[ ]
Amorgos — Arkesine — stoich. — ca. 357/6 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι τῶι |
Ἀρκεσινέων· ἐ[π]ειδὴ Ἀνδροτίων ἀνὴρ | |
ἀγαθὸς γέγονε περὶ τὸν δῆμον τὸν Ἀρ- | |
κεσινέων, καὶ ἄρξας τῆς πόλεως οὐδέ- | |
5 | να τῶν πολιτῶν οὐδὲ τῶν ξένων τῶν ἀφ- |
ικνουμένων εἰς τὴν πόλιν ἐλύπησε, κ- | |
αὶ χρήματα δανείσας ἐγ καιρῶι τῆι π- | |
όλει τόκον οὐδένα λαβε͂ν ἠθέλησεν, κ- | |
αὶ τὸν μισθὸν τοῖς φρουροῖς ἀπορού- | |
10 | [σ]ηι τῆι πόλει παρ’ ἑαυτο͂ προαναλώσας, ἐ- |
π’ ἐξόδωι τοὐνιαυτο͂ {²⁶τοῦ ἐνιαυτο͂}²⁶ κομισάμενος οὐ- | |
δένα τόκον ἐπράξατο, καὶ τὴμ πόλιν ἐ- | |
λάττω χρήματα δαπανᾶν δώδεκα μναῖ- | |
ς παρὰ τὸν ἐνιαυτὸν ἕκαστον ἐποίησ- | |
15 | ε, καὶ τῶν ἁλόντων εἰς τὸς πολεμίους |
οἷς περιέτυχεν ἐ[λύ]σατο· στεφανῶσαι | |
Ἀνδροτίωνα Ἄνδρωνος Ἀθηναῖον χρυ- | |
σῶι στεφάνωι ἀπὸ πεντακοσίων δραχ- | |
μῶν ἀρετῆς καὶ δικαιοσύνης καὶ εὐν- | |
20 | οίας ἕνεκα τῆς εἰς τὸν δῆμον τὸν Ἀρκ- |
εσινέων, καὶ ἀναγράψαι πρόξενον κα- | |
ὶ εὐεργέτην τῆς πόλεως τῆς Ἀρκεσιν- | |
έων καὶ αὐτὸν καὶ ἐκγόνους· καὶ εἶναι | |
αὐτῶι ἀτέλειαν ἁπάντων· ἐπεὶ [οὖν] | |
25 | [κ]αὶ [το]ῖς συμμάχοις ἔδοξε[ν ․․․․․․․] |
[․․․․․․․․ ὡ]σ[αύ]τως [δὲ ․․․․․․․․․․․․] |