44371 matches in 19350 texts. | 11901-12000 12001-12100 12101-12200 12201-12300 12301-12400 12401-12500 12501-12600 12601-12700 12701-12800 12801-12900 |
7375 | 0.5707% | Attica (IG I-III) |
1272 | 0.5076% | Peloponnesos (IG IV-[VI]) |
7440 | 1.1684% | Central Greece (IG VII-IX) |
1495 | 0.8401% | Northern Greece (IG X) |
1451 | 0.7141% | Thrace and the Lower Danube (IG X) |
570 | 0.6819% | North Shore of the Black Sea |
10164 | 0.8927% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
10548 | 0.8617% | Asia Minor |
284 | 0.9672% | Cyprus ([IG XV]) |
668 | 1.1010% | Greater Syria and the East |
1823 | 0.8166% | Egypt, Nubia and Cyrenaïca |
54 | 0.3087% | North Africa |
1160 | 0.8404% | Sicily, Italy, and the West (IG XIV) |
67 | 0.2713% | Upper Danube |
- Olymos 1
- Caria
ἐ[πὶ στεφανη]φό[ρου Λιμναίου τοῦ Διονυσίου τοῦ] Με[νίππου, μηνὸς — ἔδοξεν τῶι δήμωι τῶι Ὀλυμέων, γνώ]-
μην ἀποφηναμένου Δημητρίου τοῦ Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱοθεσίαν δὲ Α[ἰνέου Παρεμβωρδέως· ἐπειδὴ ὤνιαί εἰσι γέαι ἐν τῆι Ὀλυ]-
μίδι ἐν Κυβίμοις αἱ οὖσαι Θαργηλίου τοῦ Ὑβρέου αἱ σύμπασαι, συμφέρον δέ ἐστιν [πρίασθαι αὐτὰς Ἀπόλλωνι καὶ Ἀρτέμιδι θεοῖς τοῦ]
δήμου Ὀλυμέων ἀπὸ τοῦ ἀργυρίου τοῦ ὄντος ἱεροῦ τῶν προγεγραμμένων θεῶν, π[αρατεθειμένου παρὰ Σιβιλωι καὶ Εὐθυδήμωι καὶ Ἑκατό]-
μνωι· δεδόχθαι τῶι δήμωι· ἑλέσθαι ἐκ τοῦ δήμου ἄνδρας, τοὺς δὲ αἱρεθέντας κτ[ηματωνῆσαι τὰ ἔγγαια παρὰ Θαργηλίου τοῦ Ὑβρέου λαβόν]-
τας εἰς τὴν τιμὴν παρὰ μὲν Σιβιλω ἀργυρίου δραχμὰς τετρακισχιλίας, παρὰ δὲ Εὐθ[υδήμου δραχμὰς —χιλίας, παρὰ δὲ Ἑκατόμνω]
ὅσον ἂν ἐλλείπῃ εἰς τὴν τιμήν· τοὺς δὲ αὐτοὺς ἄνδρας πριαμένους τοῖς θεοῖς τὰ ἔγγαια μισθῶσαι αὐτὰ φόρου, ἐφ’ ὧι — ὁ μισθωσά]-
μενος ἕξι αὐτὰ αὐτὸς ἢ οἱ ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόντων καθήκῃ [— κα]-
τ’ οὐθένα τρόπον διαιρῶν οὔτε τὰ ἔγγαια οὔτε τὸν φόρον, καὶ τελέσει εἰς τὸν ἀεὶ χρόν[ον τὸν φόρον ἐν μηνὶ — ἄνεικον]
προσδιορθώσεται καὶ τοῦ ἐμβολίμου μηνὸς τὸ κατὰ λόγον· ἐὰν δὲ τὸν φόρον μὴ διορ[θώσηται καθότι γέγραπται, ὀφειλήσει τὸν ἡμιόλιον· ἐὰν δὲ δὶς]
ἐφεξῆν μὴ καταβάλῃ, ὀφιλήσι μὲν καὶ τὴν καταβολὴν ταύτην ἡμιολίαν καὶ οὐχ ὑπάρξ[ει αὐτῶι ἡ μίσθωσις· πράξουσιν δὲ τὸν φόρον οἱ ἐν]
ἑκατέραι ταμιείαι, ἠὰν καὶ ὀφειληθῇ, κατὰ τὸν πωλητικὸν νόμον παρὰ τοῦ μισθωσαμέν[ου — ἐὰν δὲ μὴ διευ]-
τακτήσῃ τις, οὗ[τ]οι οἱ [τ]α[μί]αι ἀναμισθωσάτωσαν εἰς πατρικά, ὡσαύτως καὶ διεγγυ[ησάτωσαν τὸν μισθούμενον — καὶ ἀναγραψάτω-
- Olymos 2
- Caria
ἐπὶ [στεφανηφόρου —]
[—]Ι· ἐπειδὴ ὑπάρχει ἱερὸν ἀ[ργύριον Ἀπόλλωνος καὶ Ἀρτέμιδος —]
[— ἐ]μι[σ]θώσατο Λέω[ν —]
- Olymos 3
- Caria
[ἐπὶ στεφαν]ηφόρου Ἰατροκλε̣[ί]ο̣υ̣ς τοῦ Λέοντος τοῦ Μέλανος, μηνὸς Ἀρτεμισίου εἰκάδι· ἔδοξεν τῶι Ὀλυμέων δή[μωι, γνώμην ἀποφηναμένου Δη]-
[μητρί]ου τοῦ Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱοθεσίαν δὲ Αἰνέου Παρεμβωρδέως· ἐπειδὴ καθήκει ὑπάρχειν τ[ὴν μετουσίαν τῶν παρ’]
[Ὀλυμ]ε̣ῦσιν κοινῶν ἱερῶν κατ’ ἀνδρογένειαν, τοῖς τε οὖσιν ἀπογόνοις τῶν ἐπικληρωθέντων διὰ τὴν προϋπάρ[χουσαν μετὰ Μυλασέων συμ]-
[πολι]τ̣είαν, ἔτι δὲ καὶ τοῖς τετιμημένοις ἢ μετουσίαν εἰληφόσιν, ὁμοίως δὲ καὶ τοῖς γεγενημένοις υἱοθέτοις [τῶν — κατὰ]
[δὲ τα]ὐτὰ καὶ τοῖς ἐψηφισμένοις ὑπὸ τοῦ δήμου καὶ διὰ τὴν υἱοθεσίαν μετειληφόσιν ἢ καὶ μεταλαμβάνουσιν τῶ[ν κοινῶν ὄντων ἱερῶν, νῦν]
[δὲ τι]νες κατ’ οὐθένα τρόπον τῶν προγεγραμμένων ὑπαρχούσης αὐτοῖς τῆς μετουσίας τῶν ἱερῶν μεταλαμβάνου[σιν τῶν ἱερῶν τῶν περὶ τὸν Ἀπόλλω]-
[να κα]ὶ τὴν Ἄρτεμιν, οἷς θεοῖς οὐ μόνον πρόσοδοι ὑπὸ τοῦ δήμου καθειέρωνται καὶ αἱ θυσίαι καὶ αἱ ὑποδοχαὶ συντελ[οῦνται κατ’ ἐνιαυτόν, ἀλλὰ καὶ τὰ προσ]-
[ήκοντα] καὶ ἀνήκοντα πρὸς τιμὴν καὶ δόξαν διοικεῖται κατὰ τὰ πάτρια· πρὸς δὲ τούτοις ὑπαρχουσῶν τοῦ Ὀλυμ[έων δήμου τῶν τριῶν πρότερον μὲν φυ]-
[λῶν κα]λουμένων, νῦν δὲ συνγενειῶν, τῆς τε Μωσσέων καὶ Κυβιμέων καὶ Κανδηβέων, τούτων δὲ ἐν ἑκάστηι ὑπαρχουσ[ῶν θυσιῶν καὶ ἱερουργιῶν]
[ἰδίων οὐσ]ῶν ἐν ἑκάστηι καὶ προσόδων οὐσῶν ἰδίων, τινὲς λαβόντες κατὰ συνχώρημα τὴν μετουσίαν ἐν συνγεν[είαις τῶν ἱερῶν, ἀξιοῦντες αὐτοῖς μετουσίαν καὶ ἐν ταῖς]
[τῶν —]ωκότων συνόδοις ὑπάρχειν, τετολμήκασιν ἐπὶ τὰ διοικούμενα ὑπὸ τοῦ Ὀλυμέων δήμου, οἱ μὲν αὐτῶν ἐπὶ τὰ[ς θυσίας μόνον ἰέναι, οἱ δὲ καὶ ἐπὶ τὰς τι]-
[μὰς τῆς τε ἱερου]ργίας καὶ ἱερωσύνης καὶ προφητείας, καὶ ἐκ τῆς τῶν μηθὲν προσηκόντων ἀναιδοῦς ἀμφιζβητήσεως [πολλὰ ἀσεβήματα συνέβη κατὰ τῶν δι]-
[καίων τῶν πολιτ]ῶν καὶ κατὰ τῆς προστασίας τῶν θεῶν κατασκευάζεσθαι· ἵνα οὖν εἰς δύναμιν πᾶσα μοχθηρὰ παρεύρεσις π[ερὶ τούτων ἀναιρῆται τὸ λοιπόν·]
[ἀγαθῆι τύχηι] δεδόχθαι τῶι Ὀλυμέων δήμ[ωι· ἀνα]γρ[ά]ψαι τοὺς διεστῶτας ταμίας ἐν τῶι ἐπ[ὶ δεξιὰ] προ[πυλαί]ωι το[ῦ τεμένους τοῦ Ἀπόλλωνος καὶ τῆς]
- Olymos 4
- Caria
[ἔδοξεν τῶι δήμωι τῶι Ὀλυμέων, γνώμ]ην ἀποφηναμένου Φαίδρου τοῦ
[Μοσχίωνος ἱερέως Δαιμόνων Ἀγαθῶν] Παρεμβωρδέως· τοῦ γὰρ δήμου
[— τὴν Λητῶ καὶ τὸν Ἀπόλλ]ωνα καὶ τὴν Ἄρτεμιν θεοὺς ἐπι
[—]ντα γενέσθαι ὑπὸ τ̣ῶ[ν] ἐργοδοτῶν
[—]Α τὸ παρὸν ἐν τῶι κ[οινῶ]ι οὐκ ἔστιν
[— ἑλέ]σθαι? ἕνα τῶν ἀπὸ τ[οῦ δ]ήμου ὃς προ-
[νοήσει ὅπως —λ]αβόντες διάφορον [οἱ ἐργ]οδόται σὺν
[τῶι νεοκόρωι —] πόρον δὲ ὑπάρχ[ειν εἰς] τὴν ἀποκα-
[τάστασιν? τοῦ ἀγάλματος —]ιλούσης συντελεσθ[ῆ]ναι θυσίας τε
- Olymos 5
- Caria
ἵνα δὲ καὶ τῶν ἐπαγγειλαμέν[ων φιλαγα]θία φανερὰ πᾶσ̣[ιν ὑ]-
πάρχῃ, ἀναγραφῆναι τόδε τὸ [ψήφισμ]α ὑπὸ τῶν ἐνεστώτων τα-
μιῶν καὶ τὰ ὀνόματα τῶν ἐπηγγελμένων καθότι ἂν ἐπαγγείλων-
- Olymos 6
- Caria
ἐπὶ στεφανηφόρου Λιμναίου τοῦ Διονυσίου τοῦ Μενίππου, μηνὸς Ὑπε[ρβερεταίου ἔδοξεν τῶι δήμωι τῶι Ὀλυμέ]-
ων, γνώμην ἀποφηναμένου Δημητρίου τοῦ Ἑρμίου τοῦ Ἀντιπάτρου κα[τὰ δὲ υἱοθεσίαν Αἰνέου Παρεμβωρδέως· ἐπειδὴ ἐν τῶι παρόντι ὑ]-
πάρχει τῶι δήμωι τῶι Ὀλυμέων ἱερὸν ἀργύριον Ἀπόλλωνος καὶ Ἀρτέμιδος [τῶν θεῶν τοῦ αὐτοῦ δήμου, δοκεῖ δὲ τὰς γέας Θαργηλίου ἀκολού]-
θως τοῖς προεψηφισμένοις ἀπ’ αὐτοῦ κτηματωνηθῆναι· δεδόχθαι τῶι [δήμωι· ἑλέσθαι ἄνδρας, τοὺς δὲ αἱρεθέντας ὑπὸ τοῦ]
δήμου λαβόντας παρὰ τῶν προδανειστῶν εἰς τὴν τιμὴν τὸ ἀργύριον π[αραδιδόναι Θαργηλίωι Ὑβρέου —]
ΟΝΤΟΣ καὶ ἀναγραψαμένους τὰς κυριείας αὐτῶν εἰς τοὺς θεοὺς ἀκολ[ούθως τοῖς νόμοις τοῖς κειμένοις περὶ τῆς ὠνῆς· μισθῶσαι αὐτὰ εἰς]
- Olymos 7
- Caria
[ἐπὶ στεφανηφόρου — τοῦ Θε]ο̣δ[ό]του?, μ[η]νὸ[ς Ἀ]πελλαίου εἰκάδι· ἔδ̣[οξεν τ]ῶ̣ι δήμωι τῶι [Ὀλυμέων]
[γνώμην ἀποφηναμένου Φα]ίδρου τοῦ Μ[οσχίωνος] ἱερέως Δ̣α̣ιμ[ό]νων Ἀγαθ[ῶν Π]αρεμβωρδ[έως —]
[ἐπειδὴ ἐν τῶι παρόντι ὑπάρχει τῶι δή]μωι τῶι Ὀλυμ[έ]ων ἱερὸν ἀργύριον [Ἀ]πόλλω[ν]ος [κ]α̣ὶ Ἀ̣ρτ̣έμ[ι]δος τ[ῶν θεῶν τοῦ αὐτοῦ]
[δήμου, δοκεῖ δὲ τὰς γέας κτηματωνηθῆναι· δ]ε[δ]ό̣χθ̣α̣[ι τ]ῶ[ι] δ̣ή̣μωι· [ἑ]λέσθ̣αι ἄν̣[δρας, τ]οὺς [δὲ α]ἱρεθέ[ν]τας λαβομέν[ους παρὰ τῶν]
[προδανειστῶν εἰς τὴν τιμὴν —]ΟΣ[—]Α[—]Α[— Θ]ε̣ο̣δότ̣ου τοῦ Θαργηλ[ίου κατὰ δὲ] υἱοθεσία[ν] Θαργηλ[ίου τοῦ]
[—] ἐὰν δὲ καὶ ἐμβόλιμο]ν μῆνα ἡ πόλις [ἄ]γῃ, τὸ κατὰ λόγον καὶ τοῦ ἐμβολίμου μηνός· ἐὰ[ν —]
[—] ἐξουσίαν ἔχων καὶ ἑτέρωι παραχ[ωρ]εῖν καὶ οὐ καταμεριεῖ[ν] ΤΟ[—]
[—] καὶ τῆς τριακάδος τὸν συναγόμενον ἐκ τοῦ τόκου ἀργ[υρί]ου δ[ραχμὰς]
- Olymos 8
- Caria
[ἐὰν δὲ καὶ ἐμβόλιμ]ον μῆνα ἡ πόλις ἄγ[ῃ, τὸ κατ]ὰ
[ἐξουσίαν] ἔχουσα καὶ ἑτέρωι π̣[αραχ]ω-
[— τὸν σ]υναγόμενον ἐκ τοῦ ΠΡΟ[—] ἀρ-
- Olymos 9
- Caria
ριτίου εἰκάδι· ἔδοξε[ν τ]ῶι δήμωι τῶι Ὀλυμέων, γνώμ[ην ἀποφηναμένου —]
ἐπειδὴ Πίστος Εἰρην̣[αί]ου πρότερον ὑπάρχων οἰκεῖ[ος καὶ φίλος τῶι δήμωι κατέλιπεν τῶι Ἀπόλλωνι καὶ]
τῇ Ἀρτέμιδι τοῖς θεο[ῖς τ]οῦ αὐτοῦ δήμου ἀργυρίου δραχ[μὰς — συμφέρον δέ ἐστιν κτηματωνηθῆναι γέ]-
ας ἐν τῆι κώμῃ τῆι ἐν [Κυβ]ίμοις ὅπως τοῦ διαφόρου κα[ταλελειμμένου πρόσοδος ὑπάρχῃ τοῖς θεοῖς εἰς τὸν]
ἅπαντα χρόνον· δεδό̣[χθ]αι· τοὺς ἐνεστῶτας ταμίας τ[ὰς προγεγραμμένας γέας κτηματωνῆσαι· ἀναγράψαι δὲ τοῦτο]
- Olymos 10
- Caria
τῶν προγεγραμμένων ἐγγα[ίων·]
πόρον δὲ ὑπάρχειν εἰς τὴν [ἀπό]-
δοσιν τοῦ δανείου τὸ ἐ[σ]όμε[νον]
- Olymos 10*5
- Caria
[οἱ εἱρημένοι κτηματῶναι ὑπὸ? το]ῦ Ὀλυμέων δήμου ὥστε πρίασθαι Ἀ[πόλλωνι καὶ Ἀρτέμιδι θεοῖς τοῦ αὐτοῦ δήμου Δημήτριος Ἑρμίου τοῦ Ἀντιπά]-
[τρου κατὰ δὲ υἱοθεσίαν Αἰνέου Πα]ρεμβωρδεύς, Διενυσικλῆς Μενεκράτου [κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλέους Μαυννίτης —]
[— σὺν Ἀντιπάτρ]ωι? Ἑρμίου τοῦ Ἀντιπάτρου, Ἀρτέμωνι Εὐπολέ̣[μου, Εἰρηναίωι Λέοντος, Διοδότωι Μέλανος τοῦ Πολίτου ἱερεῖ Διοσ]-
[— Δημη]τρίου Μαυννίταις, Ἀττίναι Ἑρμίου τοῦ Ἀντιπ̣[άτρου Κορμοσκωνεῖ —]
[—]ρῳ Παμμένου Παρεμμβωρδεῦσιν, γέας τὰ[ς —]
[—]Σ καθότι αὐτῶι ὑπῆρχεν σὺν ταῖς ἐνούσαις [ἀμπέλοις —]
[—]δήμου, Εὔανδρος Ἀπολλωνίδου, καὶ ἡ ὁδὸς [—]
[— ἡ ἐ]πὶ τὴν κώμην φέρουσα· τὴν δὲ παραχώρησιν [ἐποιήσατο λαβὼν παρ’ αὐτῶν ἀργυρίου δραχμὰς]
[—] Ὀγονδεύς· μάρτυρες δικασταί.
- Olymos 11
- Caria
[θ]εσίαν Ἑστιαίου, Ἰάσων Διοσκουρίδου, Ἀπολ-
[λ]ώνιος Παρμενίσκου Μαυννῖται οἱ εἱρημέ-
νοι ἄνδρες ὑπὸ τοῦ δήμου τοῦ Ὀλυμέων κατὰ
- Olymos 12
- Caria
[κ]αὶ κοι[νῆι — Ὀλ]υμέ[ω]ν Π[—]
μεγά̣λ̣α̣ς̣ [χρε]ία[ς πα]ρεχόμενο[ς] δ[—]Κ[—]
[—]Ε[—]ΕΝ[—]ΝΑ[—]Α[—]Ε [Ἑ]στ[ι]αῖον [εὐ]εργ[έ]την̣
- Olymos 13
- Caria
[—]ΕΜΑ[—]
[—] π̣[αρα]γινόμενος οὐθένα καιρὸν πα[ρα]-
[λείπων — κατὰ] τὴν αὑτοῦ δύναμιν, ἐναποδεικνύμε[νος]
[τύχηι· δεδόχθαι· ἐπηινῆσθαι Φαῖδρον Μ]οσχίωνος ἱερέ[α]
[Δαιμόνων Ἀγαθῶν Παρεμβωρδέα καὶ στ]εφανῶσαι [αὐτὸν]
[χρυσῶι στεφάνωι· στῆσαι δὲ γραπτὴν αὐ]τοῦ εἰκόνα [ἐν]
[Δαιμόνων Ἀγαθῶν ἐπαίνωι, εἰκόνι γραπτῆι] καὶ χρυ[σῶι]
[στεφάνωι, ὅτι — παρ]αγενό[μενος?]
[φιλότιμον καὶ ἐκτενῆ αὑτὸν παρέσχεν, πάσηι] προνοίαι [χρη]-
[σάμενος εἰς πάντα τὰ ἐπείγοντα, μετὰ δὲ ταῦτ]α, ἐπειδὴ [κρεα]-
- Olymos 14
- Caria
δ̣ὴ Φαῖδρος Μο[σχίωνος ἱερεὺς Δαι]-
μόνων Ἀγαθῶν [Παρεμβωρδεὺς ἀ]-
νὴρ καλὸς καὶ ἀγ[αθὸς γινόμενος ἀ]-
[δ]ιατετήρηκεν ΕΓ[—]ΝΕ[— ἀεί τινος ἀ]-
γα[θ]οῦ παραίτιος γιν[όμενος —]
ΔΙΑΝΕ[—]ΚΑΙ[—]
- Olymos 15
- Caria
[ἐπ]ειδὴ Πολίτης Θυσσου Τερσσωγασσεὺς διατε[λεῖ χρεί]-
[ας] παρεχόμενος [καὶ] ἰδίαι καὶ κοινῆι, ἐπαινέσαι αὐ[τὸν]
[ἀρε]τῆς ἕνεκε κα[ὶ ε]ὐνο[ίας ἧ]ς̣ ἔ̣χει εἰς τ[ὸ] κοινόν· δεδό̣[σ]-
[ποὶ] πολῖται μετ[έχουσιν· εἶ]ναι [δὲ α]ὐτὸν φυλῆς ἧς ἂν [αὐ]-
[τὸ]ς θέληι· τὰ αὐ[τὰ δὲ ὑπάρχειν καὶ τ]οῖς ἐ[κ]γόνοις αὐτο[ῦ·]
[ἀ]ναγράψαι δὲ τό[δε τὸ ψήφισμα τοὺς ταμί]ας τοὺς πε̣-
- Olymos 16
- Caria
[κ]αὶ ἀναγκαίοις καιροῖς χρή[σιμον ἑαυ]-
[τὸ]ν παρέχεται ὑπὲρ παντὸς Τ[—]
[—]ΤΟΣ τοῖς τε θεοῖς καὶ κατὰ κοι[νὸν τῶι]
[—]ΤΟΥ τοὺς πολὺ προθυμοτέ[ρους εἰς]
[τὸ κοι]νὸν ὑπάρχειν καὶ ἄλλ[ους? —]
[—]․․ΩΝΓΙΝ[—]
- Olymos 17
- Caria
ου τοῦ Θρασέου ζηλω[τὴς ὢν τῶν ἀρίστων ἀπὸ τῆς πρώτης ἡλικίας χρεί]-
ας παρεχόμενος ἰδίαι [μὲν ἑκάστωι τῶν πολιτῶν, κατὰ κοινὴν δὲ]
τῶι Ὀλυμέων δήμωι κ[αὶ — διακείμενος εὐνόως καὶ φιλοσ]-
τύχηι· δεδόχθαι· ἐπη[ινῆσθαι —]
καὶ ὑπάρχειν αὐτῶι τε κ[αὶ ἐκγόνοις αὐτοῦ πολιτείαν καὶ μετου]-
σίαν πάντων ἐφ’ ἵσῃ καὶ [ὁμοίᾳ τοῖς λοιποῖς Ὀλυμεῦσιν· καὶ ἐ]-
- Olymos 18
- Caria
[ἀπονεμ—· ἀγαθῆι τύχηι· — α]ὐτοῖς
[— ὑπάρχειν αὐτῶι τε καὶ τοῖς ἐ]κγόνοις
[πολιτείαν — καθάπερ καὶ το]ῖς ἄλλοις
- Olymos 19
- Caria
[— δεδόσθαι δὲ] α̣ὐτῶι καὶ πολιτεία[ν —]
[—]ται ΚΑΤ̣ΑΔΕ ὑπάρ[χειν —·]
[—· ἀ]ναγράψαι δὲ τὸ ψ[ήφισμα]
- Olymos 24
- Caria
[τῶ]ν Ὀλυμέων ἐπὶ [τῆς πα]ραστάδος τοῦ ν[α]οῦ [—]
εἰσπορευομέν[ων ἐν]δέξια· τῆς δὲ ἀναγραφῆς ἐ[πιμεληθῆναι]
- Olymos 26
- Caria
[—]ΑΣ ὑπὲρ τῶν διενγυ[ήσεων? —]
[—]Ν παρεστήσατο διὰ Τ[—]
[—]ΤΑΣ προσεξευρεῖν δὲ Π․[—]
- Olymos 30
- Caria
[βρανδεῖς ἢ Ὀλυμεῖς διὰ τύχην τινὰ ἐνεγράφ]ησαν ἢ διὰ τοὺς χρόνους ἢ εἰσῆλθον εἰς συνγένειαν ἢ [—]
[—] πατρῶν ἐπὶ ταύτας ΑΙ[—]ΕΝ[—]Α̣ συνγενεῖς παραλ[—]
[— τοὺς ἐπι]κεκληρωμένους καὶ κληρῶσαι καὶ μετέχειν π[άντων ὧν]
[μένων — ἐπὶ] τὰς συνγενείας καὶ πάτρας· περὶ δὲ τούτων ὧν Ε[—]
[— παρὰ? τὰ δεδογμέ]ν̣α εὐθύνειν παρευρέσει μηδεμιᾶι μήτε τοὺς ἄ[ρχοντας]
[— αὐ]τοῦ καὶ πάντα τὰ χείριστα αὐτῶι καὶ ἐγγόνοις γίνε̣[σθαι·]
[ἐὰν δέ τις — ἢ τὴν εὔθυναν π]αραδέξηται ἢ εἰσαγάγηι ἢ δικαστὴς δικάσηι ἢ δ̣[ῶι παρὰ τὰ δε]-
[δογμένα —]
- Olymos 30*6
- Caria
[— ἐνεβίβασεν κατὰ τὸν νόμον Θαργήλιος Ὑβρέου τοὺς εἰρημένους κτηματώνας ὑπὸ τοῦ Ὀλυμέων δήμου Δημήτρι]ον Ἑρμίου [τοῦ]
[Ἀντιπάτρου κατὰ δὲ υἱοθεσίαν Αἰνέου Παρεμβωρδέα, Ἀντίπατρον Ἑρμίου τοῦ Ἀντιπάτ]ρου Κορμοσκω[νέα, Δι]ο̣νυσικλῆν Μενεκράτ̣[ου]
[κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλέους Μαυννίτην, Εἰρηναῖον Λέοντ̣ος, Διόδοτον Μέλανος τοῦ Πολίτου ἱερέα Διοσκόρ[ων]
[Κορμοσκωνεῖς, Ἀριστέαν Διονυσίου Παρεμβωρδέα, Εὐθύδημον Θεοξένου ἱε]ρέα Διὸς Ἐλευθερίου, Ἑκατόμνων Οὐλιάδου ἱερέα Διὸ[ς]
[Λαβραύνδου Μαυννίτας, Εὔδημον Μενεδήμου Μαυννίτην, Σιβιλων Διοδώρου τοῦ Θρασέου] ἱερέα Δικαιοσύνης Παρεμβωρδέα, Ἡρακλείδην Ἀσ-
[κληπιάδου Τετράφυλον, —δρον Αἰνήτου —, Ἀριστέαν Ἰάσονος τ]οῦ Ἀντιλέοντος Κορμοσκωνέα, Μηνόφιλον Ἰάσονος Τε-
- Olymos 31
- Caria
[ἐπὶ στεφανηφόρου Λιμναίου τοῦ Διονυσίου τοῦ Μενίππου, μηνὸς Δαεισίου τετράδι· Δημήτριος Ἑρμίου το[ῦ Ἀντι]-
[πάτρου κατὰ δὲ υἱοθεσίαν Αἰνέου Παρεμβωρδεὺς καὶ Ἀντίπατρος Ἑρμίου τοῦ] Ἀντιπάτρου Κορμοσκωνεὺς καὶ Διονυσικλῆς
[Μενεκράτου κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλείους Μαυννίτης κ]αὶ Εἰρηναῖος Λέοντος καὶ Διόδοτος Μέλανος [τοῦ]
[Πολίτου ἱερεὺς Διοσκόρων Κορμοσκωνεῖς καὶ Ἀριστέας Διονυσίου Παρεμβωρδε]ὺς καὶ Εὐθύδημος Θεοξένου ἱερεὺς Διὸς [Ἐλευ]-
[θερίου καὶ Ἑκατόμνως Οὐλιάδου ἱερεὺς Διὸς Λαβραύνδου καὶ Εὔδημος Μενεδήμο]υ Μαυννῖται καὶ Σ̣ιβιλ[ως Διοδώρ]ου [του Θρασέου ἱερεὺς]
[Δικαιοσύνης Παρεμβωρδεύς.]
- Olymos 32
- Caria
[— καὶ τὴν ὀνομαζομ]ένην ΚΟ̣[—] σὺν ταῖς ἐνούσαις ἀμπέλοις καὶ τοῖς ἄλλοις δένδρεσιν [πᾶσ]ιν καθό[τ]ι [κ]α[ὶ —]
ἃ καὶ αὐτὰ ἐπρίατο Πολίτης παρὰ τῶν ταμιῶν τ]ῆς πόλε[ω]ς [τῶν] π̣ερὶ Αἴνητο[ν] Α[ἰν]ήτου ἐναντίον μαρτύρων τῶν ὁμόρων ΑΥΤΩ[—]Ω[—] Πρωτε[—]
[—]ΥΤΟΙΣΥ[—] καὶ πέραν̣ τοῦ πο[τ]αμο̣ῦ τοῦ Κενιω Ἀθηναίου Υ[—]ΣΣ[— Πο]λυφημ̣[ο—]
[— Ἀπολλωνίου τοῦ] Ἀριστέου κα[τὰ δὲ υἱοθεσίαν Πρωτέου —]
[— Ἑκα]ταίου τοῦ Λέοντ[ο]ς [τ]ῶν αὐτῶν ταμιῶν̣, ἀφ’ ὧν ἔχουσιν ἐν ὑπ̣[οθ]έσ[ει παρὰ —]
- Olymos 33
- Caria
[ἐπὶ] στεφανηφόρου [Δ]ιονυσίου τοῦ Μέλανος τοῦ Φανίου, μηνὸς Πανέμ̣ου τε[τάρτηι· παρε]χώρησ[εν Πολί]τ̣ης [—]
[Κορ]μοσκωνεὺς τοῖς εἱρημένοις κτηματώναις ὑπὸ τοῦ Ὀλυμέων δήμου Δ̣[ημητρίωι Ἑρμίου] τοῦ Ἀν[τιπάτρου κατὰ δὲ υἱοθεσίαν Αἰνέου, Φαίδρωι Μοσχίω]-
[νο]ς ἱερεῖ Δαιμόνων Ἀγαθῶν Παρεμβωρδεῦσιν, Διονυσικλῇ Μενεκράτου κατὰ δὲ υἱο[θεσίαν Ἀρτ]εμιδώρ[ου τοῦ Διονυσικλέους,]
[Μα]ιυννίταις, Ἰάσονι Μοσχίωνος Παρεμβωρδεῖ, Ἀριστέαι Ἀντιπάτρου κατὰ δὲ [υἱοθεσίαν Μέλ]ανος το[ῦ —, Ἀτ]-
[τί]ναι Ἑρμίου τοῦ Ἀντιπάτρου Κορμοσκωνεῦσιν, Ἱεροκλῇ Ἐπαινέτου Τετραφύλωι, Μεν[ε]κ̣ρ̣ά̣[τηι] Ἰάσονος το[ῦ —]
[Κ]ορμοσκωνεῦσιν, Ἀριστέαι Διονυσίου τοῦ Ἀριστέου τοῦ Ἐπαινέτου Παρεμβωρδεῖ, Ἀρισ[τ]έ̣αι Μέ[λ]ανος Ὀγο[νδεῖ, — Μέ]-
[λ]ανος τοῦ Ἑρμίου Κορμοσκωνεῖ, Μηνοφίλωι Ἰάσονος Τετραφύλωι, Ἀριστέαι Εἰρην̣α̣[ί]ο̣υ Τετραφύλωι, Ἀρισ[τέαι — ἱερεῖ]
Ἀπόλλωνος Πυθίου Παρεμβωρδεῖ, Ἑρμίαι Ἀντιπάτρου τοῦ Ἑρμίου ἱερεῖ Διὸς Κρητα[γ]ενοῦς κ[α]ὶ Κουρήτω[ν Παρεμβωρδεῖ, αἱρεθεῖσιν ὑπὸ]
τοῦ Ὀλυμέων δήμου ὥστε κτηματωνηθῆναι Ἀπόλλωνι καὶ Ἀρτέμιδι θεοῖς τοῦ αὐτοῦ [δή]μου γέας [ἐν τῆι Ὀλυμίδι τήν τε ὀνομαζομένην Κο]-
τὰς οὔσας τῆς ἐν Ὀλύμωι Μωσσέων συγγενείας πρότερον δὲ φυλῆς καλουμένης σὺν τοῖς ἐνοῦσι [δένδρεσιν, οὐθὲν ὑπολειπομένου ἑαυτῶι ἐν τοῖς το]-
ποις τούτοις Πολίτου, ἃ καὶ αὐτὰ ἐπρίατο Πολίτης παρὰ τῶν ταμιῶν τῆς πόλεως τῶν [περὶ] Αἴνητο[ν Αἰνήτου· — οἱ]
προγεγραμμένοι ἀπὸ τῶν ἰδιωτικῶν ὧν ἐώνηνται παρ’ αὐτοῦ Πολίτου· καὶ πέραν τοῦ π[ο]ταμοῦ τοῦ [Κενιω? — Ἰα]-
τροκλ̣ῆς Ἀριστέου, Ἀριστέας Διοδότου ὀρφανός, Ἀπολλώνιος Ἰάσονος [το]ῦ Ἀπολλωνίου, Διο[ν]ύσιος Εἰρη[ναίου —]
Δημητρίου, Θαργήλιος Ἀριστέου, καὶ ὑπὲρ τὴν τάφρον οἱ ταμίαι τῆς πόλεως Μέλας Αἰνήτου τοῦ Θεοδό[του —]
λίου, Ἀπολλώνιος Ἀριστέου κατὰ δὲ υἱοθεσίαν Πρωτέου, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθέσει παρὰ Λέοντος το[ῦ — τὴν]
δὲ παραχώρησιν ἐποιήσατο λαβὼν παρ’ αὐτῶν ἀργυρίου δραχμὰς τρισχιλίας, ἀφ’ ὧι τελέσουσιν τῶν μὲν [— γενη]-
[μ]άτων? δεκάτην, τῶν δὲ αὐτῶν ὧν τῇ Μωσσέων συγγενείαι φόρον καθ’ ἕκαστον ἔτος ἀργυρίου [δραχμὰς — ἐτέλεσεν]
- Olymos 34
- Caria
[τοις — μάρτυρες ὅμοροι Ἑκαταῖος καὶ Εὔξενος υἱοὶ Εὐ]ξένου, Ἀβας Ἀριστέου ἡ ἀπολελειμμένη κυρία κατὰ διαθήκην ΤΩ̣[—]
[— Πρωτέου, Μέλας Φαν]ίου τοῦ Μέλανος, ἀφ’ ὧν ἔχει ἐν ὑποθέσει παρὰ Θεοδότου τοῦ Θαργηλ̣[ί]-
[ου — Μέλανος κατὰ δὲ υἱοθεσίαν] Γλα̣ύκου τοῦ Γνώτωνος, Ἑκατόμνως Ἀντιπάτρου ἀργυρίου δραχμὰ̣[ς]
- Olymos 35
- Caria
[δήμου — Δημήτριον] Ἑρμίου τοῦ Ἀντιπάτρου κατὰ δὲ υἱοθεσίαν Αἰνέου καὶ Φαῖδρο̣[ν]
[Μοσχίωνος ἱερέα Δαιμόνων Ἀγαθῶν Παρεμβωρδεῖς καὶ Διονυσι]κλῆ[ν] Μενεκράτου κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διο̣ν̣[υσικλέ]-
[ους Μαυννίτην καὶ Ἰάσονα Μοσχίωνος Παρεμβωρδέα καὶ Ἀντίπ]ατρον Ἀπολλωνίου καὶ Ἀντίπατρον Ἑρμίου τοῦ Ἀντιπάτρου̣
[Κορμοσκωνεῖς καὶ Ἀπολλώνιον Λέοντος καὶ Ἀρτέμωνα Εὐπολέ]μου Κορμοσκωνεῖς καὶ Δημήτριον Ἐπαινέτου Τετράφυλον κα[ὶ]
- Olymos 36
- Caria
[τοις — ἐναντίον μαρτύρων τῶν ὁμόρω]ν Ἑκαταίου καὶ Εὐξένου υἰῶν Εὐξένου, Ἀβας τῆς Ἀριστέου [τῆς ἀ]πολελειμμ[έ]-
[νης κυρίας κατὰ διαθήκην ΤΩ— Πρ]ωτέου, Μέλανος τοῦ Φανίου τοῦ Μέλανος, ἀφ’ ὧν ἔχει ἐν ὑπο[θέσει π]α[ρ]ὰ Θεοδότου
[τοῦ Θαργηλίου — Μέλα]νος κατὰ δὲ υἱοθεσίαν Γλαύκου τοῦ Γνώτωνος, Ἑκ[α]τό[μν]ω [τοῦ] Ἀντιπάτρου
- Olymos 37
- Caria
[ἐπὶ στεφανηφόρου — κατὰ δὲ υἱοθεσίαν Λαμ]πρίου τοῦ Μενίππου, μηνὸς Δύστρου δευτέρ̣α[ι· ἐμίσθ]ω̣σαν οἱ εἱρημένοι μισθ[ωταὶ ὑπὸ τοῦ]
[Ὀλυμέων δήμου Δημήτριος Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱ]οθεσίαν δὲ Αἰνέου καὶ Φαῖδρος Μοσχίωνος [ἱερ]ε[ὺς Δ]α[ιμό]νων Ἀγαθῶν Παρεμβωρ[δεῖς καὶ]
[Διονυσικλῆς Μενεκράτου κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου το]ῦ Διονυσ[ικλ]έους Μαυννίτης καὶ Ἰάσων [Μοσχίωνος Παρεμβωρδεὺ]ς καὶ Ἀντίπατρ[ος Ἀπολλω]-
[νίου καὶ Ἀντίπατρος Ἑρμίου τοῦ Ἀντιπάτρου Κορμοσκωνεῖς] καὶ Ἀπο[λ]λώνιος Λέοντος καὶ Ἀρτ[έμ]ω[ν Εὐπολέμου Κ]ο[ρμοσκ]ονε̣ῖς καὶ Δημήτριο[ς Ἐπαινέτου]
[— τὰς ἀμπέλους τὰς οὔσας ἐν τῷ ἄνω μέρει καὶ] τὴν φυτείαν τὴν ὑπὸ τὸ Ν[—] ὃ πρότερον ἐκαλεῖτο Συκών, τὸ ἄνω μέρος ὡς τὰ ὅρι̣[α πέπηγεν]
[πρὸς Ἑκατόμνων — ἐφ’ ὧι ἕξει τὴν πρ]ογεγραμμένην γῆν [ὁ μισθωσάμεν]ος αὐτὸς καὶ οἱ ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόν[των καθήκῃ,]
[καὶ τελέσει — μη]νὸς τοῦ ἐπὶ τοῦ ἱστα[μέν]ο[υ] σ[τε]φ[α]ν[η]φόρου καὶ [τῆ]ς τριακ[ά]δος ἀργυρίου δραχμὰς [ε]ἴκοσι [—]
[— εἰς δὲ τὸν λοιπὸν χρόνον καθ’ ἕκασ]τον ἔτος τοῖς τα[μίαις τοῦ Ὀλυμέων δήμου ἐμ μη[ν]ὶ Ἀρτεμισίωι ἀργυρίου δραχμὰς εἴ[κοσι]
[— ἐὰν δὲ καὶ ἐμ]βόλιμον μῆ[να] ἡ πόλις ἄγῃ, τὸ κατὰ λόγον κ[α]ὶ τ[ο]ῦ [ἐμβ]ολίμου μηνός, καὶ τὰ ἄλλα ὑπάρ[ξει]
[—] τῶι Μ[—] καθότι τὸ ὑπὸ τοῦ δήμου τοῦ Ὀλυμέων [κεκυρ]ωμένον ψήφι[σμα περιέχει —]
- Olymos 38
- Caria
[ἐπὶ] στεφανηφόρου Δ[η]μητρίου τοῦ Διονυσίου τοῦ Ἀρτε[μιδώρου, μηνὸς — οἱ τοῦ προγε]-
[γρα]μμένου δήμου κτηματῶναι Δημήτριος Ἑρμίου τοῦ Ἀντ[ιπάτρου κατὰ δὲ υἱοθεσίαν Αἰνέου Παρεμβωρδεὺς καὶ Διονυσικλῆς Μενεκράτου κατὰ δὲ υἱοθεσίαν Ἀρτεμίδώρου τοῦ Διονυσικλέους]
[Μα]υννίτης καὶ Φαῖδρος Μοσχίωνος ἱερεὺς Δαιμόνων Ἀγαθῶν Πα[ρεμβωρδεὺς καὶ Ἀριστέας Ἰάσονος τοῦ Ἀντιλέοντος καὶ Ἀντίπατρος Ἀπολλωνίου Κορμοσκωνεῖς καὶ Εἰ]-
[ρη]ν̣αῖος Λέοντος καὶ Ἀπολλώνοις Λέοντος καὶ Ἀρτέμων Εὐπολέ[μου Κορμοσκωνεῖς καὶ Δημήτριος Ἐπαινέτου Τετράφυλος ὥστε πρίασθαι παρὰ Ἀδαδος τῆς Μενίσκου μετὰ κυρι]-
[ου] τ̣οῦ ἀνδρὸς Ἰατροκλέους τοῦ Ἰατροκλέους τοῦ Διονυσίου Κορμοσ[κωνέως —]
- Olymos 39
- Caria
[ἐπὶ] στεφανηφόρου Δημητρίου τοῦ Διονυσίου τοῦ Ἀρτεμιδώρου, [μηνὸς — ἐνεβίβασεν κατὰ τὸν νόμον Ἀδας Μενίσκου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἰατροκλέους τοῦ Ἰατροκλέους]
[τοῦ] Διονυσίου Κορμοσκωνέως Δημήτριον Ἑρμίου τοῦ Ἀντιπάτρου [κατὰ δὲ υἱοθεσίαν Αἰνέου Παρεμβωρδέα] καὶ Διονυσικλ[έα Μενεκράτου κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλέους Μαυννί]-
[την] καὶ Φαῖδρον Μοσχίωνος ἱερέα Δαιμόνων Ἀγαθῶν Παρεμβω[ρδέα καὶ Ἀριστέαν Ἰάσονος τοῦ Ἀντ]ιλέοντος καὶ [Ἀντίπατρον Ἀπολλωνίου Κορμοσκωνεῖς καὶ Εἰρηναῖ]-
[ον Λ]έοντος καὶ Ἀπολλώνιον Λέοντος καὶ Ἀρτέμωνα Εὐπολέμο[υ Κορμοσκωνεῖς καὶ Δημήτριον Ἐπαι]νέτου Τετράφ[υλον —]
- Olymos 40
- Caria
[ἐπὶ σ]τεφανηφόρου Δημητρίου τοῦ Διονυσίου τοῦ Ἀρτεμιδώρου, μη[νὸς — ἐμίσθω]σαν οἱ εἱρημένο[ι μισθωταὶ ὑπὸ τοῦ Ὀλυμέων δήμου Δημήτριος Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱο]-
[θεσίαν] δ̣ὲ Αἰνέου Παρεμβωρδεὺς καὶ Διονυσικλῆς Μενεκράτου κατ[ὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσι]κλέους Μαυν[νίτης καὶ Φαῖδρος Μοσχίωνος ἱερεὺς Δαιμόνων Ἀγαθῶν Παρεμβωρδεὺς καὶ Ἀρι]-
[στέας Ἰά]σονος τοῦ Ἀντιλέοντος καὶ Ἀντίπατρος Ἀπολλωνίου Κορμοσκωνεῖς καὶ] Εἰρηναῖος Λέον[τος καὶ Ἀπολλώνιος Λέοντος καὶ Ἀρτέμων Εὐπολέμου Κορμοσκωνεῖς καὶ Δημήτριος Ἐπαινέτου Τε]-
- Olymos 41
- Caria
[ἐπὶ στεφανηφόρου —]ΝΕ[—] ἐνεβίβασεν κατὰ τὸν νόμον Πολυνείκης]
[— τοὺς εἱρημένους κτηματώνας ὑπὸ τοῦ Ὀλυμέω]ν δήμου Δη̣[μήτριον Ἑρμίου τοῦ Ἀντιπάτρο]υ καθ’ υἱοθεσίαν δὲ Αἰνέο[υ Παρεμ]βω[ρδέα, Ἱ]ερ[οκλῆν]
[Ἀπολλωνίου, Μέλανα Ἀριστέου Ὀγονδεῖς, Εὐθύδ]ημον Ἰατροκλείους κατὰ [δὲ υἱοθε]σίαν Ἀρτεμιδώρου τοῦ Μενεκράτου Τετράφυλον, Φαῖδρον Μοσχίω[νος ἱερέα Δαιμό]-
[νων Ἀγαθῶν Παρεμβωρδέα, Διονυσικλῆν Μενεκρά]του κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλείους, Εὔδημον Μενεδήμου ἱερέα Ἀρτέμιδος Στ[ρατείας]
[Μαυννίτας, — Κορμοσκ]ωνέα, Εὐθύδημον Θεοξένου ἱερέα Διὸς Ἐλευθερίου, Ἑκατόμνων Οὐλιάδου ἱερέα Διὸς Λαβραύνδου Μαυννίτα[ς,]
[— Εἰρη]ναῖον Λέοντος, Ἀττίναν Ἑρμίου τοῦ Ἀντιπάτρου, Ἀριστέαν Ἰάσονος τοῦ Ἀντιλέοντος Κορμοσκωνεῖς, Ἀ[ρ]ι[στέαν Διονυσί]-
[ου Παρεμβωρδέα, Διόδοτον Μέλανος τοῦ Πολίτου ἱε]ρέα Διοσκόρων Κορμοσκωνέα εἰς τὰς γέας τὰς ἐν τῆι Ὀλυμίδι ἐν Κυβίμοις, ἃς ἐπρίατο παρὰ Ἀφροδισίο[υ]
[τοῦ — οὐθὲν ὑπολειπομένου ἑαυτ]ῶι Πολυνείκου ἐν τοῖς τόποις τούτοις, εἴς τε τὴν αἱμασιὰν τὴν μακρὰν εἰς ὅλην ἥτις ἐστὶν παρὰ τῆι [—]
[— σὺν τοῖς ἐνοῦσι δ]ένδρεσιν πᾶσιν ἐλαΐνοις τε καὶ συκίνοις καὶ τῶι προσόντι καλαμῶνι, καὶ εἰς τὸ ὀρεινὸν πᾶν τὸ ὑπὲρ [—]
[τὴν ἐν Κυβίμοις σὺν — πρ]οστάσιν? καὶ πύργωι καὶ τῶι προσόντι ζμηνῶνι καὶ φρέατι, εἰς ἃ καὶ πέπρακεν αὐτοῖς· τὴν δὲ ἐνβατεία[ν]
[— Διογέ]ν̣ου τοῦ Διογένου τῶν ταμιῶν τῆς πόλεως, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθέσει παρὰ Διογένου τοῦ Ἀριστίππ[ου]
[ἱερέως Ἔρωτος —]οντος τοῦ Διονυσίου, Ἀδαδος τῆς Μενίσκου ἧς κύριος ὁ ἀνὴρ Ἰατροκλῆς Ἰατροκλείους τοῦ Διο-
[νυσίου Κορμοσκωνεύς, ἀφ’ ὧν ἔχουσιν ἐν ὑποθ]έσει παρὰ Διογένου τοῦ Ἀριστίππου ἱερέως Ἔρωτος, Λαρίχου τοῦ Δημητρίου οὗ ἐπίτροπος Λάριχος Λαρίχου, Διογέ[νης]
- Olymos 42
- Caria
[ἐπὶ στεφανηφόρου —]που, μηνὸς Δίου τετράδι ἀπιόντος· ἐμίσθωσαν οἱ εἱρημένοι μισθωταὶ ὑπὸ τοῦ Ὀλυμέων δήμ[ου]
[Δημήτριος Ἑρμίου τοῦ Ἀντιπάτρου Παρεμβωρδεύς,] Ἱεροκλῆς Ἀπολλωνίου, Μέλας Ἀριστέου τοῦ Μέλανος Ὀγονδεῖς, Εὐθύδημος Ἰατροκλείους [κατὰ]
[δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Μενεκράτου Τετράφυλος, Φαῖδρος Μοσχίωνος ἱερεὺς Δαιμόνων Ἀγαθῶν Παρεμβωρ]δ̣εύς, Διονυσικλῆ[ς Μενεκράτο]υ κατὰ δὲ υἱοθε[σίαν Ἀρτεμι]-
[δώρου τοῦ Διονυσικλείους, Εὔδημος Μενεδήμου ἱερεὺς Ἀρτέμιδος Στρατείας Μαυννῖται.
- Olymos 44
- Caria
[—] ἐν τῶι προγεγραμμένωι τόπωι [αἷς ὁμο]ροῦσιν Πολύφημος Ἰάσονος κα[ί ὁ υἱὸς αὐτοῦ —]
[— παραχώ]ρησιν οἱ προγεγραμμένοι ἄνδρες τοῖς θεοῖς· οἱ ταμίαι τοῦ Ὀλυμέων δήμου καὶ ΥΠ[—]
[—]ΟΔΟΥ Ἑκατόμνως Οὐλιάδου ἱερεὺς Διὸς Λαβραίνδου ἀργυρίου Ῥοδίου λεπτοῦ δραχ[μὰς —]
- Olymos 45
- Caria
[ἐπὶ στεφανηφόρου —] τοῦ Μενεσθέως, μηνὸς Δύστρου τετράδι· ἐνεβίβασεν κατὰ τὸν νόμον Ε[— τοὺς εἱρημένους κτηματώνας Δημήτριον Ἑρμίου τοῦ]
[Ἀντιπάτρου κατὰ δὲ υἱοθεσίαν Α]ἰνέου Παρεμβωρδέα, Διενυσικλῆν Μενεκράτου κατὰ δὲ υἱοθεσίαν Ἀρτε[μιδώρου τοῦ Διονυσικλέους Μαυννίτην —]
[— Ἀντίπατρον Ἑρμίου τ]οῦ Ἀντιπάτρου, Ἀρτέμωνα Εὐπολέμου, Εἰρηναῖον Λέοντος, Διόδοτον Μ[έλανος τοῦ Πολίτου ἱερέα Διοσκόρων, Ἀριστέαν Ἰάσονος τοῦ]
- Olymos 46
- Caria
[— σὺν ταῖς ἐν]ούσαις ἀμπέλ[οις —]
[καθὼς περιέχε]ι ὁ χρηματισμὸς τῆς πα[ραχωρήσεως —]
[— Ἀ]πόλλωνος καὶ Ἀρτέμιδ[ος θεῶν τοῦ Ὀλυμέων δήμου —]
- Olymos 47
- Caria
[ἐπρία]ντο Ἀπόλλωνι καὶ Ἀρτέμιδι θεοῖς [τοῦ αὐτοῦ δήμου — Δημήτριος Ἑρμίου τοῦ Ἀντιπάτρου κατὰ δὲ υἱοθεσίαν]
[Α]ἰνέου Παρεμβωρδεύς, Διενυσικλῆ[ς Μενεκράτου κατὰ δὲ υἱοθεσίαν Ἀρτεμιδώρου τοῦ Διονυσικλέους Μαυννίτης —]
[Ἀντί]π̣α̣τρος Ἑρμίου τοῦ Ἀντιπάτρ[ου, Ἀρτέμων Εὐπολέμου, Εἰρηναῖος Λέοντος, Διόδοτος Μέλανος τοῦ Πολίτου ἱερεὺς Διοσκόρων,]
- Olymos 48
- Caria
[Ἀρισ]τέου, Καλλισθένου τοῦ Διογένου τ̣[οῦ Δι]ογένου, καὶ αὐλ̣ῆς τῆς ἐν Κυβίμοις καὶ τῶν προσόντων οἰκοπέδων εἰς τὰ ἡμ[ί]-
[ση, π]αρόντων μαρτύρων τῶν γειτόνων Φα[νίου τοῦ] Ἀριστέου Περβιλα, Μενίππου τοῦ Μενίππου, Πολίτου τοῦ Νυσίου
- Olymos 49
- Caria
[ἔ]τ̣ους δραχμῶν ἑκατὸν καὶ λιβανωτοῦ [μνᾶς,] ἐφ’ ὧι ἕξει τὴν προγεγραμμένην γῆν Διονύσιος καὶ Ἑρμίας [αὐτοὶ καὶ]
[οἱ] ἐξ αὐτῶν ἢ οἷς ἂν ἡ κληρονομία τῶν [ὑπαρχόν]των αὐτῶν καθήκηι, καὶ τελέσουσιν Ὀλυμεῦσιν κατ’ ἐνιαυτ̣[ὸν τὸν προ]-
[γ]ε̣γραμμένον φόρον ἄνεικον ἀνυπό[λογον, διορ]θούμενοι τὸμ μὲν καθήκοντα φόρον ἀργυρικὸν εἰς τὸ πρῶτο[ν ἐν μηνὶ]
- Olymos 50
- Caria
[— Διόδοτος Μέλανος τοῦ Πολίτου ἱερεὺς τῶν Δι]οσκόρω̣ν
[καὶ Εἰρηναῖος Λέοντος Κορμοσκωνεῖς, Ἀριστέας Διονυσίου Πα]ρεμβωρ-
[δεύς, Μεν—στρατο]ς Λέοντος
[Μαυννίτης — οἱ εἱρημένοι ἄ]νδρες ὑ]-
[πὸ τοῦ δήμου τοῦ Ὀλυμέων —] ὑπάρχου-
[σιν — τῆ]ι ὁδῶι καὶ
- Olymos 51
- Caria
[—]ηνο[υ] Μαυν[νίτης, Λέων Θαργηλίωνος τοῦ — Μασσωνεύς, Διονυσικλῆς Μενεκράτου Μαυννίτης, Διόδοτος Μέλανος τοῦ Πολί]-
του ἱερεὺς τῶν Διο[σκόρων καὶ Εἰρηναῖος Λέοντος Κορμοσκωνεῖς, Ἀριστέας Διονυσίου Παρεμβωρδεύς, Μεν—]
στρατος Λέοντος [Μαυννιτ— Λέοντος? Τετράφυλος μεμισθωμένον εἰς πατρικὰ]
ματισμένῃ ὑπὸ τῶν α[ἱρεθέντων ἀνδρῶν ὑπὲρ τοῦ αὐτοῦ δήμου σὺν τοῖς ἐνοῦσι δένδρεσιν πᾶ]-
σιν ἐν τῆι παρὰ τῶι ποτ[αμῶι χώραι —]
Περσεύς, χωρὶς δὲ τῆς ΙΕ[—]
[—]φόρου καθ’ ἕκαστ̣ο̣[ν ἔτος — ἐφ’ ὧι ὑπάρξει — αὐτὰ εἰς πατρικὰ]
αὐτῶι καὶ τοῖς ἐ[ξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόντων καθήκῃ· τελέσει τὴν μὲν πρώτην καταβολὴν — τὰς δὲ λοιπὰς ἀπὸ]
τοῦ εἰσιόντος [στεφανηφόρου —]
- Olymos 52
- Caria
ἐπὶ στεφανηφόρου Μέλανο[ς τοῦ —]ου, μηνὸς Δίου τρίτῃ ἐπὶ δέκα· διηγγύησαν οἱ εἱρημέ[νοι ἄνδρες ὑπὸ τοῦ δήμου τοῦ Ὀλυμέ]-
ων ἐπὶ τῆς μισθώσεωςεως τῶν κ[τηματωνηθέντ]ων ἐγγαίων Δημήτριος Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱ[οθεσίαν δὲ Αἰνέου Παρεμβωρδεύς, Ἡρα]-
κλείδης Ἀσκληπιάδου Τε[τράφυλος, Διονύ]σιος Βακχίου Ἀγανίτης, Εὔδημος Μενεδήμου Μαυνν[ίτης —ηνου]
Μαυννίτης, Λέων Θαργηλίω[νος τοῦ — Μ]ασσωνεύς, Διονυσικλῆς Μενεκράτου Μαυννίτης, Δ[ιόδοτος Μέλανος τοῦ Πολίτου ἱερεὺς]
τῶν Διοσκόρων καὶ Εἰρηναῖο[ς Λέοντος Κορμ]οσκωνεῖς, Ἀριστέας Διονυσίου Παρεμβωρδεύς, Μεν[—]
στρατος Λέοντος Μαυννιτ[— Λέον]τος? Τετράφυλος Διογένην Ἀριστίππου ἱερέα Ἔρωτος [Παρεμβωρδέα? μεμισθωμένον εἰς πατρι]-
κά, καθότι ἔφασαν ἐψηφίσθαι [ὑπὸ τοῦ δήμου Ὀλυ]μέων, κλῆρον ἐν τῆι Ὀλυμίδι τὸν ὀνομαζόμενον ἐν Ὑι[σσωι —]
νῃ ὑπὸ τῶν αἱρεθέντων ἀνδρῶ[ν ὑπὲρ τοῦ αὐτοῦ δ]ή̣μου, σὺν τῆι προσούσῃ ὀρεινῇ τ[ῶ]ι κλήρω̣ι τούτω̣ι καὶ Τ[— καὶ ταῖς ἐ]-
νούσαις ἀνπέλοις καὶ δένδρ[εσιν πᾶσιν, ἃ καὶ ἐκτηματώνηκαν οἱ αἱρεθέντες ἄνδρες παρὰ — τιμῆς τὰ πάντα ἀργυρίου Ῥοδίου]
λεπτοῦ δραχμῶν ὀκτακισχ[ιλίων, ληψόμενοι φόρον καθ’ ἕκαστον ἔτος λιβανωτοῦ μνᾶς? καὶ ἀργυρίου δραχμὰς — ἄνεικον ἀνυ]-
πόλογον, ἐφ’ ὧι ὑπάρξει Διογέν[ει αὐτὰ εἰς πατρικὰ αὐτῶι καὶ τοῖς ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόντων καθήκῃ, τελέσει δὲ μνᾶς? λιβα]-
νωτοῦ καὶ φόρον τῶι δήμωι τῶι Ὀ[λυμέων ἄνεικον ἀνυπόλογον ἀπὸ τοῦ εἰσιόντος στεφανηφόρου καθ’ ἕκαστον ἔτος δραχμὰς —]
- Olymos 53
- Caria
π[ὰ]ς ἀπὸ τοῦ εἰσιόντος σ[τεφανηφόρου ἐφ’ ἕτη τ]έσσαρα καθ’ ἕκαστον ἔτος ἐμ μηνὶ Ξανδικῶι· εἰ δὲ μὴ [διορθώσηται, πράξουσιν οἱ ταμίαι]
κατὰ τὸν πωλητικὸν νόμον, κ[αὶ τὰ ἄλλα πάντα ὑ]πάρξει αὐτῶι καθότι τὸ ψήφισμα τοῦ δήμου καὶ ἡ γεγ[ενημένη μίσθωσις περιέχει·]
ἔγγυος τῶν ὑπολοίπων τεσσά[ρων καταβολῶν το]ῦ ἐκ τῆς μισθώσεως ἀργυρίου Διοκλῆς Ἀριστίππου Π[αρεμβωρδεύς —]
- Olymos 55
- Caria
[— καὶ τὰ ἄλλα πάντα ὑπάρξει αὐτῶι καθ]ότι τὸ ψή-
[φισμα τοῦ δήμου καὶ ἡ γεγενημένη μίσθωσις περιέχει· ἔγγ]υ̣οι τῶν καταλοίπων
- Olymos 56
- Caria
Ῥοδίου λεπτοῦ δ̣[ραχ]μῶν ἑξακισχιλίων πεντακοσίω[ν, φόρου δὲ καθ’ ἕκαστον ἔτος λιβανωτοῦ μνᾶς? καὶ ἀργυρίου δραχμῶν —]
ἐ̣φ’ ὧι ὑπάρξει Διο[δότ]ωι ὁ προγεγραμμένος κλῆρος δι[ειρημένος πρὸς τὸν πρῶτον κλῆρον εἰς ἔτη πέντε, τελέσει δὲ τὸν φό]-
ρον τῶι δήμωι τ̣[ῶι Ὀλ]υμέων ἄνεικον ἀνυπόλογον ἀπὸ το[ῦ εἰσιόντος στεφανηφόρου καθ’ ἕκαστον ἔτος ἀργυρίου δραχμὰς —]
[—] τριακ[άδι,] τὰς δὲ λοιπὰς ἐφ’ ἕτη τέσσαρα καθ’ ἕ[καστον ἔτος ἐμ μηνὶ —· εἰ δὲ μὴ διορθώσηται, πράξουσιν οἱ ταμίαι]
κατὰ τὸν πωλητικ̣[ὸν νό]μον, καὶ τὰ ἄλλα πάντα ὑπάρξει [αὐτῶι καθότι τὸ ψήφισμα τοῦ δήμου καὶ ἡ γεγενημένη μίσθωσις πε]-
ριέχει· ἔγγυος τῶν κα[ταλ[οίπων τεσσάρων καταβολῶν [τοῦ ἐκ τῆς μισθώσεως ἀργυρίου —]
- Olymos 57
- Caria
ἐγγύους κατὰ τ[ὸν νόμον — διελθόν]των δὲ τῶν δέκα ἐτῶν παρασχόμεν[ος τὸ ἀργύριον κατὰ]
τὸν ἐκκείμενο[ν χρηματισμὸν — κα]ρ̣π̣οφόρον τελέσει τὸμ φόρον ὢν ἀδιεγγύ[ητος· ἐὰν δὲ τελέσηι]
μὴ ἀποδῶι τὸμ φόρ[ον τοῖς ταμίαις ἐντὸς ἐτ]ῶν τριῶν μὴ διευτακτήσας, ἀποτείσει αὐ[τοῖς τὸν φόρον ἡμι]-
όλιον· ἐὰν δὲ πλείω τ[ῶν τριῶν ἐτῶν μὴ καταβάληι, τόν τε] φόρον ὀφειλήσει ἡμιόλιον καὶ οὐκ ὑπάρξει α[ὐτῶι ἡ μίσθωσις, ἔσται]
δὲ κατ’ αὐτοῦ ἡ πρᾶξις ὁ[μοίως· ἐξέστω δὲ αὐτῶι παρα]χώρησιμ ποιήσασθαι ἐπὶ τοῖς αὐτοῖς ἐφ’ οἷς [τὴν γῆν ἐμισθώσατο]
κατὰ τὴν συγγραφὴν [— Πολυ]φήμου· μάρτυρες δικασταὶ Ἑρμίας Ἀριστέ[ου —]
- Olymos 58
- Caria
[ἐπὶ στεφανηφόρου]
Δημητρίου τοῦ Πιξω[δάρου — παρεχώρησε]ν̣ Κόρρις Μενεκλείους ὁ μεμισθωμέν[ος τῇ Κανδηβέων συγ]-
γ̣ενίᾳ μετά τε Ἑρμίο[υ τοῦ Μαρσύου τοῦ μεμισθωμέν]ου εἰς πατρικὰ τῇ Μωσσείων συγγε̣[νείᾳ καὶ Μενίσκου τοῦ Ἰατρο]-
- Olymos 62
- Caria
[— τῶι Ἀ]πόλλωνι καὶ τῆι Ἀρτέμιδι
[— Ζ]ήνωνος παρὰ Νικοδήμου
[— ἥμι]σ̣υ πλήθ̣ους δραχμῶ̣ν
- Olymos 69
- Caria
[— ἀφ’ ὧν] ἔχουσιν ἐν ὑ[ποθέσει]
[παρὰ —]αίου τοῦ Ἰάσον̣[ος —]
[— Διόδοτος καὶ Ἀρ]ιστέας υἱοὶ Δ[ημητρίου —]
- Olymos 81
- Caria
[—]Ν[—] ἔτος προσο[δ—]
[— παρε]χώρησεν Οὐλιάδης Ἑ[κατόμνω —]
[— Διο]δότου καὶ Ἀριστέου υἱῶν Δημ[ητρίου —]
- Olymos 82
- Caria
[ου —]ΚΕΡΜΥ̣[—]ΙΟΝ σὺν τ[ῇ π]ροσούσῃ ὀρεινῇ τῶι κλήρωι τού-
[τωι —]Ι καὶ σὺν τοῖς ἐν[οῦ]σι δένδρεσιν παρὰ τῆι τάφρωι τῆι
[—]ΑΣ καὶ ἐν τῇ παρ[ὰ τ]ῶι ποταμῶι χώραι ἕως τοῦ ποτα-
[μοῦ — τ]οῦ προγεγραμμ[έ]ν̣ου κλήρου τοὺς διοριοῦντας αὐ-
[—] τὸμ μὲν πρ̣[ῶτο]ν̣ ἐστήσαμεν ἐκ τῶν ἔσωθεν
[— τ]ῶι ποταμῶι [—] παρὰ τῇ γῇ τῇ οὔσῃ ἱερᾶι Διὸς Ὀσο-
[γω —] δύο ἐγ διαστ[—]ματος πορευομένων παρὰ τὴν
[— ἐ]π’ εὐθὺ ὡς ἐπ̣ὶ δυσμήν· ἄλλον ἔτι ὡς ἐπ’ εὐθὺ
- Panamara 2
- Caria
[— τῶν δὲ πολεμίων ἅμ]α τῇ ἡμέρᾳ τολμησάντων προσελθῖν πρ[ὸς τὸ χωρίον μετὰ πολλῆς]
[δυνάμεως καὶ παρασκευῆς, συνέβη αὐτοῖς περιχυθῆναι ὁμίχλην β]αθεῖαν ὥστε τοὺς μὲν μετὰ τοῦ θεοῦ μ[αχομένους λαθεῖν αὐτοὺς]
[— κύ]κλῳ δὲ περὶ τὸ μ[έρο]ς τοῦ χωρίου καθ’ ὃ προ[σβάλλειν ἐπεχείρησαν]
[καὶ αὐτίκα πλῆθος ἦν? τῶν αὐτομολ]ούντων τῶν συνγ̣νώμην φωνούντω[ν,] ἔτι δὲ ἀναβοών[των] μεγάλῃ τῇ φωνῇ Μέγαν εἶναι Δία Πανάμαρον,
[ἄλλοι δὲ ἐκέλευον μηδεμίαν τοῖς παρ’ ἑαυτ]ῶν αὐτομόλοις διδόναι σνγνώμην· καὶ πέρας πάντες ἀλλήλους κατετίτρωσκον καὶ ἀπέκτινον,
[μὴ γνωρίζοντες καὶ ἔξω τοῦ φρονεῖν γε]νόμενοι. καὶ δὲ οἱ μὲν αὐτῶν, ἐκ τῆς ὁμίχλης ὥσπερ ἔκ τινος ῥεύματος ἐκπηδῶντες
[καὶ —, ἐγίνον]το τραυματίαι κατὰ τὴν ἀποχώρησιν τοῦ εἱεροῦ θεωρούμενοι, πολλὰ δὲ πτώμ[ατα]
[εὑρέθη πέριξ τοῦ χωρίου κείμενα· πολλοὶ] δὲ κατεσπάρησαν ἰς τὰ παρακείμενα ὄρη καθάπερ ἐνμανεῖς ὄντες καὶ ὑπὸ Ἐρινύων τινῶ[ν]
[ἐλαυνόμενοι· ἡμᾶς δὲ πάντας διετήρησ]εν ὁ θεὸς ἀπημάντους καὶ [ἀβ]λαβεῖς καὶ ὅπερ διὰ τῶν φοίβων παρεκάλεσεν πολλάκις,
[κελεύων δὲ ἡμᾶς προθύμως διαφυλάττειν] τὸ χωρίον καὶ ἀπαγορεύ[ων τάς τε] γυναῖκας καὶ τέκνα ἀπολύειν εἰς τὴν πόλιν
[σύμφορον ἐγένετο καὶ παρέστησε τὸν δῆμον ε]ὐθαρσῆ καὶ ἀκίνδυνον· καὶ πολλῶν μὲν βελῶν βληθέντω[ν, ἄπρακτα] ἐθεωρήθη τὰ βέλη
[πάντα διεκπίπτοντα· τῶν δὲ ἡμετέρων τῶν] ἐν ταῖς προσβολαῖς βαλλομένων οὔτε τραῦμα ἐπικίνδυνον οὐδ[ὲ εἷ]ς ἔσχεν, τριάκοντα δὲ
[καὶ — ἐπιπόλαια τράματα λαβόντε]ς πάντες ἐσώθησαν. ἐπιφανείσης δὲ τοῖς πολεμίοις τῆς βοηθείας, ἐπισυνάγοντες
[δύναμιν ἔτι πλείονα ἐκ τοῦ στρατοπέδ]ου τοῦ ὄντος ἐν τοῖς Πισυητικοῖς καὶ παρακελευσάμενοι πάλιν ὥρμησαν ἐπὶ τὸ ἱερὸν
[— κ]ύκλῳ δὲ αὐτῶν τὸ χωρίον πολιορκούντων, ἀλαλαγμός τε ἀντήχησεν ὡς βοηθείας
[πέρας δὲ πάντες οἱ πολέμιοι ἐκ τοῦ γενομ]ένου κατὰ τὸ φανερὸν ποινοστροβούμενοι, ῥείψαντες ὁμοίως [τὰ ὅ]πλα πάλιν εἰς φυγὴν ὥρμησαν
[ἀκόσμως καὶ τὴν ἐπὶ τὸ στρατόπεδον ἐπά]νοδον οὐχ εὑ[ρ]ίσκοντες οὐδὲ ὅπου [χώρας τράποιντο ἀσφαλῶ]ς [βλέπ]οντες, εἰς τὰ παρακίμενα
[ὄρη ταῖς ἀνοδίαις ὁρμήσαντες χαλεπῶς μ]ετέστησαν. καταλαβ[όμενοι δὲ τραχὺν καὶ ὑψηλ]ὸν βουνόν, ε[ἰς δια]τροπὴν ἦλθον
τὴν δύναμιν ων[— κιν]δύνων
παραδοῦναι καὶ τοῖ[ς —] βήματος
λευκολίθου ἐν τῷ [—]ος
- Panamara 3
- Caria
[τι καιρῶι —· τῶ]ν δὲ ἀντιγραφῶν αὐτ[οῦ]
[— π]αρὰ Δίωνι νεωκόρω[ι —]
[—]ν ἀναγραφῆναι τ[όδε τὸ]
[ρίου —· τὴν δὲ ἑτέραν ἐν — τοῦ πρυ]τ̣άνεω[ς —]
[—]πα̣ρ̣[—]
- Panamara 5
- Caria
τε κατὰ τὸ ἱερὸν τ[οῦ Διὸς τοῦ Καρίου τὴν πᾶσαν πρό]-
νοιαν πεποίηται, ὅτ[ε παρεγένετο ἐπὶ τοὺς τόπους, καὶ]
φιάλας καὶ κάδον τ[ῶι θεῶι ἀνέθηκε· δεδόχθαι τῶι]
ας ὑπὲρ τῆς σωτηρία[ς τοῦ τε βασιλέως καὶ τῆς βασιλίσ]-
σης καὶ τῶν τέκνων α̣[ὐτῶν καὶ ἐπὶ ταῖς εὐχαῖς παρα]-
στῆσαι τὴν θυσίαν τ[ὴν πάτριον· τὸ δὲ ψήφισμα τόδε ἀναγρά]-
ψαι εἰς τὴν παραστά[δα τοῦ ναοῦ τοῦ Διὸς· τὸ δὲ τέλεσμα τὸ]
εἰς τὴν ἀναγραφὴν δ[οῦναι τοὺς λογιστὰς ἀπὸ τῶν]
- Panamara 7
- Caria
[— πα]ρ̣ασκευὰς ․․․α․․
[—]ε συ̣μμέτρων αἷ[ς] συντε-
[— ψή]φισμα ἀποδοὺς καὶ παραθεὶς ἔκ τε [τ]ῶ[ν]
[ἱστοριῶ]ν καὶ τῶν ἀρχαίων γραμμάτων καὶ συστησά[με]-
[νος τὰς ἄν]ωθεν τιμὰς καὶ ἀσυλίας ὑπαρχούσας τῶι Δι̣ῒ
καὶ Παναμαρεῦσιν ἔπεισεν τὸν σύνπαντα δῆμον εἰς τ̣[ὸ]
ὸς τοῦ Καρίου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, τό δὲ τέ-
λεσμα τὸ εἰς τὰ προγεγραμένα ὑπαρχέτω ἐξ ἐπαγγελίας·
ὅπως δὲ καὶ ὁ σύνπας δῆμος ἐπιγνῶι τὰ δεδογμένα τῶ[ι]
- Panamara 10
- Caria
τῆι τῶν προγόν[ων αἱρέσει, ἐκτενῆ καὶ φι]-
λότιμον αὐτ[ὸ]ν [παρείσχηται εἰς πάν]-
τα τὰ συμφέρον[τα τῶι κοινῶι, καὶ τοῖς κατ’ ἰ]-
δοὺς αὐτὸν ἀπροφα[σίστως, ἀεί τινος ἀγα]-
θοῦ π[α]ραίτιος γειν[όμενος· αἱρεθεὶς δὲ δή]-
[μ]αρχος πρῶτο[— τά τε ἄλ]-
- Panamara 11
- Caria
[τὸ Παναμαρέων κα]ὶ τῆς περὶ τὸ ἱερὸν εὐσεβείας,
[εἶναι δὲ αὐτὸν πρ]όξενον καὶ εὐεργέτην· καὶ ὑπά[ρ]-
[χειν ταῦτα καὶ ἐγ]γόνοις μετέχουσι πάντων
- Panamara 13
- Caria
εἰ καὶ πάντας ἀνθρώπους ὁ θεὸς ἐπὶ τὴν ἑστίασιν καλεῖ
καὶ κοινὴν καὶ ἰσότιμον παρέχι τράπεζαν τοῖς ὁποθενοῦ[ν]
ἀφικνουμένοις, ὁμῶς ἐξαιρέτου τιμῆς ἀξίαν ἡγούμε-
νος εἶναι τὴν πόλιν καὶ διὰ τὸ ἀξίωμα ὑμῶν, ὦ Ῥόδιοι, καὶ δ[ι]-
ὰ τὴν ὑπάρχουσαν ταῖς πόλεσιν ἡμῶν πρὸς ἀλλήλας συγγέ-
νιαν καὶ τῶν ἱερῶν κοινωνίαν, καλῶ πρὸς τὸν θεὸν ὑμᾶς καὶ
παρακαλῶ καὶ τοὺς ἐν τῇ πόλι τῆς παρ’ αὐτῷ μετέχιν εὐφροσύ-
νης, ὥσπερ τοὺς ἐν Καρίᾳ καὶ ὁμοροῦντας ἡμῖν Ῥοδίους, μεγ-
- Panamara 16
- Caria
καὶ ὁ θεὸς ὑμᾶς ἐπὶ τὴν ἱερὰν ἑ[στί]ασιν καλῖ, πᾶσιν μὲν ἀνθρώποις
αἰεὶ τοῦτο παρέχων, μάλιστα δὲ οἷς ἐστιν κοινωνία τῶν ἱερῶν, ὥσ-
περ ὑμῖν διὰ τὴν παλαιὰν πρὸς τὴν πόλιν ἡμῶν συνγένιαν· κἀγὼ
παρακαλῶ συνεχέστερον ὑμᾶς [φ]οιτᾶν παρὰ τὸν θεὸν τῆς τε
παρ’ αὐτῷ μεταληψομένους εὐφ[ροσύ]νης καὶ κοινῇ ταῖς
πόλεσιν εὐξομένους τἀγαθὰ ․[—]ρ̣ο̣υ̣
- Panamara 19
- Caria
ινων εὐθ[—]ς δεύτεραν ἐμαυτο[— τὴν ὑμετέρ]αν πόλιν
τὴν αὐτὴν παρακαλέσαι διὰ γραμμά[των πρὸς τὴν ἑστίασ]ιν καὶ πρὸς
τὸν θεὸν· καὶ τῆς παρ’ αὐτῷ μεταλ[αμβάνειν δαιτ]ὸς καὶ πρὸς
εὐσέβειαν ὑμῖν διαφέρει, κἀμοὶ μά[λιστα πάντων ἂν εἴη κ]εχαρισμέ-
- Panamara 21
- Caria
[τ]ῆς συγγενίας πάντων [—]
καὶ πολλάκις ὑμᾶς παρακαλῶ [—]
τὰ μέγιστα χαριουμένους [—]
- Panamara 22
- Caria
νος καὶ τὰς συγγενῖς καὶ ὁμοφύλους [πόλεις πρὸς τὸν ἀνακ]-
τόριον θεόν, ἐν τοῖς μάλιστα καὶ ὑμᾶς [παρακαλῶ τῆς παρ’ αὐτῷ]
μεταλαμβάνειν εὐφροσύνης· οὐ μετρίω[ν γὰρ ἀγαθῶν τεύξεσθε ἐλθόν]-
- Panamara 23
- Caria
θήκατο τὰς συνγ[ε]ν[ῖς] καὶ ὁμοφύλους πόλεις ἐξαιρέ[τως καὶ —]
ως· καὶ ὅθεν ἐν ταῖς μ[άλι]στα καὶ τὴν ὑμετέραν πόλι[ν παρακαλῶ]
φίλην καὶ οὕτως ὁμ[όφυλον οὖσαν φοιτᾶν] συνεχ[έστερον εἰς τὸ ἱερὸν]
- Panamara 25
- Caria
[ὁ αὐτός] vacat [—]
[πάντας ἀνθρώπους παρακαλοῦντος τοῦ] πατρίου θεοῦ, μάλιστα προσ-
[ήκει ἐπὶ τὴν ἑστίασιν καὶ τὴν ὑμετέ]ραν πόλιν καλέσαι καὶ διὰ τὴν συνγέ-
[νιαν τὴν πρὸς τὴν πόλιν ὑμῶν καθὼ]ς ὁ παλαιὸς λέγει λόγος καὶ δι’ ἣν πρὸς ὑ-
[μᾶς φιλίαν διατηροῦντες ἔχομ]εν· ὅθεν ἀξιῶ φιλοτιμότερον ὑμᾶς π̣[α]-
[ρακαλεῖν πρὸς τὸν θεὸν καὶ τὴν ε]ὐφροσύνην ὡς ἐξαίρετον ἔχοντας ι[—]
[—]η[—]μορογ[․․] ὑπὸ τοῦ θε[οῦ]
- Panamara 26
- Caria
[—] παρὰ τῷ θεῷ συναπολαύειν [τῆς εὐ]φ[ροσύνης]
[πρὸς ἀξίω]μα καὶ δόξαν ὑμῖν διαφέρι, ἀρχαιοτάτοις ο[ὖσιν]
- Panamara 31
- Caria
δημοσίοις πράγμασιν το[ῖς ἡμετέροις — βοηθή]-
σαντες χωρὶς πάση̣[ς] κα[κίας πρὸς τοὺς Πάρθους]
παρετάξαντο· τούτου δ[ὲ —]
ἐξέβαλεν, ἐν ᾦ πολέμῳ τά τ[ε] μέ[γιστά εἰσι κεκινδυνευ]-
- Panamara 32
- Caria
ὑπάτοις, πρὸ ἡμερῶν δεκαοκτὼ καλανδῶν σεπτενβρίων, ἐν τῷ ναῷ
τῷ τῆς Ὁμονοίας· γραφομένοις παρῆσαν Γάϊος Καρ̣ρ̣ίνας Γαΐου υἱὸς
Κου̣ρίνα, [Πό]π[λ]ιος Σήσ̣τιος Λευκίου υἱὸς Κολλίνα, Λεύκιος Νώνιος Λευ-
ους, Ἱεροκλῆ[ν ․․․․․․․c.19․․․․․․․․]οκλῆν Διονυσίου,
[πρεσβευτὰς Στρατονικέων ἀφικέσθαι —] αἰτεῖσθαί τε παρὰ τῆς
[συγκλήτου ὅπως —]ων τὰς ἀξίας τῆς
- Panamara 45
- Caria
[Πόσ]ιττος Ἀπελλοῦ Ἱεροκωμ[ήτης ὁ κα]ὶ πάρος ἱερατεύων καὶ νεω[κόρος γενόμενος]
[κατ]εσκεύασεν παρ’ ἑατοῦ κ[αὶ ἀνέθη]κεν τήν τε ψαλίδα καὶ τὰς π[αστάδας σὺν τῷ]
[κλει]δοφυλακίῳ καὶ τὰς δύο [θύρας σ]ὺν τοῖς λευκολίθοις ἔργοι[ς]
- Panamara 46
- Caria
λου τοῦ ἔτ[ους εἰς τὰς τ]ραπέζας [καὶ τὸν δῆμον]
τὸν παραγενόμ[ενον καὶ τῶν ξέ]νων καὶ ἐν[τοπίων]
πᾶσαν ἡλικίαν [καὶ τύχην] μετὰ καὶ τ[ῆς γυναι]-
- Panamara 78
- Caria
των τῶν ἔργων δραχμῶν ἐν[α]-
κοσίων κατεσκεύασαν πα-
ρ’ ἑαυτῶν καὶ ἀνέθηκαν τὸ ἀργ[ύ]-
ριον τῷ θεῷ εἰς ἀργυρώμα-
- Panamara 105
- Caria
Λαίνας, φιλόκαισαρ καὶ φιλόπατρις, υἱὸς πόλεως, μετὰ [καὶ]
τῶν λοιπῶν ὧν καὶ τῇ πατρίδι διηνεκῶς παρέσχετο καὶ δι’ ὅλων
τῶν ἐνιαυτῶν φιλοτείμως καὶ εὐσεβῶς ἐποίησεν ἐδείπνισ[εν]
δὶς ἑξῆς ἐν μὲν τῷ Κομυρίωι τοὺς πολείτας πάντας καὶ Ῥ[ωμαί]-
ους καὶ ξένους καὶ παροίκους καὶ δούλους πλείστους, ἐν δ[ὲ τῷι]
ἱερῶι τὰς πολείτιδας πάσας καὶ Ῥωμαίας καὶ ξένας καὶ π[αροί]-
κους καὶ δούλας πλείστας, ἀποκατέστησεν δὲ καὶ τὰς [ἑστιάσεις]
- Panamara 124
- Caria
λείτας καὶ ἐφήβους καὶ παῖδας, ἑκάστῳ καὶ δεῖπνο[ν δόντες ἀποφόρητον, ἐν δὲ τοῖς Παναμαρείοις ἐλαίου]
θέσιν ἐποιήσαντο παρ’ ὅλην τὴν ἑορτὴν πάσῃ τύ[χῃ καὶ ἡλικίᾳ ἀκωλύτως, ἔδοσαν δὲ ἐν τοῖς]
Κομυρίοις τῶν μὲν ἀνδρῶν ἑκάστῳ πέντε δρα[χμάς, ὑπεδέξαντο δὲ καὶ ἐν Ἡραίοις τὰς γυ]-
- Panamara 130
- Caria
[δὲ καὶ αὐτῶν τῆς μεγίστης καὶ ἐπιφ]ανεστάτης θεᾶς Ἑκάτης, μεθ’ ἣν ἐτέλεσαν
[γυμνασιαρχίαν παρ’ ὅλον τὸν ἐνιαυ]τόν, κατασκευάσαντες κατὰ τὰ μέγιστα τρα-
[πέζας τοῦ θεοῦ —]ς φιλοτειμίαις ΕΛΤΗΛΟΣΤΗΣ [τῇ πατ]ρίδι, πεπο[ι]-
[εὐσεβῶς μὲν πρὸς τοὺς θεοὺς, φιλοτείμ]ως [δὲ πρὸς τοὺς ἀνθρώπους] δι’ ὅλου τοῦ ἐνιαυτο[ῦ,]
[γυμνασιαρχήσας δὲ καὶ ἐν τῇ παραλήψει] τοῦ στεφάνου καὶ πάσας τὰς
[τῶν Παναμαρείων ἡμέρας, ἡμέρας καὶ νύκ]τας, θεὶς ἔλαιον ἑλκυστὸ[ν]
- Panamara 131
- Caria
[— ἐν τοῖς Παναμαρ]ε̣ί̣οις δὲ ἐλαίου θέσιν ἐποιήσαντο [παρ’ ὅλην τὴν]
[ἑορτὴν πάσῃ τύχ]ῃ καὶ ἡλικίᾳ ἐν τοῖς δυσὶ γυμνασίοις μέχρι νυκτός,
[μισθωσάμενοι καὶ τὸν ἐπ]ιδημήσαντα ὀρχηστὴν καὶ τἄλλα ἀκροάματα πάντα·
[τοὺς δὲ παρεπιδημήσαντας] ἐν τοῖς γενομένοις κυνηγίοις ξένους ὑπεδέξαντο
[μεγαλοπρεπῶς· ἐν πᾶσιν συνφι]λοτιμουμένων αὐτοῖς καὶ τοῦ ἀδελφοῦ τοῦ ἱερέως
- Panamara 134
- Caria
Δία καὶ τὴν Ἥραν, φιλοτείμως
δὲ πρὸς τοὺς ἀνθρώπους, παρα-
λαμβάνοντες μὲν τὸν στέφα-
τε ἐλευθέρας καὶ δούλας
οἶνόν τε παρέσχον αὐ-
ταῖς εἰς εὐωχίαν ἄφθο-
- Panamara 135
- Caria
τὰ δεῖπνα καὶ τὰ ἱερά, γυμνασιαρχήσας δὲ
[κ]αὶ τὴν τετράδα παραλαμβάνων τὸν θεόν,
[κα]ὶ τὰς τῆς ἑορτῆς τῶν Παναμαρείων [ἡ]-
ρίῳ πολείταις καὶ ξένοις καὶ δούλοις ἀ-
φθόνως οἶνον παρασχὼν ταῖς δυσὶν ἡμέ-
ραις, ποιήσας δὲ καὶ σκηνὰς ἰς τὸν τόπον
[π]ρὸς καταγωγὴν τῶν ἀνθρώπων καὶ τὴν
ἄλλην παρασκευήν, θεὶς δὲ καὶ ἐν τῇ ὁ-
δῷ πάσῃ ἡλικίᾳ γλυκύν τε καὶ οἶνον ἀδι-
- Panamara 137
- Caria
α καὶ τὴν Ἥραν, φιλοτείμως δὲ πρὸς τοὺς
ἀνθρώπους, παραλαμβάνον-
τες μὲν τὸν στέφανον τοῦ θεοῦ
τοῖς μὲν ἀνδράσιν ἐν τῷ Κομυρί-
ῳ δεῖπνα παρέσχον κατὰ τρικλει-
ναρχίας καὶ τὸν οἶνον ἔδοσαν ἀ-
ταῖς γυναιξὶ δὲ ἐν τῷ ἱερῷ καὶ αὐ-
ταῖς παρέσχον οἶνον πλεῖστον ταῖς
δυσὶν ἡμέραις, καὶ τὰ ξύλα ἐν τοῖς
- Panamara 141
- Caria
[— ἐπ]αγγειλάμενος [δ]ὲ καὶ σεῖτον [δώσειν —]
[—] καὶ παραπωλήσας ἐν τῷ τῆς εἱ[ερωσύνης χρόνῳ, ὑπεδέξατο δὲ]
[καὶ ἐν τῷ ἱερῷ τὰς πολίτιδας πάσα]ς καὶ τῶν παρ[οί]κων πάσας πα[ρ’ ὅλον τὸν ἐνιαυτὸν μεγαλοπρεπῶς, οὐ μό]-
[νον ἐπὶ τῷ ἀρίστῳ ἀλλὰ καὶ ἐπὶ τῷ δείπνῳ,] διπνίσας δὲ [κ]αὶ τοὺς πολείτα[ς πάντας καὶ τοὺς Ῥωμαίους]
[καὶ τοὺς ξένους καὶ παροίκους καὶ δ]ούλους, πο[ιη]σάμενος δὲ καὶ [τὴν γυμνασιαρχίαν ἑλκυσ]-
[τὴν, ὑπεδέξατο δὲ καὶ ἐμισθώσατο] καὶ τὰ ἐνδ[ημ]ήσαντα πάντα ἀκροάματα [—]
[— πρὸς τοὺς Σεβαστοὺς εἰς τὴ]ν ἡγεμονίδ[α Ῥώμην π]ερὶ πραγμάτω[ν —]
[—] μεγαλο[πρεπῶς] παρέσχεν [—]
[—] καὶ τοῦ [—]τας ἡδίστα[ς —]
- Panamara 150
- Caria
[δή]μου Κω(ραιεύς), μετὰ τῶν ἄλ-
[λων] ὧν τῇ πατρίδι πα-
[ρέσ]χετο καὶ πρεσβεύσας
[πρὸ]ς τοὺς Σεβαστοὺς
[τὴν κ]ρήνην τὴν λεγο-
μένην Παρθενικὴν
ἐκ τῶν ἰδίων· ἱέρια
- Panamara 153
- Caria
[τοὺς θεούς, φιλοτ]είμως δὲ πρὸς τ[ο]ὺς ἀνθρώπους, δόντες
[ἐν τῇ παραλήψει τοῦ] θεοῦ ταῖς γυναιξ[ὶ] καὶ τῇ ἀενάῳ βουλῇ
[δραχμὰς —ʹ, χαρί]σαντες δὲ καὶ τὰ̣ δεῖπνα πάσῃ ἡλικίᾳ
- Panamara 176
- Caria
μασιν διὰ παντὸς τοῦ ἔτους πρὸς τὰς ἑστι[ά]-
σεις, ἀλείψαντες δὲ καὶ τῇ τοῦ στεφάνου π[α]-
[ραλ]ήψει καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, γ[υ]-
[μ]νασιαρχήσαντες δὲ καὶ τῇ ἑορτῇ καὶ πα-
σα[․] ἐμισθώσαντο δὲ καὶ το[ὺς] ἐπ[ιδη]-
μήσαντας παρ’ ἑκάστ[ῳ] τῶν θ[υμελι]-
[κ]ῶν, ἐν δὲ τοῖς Ἡραίοις μετὰ τ[ῶν ἄ]λ-
λων παρέσχον τ[αῖς γυναιξ]ὶ̣ν̣ καὶ δού-
λαις καὶ ἐλευθέραις μετὰ τῆς ἄλλης χο-
καὶ τὰ ἱερὰ τοῖς θύσασι διὰ προγράμματος
παρακαλέσαντες ἐπὶ τὰς θυσίας, ἔδο-
σαν δὲ καὶ ταῖς δημοθυνίαις πᾶσιν
- Panamara 177
- Caria
σαντο καὶ τὰ τῶν θυσιῶ[ν ἱερὰ]
καὶ ἐγυμνασιάρχησαν τήν [τε παράλη]-
ψιν τοῦ στεφάνου καὶ τὰς [δέκα τῶν]
- Panamara 178
- Caria
[θεῖσιν πᾶσι θύσαντες ἀκωλύτως ἐχαρίσαντο καὶ τὰ τῶν θυσιῶν ἱερά,] καὶ ἐγυμνασιάρχησαν τήν
[τε παράληψιν τοῦ στεφάνου καὶ τὰς ιʹ τῶν Παναμαρείων ἡμέρας] δι’ ὅλης νυκτὸς καὶ ἡμέρας,
[θέντες τὸ ἔλαιον ἀκωλύτως πάσῃ τύχῃ καὶ ἡλικίᾳ ἐντοπίων καὶ] ξένων καὶ ταῖς γυναιξίν, θέν-
[τες δὲ καὶ οἰνάνθην — ὑπεδέξαντο δὲ τὰ ἐπ]ιδημήσαντα ἀκροάματα
[— τοὺς παραγενομ]ένους, ἐποίησαν δὲ καὶ τὰς δη-
[μοθοινίας καὶ τὰς ἑστιάσεις ἐπαξίως τῆς τῶν γονέων καὶ προγό]νων δόξης· συνφιλοτειμου-
- Panamara 179
- Caria
[ρὰ ἐχαρίσαντο, καὶ τὴν τ]οῦ στεφά-
[νου παράληψιν ἐγυμνασιάρχ]ησαν καὶ
[τὰς δέκα ἡμέρας τῶν Π]αναμα-
- Panamara 180
- Caria
φιλοτίμως διὰ παντός, [ἀπέδω]-
δε δὲ καὶ τὰ δῖπνα, καὶ τοῖς π[αρι]-
οῦσι πᾶσι θύσας ἀκωλύτως, [ἐχα]-
καὶ ἐγυμνασιάρχησεν τήν τε
παράληψιν τοῦ στεφάνου καὶ τὰς
δέκα ἡμέρας τῶν Παναμαρείων [ἀδι]-
- Panamara 187
- Caria
δημησάντων ξένων. ἱερατεύοντες δὲ μετὰ μέσα ἔτη πέντε ἐν σιτοδείᾳ κ[— πάντα ἐποίησαν]
εὐσεβῶς μὲν πρὸς τὸν θεόν, φιλοτείμως δὲ πρὸς τοὺς [ἀ]νθρώπους, πολλὰ παρ’ ὅλο[ν τὸν ἐνιαυτὸν δόντες, καὶ τοὺς ἀφι]-
κομένους ἰς τὸ ἱερὸν πάντας ὑπεδέξαντο καὶ εἱστίασαν δα[ψι]λῶς οὐ μόνον ἀρίστῳ ἀλλ[ὰ καὶ δείπνῳ, καὶ τὰ ἱερὰ ἀπέ]-
- Panamara 188
- Caria
[ἐπὶ Αὐτοκρατό]ρων Καισάρων Μάρ(κου) Αὐρ[ηλίου Ἀντωνείου καὶ]
[Λουκ(ίου) Οὐήρου Σεβα]στῶν Ἀρμενιακῶν [Παρθικῶν μεγίστων.]
[ἱερεὺς ἐξ ἱερέων ἐν] Ἡραίοις Μυωνίδης [Δημητρίου Δαμύλας Ἱε(ροκωμήτης),]
εὔξησαν, [κα]ὶ τὰ δεῖπνα πᾶσιν ἀπέδοσαν [καὶ τοῖς βουληθεῖσιν]
ἐχαρίσαν[το τὰ] ἱερά, καὶ γυμνασιαρχήσαντες [καὶ τῇ δʹ παραλαμβά]-
νοντε[ς τὸν θεὸν καὶ τὰ]ς ιʹ τῶν Παναμαρείων ἡμ[έρας ἔθεσαν ἔλαιον]
[ἑλκυστὸν ἐγ λουτή]ρων· καὶ οἰνάνθην ἐν πᾶ[σι τοῖς βαλανεί]-
[οις ἀδιαλείπτ]ως παρέσχον· καὶ πρὸς τ[οῖς ἐλαιοθεσίοις]
[παλαιοὺς οἴνους δι]έπενψαν κατὰ συνεφη[βίας καὶ ἐλευθέροις]
- Panamara 189
- Caria
[πᾶσιν καὶ τοῖς βουληθεῖσιν εὐχαρί]στως θύσαντες τὰ ἱερὰ ἐδωρήσαντο καὶ ταῖς δημοθυνίαις, πάν-
[τα ἀξίως τοῦ θεοῦ καὶ τῶν προγόνων ποιήσαν]τες, ἐγυμνασιάρχησαν δὲ καὶ τῇ δʹ παραλαβόντες τὸν θεὸν
[καὶ τὰς ιʹ τῶν Παναμαρείων ἡμέ]ρας ἐν πᾶσι τοῖς βαλανίοις ἑλκυστὸν ἐκ λουτήρων πάσῃ τύχῃ καὶ
[ἡλικίᾳ ἔλαιον παρέσχον ἀνδράσι καὶ γ]υναιξίν, ὁμοίως καὶ πρῶτοι καὶ μόνοι καὶ παλαιοὺς οἴνους διέπενψαν καὶ
[τοῖς πολίταις καὶ ξένοις καὶ ἐλευθέ]ροις καὶ δού[λοι]ς πᾶσι, καὶ τῷ Ἡραίῳ πάσαις ταῖς κατοικού[σαις κ]αὶ τὴν πόλιν καὶ τὴν χώραν
[γυναιξὶ ταῖς τε πολίτισιν καὶ ξέναις ἐν τῷ ἱε]ρῷ ἔδοσαν [ἀν]ὰ ʹ𐆖 βʹ, καὶ οἶνον δαψιλῆ παρέσχον πᾶσι, [κ]αὶ παρ’ ὅλον τὸν ἐνιαυτὸν ὑπεδέξαντο τὰ ἐπιδημήσαντα ἀκροάματα καὶ ἐμισθώσαντο, καὶ πολλοὺς δεηθέντας
[ἐτίμησαν, πάντα ποιήσαν]τες καὶ [τοῦ θε]οῦ ἀξίως καὶ τῆς τῶν γονέων καὶ πρ[ο]γόνων δ̣ό̣ξη̣ς, συνευσεβούντων τῆς μητρ[ὸς τ]οῦ ἱερέως Ἀπφί[ας] καὶ τῶν ὑῶν Δαμύλα καὶ Δημητρίου καὶ τῶν τοῦ
- Panamara 192
- Caria
τες τοὺς ἀνελθόντας πάντας, ἐγυμνασιάρχησαν
τῇ τε παραλήψει τοῦ θεοῦ καὶ τὰς τῆς ἱερομηνείας το[ῦ]
θεοῦ ἡμέρας πάσας, ἐποίησαν τὸ Ἥραιον φιλοτεί-