὺς τραπεζεί-
[τας, ὅσοι μὲν ἐν τῶι ἐ]φ̣’ ἕτος ἐνιαυτῶι τεθεματίκασιν ἢ ἐκχρήσεις εἰλήφασιν ἢ ἐνέ-
[χυρα δεδώκασιν, ἑστά]ναι αὐτοῖς τὰς πράξεις τὰς προϋπαρχούσας κατὰ τοὺς
[νόμους· ὅσα δέ ἐστιν θέμα]τα ἢ ἐκχρήσεις ἐκ τῶν ὑπεράνω χρόνων, τούτων
[οἱ τραπεζεῖται τοῖς θεματείται]ς καὶ οἱ θεματεῖται τοῖς τραπεζείταις τὰς ἀ-
[ποδόσεις ποιείσθωσαν κατὰ μέρος ἀπὸ] το̣ῦ εἰσιονόντος εἰσιόντος ἐνιαυτοῦ ἐν ἔτεσιν δέ-
[κα, τοὺς δὲ τόκους ἀποτινέτωσαν κατὰ τ]ὸ ἀνάλογον· ἐὰν δὲ ἔν τινι ἐνια-
[υτῶι — ἀπο]δ̣όντος τὰς ἐν τοῖς νόμοις̣
[—]ος ἐπ’ ἐνεχύροις ε[․]
- Ephesos 138
- Ionia : Ephesos
[—] δ̣εδόχ[θαι τῇ βουλῇ καὶ τῷ νεωκόρῳ]
[δήμῳ φιλοσ]εβάστ[οις —]
[—]τατον [—]
[—] καὶ τὰ ι․[—]
[ἀνυπέρ]βλητοι̣ [—]
[—]αις δι[—]
- Ephesos 139
- Ionia : Ephesos
[— βου]λὴ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδ[ος ἤχθη —]
[— σὺν τ]οῖς χαλκεῖσιν [․․․ τ]ῷ ἱερῷ τ․[—]
[—]․τ̣ων ὑπὸ ․․[․c.5․]․c.4․[—]
[γε]νησομένου προπύλου ἀνεῖσθαι μέχρι τοῦ ναοῦ· [χορηγῆσαι]
[δὲ] αὐτοῖς καὶ κείονας εἰς τὸ πρόπυλον καὶ ξύλινα [ἐπιστύ]-
λια καὶ δοκούς.
- Ephesos 141
- Ionia : Ephesos
[—] τῇ γενεσίῳ τῇ θεοῦ Σεβαστοῦ
[—]δόσθαι αὐτοῖς εἰς τὰς ὑπὲρ
[τοῦ Σεβαστοῦ καὶ τοῦ Σεβασ]τοῦ οἴκου θυσίας καὶ σπονδὰς
- Ephesos 145
- Ionia : Ephesos
[καὶ ἱερεὺς Δήμητρος διὰ] γένο̣υ̣ς, καὶ οἱ στ[ρα]τηγοὶ τῆς πόλεως
[εὐσεβεῖς φιλοσέβαστοι] εἰσφέρ̣ο̣υ̣σιν̣· τ̣ὰς περὶ τῶν ὑδάτων̣
[—]ς καὶ τὰ [․․․c.9․․․] περὶ αὐτῶν ἔνγραφα̣
- Ephesos 150
- Ionia : Ephesos
[κ]αὶ τῷ νεωκόρ[ῳ δήμῳ]
φιλοσεβάστοι[ς·] π̣ε[ρὶ ὧν]
ἐνεφάνισ[α]ν Μᾶρκος
[καὶ] οἱ στρατηγοὶ τῆς πόλε-
ως φιλ[ο]σέβαστοι.
ἐπεὶ τοῖς νέοις τῶν Σεβασ-
τείων ἔ[ρ]γων μεγέθεσιν
- Ephesos 153
- Ionia : Ephesos
[σέβαστος, ἁγνός, εὐσεβής, γραμματε]ὺ̣ς τοῦ δή̣μ̣ου τὸ βʹ, καὶ οἱ
σ[τρατηγοὶ τῆς πόλεως φιλοσέβ]α̣στοι· ὅπως ἐξῇ τοῖς χρυσο-
φ[οροῦσιν τῇ θεῷ φέρειν εἰς τὰς] ἐκκλησίας καὶ τοὺς ἀγῶνας