| 110535 matches in 49713 texts. | 11801-11900 11901-12000 12001-12100 12101-12200 12201-12300 12301-12400 12401-12500 12501-12600 12601-12700 12701-12800 |
| 23665 | 1.8314% | Attica (IG I-III) |
| 4745 | 1.8934% | Peloponnesos (IG IV-[VI]) |
| 12950 | 2.0337% | Central Greece (IG VII-IX) |
| 3282 | 1.8443% | Northern Greece (IG X) |
| 4169 | 2.0519% | Thrace and the Lower Danube (IG X) |
| 1054 | 1.2610% | North Shore of the Black Sea |
| 22794 | 2.0021% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 25331 | 2.0694% | Asia Minor |
| 1596 | 5.4356% | Cyprus (IG XV) |
| 2438 | 4.0183% | Greater Syria and the East |
| 4588 | 2.0551% | Egypt, Nubia and Cyrenaïca |
| 167 | 0.9547% | North Africa |
| 3324 | 2.4082% | Sicily, Italy, and the West (IG XIV) |
| 432 | 1.7491% | Upper Danube |
- I.Oropos 172
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου,
ἱερέως δὲ τοῦ Ἀμφιαράου Νικίππου,
διατελεῖ, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Αὐτοκράτην Νικοκλέους
Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν
καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ
- I.Oropos 173
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἄρχοντος ἐν κ]οινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου,
[ἱερέως] δὲ τοῦ Ἀμφιεράου Νικίππου,
[Ἑρμόδωρος Ὀλ]υμπίχου εἶπε[ν· ἐπει]δὴ Κηφισοφῶν εὔνους ὑπάρχε[ι]
[τῆι πόλει κοινῆι κα]ὶ λέγων κ[αὶ πράτ]των ὑπὲρ αὐτῆς διατελεῖ τὰ
[μωι· Κηφισοφῶντα Ἀ]ντιφίλου [Ἀθην]αῖον πρόξενον εἶναι καὶ εὐ-
[εργέτην τῆς τῶν Ὠρ]ωπίων πό[λεω]ς αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι
[αὐτῶι γῆς καὶ οἰκίας] ἔνκτ[ησιν κ]αὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ
- I.Oropos 174
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Νικίππου,
Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Εὐπόλεμος εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττων
ἀεὶ τὰ συμφέροντα ἐμ παντὶ καιρῶι διατελεῖ, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐπόλεμον Ε[ὐ]-
δήμου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ̣[ῶι γῆς]
καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης κ[αὶ τὰ ἄλ]-
- I.Oropos 175
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Διονυσίου, ἐπὶ δὲ πό[λεως Νικο]-
κλ̣έ̣ους, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοκράτου τοῦ δε[υτέρου],
συμφέροντας λόγους ποιεῖται ὑπὲρ τῆς πόλεω[ς, ὅπως]
οὖν καὶ ὁ δῆμος φαίνηται τὴν πᾶσαν ἐπιμέλεια̣[ν ποιού]-
μενος τῶν εὐεργετούντων ἑαυτόν, δεδόχθαι [τῆι βου]-
λῆι καὶ τῶι δήμωι· Φορμίωνα Νυμφαίου Βυζά[ντιον]
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπί[ων αὐτὸν]
καὶ ἐκγόνους, εἶναι δὲ αὐτοῖς ἰσοτέλειαν καὶ ἀσφάλε[ιαν καὶ ἀ]-
ψαι δὲ τόδε τὸ ψήφισμα τοὺς πολεμάρχο[υς τοὺς ἐ]-
πὶ ἱερέως Δημοκράτου τοῦ δευτέρου ἐν [τῶι ἱερῶι τοῦ]
Ἀμφιαράου, ἐπὶ τῆς βάσεως τῶν εἰκόν[ων τοῦ βα]-
σιλέως Πτολεμαίου καὶ τῆς βασιλί̣[σσης Ἀρσινόης].
- I.Oropos 176
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Διονυσίου, ἐπὶ δὲ πόλεως Νικοκλέους, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοκράτου, vacat c.10
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Σώπατρος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ τοῖς δεομένοις παρέχεται χρείας
ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Σώπατρον Ζήνωνος Ἡρακλειώτην πρόξενον εἶναι τῆς πόλεως Ὠρω-
πίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου
καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
- I.Oropos 177
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἄρχοντος] ἐ̣ν κοινῶι Βοιωτῶν Διονυσίου, vv
[ἐπὶ δὲ πό]λ̣εως Νικοκλέους, ἱερέως δὲ τοῦ v
[Ἀμφιαρ]άου Δημοκράτου, v μηνὸς Δαματρίου v
[ἕκτηι] ἀπιόντος, ἐπεψήφιζεν Ἡγήσιππος, vv
[Μείλ]ιχος Ἀριστογείτονος εἶπεν· ἐπειδὴ Ἀριστό-
φάντου Ζακύνθιον πρόξενον εἶναι τῆς πόλεως
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφά-
- I.Oropos 178
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἐπὶ ἱερέως Δημοκράτου·
Δημόστρατος Εὐδήμου εἶπεν· ἐπειδὴ Νικίας Ἐπιμενίδου v
Ἀθηναῖος εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττων v
διατελεῖ τῆι πόλει τὰ συμφέροντα ἐμ παντὶ καιρῶι, δεδόχθαι
τῆι βουλῆι καὶ τῶι δήμωι· Νικίαν Ἐπιμενίδου Ἀθηναῖον πρόξε-
νον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι
αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ
- I.Oropos 179
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἐπὶ ἱερέως Δημοκράτου·
Πυθόκριτος Ἀνθέως εἶπεν· ἐπειδὴ Κλεόνικος ὁ τραγωιδὸς
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Κλεόνικον Κλεοκράτου Ῥόδιον
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐτὸν
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ
- I.Oropos 180
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἱερέως Μένωνος, Ἀριστομήδης Πίργους εἶπεν·
ἐπειδὴ Πωλίας εὔνους ὢν διατελεῖ τῆι τε πό-
βουλῆι καὶ τῶι δήμωι· Πωλίαν Ἡγεμάχου Ἀθηναῖον πρό-
ξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐ-
τὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας
- I.Oropos 181
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου,
vvv μηνὸς v Προστατηρίου v τριακάδι· vacat
Φαιδίμου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρω-
πίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν
καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θά-
- I.Oropos 182
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
μωι· Ποσείδιππον Διονυσίου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέ-
την τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ
- I.Oropos 183
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου
Ἐπικράτου, vvvvv Ἀμφίνικος Πυθίωνος εἶπεν· ἐπειδὴ Βάλακρος [εὔ]-
νους ὢν διατελεῖ τῆι τε πόλει καὶ ἰδίαι τῶν πολιτῶν ἀεὶ τοῖς χρεί[αν ἔ]-
[χ]ουσιν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Βάλακρον Εὐφρονίο̣[υ Ἀθη]-
[να]ῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόν[ους]
καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ πο[λέ]-
- I.Oropos 184
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος,
ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου τοῦ δευτέρου,
Παράμυθος Κρατίνου εἶπεν· ἐπειδὴ Πυθῶναξ
εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων
καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν-
λῆι καὶ τῶι δήμωι· Πυθώνακτα Δαμασίππου Λαμ-
ψακηνὸν πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί-
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
- I.Oropos 185
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
νεκράτην Φιλίππου Ἀθηναῖον πρόξενον εἶ-
ναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐ-
τὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
- I.Oropos 186
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου, vacat
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Γενναῖος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδίαι τῶν πολιτῶν τοῖς
δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Γενναῖον Κλέωνος Ἐλατέα πρό-
- I.Oropos 187
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
vvvvv ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικρ[άτο]υ,
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Καλλίας εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδία[ι τ]ῶν
πολιτῶν τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Καλ-
- I.Oropos 189
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[Μοσχίων] Δωροθέου εἶπεν· ἐπει[δ]ὴ Ἀλεξῖνος καὶ Στίβανδρος εὖνοι ὄντες
[καὶ χρή]σιμοι διατελοῦσιν τῆι πόλει Ὠρωπίων, δεδόχθαι τῶι δήμωι·
[Ἀλεξῖνο]ν καὶ Στίβανδρον Θε〚․․〛ώρου Θεώρου Καρυστίους προξένους εἶναι αὐτοὺς καὶ ἐκγόνους
[τῆ]ς πόλεως Ὠρωπίων καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν
- I.Oropos 190
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Μύννιχος Λυρανίου εἶπεν· δεδόχθαι τῶι δήμωι· Ἱεροκλῆν Ἀπολλωνίδου Σάμιον πρόξενον εἶναι
τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ [ἰ]σοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ [τἆ]λλα πάντα
- I.Oropos 191
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Μοσχίων Δωροθέου εἶπεν· δεδόχ[θ]αι τῶι δήμωι· Δρόμωνα Στράτωνος Σελγέα πρόξενον ε[ἶναι] τῆς πόλεως
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόν[ους] καὶ εἶ[ναι αὐτ]οῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ [ἰ]σοτέλειαν καὶ ἀσ[υλία]ν καὶ ἀσφάλειαν
[καὶ πολέμου] καὶ εἰρήνης [καὶ κατὰ γῆν καὶ κατὰ θά]λα[ττα]ν [καθά]π[ερ καὶ τ]οῖς ἄλλοις προξέν[οις καὶ εὐεργέταις].
- I.Oropos 192
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[Μ]η̣νόφιλον [․․․]ωνος [Μιλ]η[τ]ο[πο]λ[ίτη]ν πρόξενον ε[ἶν]αι
τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκ[γ]όνους καὶ εἶναι αὐ-
τοῖς γῆς καὶ οἰκίας ἔ[γ]κτησιν καὶ ἰσοτέλειαν καὶ [ἀ]σ[υ]-
- I.Oropos 196
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Δημαινέτου, Ἑρμαίου, Ἀρίστων Νικοστράτου εἶπεν· ἐπει-
δὴ Ἑρμογένης εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων v
καὶ ἰδίαι τῶμ πολιτῶν ἑκάστωι παρέχεται χρείας ἐμ παν%⁸⁰-
πολλωνίου Μυριναῖον πρόξενον εἶναι καὶ εὐεργέ%⁸⁰την τῆς πό-
λεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς
καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλ-
- I.Oropos 197
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Φιλοξένω ἄρχοντος, μεινὸς Πανάμω, ἐπεψάφιδδε
Κλέων Εὐμάρωνος Ταναγρῆος· Ὀλουμπίων Ἀρχελαΐ-
δαο Ταναγρῆος ἔλεξε· δεδόχθη τῦ δάμυ· πρόξενον
- I.Oropos 198
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[Φ]ιλοναύτης [Κ]λεάρχου [εἶπε]ν· ἐπειδὴ Ν[ικό]δ[ρομος] ὁ̣ Ἀθ[ηναῖος εὔνους ὢν διατελεῖ] τεῖ πόλει
Ὠρωπίων [καὶ τῶι κοινῶι Βοιωτῶν καὶ τῶν] πολ[ι]τῶν τοῖς ἀεὶ δεομένοις παρέχεται χρεί[ας ἐ]ν [πα]ντὶ καιρῶ[ι]
[κα]ὶ λέγων καὶ πράττων [ὑπὲρ τῆς πόλεως] τὰ συ[ν]φέροντα ἐ[ν] παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι·
[Νι]κόδρομον Ἐ̣π̣ι[κράτ]ου Ἀθηναῖον πρόξενο[ν εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ α]ὐτὸν καὶ ἐκγ[όνους]
[κ]αὶ εἶναι αὐτοῖς γ[ῆ]ς καὶ οἰκίας ἔνκτησιν καὶ [ἀσφάλειαν κ]αὶ [πολέμου καὶ εἰρήνης καὶ] τὰ ἄλλα πά[ν]τα
- I.Oropos 200
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἀρτυλάου, ἱερέως δὲ τοῦ Ἀ[μ]φιαράου Πυροκλεί[δου, Ἀλαλκομενείου]
ἐνβολ[ίμου], Θεοπομπίδης Φιλοξενίδου εἶπε[ν]· ἐπειδὴ Πα[σ]ῖν[ος]
εὔ[ν]ους ὢν δι[α]τελεῖ
δεδόχθαι τ[ε]ῖ βουλ[ε]ῖ καὶ τῶι δήμωι· Πα[σῖνο]ν [Παρμέν]οντ[ος] Πολυρήνιον πρόξενον
εἶναι καὶ εὐερ[γέ]την τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ[ῶι]
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ π[ολ]έμου καὶ εἰρήνης καὶ κατὰ γῆν
- I.Oropos 201
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Σθενέδημος Δεξισθένου εἶπεν· ἐπειδὴ Χοιρύλος εὔνους ὢν διατελεῖ τεῖ
πόλει Ὠρωπίων καὶ ἰδίαι παρέχεται χρήας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βου-
λεῖ καὶ τῶι δήμωι· Χοιρύλον Χοιρύλου Δήλιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς
πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης
- I.Oropos 202
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Γεννικὸν καὶ Κριτόδημο[ν] Λεωνίδου Μεσσηνίους
προξένους εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης 〚․․․c.10․․․〛
- I.Oropos 203
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἄρχοντος ἐν κοινῶι — — — —, ἱερέως τοῦ Ἀμφιαράου — — — —, — — — —]ου
[εἶπεν· ἐπειδὴ Βίοττος εὔνους ὢν διατελεῖ τεῖ τε πόλει Ὠρωπίων καὶ τ]ῶν πολιτῶν τοῖς χρήαν
[ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τεῖ βουλεῖ] καὶ τῶι δήμωι· Βίοττον Εὐδίκου
[Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίω]ν αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι
[αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέληαν καὶ ἀσυλίαν καὶ ἀ]σφάληαν καὶ κατὰ γῆν καὶ κατὰ θά-
- I.Oropos 204
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Ἀρίστων Νικοστράτου [εἶπεν· ἐπειδὴ Ἀδάμας]
εὔνους ὢν διατελεῖ τεῖ π̣[όλει Ὠρωπίων καὶ ἐμ παντὶ]
καιρῶι τὸ συμφέρον πράττε[ι τεῖ πό]λει κα[ὶ κα]-
ἀπὸ Μελιτείας πρόξενον εἶναι τῆς πόλεως
Ὠρωπίων καὶ αὐτὸν 〚— — —〛 καὶ ἐκγόνους καὶ εἶναι
αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν
- I.Oropos 205
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Ἀρίστων Νικοστράτου εἶπεν· ἐπειδὴ Πολεμοκράτης εὔ[νους ὢν]
[δ]ιατελεῖ τεῖ πόλει Ὠ[ρ]ωπίων καὶ ἐμ παντὶ καιρῶι τὸ συμφ[έρον]
[πρ]άττει τεῖ πόλει καὶ καθ’ ἰδίαν ἑκάστωι καθ’ ἃ ἂν δυν[α]τὸ[ς εἶ, δεδό]-
[χθ]αι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πολεμοκράτην Ζωΐλου Θ[ηβαῖον ἐξ Ἀ]-
[χαΐ]ας τῆς Φθιώτιδος πρόξενον εἶναι τῆς πόλεως Ὠρ[ωπίων]
[καὶ] αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν
- I.Oropos 206
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Ἀρίστων Νικοστράτου εἶπεν· ἐπειδὴ [Τι]μοκλῆς εὔνο[υς]
ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ [τ]ῶν πολ[ι]τῶν
τοῖς δεομένοις παρέχεται χρείας̣ ἐμ παντὶ κα[ι]-
Τιμαράτου Ἀθηναῖον πρόξενον εἶναι κα[ὶ] εὐεργέτην
τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους κα[ὶ εἶ]-
ναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν κ[αὶ ἰσο]τέλει[αν]
- I.Oropos 207
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
․․ησιστράτου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως
Ὠρωπίω[ν] καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι
γῆς καὶ [οἰκί]ας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν
- I.Oropos 208
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
δεδόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενον καὶ εὐερ-
γέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους
καὶ δεδόσθαι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφά-
- I.Oropos 209
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Μείλιχος Ἐπιδρόμου ε[ἶπεν· ἐπειδὴ Μέ]-
μνων v καὶ πρότερο[ν ἀεὶ εὔνους ἦν]
Ὠρωπίοις καὶ νῦ[ν εὐσεβῶς ἔχων περὶ]
[τ]ὸ ἱερὸν το[ῦ Ἀμφιαράου — — — — —]
- I.Oropos 210
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἀξίας χάριτας ἀποδιδοῦσα τοῖς τοιούτοις, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Διονύσιον Ἀρίστωνος
Τύριον καὶ Ἡλιόδωρον Μουσαίου Σιδώνιον προξένους εἶναι καὶ εὐεργέτας τῆς πόλεως Ὠρωπίων
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ
- I.Oropos 211
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχεται ἐν παντὶ καιρῶι καὶ λέ[γων καὶ]
πράττων τὰ συμφέροντα ἐπιδημήσας τε παρ’ ἡμῖν ἀκροάσεις καὶ πλείους πεπόηται, δε[δόχθαι]
τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀμφικλῆν Φιλοξένου Δήλιον ἐπαινέσαι ἐπί τε τεῖ πρὸς τὴν πό[λιν εὐνοίαι]
καὶ ταῖς ἀκροάσεσιν καὶ ἐπὶ τεῖ ἀναστροφεῖ, εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆ̣[ς πόλεως]
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ[λειαν]
καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτοῖς καθά[περ τοῖς]
- I.Oropos 212
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — εἶπεν· ἐπειδὴ — —ί]σκος Τίμωνος κα[ὶ Εὔνικος Εὐ]-
[νίκου εὖνοι ὄντες διατελοῦσι]ν τῆι τε πόλει Ὠρωπί̣ω̣ν κα[ὶ τῶν]
[πολιτῶν τοῖς δεομένοις παρέ]χονται χρείας ἐν παντὶ καιρῶ[ι, δε]-
[δόχθαι τῶι δήμωι· — — —ίσκον Τίμωνο]ς καὶ Εὔνικον Εὐνίκου Χυτρίους
[προξένους εἶναι τῆς πόλε]ως Ὠρωπίων καὶ αὐτοὺς καὶ ἐκ-
[γόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ ο]ἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν κα[ὶ]
[καὶ τἆλλα ὑπάρχειν αὐτοῖς ὅσα]περ καὶ τοῖς ἄλλοις προ̣[ξένοις τῆς]
[πόλεως Ὠρωπίων γέγραπτα]ι· ἐπεψήφιζεν Εὐφραί̣[νων Πτωϊοδώρου].
- I.Oropos 213
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
μαίου τρια[κάδι, ἐν δήμωι προστα]-
τηρίου δε[κάτηι, Ὀλύνπιχος Ἑρ]-
μοδώρου εἶπ[εν· προβεβουλευμέ]-
[ὢν] διατελεῖ τ[εῖ πόλει Ὠρω]-
[πίων] καὶ [τῶν πολιτῶν τοῖς ἀεὶ]
[δεομένοις — — — — — — — — —]
- I.Oropos 214
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
λὴν καὶ τὸν δῆμον· ἐπειδὴ Ἑρμοκλῆς εὔ%⁸⁰-
νους ὢν διατελεῖ τεῖ τε πόλει Ὠρωπίω[ν]
καὶ τοῖς ἀεὶ v δε%⁸⁰ομένοις v τῶν πολιτῶν π[α]-
μοκλείδου Ἀθηναῖον πρόξενον εἶναι καὶ
εὐεργέτην τῆς πόλεως Ὠρωπίων
καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι
- I.Oropos 215
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[μένον εἶνα]ι αὑτῶι πρὸς τ[ὴν βουλὴν καὶ τὸν δῆμον· ἐπειδὴ — — — — — — — — — — — — — — — — —]
[․․ εὔνους] ὢν διατ[ελεῖ τεῖ τε πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις παρέχεται χρείας]
[ἐν παντὶ] καιρῶ[ι — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
- I.Oropos 216
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
καὶ τῆι πόλει· Πάτρωνα Πρωτάρχου Χαλκιδῆ πρόξε-
νον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ
[α]ὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἀσφάλειαν καὶ
ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται τῆς v
πόλεως Ὠρωπίων· ἐπεψήφιζεν Σωσθένης vvvv
Εὐθυδήμου.
- I.Oropos 217
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ου εἶπεν· ἐπειδὴ Χαρίδημος Μνασαίγου Χαλκι-
δεὺς εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων
καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχε-
ὃ καὶ δεδόχθαι τοῖς τε ἄρχουσι καὶ τοῖς συνέδροις κα[ὶ]
τῶι δήμωι Ὠρωπίων· ἐπαινέσαι Χαρίδημον Μνασαί-
γου Χαλκιδέα ἐφ’ ἧι ἔχων τυγχάνει εἰς πάντας Ὠρωπί-
ους εὐνοίαι καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ̣ην τῆς
πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους, vv ὑ̣[π]άρ̣-
χειν δὲ αὐτοῖς καὶ πρόσοδον πρός τε τὸ συνέδρ[ιον καὶ τ]ὸ̣ν
πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοι[ς καὶ εὐεργ]έ̣ταις
τῆς πόλεως Ὠρωπίων γέ̣[γραπται].
- I.Oropos 218
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — — — —]ς καὶ τοῖς ἐντυγχάνουσιν
[αὐτῶι τῶν νεωτ]έρων προτρέπεται αὐτοὺς ἐπὶ
[τὰ κάλλ]ιστα τῶν ἐπιτηδευμάτων συνευ[κοσ]-
[μ]ῶν τὸ γυμνάσισιον γυμνάσιον καὶ τὴν ἀναστροφὴν πε[ποίη]-
ται ἀξίαν τοῦ τε ἐπιτηδεύματος καὶ τ[ῆς Ὠρω]-
πίων πόλεως, δεδόχθαι τοῖς ἄρχουσιν [καὶ τοῖς]
συνέδροις καὶ τῶι δήμωι Ὠρωπίων· ἐ[παινέσαι]
αὐτὸν ἐπὶ τῆι προαιρέσει τῆι [π]ρὸς ὁ[μόνοιαν καὶ]
εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέ[την τῆς πόλεως]
Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους [αὐτοῦ καὶ δεδόσθαι]
αὐτῶι πάντα ‵τὰ′ φιλάνθρω[πα καθάπερ τοῖς ἄλλοις]
προξένοις καὶ εὐε[ργέταις τῆς πόλεως Ὠρω]-
π̣ίω̣ν̣ γέγραπ[τ]αι, ἀναγ[ράψαι δὲ τὸ ψήφισμα]
εἰς στήλην λιθίνην [καὶ στῆσαι ἐν τῶι]
- I.Oropos 219
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[․․․․․․․17․․․․․․․․] εὔν[ο]υς [ὢ]-
[ν διατελεῖ τῆι πόλει] Ὠρωπίων,
[δεδόχθαι τῆι βουλῆι]· Ἐρα̣σ[ίστ]-
- I.Oropos 224
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἐπὶ ἱερέως τοῦ Ἀμφι̣α̣ρ̣ά̣ου Ο[․․․․]
[— — — — — — — — — — — — — — — —]
- I.Oropos 225
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ν]ο[ν εἶναι καὶ εὐεργέτην τ]ῆς πό-
[λ]ε[ως Ὠρωπίων καὶ αὐτὸν κα]ὶ ἐκγό-
νους κ[αὶ εἶναι αὐτῶι γῆς] καὶ οἰκί-
- I.Oropos 230
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ς εὔνους ὢν διατελεῖ καὶ χ]ρήσιμος
[τῆι τε πόλει Ὠρωπίων κοιν]ῆι [καὶ]
[— — — — — — — — — — — — — —]
- I.Oropos 232
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— πρόξ]ε̣ν̣ο̣[ν εἶναι καὶ εὐεργέτην]
[τῆς πόλε]ως Ὠ[ρωπίων καὶ αὐτὸν]
[— — — —]Τ[— — — — — — — — —]
- I.Oropos 233
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — — εὔν]ους ὢν καὶ χρή-
[σιμος διατελεῖ τῆι πόλει] Ὠρωπίων, δεδό-
[χθαι τῶι δήμωι· εἶναι πρό]ξενον αὐτὸν καὶ
[εὐεργέτην τῆς πόλεως] Ὠρωπίων καὶ αὐ-
[τὸν καὶ ἐκγόνους καὶ δ]εδόσθαι αὐτοῖς
- I.Oropos 237
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — πρόξεν]ον εἶναι τῆς πό-
[λεως Ὠρωπίων καὶ αὐ]τὸν καὶ ἐγγόνο-
[υς καὶ εἶναι αὐτῶι γῆς] καὶ οἰκίας ἔγκτ-
- I.Oropos 238
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — τ]ῶι δήμω[ι]
[Ὠρωπίων καὶ λέγων καὶ πράττ]ων τὰ
[συμφέροντα, δεδόχθαι τῆι βουλῆι κ]αὶ τῶι
[δήμωι· εἶναι αὐτὸν πρόξενον καὶ ε]ὐερ-
[γέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐ]τὸν
[— — — — — — — — — — — — — — — —]
- I.Oropos 239
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[δὴ — — — — — — διατρίβω]ν παρὰ τῶι βασι-
[λεῖ — — — τῆι πόλει Ὠρωπ]ίων εὔνους ὢν
[καὶ χρήσιμος διατελεῖ καὶ ἰ]δίαι ἑκάστωι
[ι τῶι δήμωι· — — — — — — — —]μωνος [․․]
[— — πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων]
[— — — — — — — — — — — — — — — — —]
- I.Oropos 246
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — — — — — — — —]
[Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους κ]αὶ
[εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκ]τησιν
- I.Oropos 247
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἐπὶ ἱερέως — — — — —, ἐπεψήφιζεν — — — — —] Αἰνη[σιδήμου, — — — — εἶπεν· δεδό]-
[χθαι τῶι δήμωι· — — — — — — — — — — — — —] πρόξε[νον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν]
[καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας] ἔνκτ[ησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφά]-
- I.Oropos 249
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — κ]αὶ ἀσφ[άλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ]
[τὰ ἄ]λλα πάντα ὑπά[ρχειν αὐτοῖς καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως Ὠρωπίων]
γέγραπται. vacat
- I.Oropos 250
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — εἶπεν· ἐπειδὴ — — — — εὔνους ὢν δι]ατελεῖ τῆ[ι πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν ἀεὶ τοῖς δεομένοις]
[παρέχεται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τ]ῆι βουλῆι καὶ τ[ῶι δήμωι· — — — — — — — — — — — — — πρόξενον]
[εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐ]τὸν καὶ ἐκγό[νους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ]
[ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν κα]ὶ κατὰ [θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα]
- I.Oropos 251
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἐν παντὶ και]ρῶι, δεδ[όχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· — — — — — — — πρόξενον εἶναι καὶ]
[εὐεργέτην τῆς πόλ]εως Ὠρ[ωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας]
[ἔγκτησιν καὶ ἰσο]τέλειαν κ̣[αὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης]
- I.Oropos 252
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — —]ς Ἀθην̣[αῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰ]-
[κίας ἔ]γκτησιν [καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα καθάπερ]
- I.Oropos 253
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἄρχο]ντος̣ [— — — —, ἱερέως δὲ τοῦ Ἀμφιαρά]ου Πι[— — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
- I.Oropos 254/255
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — —]ΑΤ[— — — — — πρόξενον εἶναι καὶ εὐεργέτην]
[τῆς πόλεως Ὠρω]πίων καὶ αὐτ[ὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι]
[γῆς καὶ οἰκίας ἔν]κτησιν καὶ ἰσο[τέλειαν καὶ ἀσυλίαν καὶ ἀσφά]-
- I.Oropos 256,2
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
τοῦ Ἀμφιαρ[άου — — — — —, προξενία κεκυρωμένη]
ἐμ βουλῆ Θυΐο[υ ἕκτει ἐπὶ δέκα, ἐν δήμωι Ὁμολωΐου]
[ἐνά]τει ἱσ[ταμένου — — — — — — — — — — — — —]
- I.Oropos 257
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· — — — — — — — — — — — πρόξενον εἶναι καὶ εὐ]εργέτη[ν]
[τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς πρόσοδον πρός τε βουλὴν καὶ δῆμον πρώτοις] μετὰ τὰ ἱερὰ
[καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατ]ταν καὶ πολέμου
- I.Oropos 258
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἱερέως — — — — —, εἶπεν· ἐπειδὴ — — — — — — — — — — — — — εὔνους ὢν διατελεῖ τ]εῖ πό-
[λει Ὠρωπίων καὶ κοινεῖ καὶ ἰδίαι πᾶσι τοῖς δεομένοις τῶν πολιτῶν χρείας παρέχεται ἐ]ν παντὶ και-
[ρῶι καὶ λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῶι δήμωι· — — — — — — —]νου Χαλκιδέα πρόξε-
[νον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκ]τησ[ι]ν
[καὶ ἰσοτέλειαν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
- I.Oropos 260
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — ἱερ]έως δὲ [τοῦ Ἀμφιαράου — — — — — — —]
[— — — — — — πρόξε]νον εἶν[αι τῆς πόλεως Ὠρωπίων — — —]
[— — — — — — — — — χ]ρείας [παρέχεται — — — — — — — — —]
- I.Oropos 277
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ς τοῦ μηνὸς ἑκάστο ∶ καὶ ἐπαναγκάζειν τὸν ν-
εωκόρον τοῦ τε ἱεροῦ ἐπιμελεῖσθαι κατὰ τὸ-
ν νόμον καὶ τῶν ἀφικνεμένων εἰς τὸ ἱερόν· vv
όντος τοῦ νεωκόρου 〚․․․․․․․․19․․․․․․․․․〛
〚․․․c.9․․․〛 κατεύχεσθαι δὲ τῶν ἱερῶν καὶ ἐπ-
ὶ τὸν βωμὸν ἐπιτιθεῖν, ὅταν παρεῖ, τὸν ἱερέα,
ὅταν δὲ μὴ παρεῖ, τὸν θύοντα καὶ τεῖ θυσίει α-
v τοῦ ἱερήου· v ἐγκαθεύδειν δὲ τὸν δειόμενο-
ν μ[έ]χ̣ρ̣ι̣ 〚․․․․․․․․․․23․․․․․․․․․․․〛ς̣ ἐ̣πὶ̣ τ̣ο-
ῦ αὐ[το]ῦ 〚․․․․․․․․․․23․․․․․․․․․․․〛 πειθόμ-
- I.Oropos 279
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ΩΝ[— — — — — — — — —]
ΠΙΟΝ[— — — — — — — —]
σχίον Ι[— — — — — — — —]
ΚΗΣ[— — — — — — — — —]
Ὀροπι[— — — — — — — —]-
νους ὑ[— — — — — — — —]
- I.Oropos 290
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἱερὰ Ἀμφιαράο·
ἐπὶ Ἀντικράτος ἱερέως,
Πάνδιος εἶπε· ὅπως ἂν ἐπισκευα-
σθῆι ἡ κρήνη τῶι Ἀμφιαράωι καὶ ο-
παραδο͂ναι τὸ ἄλλο τοῖς τῶν ἱε-
ρῶν ἐπισκευαστα̣ῖς, τὸς δὲ τῶν
ἱερῶν ι ἐπισκευαστὰς παραδο͂ν τῶι
μισθωτεῖ το͂ ἔργο· ἐπαινέσαι δὲ v
τὸν ἱερέα το͂ Ἀμφιαράο Ἀν%⁸⁰τικρά-
τη Δεκελέα δικαιοσύνης καὶ ἐπι%⁸⁰-
μελείας ἕνεκα τῆ[ς] περὶ τὸ ἱερόν. v
[σ]τύος καὶ μὴ παραχωννύναι πρὶν ἂ-
ν ἐπιδείξηι τὸς ἁρμὸς ἁρμόττοντας,
τότε δὲ ἐπιχωννύναι [κ]αὶ ὁμαλίσαι
ἴσον τῶι ἐδάφηι· στῆσαι δὲ καὶ παρα-
στάδια δύο ἴσα τοῖς ὑπάρχοσιν ἀπο-
ξέσαντα καὶ ἐπίκρανα ἐπιθεῖναι
ὅμοια τοῖς ὑπάρχοσιν καὶ ἐπισστύλ-
ια ἐπιθε%⁸⁰ῖναι ἐπιξέσαντα· καὶ κατε-
ρεῖψαι τὴν κρήνην πλαξὶ πάχος ποδιαί-
αις ἀποξέσαντα, πλάτος δίποσι, ἐπιβά-
λλοσαν ἐπὶ τὸ ἐπιστύλιον τὸ ἥμισ-
υ καὶ ἐπὶ τοὺς τοῦ ἀντιχώματος πόδα κα-
τερε͂ψαι καὶ τὸ ἐν τῶι πρόσθε τῆς κρή-
- I.Oropos 291
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[χιτέκτων — — κ]ατὰ τὰς συν-
[γραφὰς — — ἐπ]ὶ Κηφισοφῶ-
[ντος ἄρχοντος — —] ἅπαντα.
- I.Oropos 292
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἀσκάστους κατακρούων τὸν λίθον ἕκαστον
μολύβδωι ἢ λίθωι, ἐπικόψας δὲ κατὰ κεφαλὴν καὶ σ-
υνομαλίσας πρὸς τὴν καταφορὰν ὅπως ς ἂν εἶ
εὔρον ἐπιθήσει ἐπὶ τούτων ἐξεργασμένους
τῶν λίθων τὰς ἕδρας ὀρθὰς καὶ ἀστραφεῖς καὶ [τ]-
οὺς ἁρμοὺς ὅλους, τὰ δὲ μέτωπα ἀναπελεκήσ-
ει εὐτενῆ, θήσει δὲ τοὺς λίθους ὀρθοὺς ἐπὶ τὰ τ-
ριημιπόδια διαλείπων διάρρουν πλάτος ποδός,
ους ἁρμόττοντας, συμβ[άλλων] τοὺς ἁρμοὺς
ὅλους, ἐπικόψας δὲ κατὰ κεφαλὴν εὐτενῆ συ-
νστώρσει λίθοις συντιθεὶς πρὸς ἀλλήλους ἁ-
ς τὸ ἔργον, ἐὰν δὲ μὴ ἱκανοὶ ὦσιν, παρέξουσιν
ὅσων ἂν προσδεῖ οἱ ἐπιμεληταὶ πρὸς τῶι ἔργω-
ι· ἀναιρήσεται δὲ τὸ ἔργον κατὰ τετραποδίαν κα-
- I.Oropos 293
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἀλ[λή]λους ἁρ[μ]όττοντας, τοὺς [δὲ ἁρμοὺς — — συντιθεὶς συμβάλλοντας ὅλους]
[καὶ ἴ]σους, ἐπικόψ[ας] δὲ κατὰ κε[φαλὴν — — — — — — — — — — — — — — — —]
[․․․] ἀ̣π̣[ὸ τ]οῦ ὀχετοῦ [δ]ι[αλείπ]οντ[ας ἀπ’ ἀλλήλων — — — — — — — τῆς χα]-
τ̣ὸν [μῆκ]ος μὲν τ[ε]τ[ρά]π̣ο̣δ̣ας π̣λά̣το[ς δὲ — — — — — — — — — — — — — — π]-
ά̣χ̣ο̣ς δὲ ἐκ τοῦ ἐπὶ θἄτερα κατὰ πάχ[ος — — — — — — — — — — — — — — — — —]
[․․․ μῆ]κος καὶ πλάτος καὶ πάχο[ς — — — — — — — — — — — — — — — — — —]
[λ]ίθο[υς] ἀρξάμενο[ς — — — — — — — — — — — — — — — — — κ]ά̣λ̣υ̣μμα το̣[ῦ] ὀ-
[χετ]ο̣[ῦ ἐπιβιβά]ζων [ἐπ]ὶ [τ]ὸν τοῦ ἀναλ[ήμματος ․․5․․] λίθον πόδα προσαρμότ-
[τ]ων πρὸς τὸ ἀνάλημμα τιθε[ὶ]ς φο[ρμ]ηδὸν καὶ προσαρμόσει πρὸς τὸ κάλυμμα
[δ]ρας [τ]ῶι ὑπά[ρ]χον[τι — — — — — — — —] θήσει δὲ τοὺς λίθους ἅπαντας μακρό-
τ̣ατα [καὶ] ἐπι[θήσει ἐπιμελούμε]ν̣ος̣ ὅ[πω]ς ἂν μηδαμοῦ̣ ἀ̣ρτιλιθία̣ συμβ[αί]-
ν̣[ε]ι, θήσει δὲ γό[μφ]ους σιδη[ροῦς — — —]τος̣ λίθους ἐπιβιβάζων ἐπὶ τοῦ στρώ-
ματος ἀρξάμενος [ἀπὸ τῆ]ς̣ γ̣[εφύρ]α̣ς μέχρι τοῦ δ̣[ιαλεί]μματος τιθεὶς [κατ]α[σ]-
[τ]ρ̣ωτ̣ῆ[ρας στ]ρω̣[— — —] ἐπὶ τῶν ὄ̣[ντ]ω̣ν παρὰ τὴ̣ν γέφυραν ἐμπεριλαμ-
[β]άνων [— — — — — — — — — —] κατὰ κε[φαλ]ὴν ὀρθὰ καὶ εὐτενῆ ἐπιθ[ή]-
[σ]ει τὸν [δε]ύ[τερον στοῖχον — — — —] ἀ̣[ντὶ] τοῦ ὄντος [ἀντ]ιθήσει λίθ[ο]-
υς [ἡ]μ[ιπ]ο[δ]ίους [— — — — — ἐπὶ τὸν δεύτερο]ν̣ ἐπιθήσει τὸν τρίτον στοῖ-
[χον] μὴ σ̣κ̣α̣σ̣τὸ[ν ἀλλὰ φο]ρμηδ[ὸν κα]ὶ παρὰ μ[ῆκο]ς, [ἐνθήσ]ει δὲ καὶ ἐ[ν]δέσμους
[․]ο[․․․]ο̣[— — —] ἐξε[ργά]σεται δὲ τῶν λίθων ἁπάντων τὰς ἕ[δ]ρα-
[ς] ἀσκά[στου]ς, ἐπισκ[άψει δὲ τοὺς] λ̣ί̣θ̣[ους] ΧΛΛ[․․5․․]σ̣ίους μὴ ἀποκοιλαίνων μέχ-
[ρι τοῦ δεξι]οῦ ἀναλ[ήμ]μ[ατος πρ]ο̣[σε]ξ̣ε̣[ρ]γάσ[ε]ται κ[ατὰ τα]ὐτὰ [τῶι ἀνα]λήμμα[τι]
ἀλλήλους ἁρμόττο[ντας] παν[τ]αχ[ε]ῖ συντιθεὶς τοὺς ἁρμοὺς συμβάλ[λοντα]-
ς ὅλους καὶ ἴσους καὶ [κατα]κρ[ού]σ[ε]ι εἰς ἕδραν μολύβδωι καὶ ἐπικόψει κα-
[τ]ὰ στοῖχον ἕν[α ἕκ]α̣[στον] λ̣[ίθο]ν κ[α]ὶ παρασάξει τὰ [κά]τ[ω] τοῦ ὀχετοῦ [ἀπὸ τοῦ ἐδά]-
- I.Oropos 294
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ον φιλοτιμε]ῖται τιμᾶν τὸν θεὸν μεγαλομερῶς κοσμῶν ἀναθή[μα]-
[σιν ἐπιφα]νέσιν ἀξίοις ἑαυτοῦ καθ’ ἃ δύναται ∶ ὑπὲρ ὧν καὶ [ἐκ τῶν]
[ἰδίων βου]λόμενος ἀναθεῖναι τῶι θεῷ τὰ στεφάρια v [τ]οῦ να[οῦ]
[κατασ]κευάσαι, παρακαλεῖ τε δοθῆναι ἐξουσίαν ὅπω[ς κ]ατ[α]-
[σκευά]σας τὰ προειρημένα τὴν ἐπιγραφὴν ποήσεται v "Εὐ[βίο]-
[τος] Δημογένου ἱερεὺς γενόμενος καὶ Δημογένης Εὐ[β]ι[ότου]
[σ]υ[νεδρίωι καὶ τῶι δήμωι· ἐπα]ινέσαι Εὐβίοτον Δημογένο[υ καὶ]
[Δημογένην Εὐβιότου ἐπί τε] τῇ π[ρ]ὸς τὸ θεῖον εὐσεβείαι κ[αὶ ἐπὶ]
[τεῖ εἰς τὸν δῆμον εὐ]νοίαι καὶ στεφανῶσαι ἑ[κ]άτερον αὐ-
[τῶν χρυσῶι στεφάνωι καὶ εἰ]κόνι χαλκ[ῆ]ι ἀρετῆς ἕνεκεν κα[ὶ]
[εὐνοίας τῆς εἰς τὸν δῆμον τὸ]ν Ὠρωπίων καὶ ἐπιγράψαι ἐπ[ὶ τῆς]
[βάσεως· "ὁ δῆμος Ὠρωπίων Εὐβ]ίο[τ]ον Δημογένου [ἱ]ερέα γενόμ[ε]-
[νον καὶ Δημογένην Εὐβιότου σπο]νδοφορήσαντα ἀρετῆς ἕν[ε]-
[στεφάνους καὶ τὰς εἰκόνας Ἀμφι]αρᾴοις τοῖς μεγάλοις ἐν τῶι [θε]-
[άτρωι ἐν τοῖς χορικοῖς ἀγῶσιν, ἑ]λέσθαι δὲ καὶ ἀρχὴν τὸν δῆμον [ἐπὶ]
[τὴν ποίησιν τῶν στεφάνων καὶ τὴν ἀ]νάθεσιν τῶν εἰκόνων, τὸ[ν δ’ ἐπι]-
[μελητὴν τῶν ἱερῶν ․․․8․․․․ δο]ῦναι τὸ ἀνάλωμα τῇ ἀρχῇ [τῇ]
- I.Oropos 295
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
θεοί.
ἐπὶ Νικοκράτους ἄρχοντος, ἐπὶ τῆς Αἰγηίδος
πρώτης πρυτανείας, ἧι Ἀρχέλας Χαιρίου Παλ-
ὸ τοῦ δήμου, τύχηι ἀγαθῆι, δεδόχθαι τῶι δήμω-
ι· ἐπειδὴ Πυθέας αἱρεθεὶς ἐπὶ τὰς κρήνας τῶ-
ν τε ἄλλων τῶν ἐν τῆι ἀρχῆι ἐπιμελεῖται καλ-
ῶς καὶ φιλοτίμως καὶ νῦν τήν τε πρὸς τῶι τοῦ
εν καὶ τῆς τοῦ ὕδατος ἀγωγῆς καὶ τῶν ὑπονόμ-
ων ἐπιμεμέληται αὐτόθι, ἐπαινέσαι Πυθέαν
Σωσιδήμου Ἀλωπεκῆθεν ἐπειδὰν τὰς εὐθύνα-
ι ἀπὸ ∶ Χ ∶ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσ-
ύνης τῆς περὶ τὴν ἐπιμέλειαν τῶν κρήνων, ὅπ-
ως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ χειροτονούμενοι ἐ-
πὶ τὰς κρήνας φιλοτιμῶνται ἕκαστοι εἰς τὸ-
ν δῆμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ τὸ
- I.Oropos 296
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
θεοί.
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρε-
χθηίδος ἐνάτης πρυτανέας, ἧι Ἀρι-
λησία κυρία· τῶν προέδρων ἐπεψήφ-
ιζεν Ἐπιχάρης Ἁγνούσιος· ἔδοξεν
τῶι δήμωι· Φανόδημος Διΰλλου Θυμ-
ήμου τοῦ Ἀθηναίων, ἐπειδὴ ὁ θειὸς
καλῶς ἐπιμελεῖται τῶν ἀφικνουμ-
ένων Ἀθηναίων καὶ τῶν ἄλλων εἰς τ-
ῶν καὶ παραδοῦναι τὸν στέφανον π-
οησάμενον τοῖς ἐπιμεληταῖς ἀνα-
θεῖναι εἰς τὸ ἱερόν, τοὺς δὲ ἐπιμε-
λητὰς ἀνειπόντας τὰ ἐψηφισμένα
- I.Oropos 297
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
θεοί.
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθη-
ίδος ἐνάτης πρυτανείας, ἧι Ἀριστόνο-
καὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκλησ-
ία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Ἐπ-
ιχάρης Ἁγνούσιος· ἔδοξεν τῶι δήμωι ∶
Δημήτριος Εὐκτήμονος Ἀφιδναῖος εἶ-
- I.Oropos 298
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
θεοί.
ἐπὶ Κηφισοφῶντος ἄρχοντος, ἐπὶ τ-
ῆς Ἱπποθωντίδος τρίτης πρυτανε-
υρίδης ἐγραμμάτευεν· Πυανοψιῶνος
ἕκτει ἐπὶ δέκα, τρίτει καὶ τριακο-
στεῖ τῆς πρυτανείας, ἐκκλησία· τῶ-
εν· ἐπειδὴ οἱ χειροτονηθέντες ὑπ-
ὸ τοῦ δήμου ἐπὶ τὴν ἐπιμέλειαν το-
ῦ ἀγῶνος καὶ τῶν ἄλλων τῶν περὶ τὴ-
ομπῆς τῶι Ἀμφιαράωι καὶ τοῦ ἀγῶν-
ος τοῦ γυμνικοῦ καὶ ἱππικοῦ καὶ τ-
ῆς ἀποβάσεως καὶ τῶν ἄλλων πάντω-
ον Ἀριστοτέλους Φυλάσιον ∶ Θρασυ-
λέοντα Θεοφῶντος Ἀχαρνέα ∶ Ἐπιτέ-
λην Σωινόμου Περγασῆθεν ∶ Νικήρα-
τον Νικίου Κυδαντίδην ∶ Ἐπιχάρην
Ἀγωνοχάρους Παιανιέα ∶ Θυμοχάρη-
[ρ]αχμὰς τὸν ταμίαν τοῦ δήμου τοῖς
[α]ἱρεθεῖσιν ἐπὶ τὸν ἀγῶνα, ἃς εἴρη-
ται διδόναι ἐν τῶι νόμωι τῶι αἱρε-
θέντι ἐπὶ τὴν εὐταξίαν· ἀναγράψα-
ι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ-
- I.Oropos 299
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Θεόδωρος Παλληνεύ(ς)
Ἐπιγήθης Ἐροιάδη(ς)
Νίκανδρος Μαραθώνι(ος)
vacat
Καλλισθένης Χαροπίδου Τρινεμεὺς [εἶπεν]·
[ἐ]πειδὴ Εὐθυκράτης Ἀφιδ[ν]αῖος καὶ Φιλ[όστρατος]
- I.Oropos 300
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[ἐπὶ Φι]λοκ[λέους ἄρχοντος, ἐπὶ τ]-
[ῆς Πανδι]ον̣ίδος δεκάτης [πρυτα]-
- I.Oropos 301
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ρήλθομεν καὶ εὐθὺ πα[․․5․․ντ]ες Σ[— — — — — — — — —]
[κ]αὶ ἐπιμαρτυρόμενος [․․]ΝΟ[— — — — — — — — — — — —]
[το]λμᾶν αὐτοῦ ἐπειδὴ ΟΥ[․․․]ΧΡΥ[․․]ΛΛ[— — — — — — —]
[ἀγ]α̣νακτοῦντος καὶ δεινὰ παθοῦντος κα[ὶ — — — — — — —]
[․․]ς γὰρ ἤμελλεν βοηθήσειν καὶ ταῦτα [— — — — — — ἐπιμ]-
[αρ]τυρομένου· ὦ δέσποτ’ ἄναξ, ἰσχυρὰ [— — — — — — — —]
[ὑπ]ήκουσας τῶνδε καταγελώντων σου, σὺ δὲ [— — — — —]-
μένου περυφανῶς, οὐδεμίαν ἄλλην ἐλπίδα τ[— — — — — —]-
ενον μόνου οὕτως ἐνεδείξατο τὴν αὑτοῦ δύ[ναμιν — — — —]
[․․․․]Λ[․․․․]Σ ΕΠΙ[․․] ὀμουμένων τοῦτον εἶ[ναι — — — —]
[․․․․]ΩΣΛΙ[․․․․9․․․․]ενος Σ[․․5․․]ΧΟ[․․]ΘΩ[— — — —]
- I.Oropos 302
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[σθῆι καὶ τὰ πεπτωκότα τείχη ἀνοι]κοδομηθεῖ, τ[οὺς]
[ἄνδρας τοὺς ἐπὶ τὰ τείχη ἡιρημέ]νους, Κράτυλλο̣[ν]
[— — — — — — — — — — — — — —]ον, Ἐξηκεστίδην,
ἐπιμελη[θῆναι ὅπως ἂν εἰς τὸ]ν τε̣ιχισμὸν χρήμα-
τα πορισθῆι τῆι π[όλει, τὰς δὲ] προσόδους τῆς πόλε-
[τὴν μ]ὲν ἐν τῶι ἱε̣ρῶι τοῦ Ἀμφιαράου, τὴν δὲ ἐν
[τῆι ἀγο]ρᾶ[ι], ὅπου ἂν δοκεῖ ἐν καλλίστωι εἶναι· ἐπι-
[σκέψασθαι] δὲ τ[ὸ]ν δῆμ[ον καθ]ότι ἀξίως αὑτοῦ vv
- I.Oropos 303
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
μέχρι ταλάντου καὶ τοῦ πλέονος τόκων
τῶν ἐπιδεκάτων προξένους εἶναι καὶ εὐ-
εργέτας τῆς πόλεος Ὠρωπίων καὶ αὐτοὺς
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
δανείσωσιν τῆι πόλει, ὑπὲρ τούτων τὸν δῆμον
ἐπισκέψασθαι, καθότι ἂν ἕκαστος αὐτῶν ἄξιος
ἦι τιμηθῆναι ὑπὸ τῆς πόλεως· ἀναγράψαι τοὺς
- I.Oropos 304
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Ἐπικράτης Ἀρχίππου εἶπεν ὑπὲρ ἱερῶν· ἐπειδὴ συμβαίνει τὴμ
πόλιν Ἀκραιφιείων ἀποστεῖλαι πρεσβευτὰς τρεῖς ἄνδρας τοὺς δια-
κοινὸν Βοιωτῶν καὶ ἡ πόλις τῶν Ἀκραιφιείων· ὅπως ἂν οὖν φαίνηται ἡ πόλις
τῶν Ὠρωπίων, καθάπερ αὐτεῖ προσήκει, εὐσεβῶς καὶ ἐνδόξως τὰ πρὸς
τοὺς θεοὺς συντελοῦσα καὶ εὐχαριστοῦσα τεῖ πόλει Ἀκραιφιείων,
- I.Oropos 306
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — —]ΑΝ[— — — — —]
[— — — — — —] Θεσπιει[— — — —]
[— — — — — —]Ξ τὸν μὲν δ[ῆμον]
[δικαίως(?) μετ]ὰ τῶν ἄλλων τ[ῶν ἐ]-
[πὶ τῆς πανη]γύρεως, τὰ γ[ενη]-
[σόμενα ἱερ]ὰ ταῖς Μούσ[αις· τὸν]
[δὲ ταμίαν τ]ὸν ἐπὶ τῶν ἱε[ρῶν δοῦ]-
[ναι εἰς θυσί]α̣ν ἑκατὸν δ[ραχμὰς]
- I.Oropos 307
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Ὀλύμπιχος Ἑρμοδώρου εἶπεν· ἐπειδὴ Ἱέρων
Τηλεκλέους Αἰγειράτης εὔνους ὢν διατελε[ῖ]
τῶι δήμωι τῶι Ὠρωπίων ἐμ παντὶ καιρῶι καὶ λέγων
καὶ πράττων τὰ συμφέροντα, γενομένων τε συμ-
πτωμάτων καὶ παρασπονδημάτων τῶμ μεγίστων
περὶ Ὠρωπίους καὶ τῶν ἀρχόντων καὶ ἡμῶν πα-
ραγενομένων εἰς τὴν ἐν Κορίνθωι σύνοδον ἠρά-
πέρ τε τῆς πόλεως ἡμῶν καὶ τοῦ ἱεροῦ τοῦ Ἀμφια-
ράου, ἐπεὶ καὶ ἐν τεῖ Ῥωμαίων φιλίαι καὶ πίστει διατε-
λοῦμεν ὑπάρχοντες· δόξαντος δὲ τοῖς Ἀχαιοῖς
δέξατο πάντας τοὺς παραγενομένους Ὠρω-
πίων ἐπὶ τὴν ἰδίαν ἑστίαν, ἔθυσέν τε τῶι Δ[ιὶ]
τῶι Σωτῆρι ὑπὲρ ἡμῶν, πρός τε Ἀθηναίους κα[ὶ]
πόλιν Ἑλληνίδα ἐξανδραποδισθεῖσαν, οὖσάν
γε ἐν τεῖ Ῥωμαίων φιλίαι καὶ πίστει, καὶ διὰ τὴν
τούτου πρόνοιαν καὶ καλοκἀγαθίαν συμβέβηκε
θέναι μετὰ τέκνων καὶ γυναικῶν· ὅπως οὖν κ[αὶ]
Ὠρώπιοι φαίνωνται μνημονεύοντες ὧν ἂν εὐε[ρ]-
γετηθῶσιν ὑπό τινος, γίνωνται δὲ καὶ ἄλλοι ζ[η]-
σονται ἀξίως ὧν ἂν εὐεργετήσωσιν, ἀγαθε[ῖ]
τύχει, δεδόχθαι τῶι δήμωι Ὠρωπίων· στεφαν[ῶ]-
σαι Ἱέρω[ν]α Τηλεκλέους Αἰγειράτην εἰκόν[ι]
χαλκεῖ ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας ἣν̣
ἔχων διατελεῖ εἰς τὸν δῆμον τὸ̣ν Ὠρωπίων, ἀν[α]-
γορεῦσαι δὲ τὴν τῆς εἰκ[ό]νος στάσιν Ἀμφιαρά[ων]
- I.Oropos 308
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Μ̣[άαρ]κ̣ος Τερέντιος Μαάρκου υἱὸς Οὐάρρων Λεύκολλος, Γάϊος Κάσιος Λευκί[ου υἱὸς]
Λ[ογ]γ̣ῖνος ὕπατοι vv Ὠρωπίων ἄρχουσιν, βουλῇ, δήμωι χαίρειν· εἰ ἔρρωσθε εὖ ἂν ἔχ[οι vvvv]
ὑμᾶς εἰδέναι βουλόμεθα, ἡμᾶς κατὰ τὸ τῆς συνκλήτου δόγμα τὸ γενόμενον ἐ[πὶ Λευκί]-
ου Λικινίου Μαάρκου Αὐρηλίου ὑπάτων ἐπεγνωκέναι περὶ ἀντιλογιῶν τῶν ἀνάμ[εσον]
Λεύκιος Οὐολύσκιος Λευκίου υἱὸς Ἀρνιήσσης, vv Λεύκιος Λάρτιος Λευκίου υἱὸς v
Πηπιρία, vv Γάϊος Ἀνναῖος Γαΐου υἱὸς Κλυτομίνα, vv Μάαρκος Τύλλιος Μαάρκου υἱὸς v
Κορνηλία Κικέρων, vv Κόϊντος Ἄξιος Μαάρκου υἱὸς Κυρίνα, vv Κόϊντος Πομπήϊος Κοΐν-
Μαάρκου υἱὸς Ὁρατία Σκαίουας, vv Τίτος Μαίνιος Τίτου υἱὸς vv Λεμωνία, v Λεύκιος v
Κλαύδιος Λευκίου υἱὸς Λεμωνία· vvvv περὶ ὧν Ἑρμόδωρος Ὀλυνπίχου υἱὸς ἱερεὺς v
Ἀνφιαράου ὅστις πρότερον ὑπὸ τῆς συνκλήτου σύνμαχος προσηγορευμέ-
νος ἐστίν, καὶ Ἀλεξίδημος Θεοδώρου υἱός, Δημαίνετος Θεοτέλου υἱός, πρεσβευ-
ταὶ Ὠρωπίων, λόγους ἐποιήσαντο vvv ἐπεὶ ἐν τῷ τῆς μισθώσεως νόμωι αὗται αἱ vv
χῶραι ὑπεξειρημέναι εἰσίν, ἃς Λεύκιος Σύλλας θεῶν ἀθανάτων ἱερῶν τεμενῶν
συνεχώρησεν, vv οὔτε ὁ Ἀμφιάραος ὧι αὗται αἱ χῶραι συνκεχωρημέναι v
λέγονται, θεός ἐστιν, ὅπως ταύτας τὰς χώρας καρπίσζεσθαι ἐξῇ v
τοὺς δημοσιώνας· vvv ἀπὸ συνβουλίου γνώμης γνώμην ἀπεφηνά%⁸⁰-
εἰς τὴν τῶν ὑπομνημάτων δέλτον κατεχωρίσαμεν· vvv περὶ χώρας v
Ὠρωπίας, περὶ ἧς ἀντιλογία ἦν πρὸς τοὺς δημοσιώνας, κατὰ τὸν τῆς v
μισθώσεως νόμον v αὕτη ὑπεξειρημένη ἐστίν, ἵνα μὴ ὁ δημοσιώ%⁸⁰-
νης αὐτὴν καρπίζηται κατὰ τὸ τῆς συνκλήτου δόγμα ἐπέγνωμεν·
ἐν τῷ τῆς μισθώσεως νόμῳ ὑπεξειρημένην δοκεῖ εἶναι οὕτως· vvv
ἡμέτεροι καταλογῆς θεῶν ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς vv
καρπίζεσθαι ἔδωκαν, κατέλιπον· vv ἐκτός τε τούτων ἃ Λεύκιος vvvv
Κορνήλιος Σύλλας αὐτοκράτωρ ἀπὸ συνβουλίου γνώμης θεῶν vvvv
ἀθανάτων ἱερῶν τεμενῶν τε φυλακῆς ἕνεκεν καρπίζεσθαι ἔδωκεν v
ὃ τὸ αὐτὸ ἡ σύνκλητος ἐπεκύρωσεν οὔτε μετὰ ταῦτα δόγματι vvv
χιλίους, ἵνα καὶ αὕτη ἡ χώρα ὑπάρχῃ ἄσυλος· ὡσαύτως τῶι θεῷ Ἀμφιαράωι vvv
καθιερωκέναι τῆς πόλεως καὶ τῆς χώρας λιμένων τε τῶν Ὠρωπίων v
τὰς προσόδους ἁπάσας εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας, ἃς Ὠρώπιοι v
συντελοῦσιν θεῷ Ἀμφιαράωι, ὁμοίως δὲ καὶ ἃς ἂν μετὰ ταῦτα ὑπὲρ τῆς
νίκης καὶ τῆς ἡγεμονίας τοῦ δήμου τοῦ Ῥωμαίων συντελέσουσιν, vvvvvv
ἐκτὸς ἀγρῶν τῶν Ἑρμοδώρου Ὀλυνπίχου υἱοῦ ἱερέως Ἀμφιαράου τοῦ v
διὰ τέλους ἐν τῇ φιλίᾳ τοῦ δήμου τοῦ Ῥωμαίων μεμενηκότος· περὶ τού%⁸⁰-
του τοῦ πράγματος δόγμα συνκλήτου vv ἐπὶ Λευκίου Σύλλα Ἐπαφροδίτου,
Κοΐντου Μετέλλου Εὐσεβοῦς ὑπάτων vv ἐπικεκυρωμένον δοκεῖ εἶναι vvv
ὅπερ ἡ σύνκλητος ἐδογμάτισεν καὶ εἰς τούτους τοὺς λόγους· ὅσα τε θεῶι
υἱὸς Κυρίνα Οὐάρρων· vv περὶ ὧν Μάαρκος Λεύκολλος, Γάϊος Κάσιος
ὕπατοι ἐπιγνόντες ἀπήνγειλαν περὶ Ὠρωπίας χώρας καὶ τῶν
δημοσιωνῶν ἑαυτοὺς ἐπεγνωκέναι· ὡσαύτως τὴν Ὠρωπίων v
χώραν ὑπεξειρημένην δοκεῖν εἶναι κατὰ τὸν τῆς μισθώσεως νόμον
μὴ δοκεῖν τοὺς δημοσιώνας ταῦτα καρπίζεσθαι· οὕτως vvv
καθὼς ἂν αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς τε τῆς v
ἰδίας ἐφαίνετο, ἔδοξεν. vacat
- I.Oropos 311
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — —στ]ρατος Λυσαν[— — — — — —]
[— — — — — —] ἐπὶ Δημοσ[— — — — —]
[— — — — — — —]ηθεν φι[άλην — — —]
- I.Oropos 321
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — — — — — — — — —]
[— — — — — τύπι]ον Διον̣[υσ— — — —]
[— — — — — — —] Ἀπολλώνιος τύ[πιον]
[— — — — — τύπι]α βʹ· Θυρὼ τύπιον· Ῥοδα-
[— — — — — — —] Πηλεκρίτα ὦτα· Κα[․․]-
[— — — — — — Σπ]ο̣υδαία ὀφθαλμούς· Ἀριστ-
[— — — — — — — —] τύπιον· Νικίδιον τύπιον·
[— — — — — — — —] τύπιον· Ἀρισιταίχμη Ἀρισταίχμη τύπιον·
[— — — — — ὀφθαλμού]ς· Ἀρχίκλεια τύπιον· vacat
[— — — — — — — — τύπι]ον· Ἡδεῖα τύπιον· Θεὼ τύπι[ον]
[— — — — — — — ὀφθ]αλμούς· Ἀρχεστράτη τύπι[α]
[— — — — — — — — — —] Μενεκλῆς τύπιον· Δημο-
[— — — — — — — — — Κα]λλιστὼ ὀφθαλμούς· Βοίδιον ὀφθα-
[λμοὺς — — — — — — τύπι]ον· Σωτηρὶς ὀφθαλμούς· Λυ-
[σάνδρα(?) — — — — — — — — — —] τύπια βʹ· Ἀγάθων ὀ-
[φθαλμοὺς — — — — — — — — — —]ικράτιον τύπιον·
[— — — — — — — — — — — — — — —] τύπιον· Παυσι-
[— — — — — — — — — — — — — — ὀφθαλμού]ς· Φιλο-
[— — — — — — — — — — — — — — — — τύπιο]ν· Καλ-
[λι— — — — — — — — — — — — — — — — — — — —]
- I.Oropos 324
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαρά-
ου Ἐπικράτου, v Πίργης Ἀρχιππίδου εἶπεν ὑπὲρ ἱερῶν· προ-
βεβουλευμένον αὑτῶι εἶναι πρὸς τὴν βουλὴν καὶ τὸν δῆ%⁸⁰-
μον, ἐπειδὴ συμβαίνει τινὰ τῶν ἐπὶ τῆς τραπέζης τοῦ Ἀμ%⁸⁰-
φιαράου ἀργυρωμάτων ἀχρεῖα γεγονέναι, τινὰ δὲ ἐπισκευ-
ῆς χρείαν ἔχειν, εἶναι δὲ καὶ τῶν πρὸς τοῖς τοίχοις ἀνακει-
μένων πεπτωκότα τινά, νόμισμά τε ἐπίσημον χρυσοῦν
καὶ ἀργυροῦν καὶ ἕτερα ἄσημα, ἃ ἐμ παραδοσίμοις ἔχου-
σιν οἱ ἱεράρχαι, πεπονηκέναι δὲ καὶ τὴν φιάλην τὴν χρυσῆν vv
τὴν ἐπὶ τῆς τραπέζης ἧι σπονδοποεῖται ὁ ἱερεὺς καὶ εἶναι ἀχρεί-
αν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ὡς ἂν κυρωθῆι τὸ
οἱ ἱεράρχαι τῆι ἀρχῆι, ἀπεψήσαντες καὶ ποιήσαντες
τῶι κάλλει πρὸς τὸ ἐπίσημον καὶ οὕτως ἀποστησάτω-
σαν· παραδότωσαν δὲ πάντα ταῦτα σταθμῶι μετὰ
τὰ παραδοθέντα πρὸς κατόπτας· οἱ δὲ παραλαβόντες,
ὅσα μὲν ἂν δοκῆι ἐπισκευῆς προσδεῖσθαι, ἐπισκευ-
ασάτωσαν, ἐγ δὲ τῶν λοιπῶν ποιησάτωσαν ἀργυρώ-
λεως, τὰς ἐγδόσεις ποιούμενοι τῆς τε ἐργασίας καὶ
[τ]ῆς ἐπισκευῆς παρὰ κατόπτας· ἐγδότω δὲ ἡ ἀρχὴ
[κ]αὶ ἐξ οὗ ἂν παραλάβηι χρυσίου ἀσήμου καὶ ἐπισή-
μου, κατασκευάσαι τῶι θεῶι φιάλην χρυσῆν, v
τάδε συνεκόπη τῶν ἀναθημάτων vv
κατὰ τὸ ψήφισμα, ὃ ἔγραψε Πίργης· vv
Λυσάνδρας κανοῦν, ὁλκὴ Η𐅄ΔΔΔ𐅂𐅂𐅂,
vacat
Μέλανος προσώπιον, ὁλκὴ ΔΔ𐅃𐅂𐅂𐅂𐅂, Βοΐσκου
πρόσωπον, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂, Φιλίας τιτθός, ὁλκὴ 𐅃𐅂𐅂𐅂𐅂,
Ῥόδωνος τετρᾶχμα ΙΙ, Σιμάλης τετρᾶχμα 𐅃,
Ἐπιτέλου 𐅂𐅂𐅂, Μιθριδάτου 𐅂𐅂𐅂, Λυσιμάχου vvvvvvv
τετρᾶχμα ΙΙ, Πλανγ̣όνος 𐅂𐅂𐅂, [Φ]ατίου ΙΙΙ, Δημοῦς ΙΙΙ,
Σωτηρίδου χρυσοῦς, Ἀριστοῦς χρυσοῖ δύο
καὶ ἀνεπίγραφοι χρυσοῖ 𐅃, Μηλίδος v ὀβολοὶ ΔΔ,
Ἀλφιάδης χύμα, ὁλκὴ ΗΔΔΔΔ𐅂𐅂𐅂𐅂. vacat
- I.Oropos 325
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
ράου· vv τράπεζα ἀργυρᾶ, ἧς ὁλκή, vvvvv φιάιλη φιάλη ἱερὰ πηʹ 3 ob., ἄλλη ἱερὰ πζʹ 3 ob., ἄλλη ἱερὰ πζʹ, ἄλλη ἱερὰ ρʹ,
ἄλλη ἱερὰ ρεʹ 3 ob., ἄλλη̣ ἱ̣ερὰ ργʹ 3 ob., ἄ̣λλη Πτωΐωνος καὶ Ἀριστον[ί]κ̣ης οʹ χ(αλκοῖ) θʹ, λύχνος νδʹ, ἄλλαι ἐπὶ τοῦ τρυφά%⁸⁰%⁸⁰-
κτου δʹ, τῆς πρώτης ἐπιγραφὴ Θεοτέλης ρπαʹ, ἄλλη Νικί[ο]υ ρναʹ, ἄλλη Καφισίου ρμʹ 3 ob., ἄλλη Εὐάρχου ρνδʹ 3 ob.,
ῥοδιακὴ ἱερὰ πθʹ, ἄλλη ῥοδιακὴ ἱερὰ πεʹ, ἄλλο ῥοδιακὸν μικὸν νγʹ 3 ob., Ἀριστονίκου κούαθος κ̣θʹ 5 ob., δημητριὰ̣[ς]
ἠθμοὶ βʹ, ἑκάτερος ἀνὰ ιϛʹ, ὀξὶ̣ς οὐκ ἐντελὴς Σωστράτης, κώθων οὐκ ἐντελὴς υμζʹ, δημητριὰς
Ἀρχεμάχου οὐκ ἐντελὴς νηʹ, σκάφιον Ἐπιγένου ρʹ, σκάφιον Βοιωτῶν ρλζʹ 3 ob., ἄλλο Μέμνονος καὶ τῆς γυ%⁸⁰%⁸⁰-
ναικὸς πζʹ, μαστὸς ἱερὸς πεʹ, ἄλλος ἱερὸς οβʹ 3 ob., ἄλλος ἱερὸς οαʹ, ξυστὴρ ἱερὸς σοʹ, ἄλλος
Ἀπολλοδότου νʹ 3 ob., μασαστίον μαστίον ἱερὸν μεʹ, ἄλλο ἱερὸν λϛʹ 3 ob., ἄλλο ἱερὸν μʹ 3 ob., σκάφιον Δημάρχου ϙ̣ζʹ,
λιβανωτὶς ἱερὰ ἐπὶ τοῦ πώματος ἔχουσα Ἔρωτα, μαστίον Ἀριστοκρίτης κηʹ 3 ob., κρηματὶς ἱερὰ σξʹ,
σκάφιον ἱερὸν ἔχον Ἔρωτα τθ̣ʹ 2 ob., ἄλλο ἱερὸν ἔχον Ἀντέρωτα τγʹ, λιβανωτὶς ἱερὰ σνζʹ,
τὶς ἱερὰ ω̣μζʹ, κύαθος ἱερὸς λʹ 3 ob., βωμίσι[κ]ος βωμίσκος Πολυκρίτου οὐκ ἐντελής, v σκάφιον Διονυσίου ρʹ,
μαστὸς Ἀνφινείκου vvv, ἄλλος Ἀρχιππίδου ρʹ, ἄλλος Διονυσοδώρου ρʹ, ἄλλος Ἑρμοκράτου ρʹ,
ἄλλος Πατροκλέους ρʹ, ἄλλος Φιλίωνος ρʹ, ἄλλος Δημαινέτου ρʹ, ἄλλος Τιμοθέου ρʹ, ἄλλος
οὓς οἱ περὶ Εὔδωρον, πεντηκοντόδραχμοι εʹ καὶ ἄλλον ἄγοντα ξζʹ χ(αλκοῖ) ϛʹ, μαστὸς Φίλωνος ξϛʹ 4 ob., Ζωΐλου
νεικητήριον ρʹ, μαστὸς Ἀλεξιδήμου ἐπιμελητοῦ ρʹ, φιάλη Ἀπολλωνίδου ξβʹ, ἄλλη Ματροῦς, v
ἄλλη Μοσχίωνος οὐκ ἐντελής, v ἄλλη Κτησικράτου καὶ ἃς προσπαρέδωκεν Πολύξενος φιάλας βʹ,
Τ̣αργηλίου ξϛʹ 4 ob., μαστοὶ Σοφαινέτου ιαʹ ἄγοντες οἱ v ιʹ vv ἀνὰ v ρʹ v ὁ δὲ εἷς v ρθʹ 3 ob., vvv
[κ]ύαθος Σοφαινέτου οὗ ὁλκὴ κʹ, Μενάνδρου μαστὸς ἐπιμελητοῦ ρʹ, ἄλλος Πύθωνος συλ-
λογέως ξϛʹ 4 ob., ἄλλος Σοφαινέτου ρβʹ, ἄλλος Σοφαινέτου ρβʹ 3 ob., ἄλλος Σοφαινέτου ρʹ, v
ἄλλος Σοφαινέτου οεʹ, ἄλλος Σοφαινέτου οαʹ, ἄλλος Σοφαινέτου ρλγʹ 3 ob., ἄλλος Ἀλεξιδήμου ρʹ, v
ἄλλος Πρωτέου ἐπιμελητοῦ ρʹ, ἄλλος Θεοκύδου ἐπιμελητοῦ ρʹ, ἄλλος Ἀπολλωνίου ξϛʹ 4 ob., v
ἄλλος Νικοδώρου ρʹ, ἄλλος Σοφαινέτου ρμδʹ 3 ob., ἄλλος Σοφαινέτου ρμδʹ, ἄλλος Σοφαινέ-
ἄλλη λζʹ 3 ob., ἄλλη λγʹ 5 ob., μαστοὶ Σοφαινέτου ὀγδοιηκοντάδραχμοι ϛʹ, ἄλλος ξγʹ, vv
ἄλλος Ἀριστομήδου ξϛʹ 4 ob., ἄλλος Ταργηλίου ρʹ, ἄλλος Μενάνδρου ρʹ, ἄλλος Ὀλυνπί-
χου ρʹ, ἄλλος Νίκωνος ξϛʹ 4 ob., ἄλλος Σοφαινέτου ναʹ 5 ob., ἄλλος Ἐπιφάνου ρʹ, ἄλλοι Σο%⁸⁰-
φαινέτου ὀγδοιηκοντάδραχμοι ϛʹ, ἄλλος νθʹ, ἄλλος Φιλιστίδου ξϛʹ 4 ob., οὗτος ἐπι-
γέγραπται Σοφαινέτου, ἄλλοι Σοφαινέτου ἑκατοντάδραχμοι εʹ, ἄλλος Δημητρίου ξϛʹ 4 ob., v
κοντάδραχμοι βʹ, ἄλλος ἄγων ρʹ, ἄλλος ξʹ, ἄλλος Σοφαινέτου πʹ, ἄλλος οϛʹ, ἄλλος νεʹ χ(αλκοῖ) γʹ,
ἄλλος νεʹ, χ(αλκοῖ) ϛʹ, ἄλλος μηʹ 5 ob., ἄλλος Ὀλυνπίχου ρʹ, βασιλέως Πτολεμαίου φιάλη πτολεμαϊ%⁸⁰-
κοῦ ἄγουσα ρʹ, φιάλης χρυσῆς ἀποκατάγματα βʹ, φύλλα τοῦ στεφάνου γʹ, ἐλαία χρυσῆ, vv
καλυπτῆρας ἐξ ἀ[ν]αστροφίσματος βʹ, ἄλλο λεπίδιον χρυσοῦν, τὰ πάντα θʹ, ταῦτα ἤγαγον
τετρᾶχμα γʹ καὶ [ἀτ]τικήν, μαστὸς Σοφαινέτου ἄγων ρʹ, ἄλλος ρʹ, ἄλλος νθ̣ʹ, ἄλλος ναʹ,
Καλλιστίδου ἐπιμελητοῦ ρʹ, Θεοξένου συλλογέως ξϛʹ 4 ob., Δημητρίου ρʹ, Τιμοκρίτου νι%⁸⁰-
κητήριον ρʹ, Δημητρίου συλλογέως ξϛʹ 4 ob., Χρυσογόνου νικητήριον ρʹ, Ζωΐλου συλλογέ%⁸⁰-
ρὶ Μικίωνα κατεσκευάσαντο μαστοὺς Σοφαινέτου ὀγδοιηκονταδράχμους ζʹ, Χαρμαντί%⁸⁰%⁸⁰-
δου νικητήριον ρʹ, Φιλήμονος νικητήριον ρʹ, Τιμοκλέους νικητήριον ρʹ, Ἐπιχάρου vvv
νικητήριον ρʹ, Θαρσυμένου νικητήριον ρʹ, μαστὸν Δημητρίου συλλογέως ξϛʹ 3 ob.. v
- I.Oropos 326
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[φιζεν Ἀπολλ]ώνιος Ἀνδρέου· ἀρχὴ εἱρέθ̣[η Νί]κων Νίκωνος, Τίμαρχο[ς]
[Θεοδώρου, Δι]ονυσόδωρος Πίργου· v [συγ]χωνευθέντα· ὑ[δ]ρί[α]
[ἱερὰ ἧς ὁλκὴ] ͵ασοʹ 4 ob., στατὸς οὗ ὁλ̣[κὴ ͵αφ]λδʹ, ἄλλος σ[τ]ατὸς
[— — — — — — — — — — — — — — —]υσίας ἀττικήν, Κλε[․․․7․․․]
[— — — — — — — — — — — — — — — —]ιδος τύπιον, Θεογ[․․5․․]
[— — — — — — — — — — — — — — — —]Α[․]ΛΑΝΕΙΙΙΟ[— — — — —]
- I.Oropos 327
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — —] Σανδύλης τύ-
[πιον — — —]ος τύπιον ἀργυ-
[ροῦν — — — —] ιʹ καὶ δʹ Βιοιτιδ-
[— — — — — — τύπι]ον Εὐκλέους
[— — — — — — τύ]πια βʹ ἀργυρᾶ
[— — — — — — — χ]αλκιδικὰς γʹ
- I.Oropos 329
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
πρὸ τοῦ τὸγ χρόνον διεξελθεῖν, ἐλεύθερο[ς]
ἀπίτω Μόσχος οὗ ἂν αὐτὸς βούληται·
τύχηι ἀγαθῆι· μάρτυρες· Ἀθηνόδωρος
Μνασικῶντος Ὠρώπιος, Βίοττος Εὐδίκου
Ἀθηναῖος, Χαρῖνος Ἀντιχάρμου Ἀθηναῖος,
Ἀθηνάδης Ἐπιγόνου Ὠρώπιος, Ἵππων Αἰσχύ-
λου Ὠρώπιος· Μόσχος Μοσχίωνος Ἰουδαῖος
ἐνύπνιον ἰδὼν προστάξαντος τοῦ θεοῦ
- I.Oropos 330
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — Ἀσκλ]ηπιοδώρου εἶπεν· ἐπειδὴ Θηβαίων ἐξα[πο]-
[στειλ]άντ[ων] π[ρ]εσβευτὴν καὶ δικασταγωγὸν πρὸς τὴν Ὠ̣[ρω]-
[πίων πόλιν] Στ[ησί]χο[ρ]ον Ἀλεξίνου αἰτησόμενον δικαστὰς κατα[στῆ]-
[σαι ἐπὶ τὸ δικά]ζε[ιν] κατὰ τὸ σύμβολον, Ὠρώπιοι θέλοντες ἀ[πο]-
[δεῖξαι ἡμῖν ὅτι διατηροῦσι] τὴν ὑπάρχουσαν αὐτοῖς συγγένειάν τε κα[ὶ]
[κολουθεῖν τοῖς παρα]καλ[ου]μένοις, κατέστησ[αν τ]οὺς δικαστὰς [καὶ]
[τοὺς γραμματεῖς κ]α[ὶ ἐξαπ]έστειλαν τὴν ταχίσ[τη]ν ὅπως ἐπιτε-
[λεσθῆι Ἐρετριεῦσι καὶ Θηβαίο]ις ἡ τε πρὸς ἀλλήλους δικαιο-
[δοσία· δεδόχθαι τοῖς συνέδροις κ]αὶ τῶι [δή]μωι· ἐπηνῆσθαι Ὠρωπίους
[ἐπί τε τῆι αἱρέσει καὶ τῆι πρὸς τὸν δῆμ]ον εὐ[ν]οίαι καὶ ἐπὶ τῶι προχειρίσασθαι
[τοὺς δικαστὰς ἀξίους ἀμφοτέρων τῶν πό]λεων, καὶ στεφανῶσαι τὸν δῆ-
[μ]ον [Ὠρωπίων χρυσῶι στεφάνωι κα]ὶ εἰκόνι χαλκῆι ἀρετῆς
[ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων] διατελεῖ πρὸς Θηβαίους
[καὶ Ἐρετριεῖς ἣν στῆσαι ἐν τῶι] κα[λλί]στωι τ[ό]πωι τῆς πόλεως τῆ[ς]
[Ὠρωπίων· ἐπα]ινέσαι δὲ καὶ τ[οὺς δικ]αστὰς Διόδωρον Κράτητ[ος],
[Πλ]ούτ[αρχ]ον Α[— — —, — — —]ον Λυσι[μ]ένους, Παράμυθον
[Ξα]νθ[ίππ]ου, Ἀριστόμαχον Περ[ιγ]ένου, Πολ[ύ]βιον Σωκράτ[ου]
Ὠρ[ωπ]ίου καὶ στ[εφα]νῶσαι αὐτ[ῶν ἕ]καστον χρυσῷ στεφά[ν]ωι ἐφ’ ᾗ ἐ-
[ποιήσαντο περὶ] τὰς κ[ρίσεις δ]ικαιοσύνηι, προσεδρεύοντες
[ἐπιμελῶς τοὺς πράγματα ἔχοντ]ας καὶ ἐπιδόντες ἑαυτοὺς
ἀπ[ροφασίστως ὅπως Ἐρετριεῦσι καὶ] Θη[β]αίοις διεξαχθῇ τὰ
[τὸ σύμβολ]ον, [τὰς δὲ συλλύοντε]ς συμφερόντως τοῖς ἔχουσι
[τὰ πράγματα, καὶ ὅτι ἐν τῆι ἐπιδημίαι κα]ὶ ἀναστροφεῖ διετέλ[ε]-
[σαν ἄξιοι μὲν τοῦ ἐξαποστείλα]ντο[ς] δήμου, ἄξιοι δὲ τῆς
[ἐγχειρισθείσης αὐτοῖς πίστεως]· ἐπαινέσαι δὲ καὶ τοὺς γραμμα-
[τεῖς αὐτῶν καὶ στεφανῶσαι θαλλοῦ στε]φάνωι ἐπὶ τῆι ἀναστρο-
[φῆι ἣν πεποίηνται ἐν τῆι ἐπιδημίαι· τὴν δὲ ἀναγόρευσιν τῶν] στε[φά]ν[ων]
[— — — — — — — — — — — — — — — — — — — —]ους ἑα[υ]τοὺς [— — — —]
- I.Oropos 331
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[κ]αλουμένοις, κατέσ[τησαν τοὺς δικαστὰς καὶ τοὺς γραμματεῖς καὶ ἐξαπ]-
έστειλαν τὴν ταχίσ̣[την ὅπως ἐπιτελεσθῆι Ἐρετριεῦσι καὶ Θηβαί]-
οις ἡ πρὸς ἀλλήλους [δικαιοδοσία· δεδόχθαι τοῖς συνέδροις καὶ τῶι δήμωι]·
ἐπηνῆσθαι Ὠρωπίους [ἐπί τε τῆι αἱρέσει καὶ τῆι πρὸς τὸν δῆμον εὐνοίαι καὶ]
[ἐπὶ] τῶι προχειρίσασθαι το[ὺς δικαστὰς ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ στεφανῶσαι]
τὸν δῆμον Ὠρωπίων χρ[υσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι ἀρετῆς ἕνε]-
κεν καὶ εὐνοίας ἧς ἔχω[ν διατελεῖ πρὸς Θηβαίους καὶ Ἐρετριεῖς ἣν στῆ]-
Κράτητος, Πλούταρχον Α̣[— — — — —, — — — — — Λυσιμένους, Παράμυθον]
Ξανθίππου, Ἀριστόμαχον [Περιγένου, Πολύβιον Σωκράτου Ὠρωπίους καὶ στε]-
φανῶσαι αὐτῶν ἕκαστον χρυ[σῶι στεφάνωι ἐφ’ ᾗ ἐποιήσαντο περὶ τὰς]
κρίσεις δικαιοσύνηι προσε[δρεύοντες ἐπιμελῶς τοὺς πράγματα ἔχοντ]-
ας καὶ ἐπιδόντες ἑαυτοὺς ἀπ[ροφασίστως ὅπως Ἐρετριεῦσι καὶ Θη]-
βαίοις διεξαχθῇ τὰ δίκαια, [τὰς μὲν δίκας κρίνοντες ἴσως καὶ]
δικαίως κατὰ τὸ σύμβολο[ν, τὰς δὲ συλλύοντες συμφερόντως]
τοῖς ἔχουσιν τὰ πράγματα, [καὶ ὅτι ἐν τῆι ἐπιδημίαι καὶ ἀναστρο]-
φεῖ διετέλεσαν ἄξιοι μὲν [τοῦ ἐξαποστείλαντος δήμου],
[ἄξ]ιοι δὲ τῆς ἐγχειρισθείση[ς αὐτοῖς πίστεως· ἐπαινέσαι δὲ καὶ τοὺς]
[γρα]μματεῖς αὐτ[ῶν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἐπὶ τῆι ἀναστρο]-
[φῆι — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
- I.Oropos 332
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[— — — — — — — — — — — — — — — — — ἐψη]φισμένοι τ[ῷ τ]ε δήμῳ
[— — — — — — — — — — — — — — — — — —]ος ἐπιχ[ωρ]ῆσαι δ̣ὲ καὶ
[— — — — — — — — — — — — — — — — — — —]ντος ε[․․․7․․․]ντ[— —]
- I.Oropos 352
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
[οἱ ἐφηβεύσαντες ἐπὶ Εὐθυκ]ρί[του ἄρχοντος οἱ τῆς]
[— — —ίδος καὶ ὁ σ]ωφρονιστὴ[ς — — — — — — —]
- I.Oropos 353
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Πυθόδωρος Δημ[ο]κλέους
Σμικρίας Ἐπι[․3-4․ο]υ
[Ὑ]βά[δ]αι
Τιμόστρατος Τιμοκράτου
Ἐπικράτης Σπο[υ]δίου
Ποτάμιοι ὑπένερθεν
Παράμυθος Ἀντιγένου
Ἐπικράτ[η]ς Ἀριστοκράτου
Σκαμ[β]ωνίδαι
Αἰθαλίδαι
Ἐξώπιος Φαιδρίου
Ποτάμιοι Δειραδιῶται
στρατηγὸν τὸν
ἐπὶ τεῖ χώραι·
ἐπιμεληταὶ
στρατηγὸν
ἐπ[ὶ] τῶι Πειραεῖ
στρατηγὸν
ἐπὶ τεῖ Ἀκτεῖ
ἐπιμελητὴν
- I.Oropos 382
- Megaris, Oropia, and Boiotia (IG VII) : Oropos
Μίδας Ἀμφιαράωι ἀν[έθηκεν]
ἐπὶ Νικοκλέους ἱερέως.