| 47019 matches in 19211 texts. | 11701-11800 11801-11900 11901-12000 12001-12100 12101-12200 12201-12300 12301-12400 12401-12500 12501-12600 12601-12700 |
| 8515 | 0.6590% | Attica (IG I-III) |
| 1850 | 0.7382% | Peloponnesos (IG IV-[VI]) |
| 8339 | 1.3096% | Central Greece (IG VII-IX) |
| 1155 | 0.6491% | Northern Greece (IG X) |
| 912 | 0.4489% | Thrace and the Lower Danube (IG X) |
| 372 | 0.4451% | North Shore of the Black Sea |
| 10499 | 0.9222% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
| 12027 | 0.9825% | Asia Minor |
| 342 | 1.1648% | Cyprus (IG XV) |
| 555 | 0.9148% | Greater Syria and the East |
| 1439 | 0.6446% | Egypt, Nubia and Cyrenaïca |
| 84 | 0.4802% | North Africa |
| 926 | 0.6709% | Sicily, Italy, and the West (IG XIV) |
| 4 | 0.0162% | Upper Danube |
- Iasos 48
- Caria
ἀν̣[ὴρ] ἀγαθός ἐσ[τι —]
τοῖς πλέουσιν ἢ [—]σίαι ἐργαζομέν̣[οις]
τὴν ἀσφάλειαν παρέχεται, ἐπιμελεῖται δὲ καὶ ὅπως
αὐτὸν πρόξενον Ἰασέων, δεδόσθαι δὲ καὶ πολιτεί-
αν αὐτῶι καὶ τοῖς ἐκγόνοις.
- Iasos 49
- Caria
πρόξενον καὶ πολίτην μετέχοντι πάντων ὧγ καὶ [οἱ ἄ]λλοι
πολῖται μετέχουσιν· εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς
[ἀ]γῶσι πᾶσιν, καὶ ἀτέλειαν ὧν ἡ πόλις κυρία ἐστίν, καὶ εἴσπλουν
[κ]αὶ ἔκπλουν καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεί·
ὑπάρχειν δὲ ταῦτα καὶ τοῖς ἐκγόνοις αὐτοῦ· ἀναγράψαι δὲ τὸ
ψήφισμα τὸν νεωποίην ἐν τῆι παραστάδι πρὸ τοῦ ἀρχείου.
- Iasos 50
- Caria
[—· εἶναι δὲ αὐτῶι καὶ πρόσοδον πρὸς]
[βου]λ̣ὴν καὶ δῆμ̣[ον πρώτωι μετ]ὰ τὰ [ἱε]ρά· ὑπάρχειν δὲ ταῦτα καὶ τοῖς
[ἐκ]γόνοις αὐτοῦ· ἐπιμέλεσθαι δὲ αὐτοῦ τοὺς ἄρχοντας ἀεὶ τοὺς [καθεσ]-
- Iasos 53
- Caria
[π]ολιτείαν καὶ ἀτέλειαν πάντων ὧν ἡ πόλις
[κ]υρία ἐστὶν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ ἔσπλου[ν]
καὶ ἔκπλουν ἐν εἰρήνηι καὶ ἐμ πολέμωι ἀσυλεὶ
- Iasos 56
- Caria
[— δεδόχθαι τῆι βουλῆι κα]ὶ τῶι δήμωι· ἐπειδὴ ὁ δῆ-
[μος ὁ — ἔν τε τοῖς πρότερον χρόνοι]ς εὔνους ὢν καὶ φίλος
[— διετέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀπ]ο̣στεῖλαι δικαστὰς τρεῖς
[κριναν δικαίως, τὴν δὲ ἄλλην ἐνδημίαν ἐποιήσαντο ἀ]πὸ παντὸς
[τοῦ βελτίστου· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς τοῖ]ς ε[ὐ]-
[εργετοῦσιν αὐτὸν.]
- Iasos 65
- Caria
[τῶν Ἑλλή]νων κατὰ τὰς [μαντείας καὶ ὑπὸ Ῥωμ]αίων τῶν κοινῶν [εὐ]ε[ρ]γ[ε]τῶν
κα[ὶ] σωτήρων, ἔν τε τοῖς πρότερον χρόνοις [πᾶσ]αν σπουδὴν καὶ φιλοτιμίαν [δείξαν]-
[τες] περὶ τῆς τῶν ἀγώνων ερ[—] τὴν αἵρεσιν ἔχοντες [—]
σωτηρίας τ[— νέμειν τ]ῶι Διονύσωι καὶ Ἰασεῦσιν εἰς τοὺς [συντελουμέν]ους
παρ’ αὐτοῖς τῶι Διονύσωι ἀγῶν[ας ἐκ] τῶν ἐνγεγραμμένων τεχνιτῶν καὶ με-
τεχόντων τῆς [ἡ]με[τ]έρ[ας συνόδ]ου? φιλίας ὑπαρχούσης ἡμῖν ἐκ παλαιῶν χρόνων,
των καὶ τὰς ὑπηρεσίας α[—]νωνεινεδ[—]· τοὺς δὲ νεμηθέντας πάντας ἐπι-
τελέσαι τοὺς τῶν Διονυσίων ἀγῶνας ἐν τοῖς ὡρισμένοις καιροῖς
πάντα παρασχόντας ἀκολούθως τοῖς Ἰασέων νόμοις· ὃς δὲ τῶν
νεμηθέντων ὑπὸ τοῦ πλήθους μὴ παραγένηται εἰς Ἰασὸν ἢ μὴ [ἐπιτε]-
ἵνα δὲ καὶ Ἰασεῖς ἐπιγεινώσκωσιν τὴν τοῦ πλήθους ἡμῶν σπουδὴν
καὶ ἣν ἔχομεν πρὸς τοὺς φίλους ἐκτένειαν ἐν τοῖς ἀναγκαιοτά-
τοις καιροῖς, ἑλέσθαι πρεσβευτάς, οἵτινες ἀφικόμενοι εἰς Ἰασὸν
καὶ ἀναδόντες τόδε τὸ ψήφισμα τοῖς προστάταις καὶ ἐπελθόν-
τες ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον καὶ ἐμφανίσαντες περὶ
τῶν ἐψηφισμένων τιμῶν αὐτοῖς καὶ ἀνανεωσάμενοι τὰ διὰ προ-
γόνων ὑπάρχοντα πρὸς ἀλλήλους φιλάνθρωπα παρακαλέσουσιν Ἰασεῖς
- Iasos 67
- Caria
[ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ
[ὁ δ]ᾶμος ὁ Ἰασέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν καὶ
[φίλ]ος διατελεῖ τῶι δάμωι τῶι Καλυμνίων καὶ νῦν πρεσβεύ-
[καθισ]τᾶται· τινὰς δὲ καὶ διαίτασαν συμφερόντως
[ἑκα]τέροις τοῖς ἀντιδίκοις· δέκα δὲ δικᾶν εἰσαχθεισᾶν
[εἰς τὸ] δικαστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ-
[μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι
[καὶ δ]οκεῖν δηλόμενοι· ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων
[φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὐτὸν καὶ πολ-
[λοὶ πρ]οαιρῶνται καὶ λέγειν καὶ πράσειν τὰ δέοντα ὑπὲρ τοῦ
[πλήθου]ς τοῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς
[τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι· δεδόχθαι τᾶ[ι]
[καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]-
[μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν]
[ἐγ Καλύμναι καὶ π]ολιτείαν, αὐτοῖς καὶ ἐγγόνοις, [καὶ]
[ἀτέλειαν πάντων· ἐ]π̣ικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν
[τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱερὰ
- Iasos 68
- Caria
[— τῆς δὲ ἀναγγελίας τὴν]
[ἐπιμέλειαν ποιήσασθαι τοῖς μὲν Διονυ]σ[ίοις]
[τὸν πρύτανιν, τοῖς δὲ Κλαρίοις καὶ τ]οῖς Ἀντιο[χεί]-
[οις τοὺς ἀγωνοθέτας·] ἐ̣π̣αιν[έσ]αι δὲ κ̣αὶ τὸν
[γ]ραμματέα Δημήτριον Εὐβουλίδου· δεδόσθαι δ̣[ὲ]
[κ]αὶ πολιτείαν τοῖς τε δικασταῖς καὶ τῶι γ[ρ]αμ[μα]-
[τε]ῖ ἐ̣[π’] ἴσηι καὶ ὁμοίαι· ὑπάρχειν δὲ αὐτοῖς καὶ γῆς [ἔν]-
[κ]τησιν καὶ οἰκίας καὶ τῶν ἄλλ̣[ω]ν πάντων μ[ετου]-
[σί]αν ὅσων καὶ τοῖς ἄλλοις̣ [Κολοφ]ωνίοις μέτεσ[τι]
[καὶ] ἔ[φ]οδον [ἐπὶ τὴν βουλὴν καὶ τὸ]ν δῆμον πρώ[τοις]
[μετὰ τὰ ἱερά, καὶ ἔκπλουν καὶ εἴ]σπλουν ἀσυλεὶ [κα]ὶ̣
- Iasos 69
- Caria
[ἀρετῆς κ]α̣ὶ̣ δικαιοσύνης παρα[καλέσει Ἰασεῖς καὶ αὐτοὺς]
[ψηφίσ]ασθαι ὅπως ἂν καὶ παρ’ αὐτοῖς γέν[ηται — ἡ]
[ἀνα]γ̣γελία τοῦ στεφάνου τοῖς Διονυσίοις [καὶ ἀναγραφῆι τό]-
[δε] τὸ ψήφισμα οὗ ἂν αὐτοῖς φαίνηται καλῶ[ς εἶναι·]
[διεψη]φίσθη ἐν τῶι δήμωι κατὰ τὸν νόμον [καὶ ἐδόθη]
- Iasos 70
- Caria
[τᾶι] χώραι αὐτῶν ὑπὸ Ποδίλου καὶ π̣[αρακαλοῦν]τι τὸν δᾶμον
[καθ]άπερ καὶ ἐν τοῖς πρότερ[ον χρόνοις δια]τετέ[λεκεν] εὐε[ρ]-
[γε]τῶν τὰν πόλιν τὰν Ἰασέων καὶ νῦ[ν π]ρόνοιαν [ποιεῖ]σθ[αι]
[καὶ] περὶ τῶγ γεγονότων ἀδικ̣ημάτων ἐπιμ[έ]λειά [τις πο]ιη-
[θῆι] καθότι κα δόξηι τῶι δάμωι, καὶ τ[οὶ π]αραγενό[μενοι] παρ’ α[ὐ]-
[τῶ]ν Πολέμαρχος καὶ Γλαῦκος ἐπ[ελθ]όντες ἐπὶ [τὰν] β[ο]υλὰ[ν]
[καὶ] τὰν ἐκκλησίαν διελέγεν ἀκολούθως τοῖς ἐν τ[ῶι ψ]αφίσ-
[ματι] γεγραμμένοις μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμ[ί]-
[ας,] ἀπ[ο]κρίνασθαι αὐτοῖς vacat ὅτι ὁ δῆμος εἰδ[ὼ]ς [Ἰ]α[σ]εῖς
[εὔνους] ὑπάρχοντας τᾶι πόλει πρότερόν τε̣ [ἐτύγχανε τὰν]
[πᾶσαν] ἐπιμέλειαμ ποιούμενος π[ερὶ] τ̣ῶν [συμφερόντων αὐτοῖς]
[καὶ νῦν προα]ι̣ρ̣ούμενος συγκατασκευάζ[ειν πάντα τὰ ποτ’ ἀσφά]-
[λειαν καὶ σω]τηρίαν τᾶς πόλιος αὐτ[οῖ]ς [ποιησεῖται τὰν πᾶ]-
[σαν πρόνοια]ν ὅπως ὑπέρ τε τῶν γ[εγενημέν]ων [ἀδικημάτων ὑπὸ]
[Ποδίλου τ]ὰ δὶκαια γένηται καὶ [ἐπιστέλληται Ποδίλωι καὶ τοῖς?]
[ὑφ’ αὐτὸ]ν τεταγμένοις μηθὲν [ἀδίκημα ποιεῖσθαι ἐν ταῖ]
- Iasos 71
- Caria
[ἔδοξεν τᾶι βουλᾶι] καὶ τῶι δάμωι· ὅπως Ἰασ[εῖς συνγενεῖς καὶ φίλοι]
[ὑπάρχοντες τοῦ] δάμου εἰδήσωντι τὰ [ὑπάρχοντα αὐτοῖς φιλάνθρωπα]
[παρὰ τοῦ δάμου τοῦ] Ῥοδίων· δεδόχθα[ι τᾶι βουλᾶι καὶ τῶι δάμωι]
[ἑλέσθαι πρεσβευ]τὰς ἤδη δ[ύο,] τοὶ δὲ ἀ[φικόμενοι ποτὶ Ἰασεῖς]
[καὶ τὰν συνγένε]ιαν τὰν ὑπάρχουσαν αὐτοῖ[ς κα]ὶ τῶι π[λή]θει τῶ[ι Ῥοδί]-
[ων ἀνανεωσάμενοι] καὶ ἐπιδείξαντ[ες τὰ ἐψαφι]σμέ[ν]α ὑπὸ το[ῦ]
[δάμου τοῦ Ῥοδίων] ὑπὲρ τῶν γεγενη[μέν]ων ἀδικημάτων ἐν [τᾶι χώ]-
[ραι αὐτῶν ὑπὸ Π]οδίλου δηλούντων αὐτοῖ[ς ὅτι ὁ] δᾶμος καὶ εἰς [τὸ λοιπὸν]
[διατηρῶν τὰν ὑπάρχ]ουσαν αὐτῶι ποτὶ Ἰασεῖς [συν]γένειαν καὶ φιλ[ίαν]
- Iasos 72
- Caria
[Ὀλύμπιχον πρεσβευτὰς τοὺ]ς ἀπολ[ο]γισουμένους περὶ [τ]ῶν [—]
[— διαφυλάξαι] αὐτοῖς τὰν πόλιν ἐλευθέραν [καὶ]
[αὐτόνομον — πρ]οα[ί]ρεσιν καὶ [—]τ[—]
[τὰ]ν πόλιν, [π]αρακαλ[έσοντι] αὐτὸν καὶ τὸν ὑπάρχο[ντα στραταγὸν μὴ ἐπι]-
[τρ]έπειν τοῖς ὑφ’ αὐτὸν τεταγμένοις μηθὲν ἀδίκημα [ποεῖσθαι ἐν τᾶι χώ]-
[ραι] τᾶι Ἰασέων, ἀλλὰ ποτιφέρεσθαι αὐτοῖς φιλανθρώπως, καὶ ἐ[πὶ τῶν γε]-
[γ]ενημένων ἀδικημάτων πρόνοιάν τινα ποιήσασθαι ὅπω[ς γένη]-
[τ]αι τὰ δίκαια ἀκολούθως τοῖς ὑπὸ τοῦ βασιλέως ἐπισταλεῖσ[ιν, εἰδό]-
[τ]α ὅτι τούτων ἐπιμεληθεὶς ὁμολογούμενα φανεῖται πράσσων [τᾶι]
[τ]ε τοῦ βασιλέως αἱρέσει καὶ τοῖς ἐπιστελλομένοις ὑπ’ αὐτοῦ φι[λαν]-
[θ]ρώποις ποτὶ τὰν πόλιν· ἐμφανιζόντων δὲ αὐτῶι τοὶ πρεσβευ[ταὶ]
[ὅ]τι ὁ δᾶμος εἰδὼς Ἰασεῖς εὔνους ὑπάρχοντας τᾶι πόλει καὶ προα[ιρού]-
μενος αὐτοῖς συγκατασκευάζειν πάντα τὰ πὸτ ἀσφάλειαν [καὶ]
σωτηρίαν, πρότερόν τε ἐτύγχανε δεδωκὼς ποτίταγμα τοῖ[ς]
ἄρχουσι τοῖς ἀποστελλομένοις ὑπ’ αὐτοῦ ἐπιμελεῖσθαι τᾶς Ἰασ[έων]
χώρας καθάπερ καὶ τᾶς τοῦ δάμου, καὶ νῦν μναμονεύων τᾶς ὑπ[αρ]-
τούτων μηδεμίαν ἐπιστροφὰν Ὀλύμπιχος ποιῆται ἀλλὰ περ[ιο]-
ρῇ τὰ γινόμενα ἀδικήματα, δηλούντων αὐτῶι τοὶ πρεσβευταὶ ὅτι
τὰμ μὲν φιλίαν καὶ τὰν εὔνοιαν τὰν ὑπάρχουσαν αὐτῶι ποτὶ βασιλ[έα]
- Iasos 74
- Caria
[κα]λοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀξίως τῆς αὐτῶν ἀρετῆς, δοῦν[αι τόδε]
[τὸ] ψήφισμα τὸμ βασιλέα τοῖς πρώτοις παραγενομένοις θεωροῖς ἐ[ξ Ἰασοῦ]
[καὶ] τὸ γραφὲν ἐπὶ Σωσιφάνους ἀνενεγ̣κεῖν τῆι βουλῆι καὶ τῶι δήμ[ωι τῶι]
- Iasos 76
- Caria
[το]ὺς δικαστὰς καὶ τὸν γραμματέα ἕκαστον
[αὐτ]ῶν χρυσέωι σ̣τεφάνωι ἐν τοῖς Διονυσί-
[οις τῆ]ι πρώτηι ἡμέραι [τ]ῶν τραγωιδῶν, τῆς δὲ
[ἐπιμελεῖσθαι τῆς ἀν]αγγελίας̣ τῶν [στε]-
[φάνων καὶ παρ’ αὐτοῖς —]δενσ̣[—]
- Iasos 83
- Caria
[ταῖ]ς ἄ[κ]ρα̣ι̣ς̣ ὄντα π̣άντ̣α [—·] τ̣ὰ̣ς̣ δὲ σι̣τ̣α̣ρ̣χ̣ίας [κ]αὶ τοὺς
[μ]ι̣σθοὺ̣ς̣ τ̣ο̣ὺς ὀφειλομένους Μα[χάονι καὶ Ἱέρωνι κ]αὶ Σωπόλ̣ιδι καὶ τοῖς τ̣ο̣ύ̣-
[τ]ω̣ν̣ σ[τ]ρ[ατι]ώταις ἀποδοῦναι Ἰασεῖς τ̣οι̣σ̣κ̣ν̣λ̣ουσα[․]ο[․] ὅσου̣ αὐτοῖς ὀφεί-
[λ]ητα[ι] ἐν ἡμέραις δεκαπέντε ἀφ’ ἧς ἂν οἱ πρὸς Πτ̣ο̣λ̣εμαῖον ἀποσταλέντε[ς]
[καὶ] τὰ ἐν ταῖς ἄκραις ὄντα καὶ τὴμ πόλιν καθάπερ ὡ̣μολόγηται· ἔστω̣ δὲ
[ἀ]σφάλεια Μαχάονι καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ τοῖς τούτων στρατιώταις
[κ]α̣[τ]οικοῦσιν ἐν τῆι πόλει καὶ ἐπιδημοῦσιν κατὰ τοὺς νόμους τοὺς Ἰασέων
[καὶ] ἀπαλλασσομένοις ὅπου ἂν βούλωνται καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἀ[φ]ε̣ῖ̣σ̣-
θ̣αι δὲ καὶ τῶν ἐγκλημάτων πάντων αὐτούς τε καὶ τοὺς στρατιώτας τῶν
πρὸς Ἰασεῖς καὶ τοὺς ἐν Ἰασῶι [κατοικοῦν]τας, καὶ Ἰασεῖς καὶ τοὺς ἐν Ἰασῶι [κατ]ο̣ι̣-
κ̣οῦντας τῶν πρὸς αὐτοὺς κ̣α̣[ὶ] τ̣[οὺς στρα]τιώτας αὐτῶν τῶν ἐν τ̣ο̣ῖ̣ς
ἔ̣μπροσθεν χρόνοις γεγενη[μένων πρὸ τ]ῶν συμβολαίων· εἶνα[ι] δὲ τὴ̣[ν]
αὐ̣τὴ̣ν̣ ἀσφάλειαν ἥμπερ ε[—] προσε̣ῖ̣ναι τῆι Ἀριστοκλείους
γυναικὶ καὶ τοῖς Ἀριστο[κλείους —]α̣δι καὶ τοῖς Μόλωνος παιδίοις
[κ]α̣ὶ Σύρωι καὶ Ἰσχυρ̣[— θυγ]α̣τρὶ καὶ τῆι Ἑστιαίου γυναικὶ καὶ τοῖς
παιδίοις καὶ τοῖς [ἐκγόνοις —· ὀμόσ]α̣ι̣ δὲ Ἰασεῖς καὶ τοὺς ἐν τῆι πόλει κατοικοῦν-
τας Πτολεμαί[ωι, ἐλευθέρους ὄν]τ̣ας καὶ αὐτονόμους καὶ ἀφρουρήτους καὶ ἀφορο-
λογήτους, συ[μμάχους] ἔσεσθαι Πτολεμαίωι καὶ τοῖς ἐγγόνοις αὐτοῦ ε[ἰς] τὸν
ἀεὶ χρόνον· ὀμόσαι δὲ καὶ Μαχάονα καὶ Ἱέρωνα καὶ Σώπολιν καὶ τοὺς τούτων
στρατιώτας Ἰασεῦσιν, καὶ Ἰασεῖς Μαχάονι καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ τοῖς τού-
των στρατιώταις· ὁ δ’ ὅρκος ἔστω Μαχάονι̣ μὲν καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ
τοῖς στρατιώταις ὅδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶ Ἀπόλλω Δήμητρα
[Ἄ]ρη Ἀθηνᾶν Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· ἐμμενῶ ταῖς
Μαχάονι καὶ Σωπόλιδ[ι]
καὶ Ἱέρωνι καὶ τοῖς τούτων στρατιώταις τὸν αὐτὸν ὅρκον· ὀμόσαι δὲ καὶ Πτολεμαῖον
τὸν ὅρκον τόνδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶ Ἀπόλλωνα Δήμητρα Ἄρη
- Iasos 84
- Caria
τοῦ Ἀπολλωνίου, ἵνα, ἐὰν δόξῃ τῇ βουλῇ
καὶ τῷ δήμῳ, ἐπιχωρηθῇ αὐτοῖς ποεῖσθαι τ̣ὰ̣ς̣
πράξεις τῶν ὑπαρχόντων αὐτοῖς κοινῶν χρη-
μάτων κατὰ τῶν χιρισάντων τι αὐτοῖς καὶ
μὴ ἀποδόντων ἐν τοῖς καθήκουσιν χρόνοις, κα-
θότι καὶ τοῖς νέοις συνκεχώρηται ὑπὸ τῆς βου-
λῆς καὶ τοῦ δήμου, παραλαμβάνοντος τοῦ γραμ-
- Iasos 93
- Caria
λιν συμπτώμασιν περιπεσοῦσαν ἀπροσδοκή-
τοι̣ς ἀνακτησάμενος τήν τε ἐλευθερίαν ὑμῖν
ἀπέδωκεν καὶ τοὺς νόμους καὶ τὰ λοιπὰ προτέθει-
ους μεδίμνους Ἀττικοὺς εἰς τὴν πόλιν παρακομί-
ζοντα παραδιδόναι τοῖς παρὰ τοῦ δήμου· εὖ οὖν ποή-
σετε συντάξαντες τοῖς μὲν ταμίαις παραλαμβά-
νοντας τακτοῦ πλήθους ἐγδιοικεῖν, τοῖς δὲ προστά-
ταις καὶ οἷς ἂν ἄλλοις κρίνητε προνοεῖν ὅπως τὸ γινό-
- Iasos 95
- Caria
[καὶ] αὐτόνομον εἶναι καὶ ἐν συμμαχίαι· πίστιν δὲ τούτω[ν] ἀ̣ξ̣ιωσάντων ἡμῶ[ν αὐτοὺς]
δ̣οῦνα[ι, σ]υνεχώρησαν· ἐπεχωρήθη οὖν ταῦτα αὐτοῖς· διελέγοντο δὲ καὶ ὑ̣[πὲρ συντά]-
[ξε]ω[ς] ἵ̣να τὴν [κ]αλῶ[ς] ἔχ̣ουσαν εἰς τὴν φυλακὴν τῆς χώρας συντελῶσιν, τῶ[ν δὲ]
λιμένων καὶ τῶν λοιπῶν προσόδων ὑμᾶς κυρίους εἶναι· ὑπὲρ μὲν οὖν τοῦ λιμ̣[ένος]
συνκεχωρήκαμεν αὐτοῖς, ὑπὲρ δὲ τῆς συντάξεως ἐδόκει μοι ἀνενέγκαι εἰς τὸ[ν]
βασιλέα, ἵνα μὴ τὸ παρ’ ἡμῶν ἑκατέρους περὶ τὸ πλέον καὶ ἔλασσον διαφέρεσθαι
- Iasos 99
- Caria
Μενεκράτου καθ’ ὑοθεσίαν [—]μένου[—,] ἕκαστος
δραχμὰς διακοσίας· μετοίκων· [—]ου
Ἀμφικλ[είους —] δραχμὰς ἑκατόν.
- Iasos 105
- Caria
δι’ ἐπιτρόπων Μιννίωνος τοῦ Μενί̣[ππ]ου, Παυσανίου τοῦ Ἡρακλείδου,
ἃς ἐπέδωκεν ὁ πατὴρ αὐτῶν, δραχμὰ[ς δια]κοσίας· καὶ μέτοικοι
Νοῦς Δημητρίου Ἀντιοχεὺς Ἀντιοχείας τῆς πρὸς Δάφνηι, Ἐπίνικος
- Iasos 106
- Caria
Ν[—] Δημητρίο[υ —]του[—]ευηθε[— δρα]-
[χμὰς διακ]οσίας· μετοί[κ]ω[ν —]τω[—]
[—]ωνο[— ἕκασ]τος δρα[χμὰς ἑκα]τόν.
- Iasos 107
- Caria
τος δραχμὰς διακοσίας·
μετοίκων· Ἑκαταῖος Ζωνίου Θρᾶιξ,
Πίλεος Φιλιστ[ί]δ[ου] Κυμαῖος,
- Iasos 109
- Caria
Ἑρμίας Μηνοφίλου, Ἀριστέας Μελανίωνος, ἕκαστος
δραχμὰς διακοσίας· μετοίκων· Εὐχάρης Χάρητος
Ἀπαμεύς, Ἑκαταῖος Μηνογένου Λαοδικεύς,
- Iasos 110
- Caria
Μελάνθιος Μελανίππου, Οὐλιάδης Ἀθηναγόρου, ἕκαστος
δραχμὰς διακοσίας· μετοίκων· [Πύ]θης Ἀριστείδου Βιθυνός,
Διογένης [․]ανυβότου [Καλλ]ατιανός, ἑκάτερος δραχμὰς
- Iasos 111
- Caria
Διογένης Μελάνθου, Νύσιος Κτησικλείους, ἕκαστος
αὐτῶν δραχμὰς διακοσίας· μετοίκων· Μηνόφιλος
Διονυσίου Μαλλώτης, Μέλας Δημητρίου Εὐρωμεύς,
- Iasos 112
- Caria
Θεόδοτος Θεοδότου τοῦ Τιμάρχου, ἕκαστος
αὐτῶν δραχμὰς διακοσίας· μετοίκων· Μενεκράτης
Δημητρίου Λαοδικεύς, Νικάνωρ Διο[φάντο]υ
- Iasos 113
- Caria
Νουμήνιος Νουμηνίου τοῦ Σωσιβίου, ἕκαστος αὐ[τῶν]
δραχμὰς διακοσίας· [μ]ετοίκων· Ἡράκλειτος
Καλλισθένου[ς Μ]άγνης ἀπὸ [Μ]αιάνδρου, Εὐήνεμος
- Iasos 115
- Caria
[—γ]όνου, [—]ένης Ἀπολλᾶ, [—]ο[— ἕκα]-
[στος δραχ]μὰς διακοσίας· μέτοικοι Θ̣α̣λ̣[—]α[—]
[—]α[—] Δημητρίου Μυλασεύς, ἑκάτερος δραχμὰς ἑκατόν.
- Iasos 130
- Caria
Μηνοδώρου, Θεόδωρος Λαΐου, Δημήτριος Ἀλέξιδος, ἕκαστος δ(ραχμὰς) σʹ·
μετοίκων· Δαμόθεος Ἀλεξ[αν]δρίδου Μυριναῖος, Μένης
Παπιάδου Ἀλινδεὺς δρ[αχμὰ]ς ἑκ[ατόν.]
- Iasos 131
- Caria
Πόδωνος, ἕκαστος δ(ραχμὰς) σʹ·
μετοίκων· Ἀγαθῖνος Λέοντος Ἀπαμεύς, Νικήτας
Ἰάσονος Ἱεροσολυμίτης, ἑκάτερος δ(ραχμὰς) ρʹ.
- Iasos 132
- Caria
Δρακοντίδης Διοκλεί[ους,] ἕκαστος δ(ραχμὰς) σʹ·
μετοίκων· Ἡ[—]φῶν Πολ[υ]τίμου Ἀ[ντ]ιοχεὺς δ(ραχμὰς) ρʹ,
Σωσ[ί]λος Πρωτο[άρ]χου [Τρ]αλλιανὸς (δραχμὰς) ρʹ.
- Iasos 134
- Caria
Δράκων Νεβρίδου, Λ[ε]ο[ν]τιάδης Ἑρμίου, Ἡραῖος [—,]
Μητρό[φ]αντος Ε[ὐ]δάμιος δραχμὰς διακοσίας· μετοίκω[ν·]
Διονύσιος Νικάνορος Ἱε[ροπ]ολίτης δ[ρ]αχμὰ[ς ἑκατόν.]
- Iasos 135
- Caria
Ἀντίπατρος Μενεκλείους, Διότιμος Διοτίμου ἕκαστος
δραχμὰς διακοσίας· μετοίκων· Κινέας Πρωτοάρχου
Τραλλιανὸς Τράλλεων τῶν ἐπέκεινα τοῦ Ταύρου, Ποσειδώνιος
- Iasos 136
- Caria
Ἀπολλωνίου ἕκαστος αὐτῶν δραχμὰς διακοσίας·
μετοίκων· Διοσκουρίδης Ἀπολλωνίου Σινωπεύς,
Μενοίτας Πρωτέως Ἀλινδεὺς ἑκάτερος δραχμὰς ἑκατόν.
- Iasos 137
- Caria
[λεσίου, —]ίου δ[ρ]αχμὰς διακοσία[ς·]
μετοίκων· Σύμμαχος Δημάρχου Ἀντιοχεύς, Θεόδωρος
Θεοδώρου Ἀλινδεὺς ἑκάτερος δραχμὰ[ς ἑκ]ατόν.
- Iasos 141
- Caria
χορηγήσας πρότερον Ἀπολλόδωρον τὸν κωμωιδόν, καὶ ἡ πάροδος
εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· μετεοίκων μετοίκων· Ἰάσων Ἑκατωνύ-
μου χορηγήσας πρότερον Μετάνειρον αὐλῳδόν, καὶ ἡ πάροδος εὗρ[ε]
- Iasos 142
- Caria
α ἐγένετο δωρεάν· Ἀγαθοκλῆς Ἱεροκλείους χορηγή-
σας μετοίκων Ἀθηνόδωρον Ἡρακλείδου κωμωιδὸν
ἡμέραν μίαν, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγέ-
ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἀπολλώνιος Βίωνος χορηγήσας
μετοίκων Κλεινοῦν Εὐάνδρου χοροψάλτριαν ἡμ[έ]-
ραν μίαν, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένε-
- Iasos 153
- Caria
σει δὲ Φανίου, ἕκαστος δραχμὰς δια-
κοσίας· μέτοικοι· Σωσίβιος Ἀπολλω-
νίου Σελευκεύς, Μενοίτιος Δημητρίου
- Iasos 154
- Caria
[ζῆι ἐν δαψ]ιλείαι σίτου γιν[όμενος]
[ὑπαρχού]σης πᾶσι τοῖς π[ολίταις ἐκ]
[τῶν κοι]νῶν σιτομετρία[ς κατὰ τὸν νό]-
- Iasos 156
- Caria
[—]ε̣ρειαι τιμᾶν τ[—]
[—] τοῖς ταῦτα ποιο[ῦσι πολλὰ ἀγαθὰ εἶναι]
[—] ἐξ ἀνθρώπων [—]
[—]χ̣ευειν ὥσπ[ερ —]
[—]ταρητοι[—]
[—]τ̣α αὐτο̣[—]
- Iasos 161
- Caria
Σώπατρο[ς Ἐπικ]ράτου γ[υμνασια̣[ρχήσας] τῶν τε νέ[ων καὶ τῶν π]ρεσβυτέρων τὴν στοὰν τῶι δήμωι καὶ τοῖ[ς νέοις καὶ τοῖς πρεσβυτέροις ἀνέθηκεν.]
- Iasos 164
- Caria
[Ἀρτέμιδι Ἀστιάδι καὶ Αὐτοκράτορι Καίσαρι Τραϊανῶι Ἁδ]ρ̣ιανῶι Σεβαστῶι ἀρχιερεῖ μεγ[ί]στωι δημαρχικῆς ἐξουσίας τὸ κʹ, ὑπάτωι τὸ γʹ, αὐτοκράτορι τὸ βʹ, Διῒ Ὀλυμπίωι Πανελληνίωι πατρὶ πατρίδος καὶ τῆι πατρίδι Ἰασῶι [Δι]ο̣νύσιος Θεοφίλου [το]ῦ̣ Ποσ̣ε̣[ι]δίππου
[τοὺς στύλους σὺν τοῖς στυλ]ο̣βάταις καὶ σπείραις καὶ τοῖς ἐπι[φ]ερομένοις λευκολίθοις καταγλύφοις ἐκ τῶν ἰδίων̣ [κα]θιέρωσεν vacat ἐπὶ Πομπωνίου Μαρκέλλου ἀνθυπάτου.
- Iasos 198
- Caria
τοισιο[—]δ[—]ε[— ἐὰν]
δὲ μὴ ἐπιτελέσωσιν τὰς [θ]υσίας καὶ [τὸ δ]ε[ῖπνον]
οἱ διοικηταὶ τὰ ἐπιτεταγμένα, ἀποτεισάτωσαν
τὸ αὐτὸ πρόσ[τι]μον τοῖς κληρονόμοις τοῖς Φαινίπ-
που, τῆς πρά[ξεω]ς [οὔσ]ης κατ’ αὐτῶν καθάπερ ἐγ δί-
κης. μεταλλ[άξαντο]ς δὲ Φαινίππου οἱ διοικηταὶ οἱ τό-
τε ὄντες ἀποδόσθωσαν ἱερωσύνην ἐπὶ τοῖς προγε-
γραμμένοις, ἐφ’ ὧι δοθήσ[εται τ]ῶι ἀγοράσαντι αὐτὰ
[τ]ῶν διοικ[ητῶν ἡ εὐ]ωχία γίνηται [κ]α̣ὶ γέ[ρας διδῶ]-
[ται το]ῖς πρε[σβυτέροις ἐπὶ] τοῦ μνημείου τῆι δωδε-
[κάτηι τ]οῦ Φυλλι[ῶνος, διδῶ]ται δὲ γέρας κατὰ τὸ [αὐτὸ]
- Iasos 199
- Caria
[οι]κηταὶ τὰ ἐπι[τεταγμένα, ἀποτεισάτωσαν τὸ]
[α]ὐτὸ πρόστιμον [τοῖς κληρονόμοις τοῖς Ἱεροκλ]-
[ε]ίους τοῦ Κτησί[ππου, τῆς πράξεως οὔσης]
[δὲ] Ἱεροκλείους ο[ἱ διοικηταὶ οἱ τότε ὄντες ἀποδόσ]-
[θω]σαν ἱερωσ[ύνην ἐπὶ τοῖς προγεγραμμένοις,]
ἐφ’ ᾧ δοθήσεται [τῷ ἀγοράσαντι τὰ αὐτὰ γέρα]
- Iasos 255
- Caria
[Διο]κλητιανῷ [καὶ Μάρκῳ Αὐρ(ηλίῳ)]
Οὐαλ(ερίῳ) Μαξιμιανῷ Σε[βαστοῖς]
καὶ τοῖς ἐπιφανεστάτοις
Καίσαρσιν Φλαβ[ίῳ Οὐαλερίῳ]
Κωνσταντίῳ [κα]ὶ Γαλ[ερίῳ]
Οὐαλ(ερίῳ) Μαξιμιανῷ τοῖς
ἀνεικήτοις Σεβασ[τοῖς]
ἀπὸ Ἰασοῦ.
- Iasos 259
- Caria
συνον φιλίης, κουριδίῃ ἀλόχῳ, ἥτις
καὶ ἄμεμπτος ἔμεινεν, πᾶσι βροτοῖς
κάλει δ’ ὑπερήρεσεν ὡς Ἀφροδείτη·
- Iasos 289
- Caria
διαθήκαις. οὐδενὶ δὲ ἐξέσται ταφῆναι
ἐν ᾧ κατεσκεύακα πρὸς τοῖς προαστίοις ἡρῴῳ
ἢ μόνοις ἐμοί τε καὶ τῇ γυναικί μου Φλ(αουίᾳ)
- Iasos 290
- Caria
ἀγαθῆς μεταβολῆς· τοῦτο τὸ μνημεῖον Λυσιμάχου τοῦ τετράκις, στοιβάς·
τούτου μεθέξουσί μου τὰ τέκνα Λυσίμαχος καὶ Κουάρτα καὶ τὰ ἐξ αὐ-
- Iasos 294
- Caria
[ἐὰν δέ] τις ἕτερος βιάσηται θάψαι τινὰ ἰς τοῦτο τὸ μνημεῖον, καθ’ ὅ[λον τὸ σῶμα]
[π]αθὼν μεταλάβοιτο, ἐπάρατος δὲ ἔστω παρὰ τοῖς καταχθονίοις δαίμο[σι.]
- Iasos 302
- Caria
ακὼς τόδε τὸ μνῆμα ἑαυτῶι καὶ δεδωκὼς
θέσιν Διογενίδι Διογένους Ἀντιοχίδι μετοί-
κωι τῆι ἑαυτοῦ γυναικὶ και Φιλαθηναίωι Ἀντιόχου
- Iasos 407
- Caria
[ἄ]νθρωπος αἰγενάμην ͵αυοηʹ σοφιστής ͵αυπηʹ
χρηστός ͵αυοηʹ χρηστοῖς ͵αυπηʹ
βίου πέλαγος ἤδη περάσας ͵αυοηʹ ψήφοις ͵αυπηʹ
- Kaunos 1
- Caria
[ν]όμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοπονίαν προσενεγκάμενοι, τὰς δὲ καὶ διέλυσαν σπουδά[σαν]-
[τ]ες καθ’ ὅσον ἦν ἐ[φ’] ἑαυτοῖς, τοὺς δὲ διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατέστησαν [καὶ]
[ἐ]ν τοῖς ἄλλοις ἀνεστράφησαν ἀξίως τῆς τε ἑαυτῶν πατρίδος καὶ τῆς ἡμετέρας πόλεως· ὅπως οὖ[ν]
[κ]αὶ ὁ δῆμος φανερὸς ἦι τοῖς πρὸς αὐτὸν ἐκτενῶς προσφερομένοις τῆι εὐνοίαι ἀποδιδοὺς τ[ὴν]
κ̣αθήκουσαν τιμὴν καὶ χάριν· τύχηι ἀγαθῆι· δεδόχθαι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Καυνίων ἐπὶ τῆι [αἱ]-
ρέσει καὶ εὐνοίαι ἧι ἔχω̣ν διατελεῖ πρὸς τὴν πόλιν ἡμῶν καὶ ἐπὶ τῶι ἀποστεῖλαι δικαστὰς ἀξίους ἀμφοτέρων τῶν [πό]-
[λε]ων, πε[ρὶ] πλείστου τὸ δίκαιον ποιουμένους, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτο[ις]
συντελεσθησομένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου ἐ̣π[ι]-
ή̣σα[ν]το περὶ τὰς κρίσεις καὶ ἐπὶ τῶι ἐνδημῆσαι ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ̣ στεφανῶσαι ἕ[κ]ασ-
τον αὐτῶν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι ἀρετῆς ἕνεκεν κα̣[ὶ]
δικαιοσύνης ἧς ἔχοντες διετέλουσαν ἐν ταῖς κρίσεσιν· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆνα[ι]
τὸν ἀ̣[γ]ω̣νοθέτην κατὰ ταὐτά· ἵνα δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπόμνημα καταλείπηται τῆς τῶν
προει̣ρη̣μένων ἀνδρῶν ἀρετῆς καὶ τῆς τοῦ δήμου τοῦ Ζμυρναίων εὐχαριστίας, ὑπάρχειν αὐτο̣ῖ̣[ς]
ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς
συντελουμένοις ὑπὸ τῆς πόλεως· καὶ ἐὰν ἀφικῶνταί τινες αὐτῶ εἰς τὴν πόλιν, ἐπιμελε̣[ῖσ]-
θαι τήν τε βουλὴν καὶ τοὺς ἄρχοντας τοὺς ἀεὶ καθεστῶτας, ἵνα τά τε ἄλλα πάντα ὑπάρχηι αὐτ[οῖς]
φιλάνθρωπα παρὰ τοῦ δήμου, καὶ ἐάν τινος δέωνται τῶν καλῶς ἐχόντων, γίνηται αὐ̣τοῖς· π̣[ε]-
ρὶ δὲ πολιτείας αὐτοῖς τε καὶ ἐκγόνοις αὐτῶν τὸν βουλόμενον τῶν πολιτῶν οἷς ἔξεστιν
προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρεσβευτήν· τὸν
δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Καυνίους τό τε ψηφισμα τόδε ἀναδοῦναι τοῖς ἄρχουσιν καὶ [ἐ]-
πελθόντα ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμον διαλεγῆναι περὶ τῶν δικαστῶν ἣν ἐποιήσαντο
[σ]πουδὴν καὶ φιλοτιμίαν περὶ τὰς κρίσεις, ἐμφανίζοντα διότι ἔν τε τοῖς ἄλλοις πᾶσιν ἐπαινε[ῖ]
[α]ὐ̣τοὺς ὁ δῆμος γεγενημένους ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ διότι μισοπονήρως
μὲν ἔκριναν τῶν δικῶν, ἃς δὲ καὶ συνέλυσαν συμφερόντως· καὶ παρακαλεῖν τὸν δῆμον
τὸν Καυνίων ἐπιμέλειαν ποιεῖσθαι ὅπως οἵ τε στέφανοι οἱ ἐψηφισμένοι αὐτῶι τε καὶ τοῖς δικασ-
ταῖς ἀναγορεύωνται καθ’ ἕκαστον ἔτος παρ’ αὐτοῖς ἔν τε τοῖς μουσικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, ὅταν
αὐτοὶ τοὺς εὐεργέτας στεφανῶσιν, ἐπιχωρῆσαι δὲ καὶ τόπον ἐπιφανῆ ἐν ὧι ἀνατεθήσεται στή-
λη λευκοῦ λίθου, ἀναγραφέντος εἰς αὐτὴν τοῦδε τοῦ ψηφίσματος, δηλοῦντα διότι ταῦτα πράξαν-
- Kaunos 2
- Caria
νίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι, τὴν πλείστην σπουδὴν προσηνέγκατο περὶ τὴν ἐξα-
[π]οστολὴν τῶν τε δικαστῶν καὶ τοῦ γραμματέως, καὶ ὁ συνεξαποσταλεὶς δὲ τοῖς δικασταῖς γραμ-
ματεὺς Πυθίων Δημητρίου τὴν καθ’ ἑαυτὸν χρε[ία]ν παρέσχετο προθύμως, σπουδῆς καὶ [φι]λοτιμίας
τε κακοπαθίας καὶ τῆς χρείας ἧς προσηνέγκατο περὶ τὴν γραμματείαν· δεδόχθαι· ἐπῃνῆσθαι
Πυθίωνα Δημητρίου Καύνιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἐν τοῖς πρώτοις Διονυσί-
οις, ὅταν καὶ αἱ τοῖς δικασταῖς ἐψηφισμέναι τιμαὶ ἀναγγέλλωνται· τὸν δὲ εἱρημένον πρεσβ̣[ευ]-
[τ]ὴν ἀφικόμενον πρὸς Καυνίους ἐμφανίσαι τε περὶ τοῦ γραμματέως ἣν προσηνέγκατο
δημίαν καὶ παρακαλεῖν αὐτοὺς τὰς ἐψηφισμένας τιμὰς τῶι γραμματεῖ ἀποδέξασθα[ι κ]αὶ τὴν
ἀναγγελίαν ποιήσασθαι παρ’ ἑαυτοῖς, ὅταν καὶ τὰς τοῖς δικασταῖς ἐψηφισμένας τιμὰς ἀναγγέλ-
λωσιν, ἀναγράψαι δὲ καὶ τοῦτο τὸ ψήφισμα εἰς τὴν στήλην, εἰς ἣν καὶ τὸ τοῖς δικασταῖς
ἐψηφισμένον ἀναγραφήσεται· περὶ δὲ πολιτείας αὐτῶι τε καὶ τοῖς ἐκγόνοις τὸν βουλόμ[ε]-
νον τῶν πολιτῶν οἷς ἔξεστιν προσγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνο[ις·]
τόδε τὸ ψήφισμα ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου.
- Kaunos 3
- Caria
[νόμους, τὴν] πᾶσαν̣ κακ̣οπαθίαν καὶ φιλοπονίαν προσεν̣ε[γκάμενοι, τὰς δὲ]
[καὶ διέλυσαν] σπ̣ου[δάζο]ν[τ]ες καθ’ ὅσον ἦ̣ν ἐφ’ ἑα̣υτοῖς, τοὺ[ς] δ̣[ὲ διαφερομένους]
[τῶν πολιτῶν εἰς ὁμόνοια]ν κ[ατέσ]τησ̣αν̣· ὅπ[ω]ς οὖν κα̣ὶ ὁ δῆμ̣[ος φανερὸς ᾖ]
[τοῖς προσφιλῶς? ἔχ]ο̣[υσι]ν ἀποδιδοὺς τὴν καθήκουσαν τ[ιμὴν καὶ χάριν·]
[τύχῃ ἀγαθῇ· δεδόχθαι· ἐπῃνῆσ]θαι μὲν τὸν δῆμον τὸν Κ̣[α]υ̣[νίων ἐπὶ τῇ αἱ]-
- Kaunos 4
- Caria
θεῖσαν αὐτῷ δεκαπρωτείαν πιστῶς καὶ ἁγνῶς διοικήσας ἐπείκειαν αὐτῇ πᾶσαν ἐπεδείξατο ὁσάκις τε εἰς ἐπιδόσεις ἐκλήθη προσυ-
πήντ̣α ταῖς τῆς πόλεως χρείαις τῇ ἰδίᾳ φιλοτειμίᾳ συναμιλλώμενος καὶ τοῖς εὐπορωτέροις· διηνεκῆ δὲ τὴν τῶν θεάτρων παρεῖχεν ὑπηρεσίαν καὶ
ἐν τοῖς ἰδιωτικοῖς καιροῖς ἐπιδεικνύμενος λειτουργοῦ μεγαλοψυχίαν· τὸ δὲ ὅλον λαμπροτέραν τῶν ἀπὸ τῆς τύχης φιλοτειμιῶν ἐπιδεικνύμενος
τὴν τῆς ψυχῆς καὶ τῶν ἠθῶν φιλαγαθίαν ἐπιεικῆ καὶ ἰσότειμον̣ τὸν ἑαυτοῦ παρεῖχεν βίον αἰδούμενος μὲν τοὺς πρεσβυτέρους ὡς πατέρας, φιλοστόργως
ταῖς ὀφειλομέναις καὶ πρεπούσαις τῇ ἀξίᾳ αὐτοῦ τειμαῖς ἀνατεθῆναί τε αὐτοῦ καὶ εἰκόνας καὶ ἀνασταθῆναι ἀνδριάντας ἐκ δημοσίου, τῆς
ἐπιγραφῆς ἐφ’ ἑκάστου γεινομένης ἀναλογούντως τῇ τε ἀξίᾳ αὐτοῦ καὶ τοῖς εἰς τὴν πατρίδα πεφιλοτειμημένοις.
χρηστέ, χαῖρε.
- Kaunos 6
- Caria
παρελθόντων τῶν πέντε ἐ[τῶν, ἐπ’ ἄλλα ἔτη]
[π]έντε κατ’ ἐνιαυτὸν ἐν τοῖς Κ̣[α]τ[ασπορίοις]
[θ]αλλοῦ στεφάνωι ἐπιμελε[ίας ἕνεκεν. vacat]
[τ]οῖς τε βουλομένοις φιλοδοξε[ῖν καὶ συναύ]-
ξειν τὴν κώμην ὑπάρχειν τίμια· τῶ[ι μὲν γὰρ ἐ]-
παγγειλαμένωι μὴ ἔλασσον 𐅂 λʹ [ὑπάρξει]
στέφανος διὰ βίου κατ’ ἐνι̣α̣υ̣τὸν [ἐν τοῖς Κα]-
τασπορίοις· τῶι δὲ ἐπ[αγ]γε[ιλαμένωι μὴ ἔ]-
λοῦ καὶ ταινίαν διωβελιείαν [χρυσῆν? κα]-
τ’ ἐνιαυτὸν ἐν τοῖς Κατασπ[ο]ρίο[ις εὐνοί]-
ας καὶ φιλοδοξίας [ἕνεκεν· τῶι δὲ ἐπαγγειλα]-
στεφάνωι διὰ γένους [κατ’ ἐνιαυτὸν ἔν τε]
τοῖς Κατασπορίοις κ̣αὶ [τ]οῖς [․c.5․σιείοις]
ἀρετῆς ἕνεκεν καὶ εὐνο[ίας καὶ φιλοδοξίας·]
σ̣ιν χρυσῶι στεφάνωι [διὰ γένους κατ’ ἐνιαυ]-
τὸν ἔν τε τοῖς Κατασπορίοις̣ [καὶ τοῖς ․c.3․]
[․․]σι̣ε̣ί̣οις εὐσεβείας ἕν[εκεν καὶ ἀρετῆς καὶ]
- Kaunos 7
- Caria
στῆσαι, ἐφ’ οἷς καὶ ἐπαινοῦσιν τὸν δῆμον ἡμῶν καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι τὴν ἐπ̣[ι]-
μέλειαν γράψαντες τῶν στεφάνων ἵνα ποιῆται ὁ παρ’ αὐτοῖς ἀγωνοθέτης ἐν τοῖς συν-
τελουμένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι, ἐπαινοῦσιν δὲ καὶ τοὺς δικαστὰς Ἀντιγέ-
ἀ̣ν̣ὴρ καλὸς καὶ ἀγαθός, τό τε ψήφισμα ἀπέδωκεν καὶ ἐπελθὼν ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆ-
μον διελέγη ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις, σπουδῆς καὶ φιλοτιμίας
οὐθὲν ἐλλείπων, παρεκάλεσέν τε ἵνα ἡ ἀναγγελία τῶν στεφάνων τῶι δήμωι ἡ̣-
μῶν καὶ τοῖς δικασταῖς γίνηται καθ’ ἕκαστον ἔτος ἐν τοῖς συντελουμένοις πα-
ρ’ ἡμῖν ἀγῶσιν καὶ ἵνα πρόνοιαν ποιησώμεθα ὅπως καὶ παρ’ ἡμῖν ἀναγραφῇ τὸ ἀπεσ-
ταλμένον ὑπ’ αὐτῶν ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τό-
πωι καὶ ὅτι ταῦτα πράξαντες χαριούμεθα αύτοῖς· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἀποκρ[ί]-
νασθαι Ζμυρναίοις ὅτι ὁ δῆμος ἀποδέχεται τὰ ἐψηφισμένα τίμια φιλοφρόνως καὶ ἐπαιν[εῖ]
- Kaunos 10
- Caria
[—]ενοι οὐδὲ τῶν πρὸς ἀκολουθίαν ἢ χρήσεος ἕνεκεν κατὰ τὸν δημο-
[—]ων· vacat ἔσ̣τω δὲ ἐπάνανκες τοῖς τε ναυκλήροις ἀφ’ ἧς ἂν
[—]άγουσιν φόρτια ἐπὶ τῷ πάλιν αὐτὰ εὐθέως ἐξαγαγεῖν ἀπο
δημοσιωνικ[ὸν] νόμον· vacat
πάντες δὲ οἱ ἰσάγοντες ἀπ[ὸ] τῆς ξένη[ς ․․]ΟΥ̣[․․․]ΤΑΓ̣Ι̣[․] κατὰ θάλασσα̣ν̣, ἐάν̣ τ̣ε χρῶνται αὐτοὶ ἢ̣ π̣ι̣πράσκω-
σίν τι ἐνθάδε, χω̣ρ[ὶ]ς μόνων τ̣ῶ̣ν̣ ὡρ̣ισμένων εἶναι ὑποτ̣ε̣λ̣ῶ̣ν, μηδενὶ ὑποκείσθωσαν τέ-
μηδ’ εἰς ἡντιναοῦν ἀπογραφήν. vacat
οἱ δὲ προσπλέοντες ξένοι καὶ πωλοῦντές τι, ἔχοντες καὶ αὐτοὶ τὴν τῆς ἀτελεί-
ας ὧν ἰσάγουσιν ἄνε̣σιν μετὰ τὸ καταπλεῦσαι, ὅσα ἂν ἀπὸ τῶν εἰσενεχθέντων
ὑπ’ αὐτῶν καὶ ἰς τὴν γ̣ῆν τεθέντων μείνῃ αὐτοῖς ἄπρατα, ἐντιθέμενοι πάλιν
αὐτὰ ἰς τὰ πλοῖα κ̣αὶ̣ ἐξάγοντες αὐτοὶ ἐν ἄλλαις ἡμέραις εἴκοσι, vacat καὶ οἱ διὰ γῆς
δὲ ἰσκομίσαντές τι ξένοι ἐπὶ τῷ πωλῆσαί τι, ὅσα ἂν αὐτοῖς μείνῃ ἄπρατα ἐξά-
γοντες αὐτὰ αὐ[τ]οὶ πάλιν διὰ τῶν αὐτῶν ὧν εἰσήγαγον ὅρων ἐν ἄλλαις ἡμέ-
ραις τριάκοντα, οὐχ ὑποκείσονται τῷ τοῦ ἐξαγωγίου τέλει ἢ φιλανθρώπου τι-
νὸς ἢ Ἀφροδείτης ὀνόματι· vacat ἀπογράψονται δὲ οὗτοι τὴν ἡμέραν μόνον διὰ τῶν
ἀρχείων καὶ τὸν τόπον δι’ οὗ ἰσήγαγ̣ον ἐπὶ τοῦ στεφανηφόρου Βασιλέως τοῦ θεοῦ
[δὲ — οὐδὲ ἀ]πογραφῇ τινι vacat
[—]ν̣ε̣ων ὑπὸ Ξένων κ̣α̣[ὶ μ]ε̣τοί-
[κων —] καὶ ταῦτα Π[․․]Δ̣Ε̣[․․․]
πωλήσου̣[σ]ιν ἀ[πὸ τῶν οὕτω τετειμημένων?] οὐκ ἔλασσον τ̣ο̣ῦ τρίτ̣ου μέρους·
τὰ δὲ λοιπὰ φόρ[τ]ια ἐὰν βούλωνται ἐξάγειν αὐτοί, ἀπογραφόμενοι διὰ τῶν ἀρ-
χείων κα̣ὶ̣ τ̣ε̣ι̣μ̣ώμενοι πάλιν ἐπὶ τοῦ τότε̣ [σ]τεφανηφόρου, οὐχ ὑποκείσον-
ται οὐδὲ αὐ[τ]ο̣ὶ περὶ τῶν ὑπολοίπων φορτίω̣ν̣ οὐδὲ τῷ τοῦ ἐ̣[ξα]γωγίου τέλει
οὐδὲ φιλανθρώπου τινὸς̣ ἢ̣ Ἀφροδείτης ὀν̣όμ̣α̣τι οὐδ’ ᾑτινιοῦν παρευρέσει κα-
ρισσῶν ἐκ̣ τῆς̣ δ̣[ε]υτέρας ἀ̣πογ̣ρ̣αφῆς δώσει μόνον τὸ τοῦ ἐξαγωγίου τέλος.
οὐ λήμψο[νται δὲ] τ̣έ̣λ̣ος οὔτε παρὰ πολειτῶν οὔτε μετοίκων ἢ ξένων τῶν
κατοικούντ̣[ων καὶ] π̣[ρ]α̣γματευομένων ἐν Καύνῳ ὑπὲρ ὧν ἂν κατασκευά-
σωσιν πλ̣οί[ων] ἢ̣ εἰ̣σα̣γάγωσιν ἢ εἰς ἀλλήλους ἀγοράσωσιν, χωρὶς ἐὰν μὴ
τῶν μ̣εθ̣α̣ρ̣[μοζόντων τι ἢ] τῶν ἐ̣π̣ι̣σκ[ευ]αζομένων τι ἢ ἀντισοδιαζόντων τι ἢ καὶ τῶν λοι-
πῶν ΤΙΣΚ[․․․c.10․․․]Ι̣Ο̣Υ̣Ο̣Ν̣ΤΩΝ ἀχρήστων ἢ ὑπὲρ τῶν λ̣ε̣ι̣[π]ό̣ντων αὐτοῖς σὺν ᾗ ἂν ἕκαστον
α̣[ὐ]τ̣ῶ̣ν ἔχ̣[ῃ ․]Ν[․․․]Ι̣Λ̣Η̣[․․5․․]ΗΣ[․․c.7․․] ἢ κατ’ ἐ̣[ξ]αρτεία̣[ν]
- Kaunos 19
- Caria
τῶν τραγῳδιῶν δὶς
ἐν τοῖς τιθεμένοις ὑπὸ
τοῦ δήμου Λητοῖ καὶ Ῥώμηι
πενταετηρικοῖς ἀγῶσιν·
- Kaunos 49
- Caria
Βακχιάδαις π[όντο]υ̣ [κ]α̣ὶ̣ χ̣θ̣ο̣ν̣ὸ̣ς̣ ἁ̣γ̣εμόσιν
Ἀντιλέοντα λέγω τ̣ο̣ι ἐ̣π̣ι[κ]λέο[ς] υἷα Μενάνδρου,
ὄλβιος, εἰ τοσσ̣ῶ̣νδ̣’ ἀ̣ν̣τέ̣τ̣υ̣χ̣’ εἰ̣ς γεράων·
ὃς δὲ καὶ ἐξανύ̣σ̣ας̣ [ὑ]μ̣ν̣[ηθ’ ἕ]ο χεῖρας ἐπ’ ὄλβου
ὤρεξεν, μεγάλ̣ο̣ις ἀθανάτοισι φίλος.
- Kaunos 69
- Caria
αυτῷ καὶ τῇ γυναικὶ αὐτ[οῦ —]
καὶ τοῖς υἱοῖς αὐτῶν Ἰατ[ροκλεῖ καὶ?]
Μενεκράτει vacat Φαν[․․․c.9․․․]
- Keramos 1
- Caria
Λ[υκί]σκον Ἀπολλοκλεῦς [εὐεργέτην χρυσῶι στεφάνωι,]
εἰκόνι χαλκῆι, προεδρίαι ἐν [τοῖς γ]υνμνικ[οῖς καὶ θυ]-
μελικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, οἷς [ἂ]ν ἡ πόλις ποιῇ
πᾶσιν, ἀναγορεύσει τῶν τιμῶν κατ’ ἐνιαυτὸν ἐν πᾶσι
τοῖς προειρημένοις ἀγῶσιν, κλήσει ὑπὸ τοῦ στεφα-
νηφόρου ἐν τοῖς ταυροθυσίοις κατ’ ἐνιαυτὸν ἐπὶ τὴν
κοινὴν τῆς πόλεως ἑστίαν, θυσίαι κατ’ ἐνιαυτόν, καὶ
δὲ ἕνεκεν καὶ εὐνοίας καὶ δικαιοσύνης, ἧς ἔχων
διατετέλεκεν ἐν πᾶσιν τοῖς τῆς πόλεως καιροῖς.
- Keramos 2
- Caria
Κεραμίων· δεδόσθαι αὐ-
τοῖς καὶ ἐγγόνοις προξε-
νίαν καὶ πολιτείαν καὶ
τοὺς Τεβρεμουν·
εἶναι δὲ αὐτοῖς καὶ εἴσ[πλουν]
[κ]αὶ ἔκπλουν καὶ ἐ[ν πολέ]-
- Keramos 4
- Caria
[κεν καὶ εὐνοίας τῆς εἰς ἑαυ]τ̣όν· ὑπάρχειν δὲ αὐτῷ καὶ προ̣-
[εδρίαν ἐν πᾶσι τοῖς] ἀγῶσιν· ἀναγορεύεσθαι δὲ αὐτοῦ
[καὶ τὰς τιμὰς κ]αθ’ ἕκαστον ἐνιαυτὸν ὑπὸ τοῦ ἀγωνο-
[ἐπὶ τὴν κοινὴν ἑσ]τίαν τοῦ δήμου ὑπὸ τοῦ στεφανηφόρου
[κατ’ ἐνιαυτὸ]ν ἕκαστον ἐν τοῖς ταυροθυσίοις· στεφα-
[νοῦσθαι δὲ κ]αὶ ἐν τῶι πρώτωι ἀγῶνι τῶι Διονυσίων ὑπὸ
[αὐτὸν δημοσία]ι· θύεσθαι δὲ αὐτῶι κατ’ ἐνιαυτὸν ἕκαστον
[ὑπὸ τῶν ἱερομ]νημόνων ἐν μηνὶ Ἡραίωι τῆι δωδεκάτηι τοῖς
[γενεθλίοις αὐ]τοῦ κριὸν ἐπὶ βωμοῦ τοῦ ἀποδειχθέν-
- Keramos 5
- Caria
[—]ια καλο[—] σω[—]
[—]αν π[—] τ̣ῶ̣ι̣ πλ̣ήθει ἐκτενῆ καὶ πρόθυμον [εἰς φυλακ]ὴν ἑαυτὸν παρεῖχε[ν ἐν τοῖς ἀν]-
[αγκαιο]τάτοις καιροῖς οὔτε κίνδυνον οὔτε κακοπάθιαν ὑφορώμενος, περὶ πλείστου δὲ ποιούμ[εν]-
[ος τ]ὴν ἐπὶ τοῖς καλλίστοις δόξαν· ἔν τε τῷ τῆς συνπολιτείας χρόνῳ διετέλει πάντα κα[ὶ]
[λέγ]ων καὶ πράσσων ὑπὲρ τῶν συμφερόντων, πάντι τῷ πλήθει τῆς ἰδίας εὐνοίας τὰς κρατί[σ]-
[τα]ς ἀποδείξεις ποιούμενος ἰδίᾳ τε τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν ὑπὲρ ὧν προῃροῦν-
[το] προσεφέρετο φιλοστόργως· μετά τε ταῦτα ἐν δυσχερεῖ καταστάσει γενομένου τοῦ πο-
αντηθέντα, πάντα δεύτερα τὰ καθ’ ἑαυτὸν θέμενος τοῦ κοινῇ συνφέρο[ντος,]
οὐθενὸς ἀφίστατο τῶν πρὸς τιμὴν καὶ δόξαν διατεινόντων τοῖς πολίταις, [καὶ τοῦ]
δήμου κρίναντος ἀναγκαιοτάτην εἶναι ἑαυτῷ τὴν πρὸς Ῥοδίους συμμαχία[ν αἱρε]-
χρόνον πλείονα παρεστήσατο μετὰ τῶν συνπρεσβευτῶν Ῥοδίους ποιήσ[ασθαι]
[τὴ]ν συμμαχίαν, δι’ ἧς συνβέβηκεν οὐ μόνον τοῖς πολίταις τὴν ἀσφάλειαν ὑπ[άρχειν]
[εἰς] τὸν ἀεὶ χρόνον, ἀλλὰ καὶ τοῖς κατοικοῦσιν τὴν πόλιν καὶ τὴν χώραν· πάλιν τ[ε πρὸς Ἡ]-
[ρακλ]εώτας ἀποσταλεὶς πρεσβευτὴς ἐποιήσατο τὴν δικαιολογίαν μετὰ [τῶν συνπρεσ]-
- Keramos 6
- Caria
[․․․]ς καὶ κεχρύσωκε[ν — ὅπως οὖν ὁ δῆ]-
μος φαίνηται ἀξίας [χάριτας καὶ τιμὰς ἀποδιδοὺς τοῖς φι]-
λ̣α̣γάθως διακειμέν[οις αὐτῷ· δεδόχθαι στεφανῶσαι αὐ]-
- Keramos 46*5
- Caria
αι καὶ προθυσίαι καὶ ἀναγορεύσει τῶν
τιμῶν ἐν τοῖς ἀγῶσιν ὑπὸ τοῦ ἀγων[ο]-
θέτου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
- Keramos 51
- Caria
ἔστασέμ με Φίλιστος ἐπάκοον ἐσθλὸν ὁδίταις
Ἑρμᾶν τοῖς ὁσίο̣ις ἄγγελον εὐτυχίας·
ἔνθεν ἰσαμερίας ἀτρεκὴς δρόμος, ἁλίου εὖτ’ ἂν
- Keramos 63
- Caria
ἀτοπωτάτην ἡμῖν προσήνγιλεν πρᾶ[ξιν τῶν τελούντων εἰς τὸ πριβᾶτον ὑποδεκτῶν· κομιζομένους γὰρ α]ὐτοὺς ἔφησεν παρὰ τῶν συ[ντελῶν τὰ δημόσια]
χρήματα μετὰ πανουργίας κὲ τέχνης τὰ[ς πληρωτικὰς ἀποδείξεις τούτοις προΐεσθαι, μήτε τῶν ζυγοκεφάλων ὑπὲρ ὧν τὰς ἀπαιτ]ήσις ποι[οῦν]τε, μήτε τῶν κατ̣α̣β̣αλλο[μένων χρημάτων ἢ εἰδῶν ταύταις ἐπιθέντας τὴν]
[ποσότ]η̣τα, τούτῳ τρόπῳ συνκαλύπτιν ἐ[πιχειροῦντας τὴν ἐν τοῖς ὑπερπραξίοις αὐτῶν πλεονεξίαν· ταῦτα διδάξας ἐξῄτει τύπ]ον ἐπὶ τούτῳ παρ’ ἡμῶν δ[οθῆναι· ἀλλὰ γὰρ τῆς ἡμετέρας τάξεως διδαξάσης]
[Πουσε͂ον τὸν τ]ῆ̣ς μεγαλοπρεποῦς [μνήμης, ἡνίκα τὸν ἡμέτερον διεκόσμει θρόνον, γενικὸν δεδωκέναι τύπον, τὸν βουλό]μενον τοὺς ἑκασταχοῦ πο[λιτευομένους καὶ ὑποδέκτας ταῖς παρ’]
- Keramos 68
- Caria
[—]λ̣αται καὶ σκέπαι τε͂ς δεήσεσι μάρτυ̣(ρος) θεοδώτ(ου) Στεφάνω παντοῖα
μονῇ ἐρικναμένω.
- Labraunda 1
- Caria
αὐτοὺς π[ρ]οξένους καὶ εὐεργέτας̣ ἐ̣[ς τ]ὸ̣[ν]
ἀεὶ χρόνον· εἶναι δὲ καὶ ἀτέλεια̣ν̣ α̣ὐ[τοῖς,]
ὁπόσης Μαύσσωλλος ἄρχει, κα̣ὶ ἔσ̣[π]λ̣ο̣[υν]
- Labraunda 6
- Caria
[․․․․․․․․․c.23․․․․․․․․․․]α̣ ἰδ̣ί̣α̣ι τε κα̣ὶ κ̣[ο]ινῆι [․c.5․]
[․c.5․] δεδόχθαι τῶι ἱε[ρ]εῖ Κόρριδι καὶ τοῖς̣ [συ]γγενέσ̣[ι τοῦ]
[Κόρρ]ιδος ἐπαινέσαι τε αὐτόν, ὅτι καλὸς κα̣ὶ ἀγαθὸς [γεγέ]-
[δε] ἀναγορ̣εῦσαι· δ̣ε̣δ̣ό̣σ̣θ̣αι δ̣ὲ αὐτῶι καὶ π̣[ο]λ̣ιτείάν καὶ ἔγ-
[κ]τησιν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν· εἶναι δ’ αὐτὸν φυλῆς
[Ἰβα]νώ̣λλιος μετέχοντα ἱερῶν κ̣αὶ τῶν λοιπῶν πάντων· v2?
κατὰ ταὐτὰ δὲ δεδόσθαι καὶ τοῖς ἐγγόνοις αὐτοῦ· ἀνα-
γράψαι δὲ τὸ [⁵¹ψ]⁵¹ψήφισμα ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Λαβραύνδ[ου.]
- Labraunda 24
- Caria
[ὅπως — ἀναγρ]α̣φ̣ῇ̣ [⁵¹π]⁵¹ ἐ̣π̣ὶ τοῦ ναοῦ τοῦ θ[εοῦ —]
[— τοῖς] γραμματεῦσι τῶν τε ἀρχ[όντων καὶ βουλῆς —]
- Labraunda 25
- Caria
[σθ]ω̣? τῆι τῶν ἐνκλημάτων τάξει, καθ’ ὃ ἔ̣τι εἰσάγοντα[ι] v α̣ἱ̣ ἐ̣[κ τοῦ]
π̣αρανόμου ψηφίσματος δίκαι, v ἐξεῖναι δὲ τοῖς ἄρχου̣σι̣ [καὶ]
τῶι γραμματεῖ τῆς βουλῆς καὶ τῶι ἱερεῖ τοῦ θεοῦ v καὶ τῆι βουλῆι ε̣ἰ̣[σ]-
- Labraunda 29
- Caria
δὲ παντὶ τῷ βουλο[μ]έ̣[νῳ εἰσανγέλλειν πάντα τὸν τῶν ἀπη]-
γορευμένων τι ποιοῦντ̣[α τοῖς ἄρχουσι?· παραδίδοσθαι δὲ]
πάντα δημόσιον ἢ ἱερὸν̣ [τῷ θεῶι? ὀφείλοντα κατὰ τὸ ἱε]-
- Labraunda 31
- Caria
[μένου]ς̣ παροινεῖν· εἴπερ οὖν ταῦτα οὕτως ἔχει, φαίνεται ἡμῖν οὐ-
[κ ὀ]ρ̣θ̣ῶς γίνεσθαι, οὐ μὴν ἀλλ’ ἔτι καὶ νῦν μὴ ἐπίτρεπε τοῖς Μυλα-
[σ]ε̣ῦ̣σ̣ι̣ν̣ κ̣ατὰ μηθένα τρόπον προσπορεύεσθαι τῶν ἐπιβαλ-
[λόντων τῶι ἱερ]ῶ̣ι̣ καὶ τῶι ἱερεῖ· κρίνομεν γὰρ τὰ] συγκεχωρημέ-
[να τῶι Κόρριδι διὰ προγ]όνων δ̣ια̣μένειν καὶ ἐν τοῖς ἄλ[λ]οις ἅ̣[πα]-
[σιν —]
- Labraunda 32
- Caria
[τα οὕτως ἔχει, φαίνεται ἡμεῖν οὐκ ὀρθῶς γ]είνεσθαι, οὐ μὴν ἀ[λλ’ ἔτι]
[καὶ νῦν μὴ ἐπίτρεπε τοῖς Μυλασεῦσιν] κατὰ μηθένα τρ[όπον προ]-
[σπορεύεσθαι τῶν ἐπιβαλλόντων τῷ ἱερ]ῷ καὶ τῷ ἱερεῖ· κ̣[ρεινομεν]
[γὰρ τὰ συγκεχωρημένα τῷ Κόρριδι διὰ προγ]όνων δια̣[μένειν καὶ]
[ἐν τοῖς ἄλλοις ἅπασιν ․․․c.11․․․․ ἐπιμ]έ̣λεια̣[ν? ․․․c.10․․․]
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]ετ[․․․․c.12․․․․]
- Labraunda 33
- Caria
λειαν ὑπάρχειν καὶ τὴν ἀτέλει̣α̣ν̣ τ̣ῆ̣[ς χώρας]
τοῖς προγόνοις αὐτοῦ ἐπιχωρηθ̣ῆ̣[ναι ἀεὶ]
ὑπὸ τῶν βασιλέων, ὡς παρακρουσα[μένου]
ἐπιστολήν, ἀλλ’ ὡς μετήλλαξεν ὁ πατήρ%⁸⁰ τὸ [μὲν]
ἱερὸν οὔτε Χρυσαορεῦσιν προσήκει[ν] ο̣ὔ̣τ̣ε [τοῖς]
λοιπ̣οῖς Καρσὶν ἀλλ’ ὑμέτερον εἶναι, το̣[ὺς δ]ὲ Χ[ρυ]-
σαορεῖς ζητοῦντας ἐ[ξι]διάσασθαι αὐτ[οῦ ἐκ]-
[κλε]ίειν?, καὶ αὐτοὶ ἀσπασάμενοί με ὑπὲ[ρ τοῦ]
δ̣ή̣μο[υ] κ̣αὶ συνησ․θ̣έντες ἐπὶ τῶι ὑγιαί̣[νειν]
καὶ τὰ πράγματα κατὰ λόγον προχωρεῖν, ὥσπερ
τὸ ψήφισμα αὐτοῖς συνέτασσεν, διελέγοντο v2
φάμενοι τὸ ἱερὸν ὑμέτερον εἶναι ἱδρυθὲν ὑπὸ τῶν
ἱερῶι διατρίβοντας πολίτας ὑμῶν εἶναι καὶ φυλὰς v
νέμειν καὶ τοῖς αὐτοῖς [⁵¹χρησ]⁵¹ χρῆσθαι νόμοις, καὶ v
Σέλευκον δὲ ἀφιέντα τὴν πόλιν ἐλευθέ̣ρ̣αν ἀποδοῦ-
[τ]ο[ῦ] συ̣γκεχωρημένα ὅρκον τινὰ πο̣[ιηθῆναί τε καὶ]
ἀναγεγράφθαι ἐν στήλαις καὶ ἀνα̣[τεθῆναι ἐν τοῖς]
[ἱε]ρ̣οῖς, ἐν ὧι καταχωρίσαι αὐτὸν ἐν τῆ̣ι̣ [κατ]α̣[γραφῆι? τό]
- Labraunda 34
- Caria
σοι τ[ὸ] ἀ̣ντί̣γ̣ρ̣αφον̣, τ̣ὸ δὲ ἱερὸν̣ [κ]α̣[ὶ τ]ὴ̣[ν χώραν καὶ τἆλλα,]
ὥσ̣πε[ρ] καὶ σὺ ὤιου δεῖν, ἀποδίδοσθαι [αὐτοῖς κατὰ τοὺς]
[ὅρκ]ο̣υς οὓς ἐποιήσω, καθ’ ὃν καιρὸν Σέλ[ευκ]ο̣[ς ἐλευθέ]-
[π]εποιημένης τῆς εὐνο̣ί̣ας, καθ’ ὃν [καιρ]ὸν τὸν πα̣τ̣[έρα]
[ε]ἰ̣[ς τὴ]ν πόλιν προσεδέξαντο· ποίησαι οὖν αὐτο̣ῖ̣[ς]
τὴν̣ πα̣ρ̣άδοσιν, ὥσπερ ἐν τοῖς ὅρκοις ὡμολόγη[ται.]
vacat [ἔρρ]ω̣σο v ἔ̣τ̣ους τρίτου Αὐδνα[ί]ο[υ]
- Labraunda 37
- Caria
[—]ενων ὑποτ[—]
[— πε]ι̣θαρχῆτε τοῖ̣[ς —]
[—]ν τοῖς ἐπὶ τουτ[—]
[—]οις, ἵνα μηδὲ ἡμε̣[ῖς —]
[— τοῖς ἐπ]εσταλμένοις· ἔρρ[ωσθε· —]
- Labraunda 38
- Caria
[ἐ]λ̣ε̣υ[θ]ε̣[ρῶσ]α̣ι ὑμῶν τὴν πόλιν, καὶ τοῦ ὅρκου τὸ ἀντίγρα̣-
[φον αὐτοὶ κατεχ[ω̣[ρίσ]α̣μεν τῶι δήμωι, ἐν ὧι ἐγεγρά-
[φειν τά τε ἄ]λλ̣α̣ κα[ὶ] ὅ̣τι συνδιατηρήσω Μυλασεῦσιν,
[κ]α̣[θ]ό̣[τι] ἀ̣[ξι]ο̣ῦ̣σ̣ι, τὰ ὑπάρχοντα αὑτοῖς ἐν τῆι χώραι τά τ̣ε̣
[ἱερ]ὰ̣ κ̣α̣τ̣ὰ̣ τὸ ἱε[ρο]ν̣ τὸ τοῦ Διὸς τοῦ Λαβραύνδου καὶ τἆλλα
[ο]ὖ̣σ̣α̣ν̣ [α]ὐ̣τ̣[ῶν] κ̣α̣ὶ τὰ λοιπὰ τὰ ἐπικεχωρημένα πάντα, κ̣[αὶ]
[α]ὐτοὶ δ̣ι̣ε̣λ̣έγ̣ησα̣ν μετὰ πάσης σπουδῆς ἀκολούθως̣
[τ]οῖς γεγρ̣α̣μ̣μένοι̣ς, συμπαρόντος καὶ Κόρρι τοῦ ἱερέως·
[ἐ]π̣ε̣ὶ οὖν [καὶ οἱ] π̣α̣ρ̣’ ὑ̣μῶν πρεσβευταὶ ἐδίδαξαν ἡμᾶς
σ̣ό̣μ̣ε̣θ̣α̣ σ̣υνδιατηρεῖν ὑμεῖν τήν τε δημοκρατίαν καὶ τὴν χώ-
[ρ]α̣ν̣ κ̣α̣ὶ̣ [π]ά̣[ν]τ̣α̣, καθότι ὤιεσθε δεῖν, καὶ ἐν τοῖς ἄλλοις οὐθενὸς
ἀποστησ̣όμεθα τῶν τῶι δήμωι συμφερόντων· περὶ αὐτῶν
δ̣ὲ τούτων καὶ τοῖς πρεσβευταῖς ἐντετάλμεθα ἀπαγγέλ-
λειν ὑμῖν. vacat ἔρρωσθε. vacat