74982 matches in 23018 texts. | 701-800 801-900 901-1000 1001-1100 1101-1200 1201-1300 1301-1400 1401-1500 1501-1600 1601-1700 |
11943 | 0.9243% | Attica (IG I-III) |
2221 | 0.8862% | Peloponnesos (IG IV-[VI]) |
13209 | 2.0743% | Central Greece (IG VII-IX) |
1643 | 0.9233% | Northern Greece (IG X) |
1514 | 0.7452% | Thrace and the Lower Danube (IG X) |
622 | 0.7441% | North Shore of the Black Sea |
15046 | 1.3215% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
21511 | 1.7573% | Asia Minor |
254 | 0.8651% | Cyprus ([IG XV]) |
1198 | 1.9746% | Greater Syria and the East |
2884 | 1.2918% | Egypt, Nubia and Cyrenaïca |
180 | 1.0290% | North Africa |
2742 | 1.9866% | Sicily, Italy, and the West (IG XIV) |
15 | 0.0607% | Upper Danube |
- IG II² 5225
- Attica
ο[ὐδ]ὲν ἐλευθερίας κρεῖττ[ον πέλει ἀνδράσιν ἐσθλοῖς],
[ἧς] ο[ἵ]δε ἱέ[μ]ενοι θνῆ[ισκον ⏑–⏑⏑–]
- IG II² 5226
- Attica
[ὦ Χρόν]ε, παντοίων θνητο[ῖς πανεπίσκοπε δαίμων],
[ἄγγελο]ς ἡμετέρων πᾶσ[ι γενοῦ παθέων]·
[ὡς ἱερὰν σώιζειν πειρώμενοι Ἑλλάδα χώραν]
[Βοιωτῶν κλεινοῖς θνήισκομεν ἐν δαπέδοις].
- IG II² 5227
- Attica
Κασσαναεῖς τῶιδε τῶι στεφάνωι στεφανοῦσιν Μαγνήτων vac.
Ἀμυρεῖς τοὺς ἐν Ἱπποβότοισι τελευτήσαντας.
corona oleaginea
- IG II² 5421a
- Attica
[τῶι κλ]υτῷ υἱωνοί με — ΝΟΠΙ τῇδ’ ἀνέθηκαν
ζηλωτὸν στέφανον τοῖς παριοῦσι ὁρᾶν.
Ἐξηκεστίδης Πρωτίωνος Αἰξωνεύς. [․]αν — —
- IG II² 5426
- Attica
ἀλλὰ εἰ μάτην οὐ πάντα βουλεύῃ, σαφῶς
σταθεὶς ἄκουε καὶ λόγοις πεῖραν μαθών
ζῆθι τὸν ἐπίλοιπον ἐν βίῳ χρόνον καλῶς,
πλούτου γέμουσι, μηδενὸς χρῄζοντα ὅλως.
[οὐ]θεὶς ἔρως γὰρ ἐν φθιτοῖς ἐστίν τινος
⏑– τε δόξης, οὐ μετεώρου σ[χ]ήματος·
- IG II² 5501
- Attica
εἰ τὰ θεῶν τιμ[ὰν χρ]ηστῶν τ’ ἔργων ἐπιθυμεῖν
καὶ τὸ δικαιοσύν[ηι τε φίλο]ν τε φίλοισι προσεῖναι
δόξα ἀρετή τε βροτοῖς καὶ ἀνενκλήτως βιοτεῦσαι,
πάντα σὺ ταῦτ’ ἔσχες, [Μ]νησα[ρ]χίδη, ἀπρο[φ]ασίστω[ς].
- IG II² 5552a
- Attica
ὦ φίλοι ἡμέτεροι χρηστῶι πιστοὶ διὰ παντός
χαίρετε, κοινὸν γὰρ ῥῆμα τόδ’ ἐστι βροτοῖς.
ἡμεῖς δ’ ἀελίου ὅσον χρόνον εἴχομεν αὐγήν
- IG II² 5796
- Attica
μανύω[ν μορφὰν ἀγλαι]εῖ σὲ τύπος.
πα[ῖ]δε[ς δ’ ․․․c.9․․․ Εὔ]πορος· ἐν δ’ ἱεροῖσιν
[–⏑⏑ μητρὶ φίλῃ] μ[ο]ῖραν ἔχοντες ἴσην
- IG II² 6004
- Attica
ολε, ἠελίο λαμπρὸμ φῶς, Περσεφ-
όνης δέ | δ[ῶμ]α ποθεινὸς ἐὼν σοῖ-
[σι φίλο]ις κατέβης.
- IG II² 6214
- Attica
vac. 0.032
Κυδίμαχο[ν] χθὼν [ἥδε π]ατρὶς στέρ[νοι]σι
καλύπ[τε]ι | ὄλβιον εὐαίωνα β[ίου]
- IG II² 6693a
- Attica
τηρ, | ἧς ψυχὴν μὲν ἔχει τὸ χρεών γ’, ἡ
[τ]οῖς δὲ τέκνοισι | τὴν ἀρετὴν ἀσκεῖν
σωφροσύνην τε ἔλιπεν.
- IG II² 7195
- Attica
[ἐν]θάδε γαῖα ἐκάλυψεν ἀδελφώ, σώματα δισσώ,
[οἵ] ποτε καλλιχόροισιν ἐ[ν] εὐστευφάνοισι εὐστεφάνοισι τε Ἀθήνα[ις]
[ἤρ]ξατον ἀμφότεροι [τ]ε[τρ]ά̣κ̣ι στεφανηφόρον ἀρχή[ν],
- IG II² 7198
- Attica
ο χρόνου γῆρας προσικέσθαι | καὶ λείπω
πένθος πᾶσιν ἐμοῖσι φίλοις· | ὅσσα δ’ ἐχρῆν
φύσεως θνητῆς παιδεῖα ἐφικέσθαι, | πάντ-
- IG II² 7227
- Attica
Ἀρχεστράτη ἔγγονε, καὶ νῦ[ν] |
[λ]είπεις σοῖσι φίλοισι μέγαν πόθον,
ἔξοχα δ’ αὑτῆς | ἀνδρί, λιποῦσα φάος
θνήισκω καί με χθὼν ἥδε καλύ-
πτει ⋮ ἣ πᾶσιν κοινὴ τοῖς ἀπογιγνο-
μένοις· | εἰμὶ δὲ Λυσάνδρου
Πιθέως Ἀρχεστράτη ἥδε. |
- IG II² 7268
- Attica
ἣν ἐ͂χεν πάντων ὄντα φύσιν τε ἀρετῆς
ἀστοῖσίν τε ποθεινόν· ἀεὶ γὰρ πᾶσιν ἀρέσκων
[ἦ]ν ψυχήν τε φίλοις ἔσχε δικαιοτάτην.
Μελάντης Ποτάμιος.
- IG II² 7393
- Attica
vac.
εἴ τις ἐν ἀνθρώποις ἀρετῆς ἕνεκ’ ἐστεφανώθη,
πλεῖστον ἐγὼ μετέχων το͂δ’ ἔτυχον στεφάν[ο]
- IG II² 7447
- Attica
[ἐ]κ δὲ πατρὸς γενόμην μεγακύδεος ἐν Κεκρόπεσσι
Θεοφίλου, πρόγονοις καὶ γένει Εὐπατρίδου·
[οἷς τεκέ]ων καὶ πρὶν μὲν ἀνήρπασεν ἄγριος αἶσα
[τερπνῶν π]αρθενικὴν ἄνθος Ἀθηναίδα,
- IG II² 7716
- Attica
[–⏑⏑–⏑⏑– ἕταροι δέ τε πάντες ἴ]σασιν | καὶ πατρὶς ὡς πολλὸς ὤλεσα δυσμεν[έων]. |
[ὑμεῖς δ’, ὦ παριόντες, ἐνὶ ξείνοισι γένε]σθε | μάρτυρες ὅσσ’ ἀρετῆς στῆσα τρόπαια μά[χης]. |
— — υλος Φλυεύς.
- IG II² 7863
- Attica
οὐδὲ φάος λεύσσων ὅ γε δαίμοσιν ἦν ἀγέραστος·
πᾶσιν δ’ ἀνθρώποισι παρέσχον ἀνένκλητον ἐμαυτό[ν]·
ἔντιμον χθονίοισι θεοῖς ὑπεδέξατο γαῖα.
vac. 0.30
- IG II² 7873
- Attica
καὶ τιμήσω σε ἄχρι ἂν ζῶ· | οἶδα δὲ σοὶ ὅτι καὶ κατὰ γ-
ῆς, εἴπερ χρηστοῖς γέρας ἐστίν, | πρώτει σοὶ τιμ-
αί, τίτθη, παρὰ Φερσεφόνει Πλούτωνί τε κεῖνται.
- IG II² 8523
- Attica
ἐνθάδε Πυθοκλῆς κεῖται πολλοῖσι ποθεινός,
καὶ Σάτυρος νέος ὢν ἔσχεν ἐπωνυμίαν.
πατρὶς δ’ ἐστὶ Ἔφεσος κλενοτάτη πόλεων.
θρεφθὲς δ’ ἐν χθονὶ τῆιδε θάνεν μέγα πῆμα φίλοισ[ι]
τῆι τε κασιγνήτηι πένθεα πλεῖστα λιπών.
- IG II² 8883
- Attica
πατρὸς δὲ μνήμαισιν Ὀλυνπίχου αὔξετ’ ἔπαινος
οἷον ἐτέκνωσεμ παῖδα σοφοῖς βάσανον.
vac. 0.020
- IG II² 8955
- Attica
[πόβοτό]ς ποτε γαῖα | Καππα-
[δοκίας] ὁ̣σ̣ίοισιν ἐναθλεύσον-
[τ’ ἐν ἀγῶσ]ιν v | πέμψε μέν, οὐ δ’ ὑ-
- IG II² 9713
- Attica
πανάφυκτον ἀνάνκῃ |
ζεῦγμ’ ἐπὶ δυστήνοις
παισὶ βροτῶν θέμενοι, |
ἠγάγετ’ εἱμερτοῦ πρὸς φάος ἠελίου; |
νῦν μὴν τοῖς σπείρασιν λιπὼν αἰώνια πένθη |
εἰκοσέτης φθιμένων στύγ[ν’ ὑπὸ δώματ’ ἔβην]. |
- IG II² 10073
- Attica
ξύντροφος ᾧ ἑπόμην ἐνθάδε ἐρχομένῳ.
τίς δέ σοι ἐν ζωοῖσι γένους ἀπολείπεται σῶος;
μοῦνος ἀδελφός μοι λείπεται ἐγ γενεῆς.
ἀλλ’ οὖν κἂν κεῖνόν γε θεοὶ σώζοιεν ἐς ἀεὶ
καὶ σὺ φιληγορίης ἄξια δῶρα λάβοις.
- IG II² 10385
- Attica
ὠκύμορος —— ἣν πα-
ρίοις εὔφημος ἀεί, ξέ-
νε, μηδ’ ἐπὶ λύμῃ —
χεῖρα βάλοις· φθι-
μένων ὠκυτάτη
- IG II² 10457a
- Attica
[κεῖται ἀν]ὴρ πολλοῖσι μέγ’ ἔξοχος –⏑⏑–⏑
[Νι]κ̣ία̣ς̣ ἐ̣[ν τύ]μβῳ τῆλε φίλης πα[τρίδος]
οὐκ ἀγαθὴ ἀγαθὸν πέφνε βιησα[μένη].
τῷ νυ καὶ ἀθανάτοισι τετείμητα[ι ⏑⏑–⏑]
αὐτός, τὸν δὲ νέκυν χῶρος ἔχε[ι φθιμένων].
- IG II² 10510
- Attica
Χῖος μὲν γενεὰν βλαστών, πατρὸς δὲ Σίμωνος,
Σύμμαχος ἐν δαπέδοις Κεκροπίας ἐκλίθην.
ἡ μὲν καλλικόμοις πτόρθοις βοτρυώδεος οἴνης
Χῖος ἀγαλλομένη Συμμάχωι ἐστὶ πατρίς.
αἱ δὲ θεοῖσι μάλιστα φίλαι θνητοῖσί τε Ἀθῆναι
σῶμα σὸν ἐγ κόλποις κρύψαν ἀποφθίμενον.
- IG II² 10593
- Attica
πόλλ’ ἀρετῆς μνημεῖα λιπὼν ἔργοις δὲ κρατή[σας]
κεῖται Ἀθηνοκλῆς ἐνθάδε ἀνὴρ ἀγαθός.
- IG II² 10620a
- Attica
[οὔ νυ σ’ ἀνοικτίστω]ς μοῖρ’ ἥρπασεν, οὕνεκα λείπεις
[πᾶσι φίλοισι πόθον], μητρὶ δὲ δάκρυα σεῖ;
- IG II² 10650
- Attica
τέκνον ἐμῆς θυγατρὸς τόδ’ ἔχω φίλον, ὅμπερ ὅτε αὐγάς ∶ ὄμμασιν ἠ-
ελίο ζῶντες ἐδερκόμεθα, ἐ͂χον ἐμοῖς γόνασιν καὶ νῦν φθίμενον φθιμένη ’χω.
- IG II² 10699a
- Attica
σχον. | πεντεκαιδεκάμηνον ἔχων
ὑπὸ δαίμονος ἤρθην, | ἐν βροτοῖς
κἤνθησα· μὴ λυποῦ, πάτερ, ἐν φθ[ι]-
μένοις | τάχα ποτὲ ἀνθήσω.
— — καμόντες
- IG II² 10900
- Attica
Ἀττικίην πρή[ξ]ασαν· ἑκὰς δ’ ἀπὸ σ[ῆμα τοκήων]
Καρσὶ παρὰ προ[γ]όνοισι γεραιρομέ[νῃ ποτ’ ἔτευξαν]
χώρῳ κεκριμένῳ θέμενοι παλ[άμαις τόδ’ ἑταῖροι].
- IG II² 11103
- Attica
θάλλει ἀγήρατος· τύμβωι δέ σ[ε θῆκε θανόντα]
Ἔρξις ἴσον στέρξασ’ οἷσι τέκ[εσσιν ὁμοῦ].
vac. 0.013
- IG II² 11120
- Attica
–⏑⏑–⏑⏑– ὄλβιε Δημόκρατες,
[Αἴακος ὣς δώροισιν] ἀκήρατος ἢ Ῥαδάμανθυς
[–⏑⏑–⏑⏑– ἄμ]φεπες ἔργα δίκης.
vac.
–⏑⏑–⏑⏑– δίκης μετὰ λοίσθιον ἦμαρ
[Δημοκρά]την κατέχι Κέκροπος ἥδε κόνις.
[αὐτῷ τόνδε φίλῳ τε] κασιγνήτῳ γεγαῶτι
[τεῦξε τάφον ⏑⏑– ὄ]φρα κὲ ἐν φθιμένοις
[τοὺς δύ’ ὁμοφρονέοντ]ας ὁμὴ σορὸς ἀμφικαλύπτο[ι],
- IG II² 11133
- Attica
Δημυλᾶς Πρείμου καὶ Ζωπυρᾶς Ͻ κα-
τεσκεύασαν ἑαυτοῖς ἡρῶιν· ἔχειν
δὲ ἐπίβασιν Ζηνᾶς(!) καὶ Εἰσιᾶς(!) ὄντ[ας]
- IG II² 11157
- Attica
[ὃν μήτηρ ἔθρεψε]ν ἐνὶμ μεγάροις Διόκληα
[προφρονέως ἄχρις δω]δεκάτου ἔτεος,
— — — — — — — — νούσῳ ἐν ἀργαλέῃ
— — — — — — — — αν ἐνὶμ μεγάροισι γυναῖκα
— — — — — — — — ἄμφω ἀποφθιμένων
- IG II² 11169
- Attica
in epistylio:
ὀθεὶς μόχθος ἔπαινον ἐπ’ ἀνδράσι τοῖς ἀγαθοῖσιν | ζητεῖν, ηὕρηται δὲ ἄφθονος εὐλογία· |
ἧς σὺ τυχὼν ἔθανες, Διονύσιε, καὶ τὸν ἀνάνκης | κοινὸν Φερσεφόνης πᾶσιν ἔχεις θάλαμον. |
ψυχὴν δε ἀθάνατον κοινὸς ἔχει ταμίας·
σοῖς δὲ φίλοις καὶ μητρὶ κασιγνήταις τε λέλοιπας
πένθος ἀείμνηστον σῆς φιλίας φθίμενος.
δισσαὶ δ’ αὖ πατρίδες σ’ ἣ μὲν φύσει, ἣ δὲ νόμοισιν
ἔστερξαν πολλῆς εἵνεκα σωφροσύνης.
- IG II² 11267
- Attica
δέρκεο μὴ δαίμων ἐχθρὸς ὄπισ-
θε γελαῖ· | οὐδὲν ἐν ἀνθρώποις γὰρ
ἀριφ̣ρ̣αδές· εἴ σε μέλει σῶν, | ἴσθ’ ὅ-
νὶ τύνβῳ | Ἐλπιτύχη κεῖμαι
σῆμα παρερχομένοις. |
- IG II² 11345
- Attica
τηλο͂ πατρίδος ὀ͂σ’ ἔθανον κλειναῖς ἐν Ἀθήναις
Ἑρσηὶς γνωτοῖσιν πᾶσι λιπο͂σα πόθον.
- IG II² 11375
- Attica
λείπω πᾶσ[ι ⏑–⏑⏑–⏑⏑–⏑⏑–⏑]
πένθος τ’ οὐκ ὀλίοις χρησ ⏑⏑–⏑⏑–
Εὐδαίμων δὲ ὄνομ’ ἔσχον ἐπε[ί ⏑⏑–⏑⏑–⏑]
- IG II² 11491
- Attica
τεθνειὼς δ’ οὐ τόσσον ὀδύρομαι, ἀλλ’ ὅτι πένθος
ἀμφοτέροις ἔλιπον λυγρὸν ἐμοῖς τοκέσιν.
- IG II² 11530
- Attica
[μίαν βιοῦσαν] δεῦρ’ ἀναστήσας [λί]θον
[— — — πρὸς θεο]ῖσιν, εἰ γὰρ ἦν θέμις,
[θνήσκον γονῆ]ες, οἱ νέοι δ’ ἔθαπτ[ον ἄν].
- IG II² 11552
- Attica
τὸν ἐν βροτοῖς φανέντα καὶ παίξαν[τα πρὶν]
ἐνθάδε μ’ ὁρᾶτε τῇδε σὺν ὁμαί[μῳ φίλῃ]
λιπόντα τὸν μοχθηρὸν ἀνθρώπ[ων βίον],
χῶρον δ’ ἔχοντα Ζώσιμον θεοῖς [μέτα].
λοιπὸν παραινῶ πατέρα καὶ τὴν μ[ητέρα]
- IG II² 11589
- Attica
[καὶ σὺ γὰρ ἐμβαίνε]σκες ἀταρπιτὸ[ν εὐρώεσσαν]·
[πείθεσθαι δ]ώροις οὐ πρ[έπει ἀθανάτους].
vac. 0.025
- IG II² 11674
- Attica
ἑπτὰ δέ μοι μοῖραι περιτελλομένους ἐνιαυτούς
ἐκλώσαντο μίτοις ἄτροπα γραψάμεναι.
καὶ μὴν καὶ πάντων με καλῶν, ὅσα παισὶ φερίστοις,
πλῆσεν προφρονέως κλεινὸς ἐμεῖο πατήρ·
πάσας γὰρ λοιβάς τε καὶ ὅσσα μέμηλε θεοῖσιν
εἵνεκ’ ἐμῆς ψυχῆς οὐ λίπε μειλιχίοις.
καὶ γάρ μ’ Εὐμ[όλποιο] θυηπόλοι εἰρεσιώνην
- IG II² 11701
- Attica
[σοὺς δὲ τύπους ἐπὶ τῆιδε] σορῶι δεικνῦσα ἀναφαίνει
[εἰκών· τοῦτο γάρ ἐστ’ ἐ]μ φθιμένων νομίμοις.
- IG II² 11812
- Attica
Καλλιστώ.
σῶμα σὸν ἐν κόλποις, Καλλιστοῖ, γαῖα καλύπτει,
σῆς δ’ ἀρετῆς μνήμην σοῖσι φίλοις ἔλιπες.
Εὐκολίνη.
- IG II² 11907
- Attica
ἅ ποθ’ ὑπ’ ὠδίνων στονόεντι κατέφθιτο πότμωι,
ὀρφανὸν ἐμ μεγάροις παῖδα λιποῦσα πόσει.
- IG II² 11952
- Attica
— — — — — — — — — — — — — — — — — — — ο̣σι θυμῷ
–⏑⏑–⏑⏑– ὃς ἐν ἀθανάτοις βιοτεύει
[–⏑⏑– υἱὸς] δὲ πέλεν πολυηράτῳ ἀνδρί.
- IG II² 11960
- Attica
εἷλεν θαρραλέης ἔργα Λέοντα μάχης·
ἀνχιάλου Σαλαμῖνος ὁ γὰρ κλήροισιν ἀμύνων
δυσμενέων ὀλοὸν τραῦμα κατηγάγετο.
- IG II² 11965
- Attica
ὁ δῆμος Ληναῖον Ἀρτεμιδώρου.
καὶ τὸ πρὶν ἐν πολέμοις τηρῶν πύργον, παροδῖτα,
καὶ νῦν τηρήσω, ὡς δύναμαι, νέκυς ὤν.
- IG II² 11974
- Attica
[π]άντων ὧν θέμις ἐστὶ τυχεῖν εὐδαίμοσι θνητοῖς ⋮
ζῶσά τε ἐκοινώνουν καὶ φθιμένη μετέχω.
- IG II² 12141
- Attica
εἴ τις ὅλως γέγονεν χρηστὴ γυνή, ἥδ’ ἐγώ εἰμι,
πρός τε δικαιοσύ[ν]ην καὶ τοῖς ἄλλοισιν ἅπασιν·
οὖσα δὲ τοιαύτη χάριν οὐ δικαίαν κεκόμισμαι
- IG II² 12210a
- Attica
Μυρτὶς Ἱεροκλείας θυγάτηρ, Μόσχου
γυνὴ ἐνθάδε κεῖται | πλε͂στα τρόποις
ἀρέσασα ἀνδρί τε τοῖς τε ἔτεκε.
Ἱερόκλεια. Μυρτίς.
- IG II² 12236
- Attica
μικρὰ μὲν εὐφ[ρ]άνασα, μ[ε]λὶ φρεσί, πολλὰ δὲ δοῦσα
[ἄ]λγεα καὶ στεναχὰ[ς] θνήισκεις μελέοισι γονεῦσιν.
———
[οὐ]θε[ὶ]ς οὕτως ἐστιν ἐν ἀν[θ]ρώποισιν ἀτενγής,
[ὃς] τήνδε φθιμένην οὐκ ἐλεεῖ προσιδών·
- IG II² 12318
- Attica
φῶτα θεουδίηι μεμελημένον ἐξέτι τύτθου
ἐς τέλος εὐϊέροισιν ἀριστεύσαν̣[τα] π̣όνοισιν
ὄλβιον ἐμπε[δ]ό̣μ̣η̣τιν ἐῢν μακάρων ὀαριστήν
ἄλλο.
Νίκων ἀ̣θ̣α̣ν̣άτοισι τετιμένε χαῖρε φίλοισιν.
⸐
- IG II² 12403
- Attica
ὁ φθόνος ἐκ βιότοιο Παναθήνιον ἥρπασεν ἄφνω,
ἀλλὰ παρ’ ἀθανάτοις ναιετάοντα λίπεν
ἀθάνατον βιότῳ καὶ ἀγήραον εὖχος ἀφέντα
Κεκροπίδαις τ’ ὀλοὴν μνωμένοις ὀδύνην·
τόνδ’ ἐπί σοι παῖδαις παῖδες θυμηρέα τύμβον ἔτυξαν,
- IG II² 12473
- Attica
κύδεος ἱμείρων ἤλυθεν Αὐσονίην,
ἔνθα πόνοισι πόνους ἀνεμέτρεε, τηλόθι πάτρης,
μουνογενής περ ἐὼν καὶ πατέρεσσι φίλος.
- IG II² 12476/7
- Attica
Πλῶτις ὁ πολλὰ καμὼν ἐν γυμνα-
σίοισι φιλάθλοις · | κεῖμαι ἁλικλύστῳ πὰρ χθο-
νὶ Πειραέως · | ζωῆς καὶ καμά-
- IG II² 12617
- Attica
[μέμπτου], | [Σ]κεπτιάνη δ’ ὄνομ’ ἔσκον, ὄφρ’ ἐν [με]-
[λάθροισι τοκῆο]ς∶ | ἐτραφόμην, οὐπώποτ’ ἐναντίο[ν]
[ἀνθρώποισιν | ἐκ στ]ομάτων προιεῖσα βαρὺν καὶ ἀπην[έα]
[μῦθον· | ἀλλὰ δίκ]ην τίουσα καὶ α[ἰδομ]ένη γενετῆ-
— — — — — ενεσιν χαιρον — —
— — — — — ν ἀνθρώποισι βίον — —
- IG II² 12628
- Attica
[Ζμύ]ρνης οὗτος ὁ τύμβος, ὃν εἰ[σοράᾳς],
[π]αροδεῖτα, | [ἔστι π]αρὰ φθιμένοις
[ἀέ]ναος θάλαμος· | ἣιν ἣν γονέες πεν-
- IG II² 12664
- Attica
τῆιδε Μενανδρείων ἐπέων δεδαηκότα πάσας
τύξιας εὐιέροις ἀγλαὸν ἐν θυμέλαις
ἐκτέρισαν θεράποντες ἀερσίφρονος Διονύσου
- IG II² 12764
- Attica
[ἐκ δ’ Ἀκα]δημείης, Τηλέκλεες, οὐκ ἀβόητο[ν] |
[σὸν κλέος] ἰφθίμοις ἔπλετο Κεκροπίδαι[ς]· |
[καὶ νῦν τῆιδ]έ σε κοῦρος ὑπὸ χθονὶ θῆκε Σέλευκος |
- IG II² 12828
- Attica
ἡ ποτὲ κυδιόωσα ξανθαῖς ἐπὶ κρατὸς ἐθίραις
καὶ χαριτοβλεφάροις ὄμμασι λαμπομένη
χιονέοις τε πρέπουσα προσώποις ἠδὲ παρειαῖς
καὶ γλυκεροῦ στόματος ὄπα λιριόεσσαν ἱεῖσα
χίλεσι πορφυρέοις ἐλεφαντινέων δι’ ὀδόντων
παντοίην τε ἀρετὴν περικαλλεῖ σώμα[τ]ι θεῖσα,
- IG II² 12924a
- Attica
προλιπών. | σω[φροσύνη]ς δὲ ἀρετῆς τε π[ρόφρ]ων
τόδε τεῦξε πατήρ σοι | μνημεῖον θνητοῖς
πᾶσιν ὁρᾶν φανερόν.
- IG II² 13032
- Attica
[–⏑⏑–⏑⏑– Γλυ]κέραν ἧς οὔτ’ ἐπὶ μορφῆι οὔτε τρόπων ἀρ[ετῆι — —]
[— — — — — — — — — — — — — γ̣ε πόθον τοῖς τ․․․․ΥΣΛ τῆς πᾶσιν κοιν — —
- IG II² 13040
- Attica
Χαιρίππη.
ὅστις ἔπαινος ἄριστος ἐν ἀνθρώποισι γυναικῶν,
Χαιρίππη τούτο πλεῖστον ἔχουσ’ ἔθανεν·
μνημεῖον δὲ ἀρετῆς παισὶν ἐμοῖς ἔλιπεν.