IG XII,7 509
[ ] Heraclea — 3rd c. BC
         {²multa desunt}²
[․․․․․․․․․․․․․․․․․․․․ καὶ τὸν Δί]-
1 α καὶ τοὺς ἄλλους [θεοὺς τοὺς τὴν νῆ]-
σογ κατέχοντας, εὐορκοῦντ[ι μέν μοι εὖ]
εἴη, ἐφιορκοῦντι δὲ τἀναντία τῶν [ἀγαθῶν]·
ἐὰν δέ τις βιασόμενος αἶγας εἰσάγ[ειν ἢ]
5 τρέφειν ἐν τῆι νήσωι παρὰ τόδε τὸ ψήφι[σ]-
μα καὶ τὸν ὅρκον τῶγ κωλυόντων τινὰς
κτείνει, ἐπεξιόντων αὐτὸν οἵ τε προσ-
ήκοντες τοῦ παθόντος καὶ τὸ κοινὸν τῶν
νησιωτῶν ἅπαν· ὅ τι δ’ ἂν εἰς τὴγ κρίσιν
10 ἀνήλωμα γίνηται, τὸ μέρος ἕκαστον εἰσ-
[φ]έρειν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν
[ἱ]εροποιὸν ἐπιστροφίδη[ν] εἰς στήλην λιθί-
νηγ καὶ στῆσαι εἰς τὸ Μητρῶιον· τὸ δὲ ἀνή-
λωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν ἀναγρα-
15 φὴν ἔστω ἀπὸ τοῦ κοινοῦ. ταῦτα δ’ εἶναι εἴς
τε φυλακὴγ καὶ σωτηρίαν Ἡρακλειωτῶν
πάντωγ καὶ τῶν οἰκούντω[ν ἐν τῆι νήσωι].
Search Help
Contact Us