44371 matches in 19350 texts. | 12901-13000 13001-13100 13101-13200 13201-13300 13301-13400 13401-13500 13501-13600 13601-13700 13701-13800 13801-13900 |
7375 | 0.5707% | Attica (IG I-III) |
1272 | 0.5076% | Peloponnesos (IG IV-[VI]) |
7440 | 1.1684% | Central Greece (IG VII-IX) |
1495 | 0.8401% | Northern Greece (IG X) |
1451 | 0.7141% | Thrace and the Lower Danube (IG X) |
570 | 0.6819% | North Shore of the Black Sea |
10164 | 0.8927% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
10548 | 0.8617% | Asia Minor |
284 | 0.9672% | Cyprus ([IG XV]) |
668 | 1.1010% | Greater Syria and the East |
1823 | 0.8166% | Egypt, Nubia and Cyrenaïca |
54 | 0.3087% | North Africa |
1160 | 0.8404% | Sicily, Italy, and the West (IG XIV) |
67 | 0.2713% | Upper Danube |
- Priene 210
- Ionia
ωι σίτησιν πάσας τὰς ἡμέρας· λήψεται δὲ ὧν̣
πόλις θύει σκέλος γλῶσσαν δέρμα παρὰ βω-
μ̣οῦ μοίρας· vacat παρέξεται δὲ θύα οὐλὰς λιβανω-
τὸν ἔλατρα βοῒ μὲν ἐκ τεταρτέως, προβάτωι δὲ
καὶ προεισφορᾶς χρημάτων· vacat καταβαλεῖ δὲ ὁ πριά-
μενος τῶι νεωπόηι τὸ μὲν ἐπιδέκατον παραχρῆ-
μα, τῆς δὲ λοιπῆς τιμῆς τὸ μὲν ἥμυσυ μηνὸς̣ Με-
- Priene 211
- Ionia
[ἐξεῖναι δὲ αὐτῶι ἐμ Πανιωνί]ωι καὶ στροφίσκομ φ[ορεῖν χρύσεον,]
[ὅταμ πόλις ἱερὰ ποιῆι ἐμ Πανι]ωνίωι· τά τε παρὰ Ἰώ[νων]
[παρασταθέντα ἱερεῖα θύσει, ἐ]πιπέμματά τε παρέ[ξει τῶι τε]
[βοῒ καὶ τῶι προβάτωι ἐκ τεταρτέως ἑκα]τέρωι ἱερείωι καὶ δ̣[ύο]
[σαι τὴν ἱερωσύνην μήτε τὰ διδ]όμενα γέρα ἀφαι[ρεῖσθαι μηχανῆι]
[μηδεμιᾶι· ἐὰν δέ τις παρὰ ταῦ]τα προθείη καί [τι τῶν δεδογμένων]
[λύοι, ἐξώ]λη[ς εἴη καὶ τὰ ἐκ]είνου πάντα· ἀτ[ελῆ δὲ ἔστω]
- Priene 213
- Ionia
[ωνίωι καὶ στροφίσκ]ον φορεῖν χρύ̣[σεον ὅταμ πόλις ἱερὰ ποι]-
[ῆι ἐμ Πανιωνίωι· τὰ δὲ πα]ρὰ Ἰώνων̣ [παρασταθέντα ἱερεῖα]
[θύσει, ἐ]π̣ιπ[έμματ]α̣ δὲ [παρέξει τῶι τε βοῒ καὶ τῶι προβάτωι]
[ἐκ τεταρ]τ̣έως ἑκατέρωι ἱερ[είωι καὶ δύο ἡμιτεσσέρια οἴνου· τὸν]
[μήτ]ε τὰ διδόμενα γέρα ἀφ[αιρεῖσθαι μηχανῆι μηδεμιᾶι· ἐὰν δέ τις]
π̣αρὰ ταῦτα προθείη καί τι τ[ῶν δεδογμένων λύοι, ἐξώλης εἴη]
[κ]αὶ τὰ ἐκείνου πάντα· ἀτ[ελῆ δὲ ἔστω καὶ τὰ τοῦ πατρός,]
- Priene 214
- Ionia
[δόμενα γέρα ἀφαι]ρεῖσθαι μη[χανῆι μηδεμιᾶι·]
[ἐὰν δέ τις παρὰ] ταῦτα προθ[είη καί τι τῶν δε]-
[δογμένων λύοι,] ἐξώλης εἴ[η καὶ τὰ αὐτοῦ πάν]-
- Priene 216
- Ionia
ἀ̣νο[μ]ένου [φέρειν] τῆι Μυκάληι ΟΡ[․c.4․]
α̣ν τὸν [․․c.8․․․] καὶ παραδ̣οῦνα̣ι τοῖς̣
ἱεροποιοῖς ἐ̣[π]ομόσαντα̣ τὴμ Μυκάλην,
ρείο τὸ δέρμα καὶ σκέλος καὶ νεφρὸν
καὶ σκολιόν, τοὺς δὲ ἱροποιοὺς παραλ-
αβόντας τὰ κρεῖα τῶν κουρείων καὶ τὰ
πᾶσι Θηβαίοις καὶ τοῖς πολίταις ὅσοι ἂν
[παραγίγνωνται?]
- Priene 237
- Ionia
[— καὶ] Ζηνόδοτος Ζηνδότου vacat κληρονόμοι γεγονότες τῶν Ἀμεινίου τοῦ Ἀμει[νίου ὑπαρχόντων]
vacat Διοφάνην Ἀμεινίου, vacat Ἡροστρατίδα Διοφάνου.
- Priene 256
- Ionia
[ὁ δῆμος Γν]α̣ῖον Πομπ̣[ήϊ]ον
[․c.5․]ΙΝ̣ ὕπαρχον αὐτ[οκρά]τορος Καίσαρος
[Θεοῦ] Σεβαστοῦ εὐερ[γέτ]ην ὄντα τῆς
- Priene 854
- Ionia
[ὁ τόπος Π]απάρου
[το]ῦ Ἀναξιλάου.
ὁ τόπος Παπαρίω[νος.]
ὁ τόπος [Π]απαρίωνος.
ὁ τόπος Ποσειδωνίο[υ] τοῦ Παπάρ[ο]υ.
- Smyrna 1
- Ionia
Νέρωνος Καίσαρος προ[νοίας καὶ τῆς κατὰ τὴν?]
ἐπαρχείαν κηδεμονί[ας? —]
[κ]αὶ δυσμείμητον ἠθῶ[ν —]
θεσιν πρέπουσαν Α[—]
[—]ΙΗΝΚΕΙΡΙΩΙ παρέσ[χετο —]
[—]ΙΑΝ δὲ πρὸς ἅπαντ[ας —]
- Smyrna 4
- Ionia
Ἰώνων, καὶ εἶναι αὐτὸν ἀτελῆ πάντων ἐ[ν ταῖς?]
πόλεσι ταῖ̣ς τῶν Ἰώνων· ταὐτὰ δὲ ὑπά̣ρ̣[χειν]
Ἱπποστ̣ρ̣ά̣τωι αὐτῶι καὶ ἐκγόνοις· στῆσα[ι δὲ αὐ]-
σιν, ὅτι Ἴωνες τοὺς καλοὺς καὶ ἀγαθοὺ[ς]
ἄνδρας καὶ χρείαμ παρεχομένους τα[ῖς πόλε]-
σι τιμῶσι δωρεαῖς ταῖς προσηκο[ύ]σαι[ς· ἀπενεγ]-
κεῖν δὲ ἑκάστους τῶμ βουλε̣υτῶν τὰ ἐγ[νωσμέ]-
να Ἴωσι εἰς τ̣ὰς̣ ἰδίας πόλ̣εις̣, ὅπως ὑπά[ρχηι ἐν]
τοῖς δημοσίοις ἀναγεγραμμένα τὰ [ἐγνωσ]-
[του ἐ]μ̣ Π̣[ανι]ω̣[ν]ί̣ω̣[ι καὶ] ἑ̣κ̣[ά]σ̣τ̣η̣[ν τῶμ πόλεωμ]
[παρὰ αὑτῆι εἰς στήλην λιθίνην. πόλεις ἡιρέθησαν·]
[Μίλητος, Ἀρσινόεια.]
- Smyrna 5
- Ionia
[μη· ἐπειδή, τ]οῦ δήμου ψήφισμα ἀπ[οστείλαντος]
[καὶ πρεσβ]ε̣υτὴν πρὸς Ζμυρναίου[ς τὸν παρακαλέ]-
[σοντα ἀπ]ο̣στεῖλαι δικαστὴν τὸν δ[ικάσοντα τὰς]
[πατρίδος καὶ τῆ]ς ἐγχειρισθείσης αὐτῶι π̣[ίστεως, ὃς καὶ]
[παραγενόμε]ν̣ος εἰς τὴν πόλιν ἡμῶν, [βουλόμενος ἀκόλουθα]
[πράσσειν τῆι τ]ῆ̣ς πατρίδος αἱρέσ[ει, ἃς μὲν ἔκρι]-
[νεν ἴσως καὶ δικ]αίως κατὰ τοὺ[ς νόμους, ἃς δὲ διέ]-
[λυσεν τῶν δικῶν, ἴσο]ν̣ αὐτὸν π̣α̣ρ̣[εχόμενος πᾶσιν]
[τοῖς διαφερομένοις —]
- Smyrna 9
- Ionia
χώραν, διεφύλαξεν ὁ δῆμος τὴμ πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν, οὐ καταπλαγεὶς τὴν τῶν ἐναντίων ἔφοδον
οὐδὲ φροντίσας τῆς τῶν ὑπαρχόντων ἀ[π]ωλείας, ἀλλὰ πάντα δεύτερα ἡγησάμενος εἶναι πρὸς τὸ διαμεῖ-
ναι ἐν τῆι αἱρέσει καὶ ἀντιλαβέσθαι τῶμ π[ρ]αγμάτων κατὰ τὴν ἑαυτοῦ δύναμιν καθότι ἐξ ἀρχῆς ὑπέστη· διὸ
τε τὴν τοῦ δὴμου εὔνοιαν καὶ φιλοτιμίαν ἣν ἐπεποίητο εἰς τὰ πράγματα αὐτοῦ καὶ διὰ τὸ τὸμ πατέ-
ρα αὐτοῦ θεὸν Ἀντίοχον καὶ τὴμ μητέρα τὴν τοῦ πατρὸς θεὰν Στρατονίκην ἱδρῦσθαι παρ’ ἡμῖν τιμωμέ-
νους τιμαῖς ἀξιολόγοις καὶ κοινῆι ὑπὸ τοῦ πλήθους καὶ ἰδίαι ὑφ’ ἑκάστου τῶμ πολιτῶν καὶ ἐβεβαίωσεν τῶι δήμωι τὴν αὐ-
πέμψαντο πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ πρὸ[ς] τοὺς ὑπαίθρους ἱππεῖς καὶ στρατιώτας καὶ ἀπέστειλαν ἐξ αὑτῶν
ἕνα Διονύσιον τὸμ παρακαλέσοντα αὐτοὺς δια[φυ]λάσσειν τὴμ φιλίαν καὶ συμμαχίαν βασιλεῖ Σελεύκωι εἰς
πάντα τὸγ χρόνον, ἐπαγγελλόμενοι διατηρούντων αὐτῶν τὰ πράγματα καὶ τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγουμένων ὑπάρξειν αὐ-
τοῖς παρὰ τοῦ δήμου καὶ παρὰ τοῦ βασιλέως Σελεύκου πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα καὶ ἀποδοθήσεσθαι χάρι-
τας αὐτοῖς ἀξίας τῆς αἱρέσεως· οἱ δὲ ἐμ Μαγνησίαι παρακληθέν̣τες καὶ αὐτοὶ ὄντες πρόθυμοι πρὸς τὸ διαφυλάσσειν τῶι βασιλεῖ τήν τε φι-
λίαν καὶ τὴν συμμαχίαν καὶ διατηρεῖν αὐτῶι τὰ πράγματα, τά τ[ε] ἀξιωθέντα ὑπὸ τῶν στρατηγῶν φιλοτίμως ἀπεδέξαντο καὶ ἐπαγγέλ-
πρεσβευτὰς τρεῖς, οἵτινες τὴν ὁμολογίαν τε ἥτις ἂν δόξηι τῶι δήμωι ἀνοίσουσιν αὐτοῖς καὶ περὶ τῶγ γεγραμμένων ἐν αὐτῆι δι[α]-
λεγήσονται καὶ παρακαλέσουσιν αὐτοὺς δέχεσθαί τε καὶ συντελεῖν τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ ἐάμπερ δέξωνται οἱ ἐμ
Μαγνησίαι, ὁρκισάτωσαν αὐτοὺς οἱ ἀποδειχθησόμενοι πρεσβευταὶ τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι γεγραμμένον· προσδεξαμέν[ων]
λείσθω καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ τὸ ψήφισμα τόδε ἀναγραφήτω κατὰ τὸν νόμον· ἀναγραφήτω δὲ κ[αὶ εἰς]
στήλας εἰς ἃς καὶ ἡ ὁμολογία ἀναγραφήσεται· καλεσάτωσαν δὲ οἱ ἐπιμήνιοι τῆς βουλῆς καὶ τοὺς πρεσβευτὰς τοὺς παραγεν[ομένους]
ἐγ Μαγνησίας ἐπὶ ξενισμὸν εἰς τὸ πρυτανεῖον· τοῖς δὲ ἀποδειχθε[ῖ]σιμ πρεσβευταῖς δότω μεθόδιον Καλλῖνος ὁ ταμίας τὸ ἐκ τοῦ [νόμου]
ἡμερῶν ὅσων ἂν ὁ δῆμος τάξηι ἀπὸ τῶν τῆς πόλεως προσόδων· ἡμέρα[ι] ἐτάγησαμ πέντε, πρεσβευταὶ ἀπεδείχθησαν Φανόδημος Μικ[ίωνος?,]
Διονύσιος Διονυτᾶ, Παρμενίσκος Πυθέου.
- Smyrna 10
- Ionia
ἔδοξεν τῶι δήμωι, στρατηγῶν γνώμη· ἐπειδὴ προνοῶν ὁ δῆμος ὑπὲρ ἁπάντων [τ]ῶν τοῦ βασιλέως Σελεύκου συμφερόντων διετέλει καὶ πρότερον τήν τε βασιλεί[αν]
αὐτοῦ συναύξων καὶ τὰ πράγματα διατηρῶν καθ’ ὅσον ἦν δυνατός, καὶ πολλὰ μὲν περιεῖδεν ἀπολλύμενα καὶ καταφθειρόμενα τῶν ὑπαρχόντων, πολλοὺς δὲ ὑπέμειν[εν]
κινδύνους ἕνεκεν τοῦ διατηρῆσαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον, καὶ νῦν φιλοτιμούμενος αὐτῶι συνδιατηρῆσαι καὶ συνέχειν τὰ πράγματα καθ’ ὅ[σον]
ἐνδεχόμενόν ἐστιν, τήν τε πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ τοὺς ὑπαίθρους ἱππεῖς καὶ τοὺς πεζοὺς στρατιώτας καὶ τοὺς ἄλλους τοὺς οἰκοῦντας ἐμ Μα-
γνησίαι συντέθειται φιλίαν, ἵνα διαφυλάσσωσιν τὴν συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι· νομίζω[ν] δὲ [ἀ]ναγκαῖον εἶναι τῆι πόλει παραλαβεῖν καὶ τὸ
χωρίον Παλαιμαγνησίαν καὶ ποιήσασθαι τὴν φυλακὴν δι’ αὐτοῦ, ἵνα καὶ τούτου παραληφθέντος ὑπὸ τῆς πόλεως ἀσφαλέστερον διαμένηι πάντα τὰ σύνεγγυ[ς]
πράγματα τῶι βασιλεῖ Σελεύκωι, διεπέμψαντο πρὸς τοὺς οἰκοῦντας ἐν τῶι χω[ρ]ίωι καὶ παρεκάλεσαν αὐτοὺς αἱρεῖσθαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον
καὶ παραδοῦναι τὰς κλεῖδας τῶι ἄρχοντι τῶι ἀποσταλέντι ὑπὸ τοῦ δήμου καὶ πα[ρ]αδέξ[α]σθαι φυλακὴν τὴν συνδιατηρήσουσαν μετ’ αὐτῶν τὸ χωρίον τῶι βασιλεῖ
Σελεύκωι, ἐπαγγελλόμενος ταῦτα ποιησάντων αὐτῶν ὑπάρξειν αὐτοῖς παρὰ τῆς πόλεως πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα, οἱ δὲ οἰκοῦντες ἐν τῶι
χωρίωι ἑλόμενοι τὴμ φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον μετὰ πάσης προ[θ]υμίας προσεδέξαντο τἀξιούμενα ὑπὸ τοῦ δήμου καὶ τάς τε κλεῖδας παραδεδώκασι[ν]
τῶι ἄρχοντι τῶι ἀπεσταλμένωι ὑπὸ τοῦ δήμου καὶ τὴν φυλακὴν τὴν παρὰ τῆς πόλεως παρεδέξαντο εἰς τὸ χωρίον· ἀγαθῆι τύχηι· δεδόχθαι πολίτας τε αὐτοὺς εἶν[αι]
καὶ ὑπάρχειν αὐτοῖς τὰ αὐτὰ ὅσα καὶ τοῖς ἄλλοις πολίταις ὑπάρχει, καὶ τούς τε κ[λ]ήρους αὐτῶν τοὺς δύο, ὅν τε ὁ θεὸς καὶ σωτὴρ Ἀντίοχος ἐπεχώρησεν αὐτοῖς καὶ περὶ ο[ὗ]
Ἀλέξανδρος γεγράφηκεν, εἶναι αὐτοῖς ἀδεκατεύτους, καὶ ἐὰν προσορισθῇ ἡ χώρα, ἣν ἔχουσιν οἱ πρότερον ὄντες ἐμ Μαγνησίαι κάτοικοι, τῆι πόλει τῆι ἡμετέραι,
ὑπάρχειν αὐτοῖς τοὺς τρεῖς κλήρους δωρεὰν καὶ τὴν ἀτέλειαν αὐτοῖς μέ[ν]ειν τὴν νῦν ὑπάρχουσαν· καὶ ὅσοι αὐτῶν εἰσιν ἀκληρούχητοι, δοθῆναι αὐτοῖς κλῆρο[ν]
ἱππικὸν δωρεὰν τῶν παρακειμένων τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Τίμωνι κα[ὶ τ]οῖς πεζοῖς τοῖς τεταγμένοις ὑπὸ Τίμωνα τοῖς ἀποταχθεῖσιν ἀπὸ τῆς φάλαγγο[ς]
ἐπὶ τὴν φυλακὴν τοῦ χωρίου τήν τε πολιτείαν καὶ τὴν αὐτὴν ἀτέλειαν [ἣ κ]αὶ τοῖς ἄλλοις ὐπάρχει, καὶ εἶναι αὐτοὺς ἐν τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Ὠμάνει καὶ το[ῖς]
Πέρσαις τοῖς ὑπὸ Ὠμάνην καὶ τοῖς ἀπὸ Σμύρνης ἀποσταλεῖσιν ἐπὶ τὴν [φ]υλακὴν τοῦ χωρίου, Μενεκλεῖ τε καὶ τοῖς ὑπ’ αὐτὸν τασσομένοις, τήν τε πολιτεία[ν]
- Smyrna 14
- Ionia
τὴμ πόλιν, ἐφ’ ὅτωι τὴμ μὲν συμμαχίαν καὶ τὴν εὔνοιαν τὴν εἰ[ς] τὰ πράγματα τὰ τοῦ βασιλέως Σελεύκου διατηρήσουσιν οἱ ἐμ
Μαγνησίαι τῶι βασιλεῖ Σελεύκωι μετὰ πάσης προθυμίας εἰς ἅπαντα τ[ὸγ] χρόνον, καὶ ὅσα παρείληφαν παρὰ τοῦ βασιλέως Σελεύκου φυλάξαντες
εἰς δύναμιν εἶναι τὴν αὑτῶν ἀποδώσουσιν τῶι βασιλεῖ Σελεύκω[ι· πολ]ιτεύσονται δὲ μετὰ Σμυρναίων κατὰ τοὺς τῆς πόλεως νόμους
[ἄ]νδρες οἱ ἀ[πο]δειχθέντες τὴγ γραφὴν τῶν ἄλλων οἰκητῶν, ὁρκισάτωσαν [αὐ]τοὺς οἱ ἐξετασταὶ ἐπὶ τοῦ μητρώιου ἱεροῖς νεοκαύτοι[ς τοὺς μὲν]
[γραμμ]ατεῖς ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν ὄντω[ν π]αρ’ αὐτοῖς κατοίκων ἱππέων καὶ πε[ζῶν, τῶν τε κατὰ πόλιν καὶ τῶν κατὰ τὰ]
ὕπαιθρα τασσομένων, τοὺς δὲ ἄνδρας τοὺς ἀ[ναφ]έροντας τὴγ γραφὴν τῶν [ἄλλων οἰκητῶν, ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν]
οἰκούντων ἐμ Μαγνησίαι καὶ ὄντων ἐλευθέρων κ[αὶ] Ἑλλήνων· τὰς δὲ ἀνενεχ[θείσας γραφὰς οἱ] ἐξεσταταὶ παραδότωσαν τῶι γραμμα[τοφύ]λακι τῆς
βουλῆς καὶ τοῦ δήμου, ὁ δὲ θέσθω εἰς [τὸ] δημόσιον. ἐπικληρωσάτωσαν δὲ ο[ἱ ἐξεταστ]αὶ εἰς τὰς φυλὰς τὰ ἀνενεχθέντα ὀνόματα πάντα καὶ ἀ[να]-
τοῖς Σμυρναίων· δεχέσθωσαν δὲ καὶ ἐμ Μαγνησίαι τὸ νόμισμα τὸ τῆς πόλεως [ἔνν]ομον· καὶ ἄρχοντα δὲ ὃν ἂν ἀποστέλληι ὁ δῆμος κυριεύσοντά τε
τῶγ κλειδῶν καὶ ἐσόμενον ἐπὶ τῆς φυλακῆς τῆς πόλεως καὶ διατηρήσοντα τὴμ πόλιν τῶι βασιλεῖ Σελεύκωι παραδέξονται οἱ ἐμ Μαγνησίαι· δό-
τωσαν δὲ Σμυρναῖοι καὶ εἰς κατασκήνωσιν τοῖς ἀποσκευαζομένοις τῶν ἐκ Μαγν[ησ]ίας οἰκίας κλινῶν ὅσων ἂν τῶι δήμωι δόξηι ἀφ’ οὗ ἂγ χρόνου ἡ ὁμολο-
ταῖς συνθήκαις αἷς συντέθειμαι πρὸς Σμυρναίους εἰς ἅπαντα τὸγ χρόνον [κ]αὶ διατηρήσω τήν τε συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι
καὶ τῆι Σμυρναίων πόλει, καὶ ἃ παρείληφα παρὰ τοῦ βασιλέως Σελεύκου διατηρ[ήσ]ω κατὰ δύναμιν τὴν ἐμὴν καὶ ἀποδώσω τῶι βασιλεῖ Σελεύκωι καὶ οὐθὲν
παραβήσομαι τῶγ κατὰ τὴν ὁμολογίαν οὐδὲ μεταθήσω ἐπὶ τὸ χεῖρον τὰ γεγραμ[μ]ένα ἐν αὐτῆι οὔτε τρόπωι οὔτε μηχανῆι οὐδεμιᾶι· καὶ πολιτεύσομαι μεθ’ ὁ-
μονοίας ἀστασιάστως κατὰ τοὺς Σμυρναίων νόμους καὶ τὰ ψηφίσματα τοῦ δ[ή]μου καὶ συνδιατηρήσω τήν τε αὐτονομίαν καὶ δημοκρατίαν καὶ τἆλλα τὰ
πάντας καὶ πάσας· ἐμμενῶ ἐν ταὶς συνθήκαις αἷς συντεθείμεθα πρὸς τοὺς [ἐμ Μ]αγνησίαι κατοίκους, τούς τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὺς καὶ τοὺς ἐν τ[οῖς]
ὑπαίθροις τασσομένους καὶ τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ [πολί]τευμα, εἰς ἅπαντα τὸγ χρόνον οὐθὲν παραβαίνων τῶγ κατὰ τὴν ὁμολογίαν
οὐδὲ μετατιθεὶς ἐπὶ τὸ χεῖρον τὰ γεγραμμένα ἐν αὐτῆι, οὔτε τέχνηι οὔτε [μηχα]νῆι οὐδεμιᾶι. καὶ εὐνοήσω καὶ βασιλεῖ Σελεύκωι καὶ τοῖς ἐκ Μαγνησίας κα-
καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτ[ῶν] οὐθένα οὔτε ἄλλωι ἐπιτρέψω οὐθενὶ κατὰ δ[ύν]αμιν τὴν ἐμὴν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύοντα αὐτοῖς ἢ τοῖς ἐκγό[νοις]
αὐτῶν ἢ τοῖς ὑπάρχουσιν αὐτῶν, μηνύσω ὡς ἂν τάχιστα δύνωμαι, καὶ βοι[ηθήσ]ω μετὰ φιλοτιμίας· καὶ μετουσίαν αὐτοῖς δώσω τῶν τε ἀρχείων καὶ τῶν ἄ[λλων]
τῶν κοινῶν τῆς πόλεως, ὧν καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν· εὐορκοῦ[ντι μέμ] μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γένει τῶι ἐξ ἐμοῦ. ἀποδ[ειξά]-
τάξηι. ἀναγραψάτωσ[αν] δὲ καὶ τὴν ὁμολογίαν ἐν στήλα[ις λευκολίθοις καὶ ἀναθ]έτωσαν Σμυρναῖοι μὲν ἐν τῶι τῆς Ἀφροδίτης τῆς Στρατονικίδος ἱερῶι καὶ
ἐμ Μαγνησίαι τῆι πρὸς τῶι Μαιάνδρωι ἐν τῶι τῆς Ἀρτέμιδ[ος τῆς Λευκοφρυη]νῆς ἱερῶι, οἱ δὲ ἐμ Μαγνησίαι κάτοικοι ἔν τε τῆι ἀγορᾶι παρὰ τὸν βωμὸν τοῦ
Διον[ύσ]ου καὶ τὰς τῶν βασιλέων εἰκόνας καὶ ἐμ Πάνδοις ἐν [τῶι ἱερῶι τοῦ] Ἀπόλλωνος καὶ ἐγ Γρυνέωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἀναγραψάτω δὲ καὶ ὸ γραμ-
ματοφύλαξ τῆς βουλῆς καὶ τοῦ δήμου τὰ ἀντίγραφα τῆς ὁμολογίας [εἰς τὸ δημ]όσιον· συνσφραγισάσθωσαν δὲ τὰς ὁμολογίας τὴμ μὲν Σμυρναίοις δοθησομένην
οὓς ἂν ἀποδείξηι τὸ κοινὸν τῶν ἐμ Μαγνησίαι τοῖς τε ἑαυτῶν δακτυλίοις κα[ὶ τ]ῶι ὑπάρχοντι κοινῶι, τὴν δὲ εἰς Μαγνησίαν δοθησομένην σφραγισάσθωσαν Σμυρνα[ίων]
οἵ τε στρατηγοὶ καὶ οἰ ἐξεσταταὶ τῶι τε τῆς πόλεως δακτυλίωι καὶ τοῖς αὐτῶν. ταῦτα δὲ ἀμφοτέροις τοῖς πλήθεσιν συντετελέσθαι τύχηι τῆι ἀγαθῆι. vacat
- Smyrna 20
- Ionia
Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Ἁδριανοῦ
υἱός, θεοῦ Τραιανοῦ Παρθικοῦ υἱω-
νός, θεοῦ Νέρουα ἔγγονος, Τίτος Αἴ-
- Smyrna 22
- Ionia
[θε]οῦ Ἁδριανοῦ [υἱωνοί, θεοῦ Τραια]-
[νο]ῦ Παρθικοῦ ἔ[γγονοι, θεοῦ Νέρουα]
[ἀ]πόγονοι, συ[νόδῳ τῶν περὶ τὸν Βρεισέα]
- Smyrna 25
- Ionia
[τῆς Ἀσίας —]ον ἐκ τεύχους
[— τοῦ τῆς ἐπαρ]χείας ἀνθυπάτου
[— γεγρ]αμμένοις παρὰ αὐ-
[τ—]ου ἱεροῦ δοκιμάζω
[π—] καὶ τὰ δίκαια τοῦ θε-
[οῦ — πα]ρὰ τῷ θεῷ ἐστηλλο-
[γραφ—]τα βυβλίων ἐπιτρε-
- Smyrna 26
- Ionia
κεκτῆ[σθαι, ἐφεξ]ῆς φροντίσουσιν, ἵνα [ὃ ἂν]
ἄριστα ἀρέσ[κῃ, τοῦ]το̣ παραφυλάσση-
ται. vacat? ἔρρωσο Ἀπελλᾶ. [πρὸ εʹ καλ(ανδῶν) Ἰουν(ίων).]
- Smyrna 27
- Ionia
δηναρίων ἑκατὸν εἰς τὸν θεὸν ζημ[ι— ὁ δὲ]
λέγων ἐωνῆσθαι παρὰ τῆς πόλεως ․[—]
καὶ διαγραφῆς τὴν ἱερωσύνην ἐπ[—]
ἱερεῦσιν δίκαιο̣ν τετηρῆσθαι ΝΥ[—]
των ἠξίου παραχωρήσας τῇ πόλει ΤΑΣ[—]
πεφυτευμένας ἀμ̣πέλους καὶ τὰ λοιπὰ [—]
- Smyrna 29
- Ionia
[․․․․․․․․․․c.25․․․․․․․․․․․ περὶ τούτου τ]οῦ πράγματ[ος οὕτως ἔδοξεν· Περ]-
[γαμηνοὺς πρεσβευτὰς ἄνδρας καλοὺς κἀγαθ]οὺς καὶ φίλο[υς παρὰ δήμου καλοῦ]
[κἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου προσ]αγορεῦσαι, χάρι[τα, φιλίαν συμμαχίαν]
[δόγματι συγκλήτου] περὶ χώρας, ἥτις ἐν ἀντιλογίᾳ ἐστὶν δημοσ̣[ιώναις πρὸς Περ]-
[γαμηνούς. ἐν τῷ συμ]βουλίωι παρῆσαν· Κόϊντος Καικίλιος Κοΐντου [Ἀνιήνσης, Γάϊος]
[—ιος Γαΐου Μ]ε̣νηνία, Μάαρκος Πούπιος Μαάρκου Σκαπτία, Γά̣[ϊος Κορνήλιος Μαάρκου]
- Smyrna 31
- Ionia
[—] καὶ νεωκόρου τοῦ Διός, τῷ αὐτὸν μὴ δύνασθαι χωρισθῆναι [—]
[—] ὑπάρχειν. τὴν περὶ τούτου πρόνοιαν ποιήσασθαι δι’ ἃ προδηλοῦται? ΟΝΕΣ[—]
[—] τοῦ θεοπρόπου, ἥτις ἱερωσύνη ἀκολουθεῖ τοῖς τοῦ θεοῦ μυστηρίοις· διὸ [— ὦ]
ἐσφραγίσθη ἐν Ῥώμῃ πρὸ τριῶν νωνῶν Μαΐων, Αὐτοκράτορι Καίσαρι Τ(ίτῳ) Αἰλίῳ Ἁδριανῷ Ἀντωνείνῳ τὸ βʹ, Γαΐῳ Βρουττίῳ
Πραίσεντι τὸ βʹ ὑπάτοις. παρῆσαν Τ(ίτος) Φλ(άουιος) Μακρεῖνος Σιμωνᾶς, Λ(ούκιος) Ἀτάνιος Φλάουιος Δημοσθενιανός, Λ(ούκιος) Αἴτιος Ἑρμογένης Αἰλια[νός,]
Μ(ᾶρκος) Ἀντώνιος Κρίσπος, Λ(ούκιος) Λικίννιος Ἀλβεινιανός, Μ(ᾶρκος) Κοσκώνιος Καρικός, Τι(βέριος) Κλαύδιος Ἄκτιος.
- Smyrna 33
- Ionia
Ὀλυμπιόδωρος Ἁγνίου στατῆρας 𐅏, Λάμπρος Μητροδώρου στα-
τῆρας ΣΣ∶, Ξάνθιππος Πυθοκλέους στατῆρας ∶ Σ̣Σ, Παρμενίσκος
Ζωπύρου στατῆρας 𐅏, Πρωτογένης Μοίριος ∶ στατῆρας Δ,
ξαγόρας Αἴσχρου στατῆρας 𐅏, Δικαιΐδης Κυνίσκου στατῆρας 𐅏,
Ἁγνίας Μόσχου καὶ Μοσχίων Παρμένοντος στατῆρας 𐅏,
Πυθαγόρας Σπερχύλου στατῆρας Δ, Θεαρίδης καὶ Πλούταρχος̣
- Smyrna 34
- Ionia
[Στρα]τ̣ονίκης vacat νʹ
Παράμονος Ἑρμογένου καὶ ὑπὲρ τῆς μη-
[τρὸ]ς Φίλης καὶ τῆς [γ]υναικὸς Ἀθηναιΐδ[ος vacat —ʹ]
- Smyrna 35
- Ionia
τοῦ Ἀπολλοδώρου vacat νʹ
[Δη]μήτριος Παραμόνου ὁ νεώτε-
ρος καὶ ὑπὲρ τῆς γυναικὸς Λυ-
Ἀπολ̣λ̣ωνίδης Δάμωνος Ἀπαμεὺς vacat νʹ
Παράμονος Ἀπολλωνίου Ἀπαμεὺς καὶ ὑπὲρ
Σωστράτου τοῦ Ἱππάρχου Ἀπαμέως vacat νʹ
Μηναγόρας Μηνᾶδος Νικομηδεὺς καὶ
- Smyrna 50
- Ionia
λεως κατεσκεύασεν ἐν ταῖς [—]
σαλίσι βάθρα λγʹ σὺν ταῖς παρακ̣[ειμέ]-
ναις τῇ ἐπιγραφῇ παρ’ ἑκάτερα σ[αλί?]-
σι καὶ τὰς βʹ κλείμακας καὶ τὴν ὅ[λην]
- Smyrna 54
- Ionia
Καικιλιανὸς μυ(ριάδας) βʹ· καὶ ὅσα ἐπετύ-
χομεν παρὰ τοῦ κυρίου Καίσαρος
Ἁδριανοῦ διὰ Ἀντωνίου Πολέμω-
- Smyrna 59
- Ionia
Παπίνιος ὁ φιλόσοφος ἐγκατοχήσας τῷ κυρίῳ Σαράπιδι
παρὰ ταῖς Νεμέσεσιν, εὐξάμενος αὐξῆσαι τὸ Νεμέσειον,
τὸν παρατεθέντα οἶκον ταῖς Νεμέσεσιν ἀνιέρωσεν, ὡς
εἶναι ἐν ἱερῷ τῶν κυρίων Νεμέσεων τὸ ὅλον.
- Smyrna 65
- Ionia
φεσίαι· Πύρρος Σίμου, Θεόδωρος Διονυσίου,
Σωτᾶς Παρμενίσκου, Μεταγείτνιος Διονυσίας?,
[Μητ]ρ̣όβιος Ἀπολλωνίου, Βαδρόμιος Ξενοφῶντος,
- Smyrna 87
- Ionia
τῷ ταμίαι· Διονύσιος γʹ Μ? Μηνοδώ̣ρου τοῦ Μάρκου [—?]
ΓΟΙ ἐπὶ τῆς εἰρήνης· Τι(βέριος) Κλ(αύδιος) Ἀσκληπιάδης, Τ(ίτος) Φλ(άουιος) ΠΑΡΟΡ[—]
Τ(ίτος) Φλ(άουιος) Μητροβιανός, Τι(βέριος) Κλ(αύδιος) Πάνκαρπος, Μ(ᾶρκος) Ἀντ(ωνῖνος) Καππάδ[οξ, —]
- Smyrna 91
- Ionia
Ἀπολλώνιος Μητροδώρου Σπάρος,
ὁ πατὴρ τοῦ γενομένου ἱερέως Ἀπολ-
λωνίου τοῦ Ἀπολλωνίου Σπάρου τοῦ
Ἡλίου Ἀπόλλωνος Κισαυλοδδηνοῦ, ἀ-
ἔστιν· αὐτὸς ὁ θεὸς ἐπὶ βήματος μαρμαρίνου
καὶ ἡ παρακειμένη τῶι θεῶι τράπεζα λίθου Λεσβί-
ου ἔχουσα πόδας ἀναγλύπτους γρῦπας καὶ πρὸ αὐ-
σιδηροῦν, καὶ ἄγαλμα μαρμάρινον Ἀρτέμιδος ἐ-
πὶ παραστάδι μυλίνῃ, καὶ Μηνὸς ἄγαλμα ἐπὶ βάσει
μαρμαρίνῃ, καὶ τράπεζα ποικίλη τετράγωνος,
ἐμπεφιεσμένα ἔχοντα καὶ παστῆον ξύλι-
νον ναοειδὲς καὶ παστὸν λινοῦν, καὶ παρ’ ἑκατέ-
ρᾳ τῶν εἰσόδων βωμὸς Φωκαϊκός, καὶ κλεῖν
τὴν ἐνδώμησιν τοῦ τεμένους καὶ θεμελί-
ωσιν ἐν τετραγώνῳ διὰ σπαράγματος, ἵνα
ἦν ἐπίπεδον ἐν ὁμαλῷ τὸ τέμενος, καὶ ὅπλα
τῶι θεῶι παρακείμενα τοῦ κόσμου χάριν
σιδηρᾶ ὀκτώ.
- Smyrna 96
- Ionia
[․․․c.10․․․ τριε]τίας ὁ ἐνεστὼς ἐνιαυ̣[τός —]
[․c.4․] ἀ̣π̣ο̣[δεδειγμ]ένους παραχρῆμα τὸ ἀρ̣[χαῖον —]
τῆς τῶν τόκων το[ύ]τ̣ων ἀποδοχῆς τοῦ πρ̣[ώτου ἐνιαυτοῦ — μηνὸς]
τοῦτον τοῖ̣ς̣ ἐξ ἀντιπροβολ̣[ῆ]ς̣ κ̣α̣τασταθεῖσι [ταμίαις —, οἱ δὲ τὸν?]
τόκον παραδιδότωσαν, ἅ ἐστ̣[ι]ν 𐆖(δηνάρια) μύ̣ρ̣ι̣α̣ [— τὸ ἐκ τῶν]
τόκων συναγομένων κεφάλαιον, ἃ γείνεται̣ [— συ]-
- Smyrna 111
- Ionia
If a and b belong together, line(s) missing in between
Παρμεν[․․c.7․․]ΛΑ,
Ζωΐλος Ὡραίου,
- Smyrna 142
- Ionia
κατασκευὴν τοῦ ἀδριάντος, καὶ
παρ’ ἑαυτῆς συνεισενενκάσης
εἰς τοῦτο χρῆμα, καὶ τὴν ἀνάστα-
- Smyrna 143
- Ionia
[—]ανὴν καὶ Ἀγαπωμενὴν ἀδελφὰς εὐγενίδας
[—] καὶ τὴν τῶν παρθένων [—]
τὰς θεολόγους συνστεφανωθ[είσας — τὴν]
ὄρχησιν, καὶ πάντα τά τε περὶ τὴν εὐσέβειαν τῆς θεοῦ
καὶ τὴν τῶν μυστῶν ἑορτὴν ἐκτενῶς παρασχούσας,
διὰ τῆς μητρὸς Κλαυδίας Ἀγαπωμενῆς,
- Smyrna 160
- Ionia
τὰς θεολόγους, πάντα τὰ περὶ τὴν εὐσέβειαν τῆς
θεοῦ καὶ τὴν τῶν μυστῶν ἑορτὴν ἐκτενῶς παρασχούσας·
στήσαντος τὰς τειμὰς Κλ(αυδίου) Ἀντωνίου Λάμου τοῦ πατρὸς αὐτῶν,
- Smyrna 169
- Ionia
Πατερνιανόν, στρατηγὸν ἐπὶ τῶν ὅπλων καὶ νεωκόρ[ον]
τ̣ῶν μεγάλων θεῶν Νεμέσεων, ἵππαρχον, γραμμ[α]-
τοφύλακα, πρύτανιν, πρῶτον ἀγορανόμον, ταμίαν
- Smyrna 206
- Ionia
[P]io [Pertinaci Aug(usto),]
[A]rabico [Adiabenico Par]-
ṭhico Ṃ[aximo, p(ontifici) m(aximo), tr(ibunicia) p(otestate) IX?,]
- Smyrna 233
- Ionia
οὗπερ κατοικεῖν δεῖ με τὸν λοιπὸν χρόνον.
μᾶλλον δὲ κλαύσας, πάροδε, τὴν ἐμὴν τύχ̣ην
βαῖν’ οὗ φίλον σοι καὶ τύχοις ὅσων θέλεις.
- Smyrna 238
- Ionia
εὐσεβέων θ’ ὁσίην εὔνασεν ἐς κλισίην.
μνῆμα δ’ ἀποφθιμένοιο παρὰ τρηχῆαν ἀταρπὸν
τοῦτο πάϊς κεδνῆι τεῦξε σὺν εὐνέτιδι.
- Smyrna 249
- Ionia
χαίρειν πᾶσι φίλοις
κατακείμενος ἔνθα παραινῶ καὶ μετέχειν
ζωιῆς· ὧδε γάρ ἐστ’ Ἀΐδης. ❦
- Smyrna 250
- Ionia
τὴν ὁμόδουλον
παρθένον
εἰς Ἀΐδην θά-
Κοπρίαν με ὠνόμασαν γενέ-
ται. οὐ γὰρ ἄτειμος ἔην πα-
ρὰ δεσπόταις, ἀλ(λ)ά μ’ ἔθρε-
ψ̣αν· αὐτοὶ καὶ κοίτον χερ-
δῶκαν τιμήεντα. τὰ-
χὺς δέ με παρθένον οὖ-
σαν· δαίμων ἰς Ἀΐδην
- Smyrna 252
- Ionia
Λήναιον Ἀρτεμιδώρου.
καὶ τὸ πρὶν ἐν πολέμοις τηρῶν πύργον, παροδῖτα,
καὶ νῦν τηρήσω, ὡς δύναμαι, νέκυς ὤν.
- Smyrna 265
- Ionia
[ἄρμ]ενον, ὦ παροδεῖτα, ποιεῖς τύπον ἀμὸν ἀθρήσ[ας]
καὶ δακρύων ὄμβρους χευόμενος κατὰ γῆς.
- Smyrna 277
- Ionia
οἰκεῖν ἐν μακάρεσσι κατ̣’ οὐρανὸν ἀστερόεντα,
χρυσείοισι θρόνοισι παρήμενον ἐς φιλότητα,
καί με παρὰ τριπόδεσσι καὶ ἀμβροσίῃσι τραπέζαι[ς]
ἡδόμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσορόωσιν,
κρατὸς ἀπ’ ἀθανάτοιο πατρηΐσι παρηΐσι μειδιόωντες
[νέκταρ ὅτ’ ἐν] προχοαῖσιν ἐπισπένδω μακάρεσσι.
- Smyrna 299
- Ionia
νεκρὸν ἢ ἑτέραν ἐπιθεῖναι σορὸν τῷ μνημείῳ. εἰ δὲ μή,
ἐὰν ἐπεισενέγκωσιν παρ’ ἃ βεβούλημαι, ἢ ἐπιθῶσιν,
ἀποδώσουσιν καὶ αὐτοὶ εἰς τὸν φίσκον τῶν κυρίων
- Smyrna 347
- Ionia
μηδὲ τούτοις ἢ ἐγγόνοις αὐτῶ[ν.]
εἰ δὲ μή, ἀποτεισάτω ὁ παρὰ ταῦ-
τα ποιήσας τῇ Ζμυρναίων πόλει
- Smyrna 355
- Ionia
τε καὶ τέκνων αὐτοῦ καὶ ἐκγόνων τὴν χρῆ-
σιν τοῦ παρακεχωρημένου ὑποκάτω τοῦ σωλα-
ρίου θωρακείου καὶ τοῦ μνημείου καὶ τῶν ἐν
- Smyrna 386
- Ionia
τῷ ἐποῦσαν σορὸν Προκονησίαν ἀνά-
γλυφον καὶ σόρια παρ’ ἑκάτερα καὶ μύλι-
νον σ̣ο̣ρ̣ό̣ν̣, προσκατεσ̣κ̣[ε]ύασα ἑαυτῇ
- Smyrna 387
- Ionia
ἕτερον ἀνγεῖον τὸ προγονικόν, μηδὲ ἀπαλλοτριῶσαι [⁵¹[—]]⁵¹
τὸ ἡρῷον, ὡς ἐάν τις παρὰ ταῦτα τολμήσῃ ποιῆσαι, [⁵¹[—]]⁵¹
ἀποτείσει Μητρὶ θεῶν Σιπυληνῇ δηνάρια δισ\[⁵¹[—]]⁵¹-
- Smyrna 511
- Ionia
[θέροις· μηδενὸ]ς ἔχοντος ἐξουσίαν
[—]υ. εἰ δὲ μή, ὃς ἂν παρὰ
[ταῦτα ποιήσῃ, δ]ώ̣σει δήμῳ Ῥωμαῖων
- Smyrna 643
- Ionia
νιοι καὶ οἱ κατὰ γῆς δαίμονες κεχολωμένοι αὐτῶ-
ι καὶ γένει αὐτοῦ εἴησαν· κ̣αὶ ὁ παρὰ ταῦτα ποιήσας ἢ πω-
λήσας ἢ μεταθεὶς ἢ ἀγοράσας ἀποτεισάτω τῆι Ζμυρ-
- Smyrna 657
- Ionia
μεῖον πωλῆσαι ἢ ἐξαλλοτριῶσαι ἢ ἀλλό-
τριον νεκρὸν θεῖναι. εἰ δέ τις παρὰ ταῦτά
τι ποιήσει, μὴ μετεχέτω τοῦ μνημείου