| 47019 matches in 19211 texts. | 13001-13100 13101-13200 13201-13300 13301-13400 13401-13500 13501-13600 13601-13700 13701-13800 13801-13900 13901-14000 |
| 8515 | 0.6590% | Attica (IG I-III) |
| 1850 | 0.7382% | Peloponnesos (IG IV-[VI]) |
| 8339 | 1.3096% | Central Greece (IG VII-IX) |
| 1155 | 0.6491% | Northern Greece (IG X) |
| 912 | 0.4489% | Thrace and the Lower Danube (IG X) |
| 372 | 0.4451% | North Shore of the Black Sea |
| 10499 | 0.9222% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 12027 | 0.9825% | Asia Minor |
| 342 | 1.1648% | Cyprus (IG XV) |
| 555 | 0.9148% | Greater Syria and the East |
| 1439 | 0.6446% | Egypt, Nubia and Cyrenaïca |
| 84 | 0.4802% | North Africa |
| 926 | 0.6709% | Sicily, Italy, and the West (IG XIV) |
| 4 | 0.0162% | Upper Danube |
- Priene 209
- Ionia
[τοῦ Ἐ]πικούρου, ἐπηνγείλ[α]-
[το το]ῖς συνβάκχοις εἰς τὸ[ν]
[ἀγορ]ασμὸν τοῦ προσκει]-
- Priene 210
- Ionia
διαγραφὴ Διονύσου Φλέου.
ἀγ[α]θῆι τύχηι· ἐπὶ τοῖσδε πωλοῦμεν τὴν ἱε̣-
ρ̣ω̣σύνην τοῦ Διονύσου τοῦ Φλέου· ὁ πριά̣μ̣ε̣-
ληται καὶ στέφανον χρυσοῦν μῆνα Ληναιῶνα
καὶ Ἀνθεστηριῶνα, καὶ τοῖς Καταγωγίοις καθη̣-
γήσεται τῶν συγκαταγόντων τὸν Διόνυσον,
- Priene 211
- Ionia
[καὶ ἐμ Πανιω]ν̣ίωι σίτησιν, [ὅτ]αμ πόλις ἱερὰ ποιῆι,
[καὶ προεδρίαν ἐν] τοῖς ἀγ[ῶσι πᾶ]σι στέφανον ἔχοντι χρύσεο[ν·]
[ἐξεῖναι δὲ αὐτῶι ἐμ Πανιωνί]ωι καὶ στροφίσκομ φ[ορεῖν χρύσεον,]
- Priene 213
- Ionia
[πάντα· ἐξ]εῖν̣[αι δὲ αὐτ]ῶι καὶ ἐμ πρυταν[είωι καὶ ἐμ Πανιωνίωι]
[σίτησιν, ὅταμ πόλις ἱε]ρὰ ποιῆι, καὶ προε[δρίαν ἐν τοῖς ἀγῶ]-
[σι πᾶσι στέφανον ἔχο]ντι χρύσεον· ἐ[ξεῖναι δὲ αὐτῶι ἐμ Πανι]-
- Priene 214
- Ionia
[καὶ ἐμ Πανιωνίω]ι σίτησιν, ὅταμ πόλι[ς ἱερὰ ποιῆι,]
[καὶ προεδρίαν ἐν τοῖς ἀ]γ̣ῶσι πᾶσι [στέφανον ἔ]-
[χοντι χρύσεον —]
- Priene 216
- Ionia
ἀ̣νο[μ]ένου [φέρειν] τῆι Μυκάληι ΟΡ[․c.4․]
α̣ν τὸν [․․c.8․․․] καὶ παραδ̣οῦνα̣ι τοῖς̣
ἱεροποιοῖς ἐ̣[π]ομόσαντα̣ τὴμ Μυκάλην,
κα ταῖς Νύμφαις καθότι καὶ τῆι Μυκάληι,
καὶ τοῖς Ταργηλίοις φέρε̣ιν τῆι ὀγδόηι
τυρείην τῶι Ἑρμῆι τῶι Κτηνίτηι καθό-
φέρειν τυρείην τῶι Μαιάνδρωι καθότι
καὶ τοῖς ἄλλοις ἐπομόσαντα· φέρειν δὲ
κούρειον τῶι Ἑρμῆι ἔριφον θύσιμον
αβόντας τὰ κρεῖα τῶν κουρείων καὶ τὰ
αὐτοὶ θύουσι νέμειν μερίδας κεφαληδὸν
πᾶσι Θηβαίοις καὶ τοῖς πολίταις ὅσοι ἂν
[παραγίγνωνται?]
- Priene 245
- Ionia
τωι Νίκωνος εὐεργέτηι γενο̣μέ̣-
ν̣ωι τοῦ δήμου προεδρίαν ἐν τοῖς
ἀγῶσι καὶ ἐμ πρυτανείωι σίτησιν
- Priene 1097
- Ionia
οὐκ ἰδίο̣υ̣ ξύσθην ἐσθλοῦ πατρὸς ἤθεσι χρ[η]στοῖς
οἷς [με] ἔστεργε ἱερὸμ φῶς τόδε δερκόμενον̣
- Smyrna 4
- Ionia
να Ἴωσι εἰς τ̣ὰς̣ ἰδίας πόλ̣εις̣, ὅπως ὑπά[ρχηι ἐν]
τοῖς δημοσίοις ἀναγεγραμμένα τὰ [ἐγνωσ]-
μένα ὑπὸ Ἰώνων· τὸ δὲ δόγμα τόδε [ἀναγρά]-
- Smyrna 5
- Ionia
[ρο]ν δῆμον, ἀπόδειξιν ποήσοντα[ι καὶ ἀκολουθή]-
[σουσ]ι τοῖς ἀξιουμένοις, v ἔπεμψαν [—]
[Ἀπο]λλᾶδος ἄνδρα καλὸν κἀγαθὸν κ[αὶ ἄξιον τῆς]
[λυσεν τῶν δικῶν, ἴσο]ν̣ αὐτὸν π̣α̣ρ̣[εχόμενος πᾶσιν]
[τοῖς διαφερομένοις —]
- Smyrna 9
- Ionia
καὶ ὁ βασιλεὺς Σέλευκος, εὐσεβῶς τὰ πρὸς τοὺς θεοὺς διακείμενος καί φιλοστόργως τὰ πρὸς τοὺς γονεῖς, μεγα-
λόψυχος ὢν καὶ ἐπιστάμενος χάριτας ἀποδιδόναι τοῖς ἑαυτὸν εὐεργετοῦσιν, ἐτίμησεν τὴμ πόλιν ἡμῶν διά
τε τὴν τοῦ δὴμου εὔνοιαν καὶ φιλοτιμίαν ἣν ἐπεποίητο εἰς τὰ πράγματα αὐτοῦ καὶ διὰ τὸ τὸμ πατέ-
βεβληκότος τοῦ βασιλέως εἰς τὴν Σελευκίδα οἱ στρατη[γο]ὶ σπεύδοντες διαμένειν τῶι βασιλεῖ τὰ πράγματα συμφερόντως διε-
πέμψαντο πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ πρὸ[ς] τοὺς ὑπαίθρους ἱππεῖς καὶ στρατιώτας καὶ ἀπέστειλαν ἐξ αὑτῶν
ἕνα Διονύσιον τὸμ παρακαλέσοντα αὐτοὺς δια[φυ]λάσσειν τὴμ φιλίαν καὶ συμμαχίαν βασιλεῖ Σελεύκωι εἰς
πάντα τὸγ χρόνον, ἐπαγγελλόμενοι διατηρούντων αὐτῶν τὰ πράγματα καὶ τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγουμένων ὑπάρξειν αὐ-
τοῖς παρὰ τοῦ δήμου καὶ παρὰ τοῦ βασιλέως Σελεύκου πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα καὶ ἀποδοθήσεσθαι χάρι-
τας αὐτοῖς ἀξίας τῆς αἱρέσεως· οἱ δὲ ἐμ Μαγνησίαι παρακληθέν̣τες καὶ αὐτοὶ ὄντες πρόθυμοι πρὸς τὸ διαφυλάσσειν τῶι βασιλεῖ τήν τε φι-
λίαν καὶ τὴν συμμαχίαν καὶ διατηρεῖν αὐτῶι τὰ πράγματα, τά τ[ε] ἀξιωθέντα ὑπὸ τῶν στρατηγῶν φιλοτίμως ἀπεδέξαντο καὶ ἐπαγγέλ-
λονται τὴν αὐτὴν ἕξειν αἵρεσιν τῶι δήμωι τῶι ἡμετέρωι εἰς πάντα τὰ τοῦ βασιλέως Σελεύκου συμφέροντα καὶ ἀπεστάλκασιν
πρὸς ἡμᾶς πρεσβευτὰς ἐγ μὲν τῶν κατοίκων Ποτάμωνα καὶ [Ἱ]εροκλῆν, ἐγ δὲ τῶν ὑπαίθρων Δάμωνα καὶ Ἀπολλωνικέτην, τοὺς δ[ια]-
λεξομένους τε ἡμῖν καὶ ἀνοίσοντας τὴν ὁμολογίαν καθ’ ἣν ἀξι[ο]ῦσιν συνθέσθαι τὴμ πρὸς ἑαυτοὺς φιλίαν· ἐπαχθέντες δὲ καὶ ο[ἱ]
πρεσβευταὶ ἐπὶ τὸν δῆμον συνλελαλήκασιν ὑπὲρ ἁπάντων ἀκολ[ού]θως τοῖς ἐν τῆι ὁμολογίαι γεγραμμένοις· ἀγαθῆι τύχηι· δεδόχθα[ι]
τήν τε φιλίαν συντίθεσθαι πρὸς τοὺς ἐμ Μαγνησίαι ἐπὶ πᾶσι τοῖ[ς] τοῦ βασιλέως Σελεύκου συμφέρουσιν, καὶ ἀποδεῖξαι πρὸς αὐτοῦ[ς]
πρεσβευτὰς τρεῖς, οἵτινες τὴν ὁμολογίαν τε ἥτις ἂν δόξηι τῶι δήμωι ἀνοίσουσιν αὐτοῖς καὶ περὶ τῶγ γεγραμμένων ἐν αὐτῆι δι[α]-
λεγήσονται καὶ παρακαλέσουσιν αὐτοὺς δέχεσθαί τε καὶ συντελεῖν τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ ἐάμπερ δέξωνται οἱ ἐμ
στήλας εἰς ἃς καὶ ἡ ὁμολογία ἀναγραφήσεται· καλεσάτωσαν δὲ οἱ ἐπιμήνιοι τῆς βουλῆς καὶ τοὺς πρεσβευτὰς τοὺς παραγεν[ομένους]
ἐγ Μαγνησίας ἐπὶ ξενισμὸν εἰς τὸ πρυτανεῖον· τοῖς δὲ ἀποδειχθε[ῖ]σιμ πρεσβευταῖς δότω μεθόδιον Καλλῖνος ὁ ταμίας τὸ ἐκ τοῦ [νόμου]
ἡμερῶν ὅσων ἂν ὁ δῆμος τάξηι ἀπὸ τῶν τῆς πόλεως προσόδων· ἡμέρα[ι] ἐτάγησαμ πέντε, πρεσβευταὶ ἀπεδείχθησαν Φανόδημος Μικ[ίωνος?,]
- Smyrna 10
- Ionia
κινδύνους ἕνεκεν τοῦ διατηρῆσαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον, καὶ νῦν φιλοτιμούμενος αὐτῶι συνδιατηρῆσαι καὶ συνέχειν τὰ πράγματα καθ’ ὅ[σον]
ἐνδεχόμενόν ἐστιν, τήν τε πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ τοὺς ὑπαίθρους ἱππεῖς καὶ τοὺς πεζοὺς στρατιώτας καὶ τοὺς ἄλλους τοὺς οἰκοῦντας ἐμ Μα-
γνησίαι συντέθειται φιλίαν, ἵνα διαφυλάσσωσιν τὴν συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι· νομίζω[ν] δὲ [ἀ]ναγκαῖον εἶναι τῆι πόλει παραλαβεῖν καὶ τὸ
καὶ παραδοῦναι τὰς κλεῖδας τῶι ἄρχοντι τῶι ἀποσταλέντι ὑπὸ τοῦ δήμου καὶ πα[ρ]αδέξ[α]σθαι φυλακὴν τὴν συνδιατηρήσουσαν μετ’ αὐτῶν τὸ χωρίον τῶι βασιλεῖ
Σελεύκωι, ἐπαγγελλόμενος ταῦτα ποιησάντων αὐτῶν ὑπάρξειν αὐτοῖς παρὰ τῆς πόλεως πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα, οἱ δὲ οἰκοῦντες ἐν τῶι
χωρίωι ἑλόμενοι τὴμ φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον μετὰ πάσης προ[θ]υμίας προσεδέξαντο τἀξιούμενα ὑπὸ τοῦ δήμου καὶ τάς τε κλεῖδας παραδεδώκασι[ν]
τῶι ἄρχοντι τῶι ἀπεσταλμένωι ὑπὸ τοῦ δήμου καὶ τὴν φυλακὴν τὴν παρὰ τῆς πόλεως παρεδέξαντο εἰς τὸ χωρίον· ἀγαθῆι τύχηι· δεδόχθαι πολίτας τε αὐτοὺς εἶν[αι]
καὶ ὑπάρχειν αὐτοῖς τὰ αὐτὰ ὅσα καὶ τοῖς ἄλλοις πολίταις ὑπάρχει, καὶ τούς τε κ[λ]ήρους αὐτῶν τοὺς δύο, ὅν τε ὁ θεὸς καὶ σωτὴρ Ἀντίοχος ἐπεχώρησεν αὐτοῖς καὶ περὶ ο[ὗ]
Ἀλέξανδρος γεγράφηκεν, εἶναι αὐτοῖς ἀδεκατεύτους, καὶ ἐὰν προσορισθῇ ἡ χώρα, ἣν ἔχουσιν οἱ πρότερον ὄντες ἐμ Μαγνησίαι κάτοικοι, τῆι πόλει τῆι ἡμετέραι,
ὑπάρχειν αὐτοῖς τοὺς τρεῖς κλήρους δωρεὰν καὶ τὴν ἀτέλειαν αὐτοῖς μέ[ν]ειν τὴν νῦν ὑπάρχουσαν· καὶ ὅσοι αὐτῶν εἰσιν ἀκληρούχητοι, δοθῆναι αὐτοῖς κλῆρο[ν]
ἱππικὸν δωρεὰν τῶν παρακειμένων τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Τίμωνι κα[ὶ τ]οῖς πεζοῖς τοῖς τεταγμένοις ὑπὸ Τίμωνα τοῖς ἀποταχθεῖσιν ἀπὸ τῆς φάλαγγο[ς]
ἐπὶ τὴν φυλακὴν τοῦ χωρίου τήν τε πολιτείαν καὶ τὴν αὐτὴν ἀτέλειαν [ἣ κ]αὶ τοῖς ἄλλοις ὐπάρχει, καὶ εἶναι αὐτοὺς ἐν τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Ὠμάνει καὶ το[ῖς]
Πέρσαις τοῖς ὑπὸ Ὠμάνην καὶ τοῖς ἀπὸ Σμύρνης ἀποσταλεῖσιν ἐπὶ τὴν [φ]υλακὴν τοῦ χωρίου, Μενεκλεῖ τε καὶ τοῖς ὑπ’ αὐτὸν τασσομένοις, τήν τε πολιτεία[ν]
καὶ τἆλλα φιλάνθρωπα, ἃ καὶ τοῖς ἄλλοις τοῖς ἐκγ Μαγνησίας ἐψήφισται, κ[αὶ] προνοῆσαι τὸν δῆμον ὅπως αὐτοῖς διδῶται ἐκ βασιλικοῦ τά τε μετρήματα καὶ τὰ ὀψώνια
τἆλλα ὅσα εἰώθει ἐκ βασιλικοῦ δίδοσθαι αὐτοῖς. τὸ δὲ ψήφισμα τόδε ἀν[αγ]ράψαι εἰς τὰς στήλας τὰς ἀνατεθησομένας ἐν τοῖς ἱεροῖς ὑπό τε τοῦ δήμου καὶ [τῶν]
ἐκγ Μαγνησίας· ἀναγεγράφθαι δὲ αὐτὸ καὶ ἐν τοῖς δημοσίοις. vacat
- Smyrna 12
- Ionia
ν̣ωνεῖν τῆς πορθμείας· πρὸ̣[ς]
δὲ τούτοις ἀντὶ δύο ὀβολ[ῶν]
δύο ἀσσάρια πεποιήκασι τ[ὸν]
τὸν βουλόμενον πορθμεύε̣[ιν,]
[ὅ]πως ἐπάνα̣γκες αὐτοῖς οἱ δ̣[ε]-
όμενοι τῆς πορθ[μ]είας χρῶ[ν]-
- Smyrna 14
- Ionia
ἐπὶ ἱερέως Ἡγησίου, στεφανηφόρου δὲ Πυθοδώρου, μηνὸς Ληναιῶ[ν]ος· ἀγαθῆι τύχηι· ἐπὶ τοῖσδε συνέθεντο τὴμ φιλίαν Σμυρναῖ[οί]
τε καὶ οἱ ἐμ Μαγνησίαι κάτοικοι, οἵ τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὶ κα[ὶ οἱ] ἐν τοῖς ὑπαίθροις καὶ οἱ ἄλλοι οἰκηταί, καὶ τὴμ πολιτείαν ἔδωκαν
Σμυρναῖοι τοῖς ἐμ Μαγνησίαι κατοίκοις, τοῖς τε κατὰ πό[λ]ιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις καὶ τοῖς οἰκοῦσι
τὴμ πόλιν, ἐφ’ ὅτωι τὴμ μὲν συμμαχίαν καὶ τὴν εὔνοιαν τὴν εἰ[ς] τὰ πράγματα τὰ τοῦ βασιλέως Σελεύκου διατηρήσουσιν οἱ ἐμ
εἰς δύναμιν εἶναι τὴν αὑτῶν ἀποδώσουσιν τῶι βασιλεῖ Σελεύκω[ι· πολ]ιτεύσονται δὲ μετὰ Σμυρναίων κατὰ τοὺς τῆς πόλεως νόμους
[ἀ]στασιάστως τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγούμενοι Σμυρναίο[ις· ὀμ]οῦνται δὲ καὶ οἱ ἐμ Μαγνησίαι Σμυρναίοις καὶ Σμυρναῖοι τοῖς ἐμ
Μαγνησίαι ἑκάτεροι αὐτῶν τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι ὑπο[γε]γραμμένον· συντελεσθέντων δὲ τῶν ὅρκων τὰ μὲν ἐγκλήματα αὐ-
τοῖς τὰ γεγενημένα κατὰ τὸμ πόλεμον ἤρθω πάντα καὶ μὴ ἐξέστω [μηδὲ] ἑτέροις ἐγκαλέσαι περὶ τῶγ κατὰ τὸν πόλεμον γεγενημένων μή[τε]
διὰ δίκης μήτε κατ’ ἄλλον τρόπομ μηθένα· εἰ δὲ μή, πᾶν τὸ ἐπιφερόμε[ν]ον ἔγκλημα ἄκυρον ἔστω· δεδόσθαι δὲ τοῖς ἐμ Μαγνησίαι κατοίκ[οις],
τοῖς τε κατὰ πόλιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις, πολιτεί[α]ν ἐν Σμύρνηι ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολίταις· ὁμοίως δὲ δε[δόσθαι]
τὴμ πολιτείαν καὶ τοῖς ἄλλοις τ[οῖς ο]ἰκοῦσιν ἐμ Μαγνησίαι ὅσοι ἂν ὦσιν [ἐ]λεύθεροί τε καὶ Ἕλληνες· ἀνενεγκάτωσαν δὲ τοὺς μὲγ καταλοχισμ[οὺς]
[τ]ῶν ἐμ Μαγνησίαι ἱππέων τε καὶ πεζῶν τῶν τε κατὰ πόλιγ καὶ τῶν ὑπαί[θ]ρων οἱ ὄντες γραμματεῖς τῶγ ταγμάτων ἐπὶ τὸν δῆμον, τῶν δὲ ἄλ[λων]
οἰκητῶν τὴν γραφ[ὴν οἱ] ἀποδειχθέντες ὑπὸ τῶν ἐμ Μαγνησίαι κατοίκω[ν] ἄνδρες· ὅταν δὲ τιθῶνται τοὺς καταλοχισμοὺς οἱ γραμματεῖς καὶ οἱ
[ἄ]νδρες οἱ ἀ[πο]δειχθέντες τὴγ γραφὴν τῶν ἄλλων οἰκητῶν, ὁρκισάτωσαν [αὐ]τοὺς οἱ ἐξετασταὶ ἐπὶ τοῦ μητρώιου ἱεροῖς νεοκαύτοι[ς τοὺς μὲν]
[γραμμ]ατεῖς ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν ὄντω[ν π]αρ’ αὐτοῖς κατοίκων ἱππέων καὶ πε[ζῶν, τῶν τε κατὰ πόλιν καὶ τῶν κατὰ τὰ]
ὕπαιθρα τασσομένων, τοὺς δὲ ἄνδρας τοὺς ἀ[ναφ]έροντας τὴγ γραφὴν τῶν [ἄλλων οἰκητῶν, ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν]
βουλῆς καὶ τοῦ δήμου, ὁ δὲ θέσθω εἰς [τὸ] δημόσιον. ἐπικληρωσάτωσαν δὲ ο[ἱ ἐξεταστ]αὶ εἰς τὰς φυλὰς τὰ ἀνενεχθέντα ὀνόματα πάντα καὶ ἀ[να]-
γραψάτωσαν εἰς τὰ κληρωτήρια, καὶ ἔστω μετουσία τοῖς ἀναγραφεῖσιν ε[ἰς τὰ κληρ]ωτήρια πάντων ὧγ καὶ τοῖς λοιποῖς πολίταις μέτεστιν·
χρήσθωσαν δὲ οἱ πολιτογραφηθέντες καὶ ἐμ Μαγνησίαι περὶ τῶν συναλλ[αγμάτ]ων καὶ τῶν ἐγκλημάτων τῶμ πρὸς Σμυρναίους τοῖς νόμοις
τοῖς Σμυρναίων· δεχέσθωσαν δὲ καὶ ἐμ Μαγνησίαι τὸ νόμισμα τὸ τῆς πόλεως [ἔνν]ομον· καὶ ἄρχοντα δὲ ὃν ἂν ἀποστέλληι ὁ δῆμος κυριεύσοντά τε
τῶγ κλειδῶν καὶ ἐσόμενον ἐπὶ τῆς φυλακῆς τῆς πόλεως καὶ διατηρήσοντα τὴμ πόλιν τῶι βασιλεῖ Σελεύκωι παραδέξονται οἱ ἐμ Μαγνησίαι· δό-
τωσαν δὲ Σμυρναῖοι καὶ εἰς κατασκήνωσιν τοῖς ἀποσκευαζομένοις τῶν ἐκ Μαγν[ησ]ίας οἰκίας κλινῶν ὅσων ἂν τῶι δήμωι δόξηι ἀφ’ οὗ ἂγ χρόνου ἡ ὁμολο-
γία συνσφραγισθῆι εἰς ἑξάμηνον· μισθούσθω δὲ ὁ ταμίας τῶν ὁσίωμ προσόδων [τ]ὰς οἰκίας μετὰ τῶν στρατηγῶγ καὶ τὸ ἀνήλωμα διδότω ἀπὸ τῶν τῆ[ς]
πόλεως προσόδων. ὀμόσαι δὲ τοὺς μὲν ἐμ Μαγνησίαι κατοίκους τῶν τε κατὰ πό[λ]ιν ἱππέων καὶ πεζῶν καὶ τοὺς ἐν τοῖς ὐπαίθροις τασσομένους κα[ὶ]
τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ πολίτευμα τόνδε τὸν ὅρκον· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴ[μ]
ἐπικεχωρημένα Σμυρναίοις ὑπὸ τοῦ βασιλέως Σελεύκου μετὰ πάσης προθυμ[ία]ς ἐμ παντὶ καιρῶι, καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτῶν οὐθένα οὔτε ἄλλωι ἐπ[ι]-
τρέψω οὐθενὶ κατὰ δύναμιν τὴν ἐμήν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύο[ντα] τῆι πόλει ἢ τοῖς χωρίοις τοῖς τῆς πόλεως, ἢ τὴν δημοκρατίαν ἢ τὴν ἰσο-
νομίαν καταλύοντα, μηνύσω τῶι δήμωι τῶι Σμυρναίων καὶ βοιηθήσω ἀγωνιζ[όμ]ενος μετὰ πάσης φιλοτιμίας, καὶ οὐκ ἐγκαταλείψω κατὰ δύναμιν τὴν
ἐμαυτοῦ· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γέ[νει τ]ῶι ἐξ ἐμοῦ. ὀμόσαι δὲ καὶ Σμυρναίους τοῖς ἀπὸ Μαγνησίας τὸν ὅρκον
τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴμ Μη[τέρ]α τὴν Σιπυληνὴν καὶ Ἀφροδίτην Στρατονικίδα καὶ τοὺς ἄλλους θεοὺς
πάντας καὶ πάσας· ἐμμενῶ ἐν ταὶς συνθήκαις αἷς συντεθείμεθα πρὸς τοὺς [ἐμ Μ]αγνησίαι κατοίκους, τούς τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὺς καὶ τοὺς ἐν τ[οῖς]
ὑπαίθροις τασσομένους καὶ τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ [πολί]τευμα, εἰς ἅπαντα τὸγ χρόνον οὐθὲν παραβαίνων τῶγ κατὰ τὴν ὁμολογίαν
οὐδὲ μετατιθεὶς ἐπὶ τὸ χεῖρον τὰ γεγραμμένα ἐν αὐτῆι, οὔτε τέχνηι οὔτε [μηχα]νῆι οὐδεμιᾶι. καὶ εὐνοήσω καὶ βασιλεῖ Σελεύκωι καὶ τοῖς ἐκ Μαγνησίας κα-
τοίκοις τοῖς τε κατὰ πόλιν καὶ τοῖς ὑπαίθροις καὶ τοῖς ἄλλοις τοῖς οἰκο[ῦσιν ἐμ] Μαγνησίαι ὅσοι εἰσὶν ἐλεύθεροί τε καὶ Ἕλληνες, καὶ ποιήσομαι αὐτοὺς
πολίτας πάντας καὶ τοὺς ἐκγόνους αὐτῶν ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολί[ταις κ]αὶ εἰς φυλὰς αὐτοὺς ἐπικληρώσας καταχωριῶ εἰς ἣν ἂν ἕκαστοι λάχωσιν
καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτ[ῶν] οὐθένα οὔτε ἄλλωι ἐπιτρέψω οὐθενὶ κατὰ δ[ύν]αμιν τὴν ἐμὴν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύοντα αὐτοῖς ἢ τοῖς ἐκγό[νοις]
αὐτῶν ἢ τοῖς ὑπάρχουσιν αὐτῶν, μηνύσω ὡς ἂν τάχιστα δύνωμαι, καὶ βοι[ηθήσ]ω μετὰ φιλοτιμίας· καὶ μετουσίαν αὐτοῖς δώσω τῶν τε ἀρχείων καὶ τῶν ἄ[λλων]
τῶν κοινῶν τῆς πόλεως, ὧν καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν· εὐορκοῦ[ντι μέμ] μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γένει τῶι ἐξ ἐμοῦ. ἀποδ[ειξά]-
τάξηι. ἀναγραψάτωσ[αν] δὲ καὶ τὴν ὁμολογίαν ἐν στήλα[ις λευκολίθοις καὶ ἀναθ]έτωσαν Σμυρναῖοι μὲν ἐν τῶι τῆς Ἀφροδίτης τῆς Στρατονικίδος ἱερῶι καὶ
ἐμ Μαγνησίαι τῆι πρὸς τῶι Μαιάνδρωι ἐν τῶι τῆς Ἀρτέμιδ[ος τῆς Λευκοφρυη]νῆς ἱερῶι, οἱ δὲ ἐμ Μαγνησίαι κάτοικοι ἔν τε τῆι ἀγορᾶι παρὰ τὸν βωμὸν τοῦ
Διον[ύσ]ου καὶ τὰς τῶν βασιλέων εἰκόνας καὶ ἐμ Πάνδοις ἐν [τῶι ἱερῶι τοῦ] Ἀπόλλωνος καὶ ἐγ Γρυνέωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἀναγραψάτω δὲ καὶ ὸ γραμ-
ματοφύλαξ τῆς βουλῆς καὶ τοῦ δήμου τὰ ἀντίγραφα τῆς ὁμολογίας [εἰς τὸ δημ]όσιον· συνσφραγισάσθωσαν δὲ τὰς ὁμολογίας τὴμ μὲν Σμυρναίοις δοθησομένην
οὓς ἂν ἀποδείξηι τὸ κοινὸν τῶν ἐμ Μαγνησίαι τοῖς τε ἑαυτῶν δακτυλίοις κα[ὶ τ]ῶι ὑπάρχοντι κοινῶι, τὴν δὲ εἰς Μαγνησίαν δοθησομένην σφραγισάσθωσαν Σμυρνα[ίων]
οἵ τε στρατηγοὶ καὶ οἰ ἐξεσταταὶ τῶι τε τῆς πόλεως δακτυλίωι καὶ τοῖς αὐτῶν. ταῦτα δὲ ἀμφοτέροις τοῖς πλήθεσιν συντετελέσθαι τύχηι τῆι ἀγαθῆι. vacat
- Smyrna 23
- Ionia
οἱ θειότατοι αὐτοκράτορες Σεουῆρος καὶ Ἀντωνεῖνος Καίσαρες Σμυρναίοις·
εἰ Κλαύδιος Ῥουφῖνος ὁ πολείτης ὑμῶν ὁ διὰ τὴν προαίρεσιν,
ᾗ σύνεστιν ἐπὶ παιδείᾳ, καὶ τὸν ἐν λόγοις συνεχῆ βίον τὴν
προκειμένην τοῖς σοφισταῖς κατὰ τὰς θείας τῶν προγόνων
ἡμῶν διατάξεις ἀτέλειαν τῶν λειτουργιῶν καρπούμενος
- Smyrna 27
- Ionia
ἐ̣κ̣κόπτ̣ε̣ι̣ν̣ μ̣η̣δ̣ὲ̣ καταβόσκειν τὰ καθωσι[ωμένα πλέθρα —]
τὸν δ’ εὑρεθέντα καὶ ἐλεγχθέντα τι το[ιούτων πεποιηκέναι? —]
δηναρίων ἑκατὸν εἰς τὸν θεὸν ζημ[ι— ὁ δὲ]
- Smyrna 29
- Ionia
[․․․․․․․․․c.23․․․․․․․․․․]σμα ὑπεξειρημέ[νο]ν πεφυλαγ̣[μένον —]
[—]νιος ὕπατοι ἀνὰ μέ[σ]ον αὐτ̣[—]
[— στρατη]γὸς κατὰ δημο[—]
- Smyrna 30
- Ionia
[—] τὴν πόλιν κα[ὶ τὴν χώραν ἱερὰν καὶ ἄσυλον]
[καὶ αὐτόνομον οὖσ]αν τοῖς θεοῖς ἀ[ποκατέστησεν? —.]
- Smyrna 31
- Ionia
[—] ὑπάρχειν. τὴν περὶ τούτου πρόνοιαν ποιήσασθαι δι’ ἃ προδηλοῦται? ΟΝΕΣ[—]
[—] τοῦ θεοπρόπου, ἥτις ἱερωσύνη ἀκολουθεῖ τοῖς τοῦ θεοῦ μυστηρίοις· διὸ [— ὦ]
φιλόθεε καὶ φιλάνθρωπε Καῖσαρ, κελεῦσαι δοθῆναί μοι τὰ ἀντίγραφα τῶν ὑπομνημάτων, ὡς καὶ ὁ θεὸς πατὴρ
ἐσφραγίσθη ἐν Ῥώμῃ πρὸ τριῶν νωνῶν Μαΐων, Αὐτοκράτορι Καίσαρι Τ(ίτῳ) Αἰλίῳ Ἁδριανῷ Ἀντωνείνῳ τὸ βʹ, Γαΐῳ Βρουττίῳ
Πραίσεντι τὸ βʹ ὑπάτοις. παρῆσαν Τ(ίτος) Φλ(άουιος) Μακρεῖνος Σιμωνᾶς, Λ(ούκιος) Ἀτάνιος Φλάουιος Δημοσθενιανός, Λ(ούκιος) Αἴτιος Ἑρμογένης Αἰλια[νός,]
Μ(ᾶρκος) Ἀντώνιος Κρίσπος, Λ(ούκιος) Λικίννιος Ἀλβεινιανός, Μ(ᾶρκος) Κοσκώνιος Καρικός, Τι(βέριος) Κλαύδιος Ἄκτιος.
- Smyrna 59
- Ionia
ὁ τόπος συνεχωρήθη ὑπὸ τοῦ Αὐτοκράτορος Ἀντωνίνου,
Γεντινιανῷ Γεντιανῷ καὶ Βάσσῳ ὑπάτοις, πρὸ νωνῶν Ὀκτωβρίων.
- Smyrna 89
- Ionia
[—]τ̣οῦ συνόδου γειν[—]
[—]τοῖς μετέχου̣[σιν —]
[—] τοιοῦτο καὶ Τ̣[—]
[—]τ̣άτους ΤΗΣ̣[—]
- Smyrna 93
- Ionia
[Μαν]ίῳ Ἀκειλίῳ Γλαβρ̣ί̣ωνι, Γαΐῳ̣ [Βελλικίῳ Τορκουάτῳ]
[Τεβ]α̣νιανῷ ὑπάτοις, πρὸ ἐννέα κ[αλανδῶν —·]
[ἐν Σ]μύρνῃ· Ἀτειλίῳ Κογνίτῳ, Κα[— τοῖς]
[ἐπι]τρόποις τοῦ κυ̣ρ̣ίου Καίσαρο̣[ς —]
[․․]․ΟΥ Λουκίου υἱοῦ Φαβία Ἄνθου [— ἐν τοῖς]
[εὐτυ]χεστάτοις καιροῖς τοῦ θεῶ[ν ἐμφανεστάτου Αὐτοκρά]-
[τορο]ς Τραιανοῦ Ἁδριανοῦ Καίσαρο̣[ς Σεβαστοῦ πᾶσα ἡ?]
- Smyrna 95
- Ionia
[—]μ̣ονης τῆς πόλεως ἡμῶν· ἧς ἱε-
[ρ—] καὶ ἐπίτευξις τοῖς τεχνείταις
[—] μετέχοντας̣ καὶ συνελθόντας
[․c.5․] τ̣ὰ πρότερον δεδογμέν̣[α ․․․․․c.14․․․․․]Ν̣ΕΣΤ[—]
[․c.6․․]․․ δόξαντα συμφέρειν τοῖς ἱ̣ε̣[ρ—]
[․c.6․․ το]ῦ ἀνθυπάτου ἐντυχόντο[ς —]
- Smyrna 96
- Ionia
λαβὼν τελέσει τῶν 𐆖(δηναρίων) τ̣[ού]των καὶ τῆς του[—]
τοῦτον τοῖ̣ς̣ ἐξ ἀντιπροβολ̣[ῆ]ς̣ κ̣α̣τασταθεῖσι [ταμίαις —, οἱ δὲ τὸν?]
τόκον παραδιδότωσαν, ἅ ἐστ̣[ι]ν 𐆖(δηνάρια) μύ̣ρ̣ι̣α̣ [— τὸ ἐκ τῶν]
- Smyrna 99
- Ionia
[⁵¹νῷ]⁵¹ Σεβαστῷ τὸ θʹ, Κοΐντῳ
Πεττιλίῳ Ῥούφῳ τὸ βʹ ὑπάτοις·
ἐπὶ στεφανηφόρου Κοσκωνίας
- Smyrna 214
- Ionia
βῆ Εὐτυχῆ Σεβα̣[στὸν]
καὶ ο̣ἱ ἐπιφανέστατοι Καίσαρες
Φ̣λ(άουιος) Οὐ̣α̣λ(έριος) Κωνστάντιος καὶ
- Smyrna 223
- Ionia
μηδὲ μελανφάρους προσίναι βωμοῖσι ἄνακ̣τ̣[ος,]
μηδ’ ἀθύτοις θυσίαις ἱερῶν ἐπὶ χῖρας ἰάλ[λειν,]
μηδ’ ἐν Βακχείοις ᾠὸν ποτὶ δαῖτα τ[ίθεσθαι?]
- Smyrna 233
- Ionia
ἄτεκνος, ἄωρος, εἴκοσι πλήσας ἔτη
καὶ τρί’ ἐπὶ τούτοις, οἰκτρὸς ἐν τρισὶ ἡμέραις
θανὼν ποθεινὸς τοῖς γονεῦσι γενόμενος·
ὧι παστὸν οὐθείς, οὐχ ὑμέναιον ἦισέ τις,
καὶ δακρύοις πολλοῖσιν ἐνθάδ’ ἤγαγον,
οὗπερ κατοικεῖν δεῖ με τὸν λοιπὸν χρόνον.
μᾶλλον δὲ κλαύσας, πάροδε, τὴν ἐμὴν τύχ̣ην
- Smyrna 237
- Ionia
Σαραπιάδα· τὺ δ’ εἶπον ἀπταίστῳ [τέκνῳ·]
Περῖτα, χαίροις εἰς γονεῖς τοῖος γ̣[εγώς.]
- Smyrna 239
- Ionia
ὃς τὸ πρὶν ἐν ζωῇ Διονύσιος ἦν πανάρεστος
υἱὸς Ἀπολλωνίου, παῖς [δέ] τ̣οι ἡλικίῃ,
τὸν ἐπ’ ἀλλοτρίης χώρης [ὁ π]ατὴρ ὑπεδέξατο κόλποις
χρηστομαθῆ, χαρίεντα, φίλ[ο]ν καὶ τίμιον ἀσστροῖς ἀσστοῖς,
ἕνδεχ’ ἔτη διήνυσε Μοιρῶ̣ν ἐνιαυτούς·
- Smyrna 241
- Ionia
εὑρήσεις ἀριθμέων μῆκος ἐμῆς βιοτῆς·
Βάκχου κυδίοτοιο νεωκόρον· ἐγ δὲ πόλειος
ἀρχὰς εὐθύνης ἐκτὸς ἐμῆς ἐθέμην,
- Smyrna 248
- Ionia
οἱ δισσοὶ συνόμαιμοι, ἰὼ ξένε, τῶιδ’ ὑπὸ τύμβωι
ἄψαυστοι τέκνων κείμεθα κουριδίων·
Ἱκέσιος κἀγὼ νεαρὰν πληρούμενος ἥβαν
- Smyrna 250
- Ionia
χομέναν· ἄρ-
τι δέ τοι, παν-
άωρε, χοὰς χεί-
ρὰ δεσπόταις, ἀλ(λ)ά μ’ ἔθρε-
ψ̣αν· αὐτοὶ καὶ κοίτον χερ-
σὶν ἐμαῖς κομιεῖν
- Smyrna 251
- Ionia
ὄντι τεῆς ἀρετῆς οὐχὶ λέλοιπε κλέος.
τοιγάρτοι παίδων σε φίλαι χέρες, ὡς θέμις ἐστίν,
κρύψαν, ἐπεὶ γήρως ὄλβιον ἦλθε τέλος.
- Smyrna 260
- Ionia
ἀστεμφὴς Ἀΐδης, μείλιχε Νικόπολι·
χαῖρε, βρέφος, κούφη δὲ σέθεν περὶ σῶμα καλύπτοι
κόνις, Σαραπίωνος ὄβριμον θάλος.
- Smyrna 263
- Ionia
τέκνον ἐμὸν Παῦλα, φθινύθω δακρύοις σε βοῶσα,
τοῖά τις ἀλκυὼν παῖδας ὀδυρομένη.
κωφαὶ δ’ ἀνταχοῦσι πέτραι καὶ τύνβος ἀπεχθής,
- Smyrna 264
- Ionia
ἔξοχος ἐν ζωοῖσι καὶ ἐν Ἀΐδαο δόμοισι,
[ἔν τε βροτοῖς] πανάρετε καὶ ἐν φθιμένοις
διάσημε Πίστικε, σοῖσι τοκεῦσι φάος
γλυκύ, οἵ σ’ ἐτέκοντο, μητρός τοι κε-
δνῆς καὶ ἐκ πατρὸς τάδε δῶρα ․4․․
Φαίδρῳ. κὦ φθιμένων τύμβοι καὶ ὦ
πικρὰ γράμματα ταῦτα τοῖς τέ-
κνα κλαίουσι παναώρηα ΠΑΝΤΑΜΟΥ
- Smyrna 277
- Ionia
οὐρανίοις τε δόμοισι βλέπω φάος Ἠριγ̣ενείης.
τειμὴ δ’ ἐκ Διός ἐστι σὺν ἀθανάτοισι θεοῖσι
Ἑρμείαο λόγοις· ὅς μ’ οὐρανὸν ἤγαγε χειρῶν
ἡδόμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσορόωσιν,
κρατὸς ἀπ’ ἀθανάτοιο πατρηΐσι παρηΐσι μειδιόωντες
[νέκταρ ὅτ’ ἐν] προχοαῖσιν ἐπισπένδω μακάρεσσι.
- Smyrna 298
- Ionia
μεῖον αὐτῷ καὶ τῇ γυναι-
κὶ καὶ τοῖς τέκνοις καὶ ἐ-
γόνοις αὐτῶν καὶ θρέμ-
παρὰ ταῦτα ποήσει, ἀπο-
τείσει τοῖς φορτηγοῖς
τοῖς περὶ τὸν βεῖκον
𐆖 σνʹ. τούτου δὲ τὸ
- Smyrna 299
- Ionia
νοήσουσιν οἱ κληρονόμοι μου καὶ ἀπελεύθεροι ἔχοντες
καὶ αὐτοὶ δίκαιον τοῦ ταφῆναι ἐν τῷ μνήματι, χωρὶς τοῦ
ἐπεισενεγκεῖν τῇ σορῷ, ἐν ᾗ ἐγὼ κηδευθήσομαι, ἕτερον
ἐὰν ἐπεισενέγκωσιν παρ’ ἃ βεβούλημαι, ἢ ἐπιθῶσιν,
ἀποδώσουσιν καὶ αὐτοὶ εἰς τὸν φίσκον τῶν κυρίων
αὐτοκρατόρων δηνάρια πεντακισχείλια.
- Smyrna 306
- Ionia
άδος, κατεσκεύασε τὸ μνημεῖον ἑ-
αυτῷ καὶ Λεσβίᾳ τῇ γυναικὶ καὶ τοῖς
τέκνοις καὶ θρέμμασι· μηδενὸς
ναι εἰς αὐτό. ἐὰν δέ τις εἰσβιασά-
μενος βάλῃ, ἀποδότω τοῖς ἐν
Σμύρνῃ ναοῖς τῶν Σεβαστῶν
- Smyrna 307
- Ionia
τρὶ Ἀλεξάνδρᾳ τοῦ Τειμο-
κράτους καὶ τοῖς ἰδίοις ἀπελευθέ-
ροις καὶ τοῖς κατοιχομένοις συν-
τρόφοις, τοῖς καὶ αὐτοῖς δεσπό-
ταις αὐτῶν, καὶ τῷ κληρονόμῳ
- Smyrna 310
- Ionia
τεσκεύασεν ἑαυτ-
ῷ καὶ τοῖς κατοιχο-
μένοις Ἀττικίλλᾳ
θυγατρὶ καὶ Πρειμιγε-
νήᾳ καὶ Λουκίῳ καὶ τ-
οῖς ἀπελευθέροις
καὶ τοῖς τούτων
ἐκγόνοις.
- Smyrna 325
- Ionia
ζῶν κατεσκεύ[ασεν τὸ μνημεῖον]
αὐτῷ καὶ τοῖς ἀπ[ελευθέροις —]
ΗΤΟΥΤΟΥΠΑΝΠ̣[— κληρο]-
- Smyrna 340
- Ionia
αμάραν ἑαυτῷ καὶ Ἑρμοδ[ώρῳ]
τῷ υἱῷ καὶ τοῖς τέκνοι̣[ς αὐ][⁵¹[—]]⁵¹-
τοῦ καὶ τοῖς ἐγγό̣[νοις][⁵¹[—]]⁵¹
τῶν τέκνων α[ὐτοῦ·][⁵¹[—]]⁵¹
- Smyrna 347
- Ionia
Ἀπολλώνιος Συμμά[χου τὸ μνῆμα]
ἑαυτῷ καὶ τοῖς ἰδίοις π̣[ᾶσι· τῇ]
γυναικὶ Φ̣ίλᾳ Μητροδότο[υ καὶ Μη]-
λωνίου τοῦ Σ[υμμά]χου τ[ῷ κα]-
λουμένῳ Διαδουμενῷ κ[αὶ τοῖς]
ἐγγόν̣ο̣ις τούτων ἐκ τῶν [ἰδί]-
μηδενὶ ἐξέτω ἐξαλλοτριῶσ[αι]
μηδὲ τούτοις ἢ ἐγγόνοις αὐτῶ[ν.]
εἰ δὲ μή, ἀποτεισάτω ὁ παρὰ ταῦ-
- Smyrna 361
- Ionia
ασαν τὸ μνημεῖον
ἑαυτοῖς καὶ γυναι-
ξὶ καὶ τοῖς ἰδίοις ἐ-
γόνοις καὶ τῷ κατοι-
χομένῳ Μηνοφί-
- Smyrna 363
- Ionia
υ τοῦ Μητροφάνου ἐχαρίσ-
σατο τὸν τόπον τῷ κατο-
ιχομένῳ, καθ’ οὗ ἡ ὀσστοθ-
ήκη ἐπίκε̣ι̣τ̣α̣ι, μόνῳ.
- Smyrna 384
- Ionia
καμάραν καθαρὰν ἐπεσκεύασεν
ἑαυτῷ καὶ τοῖς ἰδίοις· μηδενὸς ἔ-
χοντος ἐξουσίαν τῶν κληρονόμων
- Smyrna 385
- Ionia
αυτῷ καὶ τῇ γυναικὶ Ἀμ-
μίῳ καὶ τοῖς ἰδίοις τέκν-
οις ζῶσιν καὶ τοῖς κατοι-
χομένοις μου τέκνοις.
- Smyrna 386
- Ionia
ἔχοντος ἐξ̣ουσίαν κηδεῦσαιν ἐ-
ν αὐτοῖς μὴ προσήκοντα τῷ γένει.
εἰ δέ τις τολμήσι θάψαι μὴ δια-
- Smyrna 397
- Ionia
σις ἑαυτῇ καὶ Συντρόφῳ τῷ ἀν-
δρὶ καὶ τοῖς τέκνοις αὐτῆς καὶ τοῖς ἐγγόν-
οις αὐτῶν. vv χαῖρε. ❦ καὶ σύ.
- Smyrna 421
- Ionia
[Δ]ημοσθενίδι Γερ[μ]ανοῦ? [τῇ γυναικὶ? —]
ΡΟΥ καὶ τοῖς τέκνοις Αἰσχίνῃ καὶ Ἀπφίῳ κα-
ὶ τοῖς ἐκγόνοις· μηδενὸς ἑτέρου ἔχοντος
ἐξουσίαν εἰς αὐτὸ μήτε ἀπαλλοτριῶσαι τὸ
- Smyrna 423
- Ionia
γυναικὶ καὶ Ἀντωνίῳ Πολυβιανῷ τῷ τέκνῳ
[κα]ὶ τοῖς ἐκγόνοις σὺν τῇ κειμένῃ σορῷ ἔσω μυλίνῃ,
[ἐ]ν ᾗ ἔνεστί μου ἡ γυνή· μηδενὸς ἔχοντος ἐξουσί-
- Smyrna 438
- Ionia
Διονύσιος Μητροδώρου τοῦ Παραμόνου
ζῶν ἑαυτῶι κατεσκεύασεν καὶ τῷ κατοιχομένωι
Μητροδώρωι τῶι υἱῶι καὶ Ἐπιγόνηι τῆι γυναικί μου
καὶ Φλαβίᾳ Τύχηι καὶ τοῖς ἐξ αὐτῆς γεννηθησομένοις καὶ ἑαυ-
τοῦ συνγενέσι καὶ Μοδιαρίῳ Ἑρμᾶ μόνῳ τιμῆ[ς ἕ]ν̣εκα.
- Smyrna 447
- Ionia
ἑαυτῆι καὶ τῶι σ̣[υμβίωι]
Ὑπάτωι καὶ τοῖς τέ̣[κνοις]
Ἀντιόχωι Ἀντιόχου [καὶ Πρό]-
κλωι καὶ Χρυσαρίωι δημο̣-
σίᾳ καὶ τοῖς τούτων τέκνοις
καὶ τοῖς κατοιχομένοις Ἰουλίττᾳ
καὶ Εἰσοχρύσωι.
- Smyrna 468
- Ionia
[ἑ]αυτῷ καὶ τῇ γυναικὶ Μοσ-
[χί]ῳ καὶ τοῖς τέκνοις καὶ
[τ]οῖς ἐγγόνοις αὐτῶν· μη[δενὸς]
[ἔχ]οντος ἐξουσίαν τοῦτο τὸ
- Smyrna 476
- Ionia
ε ἑαυτῇ καὶ τῷ συνβίῳ Ἀσκληπιάδῃ τ-
ὸ μνημεῖον καὶ τοῖς θρέμμασι καὶ
ἐγγόνοις αὐτῶν καὶ θρέμμασι. εἰ-
ερόν τις θῇ εἰς τὴν σορὸν αὐτῆς, ὁμοίω-
ς δώσει τῇ γερουσίᾳ 𐆖 ͵α. ἐπιτρέπω δὲ τ-
οῖς θ̣ρέμμασί μου, ἐὰν βούλωνται, σοροὺ-
ς ἐπιθεῖναι διὰ τὸ καὶ συνεισενηνοχέ-
ἕξει δὲ καὶ Ὕμνος ὁ γέρων δωρεὰν ἠργα-
σμένος τὸ μέσον ἐσσόριν. τοῖς δὲ κληρο-
νόμοις μου οὐκ ἐπακλ̣ουθήσει τοῦτο τὸ